Migne Reading Room

PG 23 · cols. 1297–1308 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1297Read from the page
κέλευσις. Προστάττει μέντοι ἐν τῷ μετὰ χεῖρας ψαλμῷ τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς αὐτοῦ παρουσίας ὁ Κύριος· ναὶ μὴν καὶ ὅσα εὐηργέτησε τὸν πάλαι λαὸν, καὶ οἷον ἀνθ' οἵου ἐποίησεν. Ἔτι δὲ ἐν τούτῳ καὶ μνήμη τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ παρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ γὰρ τούτων ἡ μνήμη τοὺς τοσούτων εὐεργεσιῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθίσαι. Διδάσκει δὲ κατὰ ταὐτὸ καὶ τὸν νέον λαὸν, ἤγουν τοὺς ἐξ ἐθνῶν ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ὡς ὁμοῦ ἐκ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον καταμάθοιεν, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν Ἰουδαίοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδὸν ὁδεύοιεν.
[ex]hortation. However, in the psalm in hand the Holy Spirit commands the holy apostles to make manifest to the people from the nations all the wonders which the Lord has worked at His coming; and indeed also all the benefits He conferred on the people of old, and what [He gave them] in return for what. And further, in it there is also a remembrance of the promises made by God to the patriarchs, and of the good things furnished by Him for their sake to their descendants. For the remembrance of these is enough to rouse those who have enjoyed such great benefits to zeal for the virtue of their forefathers. And at the same time he teaches the new people, that is, those from the nations, that not unjustly did He strip that ungrateful people of His own care, so that they might at once learn justice from the sentence passed against those, and, seeing the wages of ingratitude, might not walk the same [way] as the Jews, but might travel the straight road.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Διπλῆς οὔσης ἐν τῇ γραφικῇ συνηθείᾳ τῆς κατ' ἐξομολόγησιν σημασίας, καὶ νῦν μὲν τὴν ἐξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν ἐνδεικνυμένης, ἐνταῦθα κατ' ἀμφοτέρας τὰς ἐννοίας πρὸς τὸν κατ' ἀρετὴν βίον χειραγωγούμεθα· ἥ τε γὰρ ἐξαγόρευσις χωρισμόν τινα καὶ ἀλλοτρίωσιν τῶν κακῶν ἀπεργάζεται, τό τε πρὸς τὴν εὐχαριστίαν πρόθυμον πλεονάζει, καὶ τὴν περὶ τοῦ εὐεργέτου χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιΐας. Παρακελεύεται τοίνυν ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Τὸ γὰρ ἐπικαλεῖσθε, κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσεν· ἕτερος δὲ ἑρμηνευτής φησι, Καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι αὐτοῦ· μέγα τι αἰνιττόμενος. Ἂν γὰρ ἐξομολογήσῃ, φησὶ, καὶ ἀποθῇς τὰ ἁμαρτήματα, δυνήσῃ, μετὰ παῤῥησίας τὸ ὄνομα αὐτοῦ καλέσας, μεγάλα ἐργάσασθαι ἀγαθά. Οὐ μάτην δὲ ἐξομολογεῖσθαι πρότερον, καὶ δεύτερον ἐπικαλεῖσθαι βούλεται· ἀλλ' ἵνα, καθαροὶ διὰ τῆς ἐξαγορεύσεως γενόμενοι, ἐκ καθαροῦ ὀργάνου τὸν ὕμνον προσενέγκωμεν.
"Give thanks to the Lord, and call upon His name." Since in the usage of Scripture the sense of exomologesis is twofold, showing now confession, and again thanksgiving, here we are led by the hand toward the virtuous life according to both meanings: for confession works a certain separation and estrangement from evils, and the eagerness for thanksgiving increases, as does gratitude toward the benefactor in those who receive the kindnesses with feeling. The word, then, exhorts us to offer the hymn of thanksgiving, and to recount the divine benefits. For "call upon" Symmachus rendered "proclaim"; and another translator says, "And call upon [Him] in His name," hinting at something great. For if you confess, he says, and put away your sins, you will be able, having called on His name with boldness, to work great good things. And not in vain does he wish [us] first to give thanks and secondly to call upon [Him], but so that, having become pure through confession, we may offer the hymn from a pure instrument.
Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ὁ μετὰ χεῖρας αἶνος τὴν ἱστορίαν ἐπιτέμνεται τὴν ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ ἔξοδον τῶν υἱῶν Ἰσραὴλ τὴν ἀπὸ Αἰγύπτου· ἣν καὶ ἐπαγγέλλειν τοῖς ἔθνεσι τὸ θεῖον Πνεῦμα παρακελεύεται, ὥστε διὰ τούτων δηλῶν ἐστιν, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐθνῶν πραγματεύεται, τοῦ Πνεύματος τοὺς τῶν ἐθνῶν διεγείροντος κήρυκας εἰς τὸ ζητεῖν τὸν Κύριον καὶ κηρύσσειν τὰ περὶ αὐτοῦ διηγήματα. Καὶ ταῦτα μεθ' ὕμνων· φησὶ γοῦν· Ἄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Βούλεται ἀπαγγελθῆναι τοῖς ἔθνεσιν, ὡς ἀγνοοῦσι καὶ μηδέπω μεμαθηκόσιν, ὁποίας πάλαι πρότερον εὐεργεσίας ὁ Θεὸς τῷ προτέρῳ λαῷ παρέσχετο· καὶ ὅπως, μυρίων ἀγαθῶν παρὰ τοῦ Θεοῦ τετυχηκότες, παρέβησαν ἀσεβήσαντες· καὶ ὡς διὰ τὰς παρανομίας αὐτῶν τῆς θείας ἐπισκοπῆς ἐκπεπτώκασι. Κελεύει δὲ καὶ ἑρμηνέας γίνεσθαι καὶ σαφηνιστὰς τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· ἅπερ ἂν εἴη τὰ θαυμάσια αὐτοῦ· καὶ ἁπλῶς ὑμνῳδίαις αὐτὸν ἀμείβεσθαι καὶ τὰ παρ' αὐτοῦ γενόμενα τοὺς ἀγνοοῦντας διδάξαι θαυμάσια.
"Declare His works among the nations." The praise in hand epitomizes the history from Abraham to the exodus of the sons of Israel from Egypt; which the divine Spirit also exhorts [them] to announce to the nations, so that through this He makes plain that He is working benefit not for the Jews alone, but also for those from the nations, the Spirit rousing the heralds of the nations to seek the Lord and to proclaim the accounts about Him. And this with hymns; at any rate he says: "Sing to Him and sing psalms to Him; tell of all His wonders." He wishes it to be announced to the nations, as to those who do not know and have not yet learned, what benefits God long ago furnished to the former people; and how, having obtained countless good things from God, they transgressed in impiety; and how through their lawless deeds they have fallen from the divine oversight. And he bids [them] also become interpreters and expounders of the secret things in the divine oracles, which would be His wonders; and simply to repay Him with hymns and to teach those who do not know the wonders done by Him.
PG 23:1300Read from the page
Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἐπαινεῖσθε, καυχᾶσθε τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος τοῖς ἀποστόλοις καὶ τοῖς διαδόχοις αὐτῶν, μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ, μέγα φρονεῖν· ἀλλ' ἐν τῇ τοῦ ἀληθινοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ καὶ τῷ καλεῖσθαι Χριστιανούς. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν ἐκεῖνος δόκιμος, ἀλλ' ὃν ὁ Κύριος συνίστησι. Ταῦτα καὶ Ἱερεμίας καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγώ εἰμι ὁ Κύριος ὁ ποιῶν ἔλεος καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· τουτέστιν ἐπικαλουμένων αὐτὸν εἰς βοήθειαν, ἢ δι' ἀρετῆς πρὸς αὐτὸν ὁδευόντων, οἷς καὶ εὑρίσκεται. Διδάσκει δὲ πόσον ὄφελος ἐκ τοῦ ἐξομολογεῖσθαι γενήσεται. Ὃ γὰρ ἐζητήσατε, φησὶ, τοῦτο συμβήσεται ὑμῖν, ἡ περὶ τὸν νοῦν εὐφροσύνη· τῆς γὰρ εἰς Θεὸν ἐλπίδος αὕτη καρπός. Θέα δὲ ὅπως ἀπὸ ἐξομολογήσεως ἤρξατο, καὶ κατέληξεν εἰς εὐφροσύνην. Ἀρχὴ μὲν γὰρ τῆς κατὰ Θεὸν προκοπῆς ἐξομολόγησις· τέλος δὲ ἡ κατὰ Θεὸν εὐφροσύνη· πλεῖστα δὲ τὰ μεταξὺ τούτων. Δεήσει τοίνυν πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ διὰ γνησίας μετανοίας, καὶ καρπῶν πρεπόντων τῇ ἐξομολογήσει· ἔπειτα βελτιωθέντας θαῤῥεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ οὕτως μετὰ τὴν ἐξομολόγησιν ἐπικαλουμένους καταξιοῦσθαι τῶν παρὰ τοῦ Θεοῦ χαρισμάτων· εἶτα τούτων τυχόντες, ἑτέρους ὠφελεῖν διὰ τοῦ ἀπαγγέλλειν εἰς ἅπαντας, ἅπερ μεμαθήκασιν ἔργα αὐτοῦ· καὶ ἐπὶ τούτοις ὡς ἂν καταξιωθέντας τῆς κατὰ Θεὸν θυμηδίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν· καὶ μετὰ ταῦτα σαφηνιστὰς γίνεσθαι τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· εἶτ' ἤδη κατωρθωκότας τὰ τοσαῦτα ἐπαινεῖσθαι ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ τέλος μετὰ πάντα, εὐφραίνεσθαι κατὰ διάνοιαν, καρδίαν ὀνομαζομένην. Αὕτη, τὸν Κύριον ἐκζητοῦσα, ἐξ αὐτῆς τῆς ζητήσεως καὶ τῆς ἐπιγινομένης τῇ ζητήσει εὑρέσεως, ἀπολαυέτω τῆς κατὰ Θεὸν εὐφροσύνης.
"Be praised in His holy name; let the heart of those who seek the Lord rejoice. Seek the Lord, and be strengthened; seek His face continually." For praise and glory [belong] to those who recount the virtue of God. And Aquila put "boast" instead of "be praised." The word exhorts the apostles and their successors to think great things not of wealth, not of strength, not of power, but of the knowledge and providence of the true God and of being called Christians. This the divine Apostle too enjoined: "For he who boasts," he says, "let him boast in the Lord; for not he who commends himself is approved, but he whom the Lord commends." These things Jeremiah too and the most wise Anna set forth: "Let not the wise man boast in his wisdom, and let not the strong man boast in his strength, and let not the rich man boast in his riches; but let him who boasts boast in this, to understand and know that I am the Lord who works mercy and righteousness on the earth." "Let the heart of those who seek the Lord rejoice": that is, of those who call on Him for help, or who travel toward Him through virtue, by whom He is also found. And he teaches how great a benefit will come from giving thanks. For what you sought, he says, this will befall you, gladness of mind; for this is the fruit of hope in God. See how he began from confession, and ended in gladness. For the beginning of progress toward God is confession; and its end is gladness in God; and very many are the things between these. It will be necessary, then, first to confess to the Lord through genuine repentance, and fruits befitting the confession; then, having been bettered, to take courage and call upon His name, and so, calling upon [Him] after the confession, to be counted worthy of the gifts from God; then, having obtained these, to benefit others by announcing to all the works of His which they have learned; and besides this, as having been counted worthy of the joy that is in God, to sing to Him and sing psalms; and after this to become expounders of the secret things in the divine oracles; then, having already accomplished so much, to be praised in His name; and finally, after all, to rejoice in the understanding, which is called the heart. Let this, seeking out the Lord, enjoy gladness in God from the very seeking and from the finding that follows the seeking.
Ταῦτα δὲ πάντα ἡγοῦμαι εἰς πρόσωπον τῶν ἀποστόλων ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀναφέρεσθαι. Τὸ γὰρ, Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ, οὐκ ἄλλοις ἁρμόζει λέγεσθαι ἢ αὐτοῖς. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἀποτέλεσμα· μόνοι γὰρ ἀπήγγειλαν τοῦ Θεοῦ τὰ ἔργα ἐν τοῖς ἔθνεσι τοῖς δι' αὐτῶν τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκόσιν, οὓς ἀνωτέρω καινὴν γενεὰν καὶ λαὸν κτιζόμενον προσηγόρευσε. Δεῖ τοίνυν τὸν μέλλοντα ζητεῖν τὸν Κύριον ἐξομολογεῖσθαι πρότερον δι' εἰλικρινοῦς μετανοίας καὶ τῶν ταύτης καρπῶν· ὁ γὰρ τοιοῦτος καὶ ζητεῖν δύναται, καὶ ζητῶν εὑ-
All these things I think are referred by the Holy Spirit to the person of the apostles. For "Declare His works among the nations" befits being said to no others than to them. And the outcome bears witness to the word; for they alone announced the works of God among the nations who through them came to know the God of all things, whom above he called a new generation and a people being created. So he who is going to seek the Lord must first confess through sincere repentance and its fruits; for such a one is both able to seek, and in seeking to [the print breaks off here mid-word, εὑ-]
PG 23:1301Read from the page
ρεῖν. Εἰ γὰρ ἐπὶ λίθων τιμίων τῶν εἰδότων χρεία, καὶ ἐπὶ κολυμβητῶν πολλῆς τῆς ἐπιστήμης δεῖ, πολλῷ ⟨μ⟩ᾶλλον ἐπὶ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ κωλύοντα αὐτὸν ⟨ε⟩ὑρεῖν, καὶ πραγμάτων ὄχλος, καὶ σαρκὸς ἐπαναστάσεις, καὶ νοσήματα ψυχῶν, καὶ δαιμόνων ἐπιβουλαὶ, καὶ ῥᾳθυμία γνώμης. Κἂν ἀπαλλαγῶμεν τούτων ἁπάντων, ταχέως αὐτὸν εὑρήσομεν, καὶ τὴν κακίαν ἀποδυσόμεθα, καὶ τὴν ἀρετὴν ἑλώμεθα. Αὕτη γάρ ἐστιν ἡ ἐκεῖ φέρουσα ὁδός. Τί οὖν ἐστι ζήτησις; τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν καὶ λογίζεσθαι· ὁ γὰρ ζητῶν ἐπὶ διανοίας ἔχει τὸ ζητούμενον.
[to] find. For if in the case of precious stones there is need of those who know, and in the case of divers much skill is required, much more in the case of God. For many are the things that hinder [one] from finding Him: the throng of affairs, the uprisings of the flesh, the diseases of souls, the plots of demons, and slackness of will. And if we are rid of all these, we shall quickly find Him, and put off wickedness, and choose virtue. For this is the road that leads there. What then is seeking? To think of Him and reckon on Him continually; for he who seeks holds what he seeks in his mind.
Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Τί ἐστι τὸ ζητεῖν τὸν Κύριον; τὸ τὰ ἐκείνου φρονεῖν, τὸ ἀεὶ αὐτὸν λογίζεσθαι, τὸ ἀεὶ ἐν διανοίᾳ ἔχειν, τὸ μηδέποτε παύεσθαι ὁμιλοῦντα αὐτῷ διὰ τῆς προσευχῆς καὶ τῶν ἀγαθῶν πράξεων. Ἄμαχοι δὲ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι. Παρορμήσας μέντοι ὁ λόγος τοὺς τῶν ἐθνῶν κήρυκας ἐπὶ τὸ προθύμως ἐκζητῆσαι τὸν Κύριον, ἔτι μᾶλλον αὐτοὺς ἐπιῤῥώννυσι λέγων, Κραταιώθητε, τουτέστι, Μὴ χαυνοῦσθε εἰς τὸ ζητεῖν αὐτόν. Τοῦτο δὲ προσφωνεῖ αὐτοῖς, ὡς δεομένοις κράτους καὶ δυνάμεως εἰς τὸ ἰσχῦσαι τὸ προστεταγμένον ποιῆσαι· ὅπερ ἦν τὸ ἔθνεσι κηρύξαι, Ἕλλησί τε καὶ βαρβάροις, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Διδάσκων δὲ πῶς δεῖ τὸ ζητεῖν ποιεῖν, καὶ ὅτι οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν καὶ τὴν ὠφέλειαν καρποῦσθαι, ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός· οὐ τρίτον τοῦ ἐνιαυτοῦ, κατὰ τὸν ὑπὸ Μωϋσέως δοθέντα νόμον ἐνώπιον αὐτοῦ φαινόμενοι, ἀλλὰ παρὰ πάντα τὸν βίον. Πρόσωπον δὲ ἐνταῦθα τὴν ἐπιφάνειαν αὐτοῦ φησὶ, τὴν ἐπισκοπὴν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν βοήθειαν, τὴν συμμαχίαν, τὴν ἔννοιαν τὴν περὶ αὐτόν. Τὸ γὰρ τῆς οὐσίας πρόσωπον οὐδεὶς ὄψεται καὶ ζήσεται. Πρόσωπον δὲ αὐτοῦ καὶ ὁ Υἱός.
"Seek the Lord and be strengthened; seek His face continually." What is it to seek the Lord? To think His thoughts, always to reckon on Him, always to hold Him in mind, never to cease conversing with Him through prayer and good deeds. Those who seek will be unconquerable and invincible. Having urged the heralds of the nations to seek out the Lord eagerly, the word strengthens them still more, saying, "Be strengthened," that is, "Do not grow slack in seeking Him." This he addresses to them as to men who need might and power to be able to do what was commanded, namely to preach to the nations, to Greeks and barbarians, according to the saying, "The Lord will give a word to those who preach the gospel with great power." And teaching how the seeking must be done, and that it is fitting to seek help from above and to reap the benefit not once or twice but through the whole of life, he added: "Seek His face continually"; not appearing before Him three times a year, according to the law given by Moses, but through the whole of life. By "face" he here means His appearing, His oversight, His providence, His care, His help, His alliance, the thought about Him. For the face of His essence no one shall see and live. And His face is also the Son.
Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· εἴτε τῶν ἐν τῇ Παλαιᾷ Γραφῇ, εἴτε τῶν ἐν τοῖς Εὐαγγελίοις. Ταῦτα γὰρ δεήσει ὑμᾶς τοὺς τῶν ἐθνῶν κήρυκας εἰς πάντα τὰ ἔθνη διαδοῦναι· ἐπεὶ μὴ πρότερον αὐτὰ παρά τινος ἄλλου μεμαθήκασιν. Ὅσα τοίνυν ἐνανθρωπήσας ὁ Λόγος διεπράξατο τοῖς παλαιοῖς ὁμοῦ συνάψαντες, μνήσθητε παραδοῦναι τοῖς ἔθνεσιν. Ἐνταῦθά μοι δοκεῖ τὴν ὁδὸν δεικνύναι δι' ἧς δυνατὸν καὶ ζητεῖν καὶ εὑρεῖν τὸν Θεόν. Τίς δὲ ἡ ὁδός; τὸ διηνεκῶς ἐπὶ μνήμης φέρειν τὰ παράδοξα αὐτοῦ ἔργα, καὶ τοὺς νόμους καὶ τὰς ἐντολάς· διὸ ἐπάγει, Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· τέρατα μὲν τὰς θεοσημείας λέγων, κρίματα δὲ τὰς ἀποφάσεις, τὰς ἐντολὰς, ἢ τὰ ἐνδίκως καὶ κρίσει δικαίᾳ ὑπὸ τοῦ Θεοῦ γεγενημένα θαύματα. Ποῖα δὲ τέρατα, εἰπέ μοι; Τὰ ἐν Αἰγύπτῳ, τὰ μετὰ τὴν Αἴγυπτον, τὰ πρὸ τῆς Αἰγύπτου, τὰ μετὰ τὴν παρουσίαν τὴν αὐτοῦ. Πάντα γὰρ ταῦτα
"Remember His wonders which He has done, His marvels and the judgments of His mouth": whether those in the Old Scripture, or those in the Gospels. For you, the heralds of the nations, will have to hand these on to all the nations, since they have not learned them before from anyone else. So all that the Word did when He became man, joining it together with the old things, remember to hand on to the nations. Here he seems to me to show the road by which it is possible both to seek and to find God. And what is the road? To bear continually in memory His wondrous works, and the laws and the commandments; therefore he adds, "His marvels and the judgments of His mouth," calling the divine signs marvels, and the sentences, the commandments, judgments; or [meaning] the wonders done by God justly and with righteous judgment. And what marvels, tell me? Those in Egypt, those after Egypt, those before Egypt, those after His coming. For all these [the column ends here; the sentence runs on in col 1304]
PG 23:1304Read from the page
θαυμαστὰ καὶ παράδοξα πράγματα, καὶ ἀκολουθίαν ἀνθρωπίνην ὑπερβαίνοντα. Ἢ τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ περιπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆσαι, καὶ τὰ τοιαῦτα· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας, ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς Διαθήκης. Μᾶλλον δὲ ἐνταῦθά μοι δοκεῖ κρίματα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάσσῃ. Οὐ γὰρ δὴ μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα ἅπαντα· ἡ θάλασσα τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγιαλούς· τὰ ὄρη τὸ πεπηγέναι, ἡ γῆ τὸ ἑστάναι, ὁ ἥλιος τὸ τρέχειν, ἡ σελήνη τὴν ἰδίαν εὐταξίαν, ὁ ποικίλος τῶν ἀστέρων χορὸς, ἡ φύσις τῶν σωμάτων, ἡ τῶν φυτῶν, ἡ τῶν ἀλόγων, ἡ τῶν ἄλλων ἁπάντων· οἰκείοις γὰρ ἅπαντα διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγμασι γέγονεν, ὅπερ δηλοῦται διὰ τοῦ στόματος. Ὅσα τοίνυν τὸ στόμα αὐτοῦ ἔκρινεν, εἴτε διὰ τῆς Παλαιᾶς, εἴτε διὰ τῆς Νέας Διαθήκης ἔκρινε, ἐπισυνάψατε, φυλάττειν ὡς νόμους βασιλικοὺς τὰ κρίματα αὐτοῦ τοῖς ἔθνεσι παραγγέλλοντες. Νοήσεις δὲ κρίματα τὰ δικαίᾳ ψήφῳ θαυματουργηθέντα. Ἐπειδὴ γὰρ τὰ ἐν Αἰγύπτῳ μέλλει διηγεῖσθαι, προδιδάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. Ἔδει γὰρ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ὑποκειμένους τοῖς αὐτοῦ κρίμασι μὴ ἀγνοεῖν μήτε τὰ ἔργα αὐτοῦ μήτε τὰ κρίματα αὐτοῦ. Δι' ὧν κριμάτων οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἔκρινε τῆς αὐτοῦ κλήσεως καταξιῶσαι.
[all these are] wonderful and marvellous deeds, passing beyond the human order of things. Or [he calls] marvels the wonders that were done, such as walking on the sea, raising a dead man, and the like; and the judgments of His mouth the words He spoke when driving the unclean demons out of men, or also the commandments of the New Covenant. But rather here he seems to me to call judgments the laws, those in heaven, those on earth, those in the sea. For it is not man alone who received a law, but all things that are seen: the sea, not to pass beyond its shores; the mountains, to stand fixed; the earth, to stand firm; the sun, to run; the moon, its own good order; the varied chorus of the stars; the nature of bodies, of plants, of irrational creatures, of all other things; for all things are governed by their own laws. And all these came to be by commands, which is shown by "of the mouth." So whatever His mouth judged, whether through the Old or through the New Covenant, join it together, enjoining on the nations to keep His judgments as royal laws. And you will understand as judgments the wonders worked by a just sentence. For since he is about to recount the things in Egypt, he teaches beforehand the justice of the punishment of the Egyptians. For all men on earth, being subject to His judgments, had to be ignorant neither of His works nor of His judgments. By these judgments He judged not only the nation of the Jews, but all men on earth, worthy of His calling.
Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, μηδὲ ὅσοι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, εἰκότως μὲν ὁ Σωτὴρ ἡμῶν τοῖς ἐκ σπέρματος εἶναι Ἀβραὰμ αὐχοῦσιν Ἰουδαίοις ἔλεγεν· Οἶδα, ὅτι σπέρμα Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· ὡς τινων τέκνα μὲν ὄντων τοῦ Ἀβραὰμ διὰ μιμήσεως, οἳ καὶ ἐκλεκτοὶ εἴρηνται· τινῶν δὲ σπέρμα μόνον ὄντων αὐτοῦ, καὶ διὰ τοῦτο ἐκλεκτῶν οὐκ ὄντων. Οὐ γὰρ τὸ σπέρμα ἐκλεκτὸν ἐλέχθη, ἀλλ' οἱ υἱοί. Τὸ δὲ σπέρμα δοῦλοι αὐτοῦ. Ἐπεὶ τοίνυν οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἱ τῶν ἐθνῶν γενόμενοι κήρυκες, ἀμφότερα εἶχον, ἅτε καὶ δοῦλοι ὄντες καὶ ἐκλεκτοί· ὅθεν πρὸς αὐτοὺς λέλεκται· Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Πρὸς δὲ τὸ, Ἐκλεκτοὶ αὐτοῦ, παραθήσεις τὸ, Τούτους τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Τὸ δὲ ἐξαίρετον τῶν ἐκλεκτῶν νοήσομεν ἀπὸ τοῦ· Πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Οὐκ ἀγνοητέον, φησὶν, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν, ὃς προνοίᾳ τὸν σύμπαντα κόσμον θείοις κρίμασι διοικεῖ, ὡς μηδὲν ἀκρίτως, μηδὲ ἄνευ τῆς τοῦ Θεοῦ προνοίας γίγνεσθαι.
"The seed of Abraham His servants, sons of Jacob His chosen ones. He is the Lord our God." Since not all who are of Israel are Israel, nor are all who are the seed of Abraham children, our Saviour fittingly said to the Jews who boasted of being of the seed of Abraham: "I know that you are the seed of Abraham"; and again: "If you were children of Abraham, you would do the works of Abraham"; as though some were children of Abraham through imitation, who are also called chosen, while others were only his seed, and for this reason not chosen. For it is not the seed that was called chosen, but the sons. The seed [is called] His servants. Since then the Saviour's disciples, who became heralds of the nations, had both, being both servants and chosen, therefore it is said to them: "The seed of Abraham His servants, sons of Jacob His chosen ones." With "His chosen ones" you will set beside it: "These twelve Jesus chose, and named them apostles"; and: "Did I not choose you, the twelve?" And we shall understand the distinction of the chosen from the saying: "Many are called, but few chosen." "He is the Lord our God; His judgments are in all the earth." We must not be ignorant, he says, that He is the Lord our God, who by providence governs the whole world with divine judgments, so that nothing comes to pass without judgment, nor without the providence of God.
Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο
"He remembered His covenant for ever, the word which He commanded to a thousand generations, which He made [the column ends here; the lemma runs on in col 1305]
PG 23:1305Read from the page
τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Ἐπιστήσας ἀκριβῶς τίς ἦν ὁ λόγος ὃν ἐνετείλατο εἰς πολλὰς γενεὰς ἐξικνούμενον, οὐ γὰρ ἐτῶν ἀριθμὸν, ἀλλὰ τὸ διηνεκὲς αἰνίττεται καὶ τὸ πλῆθος, ὡς τὸ ἑπτάκις, Στεῖρα ἔτεκεν ἑπτὰ, τουτέστι πολλὰ, καὶ, Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται· εὑρήσεις αὐτὸν εἰρημένον οὕτως πρὸς Ἀβραὰμ, Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη τῆς γῆς. Καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου. Εὕροις δ' ἂν τὰ παραπλήσια καὶ τῷ Ἰσαὰκ ἐπηγγελμένα καὶ ὁμοσθέντα περί τε τῆς γῆς καὶ τοῦ πληθυσμοῦ τοῦ σπέρματος. Ταῦτα δὲ μετὰ πλείστας ὅσας γενεὰς ἐπληροῦτο διὰ τῆς ἐπιφανείας Χριστοῦ τοῦ ἐκ σπέρματος Ἀβραὰμ, γενομένου Σωτῆρος ἡμῶν. Εἰσέτι τε νῦν ἐνεργεῖ καὶ διαμένει ἡ ἐπαγγελία, μέχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Οὗτος οὖν μετὰ μακρὸν αἰῶνα, καὶ μετὰ πλείστας σφόδρα γενεὰς, τὰς γὰρ χιλιάδας ἀντὶ τῶν πολλῶν παρείληφε, καὶ ταύτας ἐπλήρου τὰς πρὸς τοὺς πατριάρχας ἐπαγγελίας, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ καὶ διὰ τῆς αὐτοῦ γίαν δεδωρημένος.
to Abraham, and of His oath to Isaac; and He established it to Jacob for an ordinance, and to Israel for an everlasting covenant, saying: To you I will give the land of Canaan, the measured lot of your inheritance. When they were few in number, very few, and sojourners in it. And they went from nation to nation, and from one kingdom to another people. He suffered no man to wrong them, and He reproved kings for their sakes: Touch not My anointed ones, and do My prophets no harm." Having considered carefully what was the word which He commanded, reaching to many generations (for he does not hint at a number of years, but at continuance and multitude, as with "seven times": "The barren has borne seven," that is, many, and, "Seven times shall the righteous fall, and shall rise up"), you will find it spoken thus to Abraham: "And in you shall all the nations of the earth be blessed." And: "In your seed shall all the tribes of the earth be blessed, and multiplying I will multiply your seed." And you would find similar things promised and sworn to Isaac too, concerning both the land and the multiplying of the seed. And these were being fulfilled after very many generations through the appearing of Christ, who came of the seed of Abraham and became our Saviour. And even now the promise is at work and abides, until the fullness of the nations comes in. He then, after a long age and after very many generations (for he took the thousands in place of "the many"), was fulfilling these promises to the patriarchs through our Saviour Jesus, and having bestowed through His [... the print reads γίαν here; a word seems lost at the line break].
Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. Ἐν τούτοις ὁ λόγος καὶ ἄλλο τι λεληθὸς τοὺς πολλοὺς διδάσκει. Τὴν γὰρ αἰτίαν τοῦ κληθῆναι δίκην ἐμψύχου ζώου τὸν λιμὸν ἐπὶ τὴν γῆν, λέγω δὴ τὴν ἐνεργητικὴν δύναμιν τοῦ λιμοῦ, καὶ τοῦ συντριβῆναι πᾶν στήριγμα ἄρτου, παρίστησιν, ἵνα καὶ φανιεῖ που ἄρτος μὴ στηρίζοι τοὺς ἐμπιπλαμένους ἐξ αὐτοῦ, κατὰ τὸ, Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συμβαίνει ἐν τοῖς λιμοῖς, κατ' ὀργὴν Θεοῦ γιγνόμενον, τὸ καὶ τοὺς ἐσθίοντας μὴ στηρίζεσθαι.
"And He called a famine upon the land; He broke every staff of bread." In these words the word teaches something else too, which escapes most people. For it sets out the cause of the famine being called upon the land like a living creature, I mean the active power of the famine, and of every staff of bread being broken, so that bread [the print reads φανιεῖ που here] would not strengthen those who are filled with it, according to the saying, "Bread strengthens the heart of man." For this is what chiefly happens in famines that come about through the wrath of God: that even those who eat are not strengthened.
Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Πάντα ταῦτα ὑπέμεινε μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ ἑαυτοῦ πατρὶ καὶ τοῖς ἀδελφοῖς φήσας, ἑωρακέναι αὐτὸν δράγματα καὶ τοὺς ἀδελφοὺς ὁμοίως ἀναλέγοντας, ἔπειτα τὰ ἐκείνων τὸ ἑαυτοῦ προσκεκυνηκέναι δράγμα· ὁμοίως δὲ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἕνδεκα ἀστέρας προσκυνεῖν αὐτῷ. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Τὸ, Λόγιον Κυρίου ἐπύρωσεν αὐτὸν, ὅμοιον τῷ, Οὐχὶ
"He sent a man before them; Joseph was sold for a slave. They humbled his feet with fetters; his soul passed through iron, until his word came." All these things he endured until his word came, which he saw in the visions and declared to his father and his brothers, saying that he had seen sheaves, and his brothers likewise gathering them, and then that their sheaves had bowed down to his own sheaf; and likewise that the sun and the moon and the eleven stars were bowing down to him. "Until his word came. The saying of the Lord tried him in the fire." The phrase "The saying of the Lord tried him in the fire" is like that other, "Is not [the column ends here; the sentence runs on in col 1308]
PG 23:1308Read from the page
διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐκ ἂν γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ, τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Ὅτε αὐτάρκως ἐπυρώθη ὑπὸ τῶν πειρασμῶν ὁ Ἰωσὴφ, τότε Θεοῦ ὑποβαλόντος τῷ Φαραὼ, ὃν καὶ βασιλέα καὶ ἄρχοντα νῦν ὁ λόγος καλεῖ, λύεται τῶν δεσμῶν, καὶ ἄρχων τοῦ οἴκου τοῦ βασιλέως καὶ πάσης τῆς κτήσεως αὐτοῦ καθίσταται. Ἐξήνεγκε γὰρ αὐτὸν, ὡς μὲν εἴποι ἂν ὁ πολὺς ἄνθρωπος, διὰ τὸ συναγαγεῖν τὰ γεννήματα τῆς εὐθηνίας, καὶ φυλάξαι αὐτὰ εἰς καιρὸν τοῦ λιμοῦ. Ὁ δὲ παρὼν λόγος διδάσκει οὐ τοσοῦτον τῆς τῶν καρπῶν φυλακῆς ἕνεκα εἰς τὴν ἀρχὴν προῆχθαι, ὅσον τῆς κατὰ ψυχὴν ὠφελείας τῶν μελλόντων ὑπ' αὐτοῦ σοφίζεσθαι καὶ παιδεύεσθαι. Ἦσαν δὲ οὗτοι ἄρχοντες Φαραὼ καὶ πρεσβύτεροι· ὧν ὠφελουμένων, εἰκὸς ἦν καὶ τοὺς ὑπηκόους ἅπαντας τῆς παρ' αὐτῶν μετασχεῖν βελτιώσεως.
[Is it not] through God that their interpretation is? For he would not have interpreted the dreams for Pharaoh, had not God granted him the power to understand them. "The king sent and released him, the ruler of the people, and let him go. He made him lord of his house, and ruler of all his possessions, to instruct his princes as himself, and to teach his elders wisdom." When Joseph had been sufficiently tried in the fire by the temptations, then, God prompting Pharaoh, whom the word here calls both king and ruler, he is released from his bonds, and is made ruler of the king's house and of all his possessions. For he brought him out, as the ordinary man would say, to gather the produce of the years of plenty and to keep it for the time of the famine. But the present word teaches that he was promoted to the office not so much for the keeping of the crops as for the benefit to the souls of those who were to be made wise and instructed by him. And these were the princes and elders of Pharaoh; and when they were benefited, it was likely that all their subjects too would share in the improvement that came from them.
Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τίς δὲ εἰσῆλθεν, ἀλλ' ἢ Ἰσραήλ; Καὶ τίς παρῴκησεν ἐν γῇ Χὰμ, ἀλλ' ἢ Ἰακώβ; Δηλοῦται δὲ διὰ τούτων αὐτός τε ὁ πατὴρ καὶ οἱ τούτου παῖδες. Ἐπεὶ γὰρ οὐ μόνος εἰσῆλθεν Ἰακὼβ, ἀλλὰ καὶ ἑβδομήκοντα ψυχαὶ σὺν αὐτῷ, κατὰ τό· Ἐν ἑβδομήκοντα ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον· διὰ τοῦτο καὶ οἱ παῖδες καὶ ὁ πατὴρ ἐδηλώθησαν διὰ τῶν προκειμένων. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Οὐκ ἂν ηὐξήθησαν οὐδὲ ἐκραταιώθησαν, εἰ μὴ ἔτυχον προστάτου Ἰωσὴφ, καὶ τῆς παρὰ τοῖς Αἰγυπτίοις τιμῆς διὰ τοῦ Ἰωσὴφ αὐτοῖς παρασχεθείσης.
"And Israel came into Egypt, and Jacob sojourned in the land of Ham. And He increased His people greatly, and made them stronger than their enemies." Who came in but Israel? And who sojourned in the land of Ham but Jacob? By these words both the father himself and his sons are meant. For since Jacob did not come in alone, but seventy souls with him, according to the saying, "With seventy souls Israel went down into Egypt," therefore both the sons and the father are meant by the words before us. "And He increased His people greatly, and made them stronger than their enemies." They would not have been increased or strengthened, had they not found a protector in Joseph, and the honour among the Egyptians that was afforded them through Joseph.
Μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίων αὐτῶν. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμὸς, καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. Ὥσπερ
"He turned their heart to hate His people, to deal craftily with His servants. He sent forth Moses His servant, Aaron whom He chose for Himself. He set among them the words of His signs, and of His wonders in the land of Ham. He sent forth darkness and it grew dark, because they provoked His words. He turned their waters into blood, and slew their fish. Their land brought forth frogs in the chambers of their kings. He spoke, and there came the dog-fly and gnats in all their borders. He made their rain hail, a fire burning up in their land. And He smote their vines and their fig trees, and broke every tree of their borders. He spoke, and the locust came, and the caterpillar, without number, and devoured all the grass in their land, and devoured all the fruit of their land. And He smote every firstborn in their land, the firstfruits of all their labour." Just as [the column ends here; the sentence runs on in col 1309]