μακαρισμοῦ γενόμενος ἄξιος, δι' οὗ εἴρηται· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, εἴποι ἂν θαῤῥῶν· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ὁ Προφήτης οὖν, τὰ φίλα καὶ συγγενῆ τῷ ἁγίῳ Πνεύματι δι' ἐναρέτων ἔργων ἐπιτελέσας, τῷ τῶν τοιούτων δοτῆρι Θεῷ τὴν προκειμένην εὐχὴν ἀναπέμπει. Ἄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου· ἀπολαβὼν τὴν ἐμαυτοῦ δόξαν, τουτέστι τὴν προφητικὴν χάριν. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Μήποτε τὰς δυνάμεις τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ σώματος διεγείρει διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τοῦ θείου Πνεύματος ἐπίπνοιαν· καὶ κατὰ διάνοιαν μὲν ἐκλαμβανόντων ἡμῶν τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι' ὧν ὁ νοῦς ἀνακρούεται ὅτε δ' ἂν βούληται· ψαλτήριον δὲ τὰς ἀσωμάτους καὶ λογικὰς τῆς ψυχῆς δυνάμεις, ἃς δὴ παρασκευάζων εἰς τὴν τοῦ Πνεύματος ὑποδοχήν φησιν· Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα.
[The one who has become worthy of the] blessing [pronounced on] the saving [one], through which it is said, "Blessed are the pure in heart, for they shall see God," might say with confidence: "My heart is ready, O God." The Prophet, then, having accomplished through virtuous works the things dear and akin to the Holy Spirit, sends up the present prayer to God, the giver of such things. "I will sing and make melody in my glory": having received my own glory, that is, the prophetic grace. "Awake, my glory; awake, psaltery and harp; I will awake at dawn." Perhaps he rouses the powers of his own soul and body for the inspiration of the divine Spirit that was about to come upon him; and [the print reads "and in thought"], we taking [as the harp] the members of the body and the senses, through which the mind strikes up whenever it wishes; and as the psaltery the incorporeal and rational powers of the soul, which, preparing them for the reception of the Spirit, he addresses: "Awake, psaltery and harp."
Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ἱκετεύω καὶ δέομαι τάχιον ἐπιστῆναι τὴν χάριν, καὶ σὲ τὸν ὕψιστον Θεὸν τὸν ἐν τοῖς οὐρανοῖς ὑμνούμενον γνωσθῆναι, καὶ τὴν σαυτοῦ δόξαν φανερὰν ποιῆσαι ἐπὶ πᾶσαν τὴν γῆν. Τούτου γὰρ γενομένου, ῥυσθήσονται οἱ ἀγαπητοί σου ἀπὸ τῆς πικρᾶς δουλείας καὶ αἰχμαλωσίας ἣν πεπόνθασιν ὑποχείριοι γενόμενοι. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Τίς ἦν ὁ ἅγιος αὐτοῦ ἢ ὁ μονογενὴς Παῖς, ὁ ὢν ἀληθῶς ἅγιος καὶ ἀγαπητὸς, δι' οὗ τὴν ἀπόκρισιν ἐποιήσατο πρὸς τὴν ἀποδοθεῖσαν εὐχὴν αὐτοῖς ὁ Θεός· πρὸς μὲν οὖν τὴν εὐχὴν τὴν φήσασαν· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, ἀποκρίνεται λέγων, Ὑψωθήσομαι, πρὸς δὲ τό· Καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, πάλιν ἀποκρίνεται τὰ ἀκόλουθα ἀπὸ τοῦ, Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ταύτην τοίνυν, φησὶ, τὴν κοιλάδα, τουτέστι πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην, εἰς σκηνὰς διαμετρήσω, ὥσπερ χωρομετρῶν καὶ καταγράφων αὐτούς· διαμετρήσω εἰς σκηνὰς κατὰ πᾶσαν πόλιν, καὶ χώραν καὶ κώμην· καὶ πάλιν, σκηνὰς ἐμαυτῷ διαμετρῶν καὶ χωρομετρῶν, τουτέστι τὰς ἁπανταχοῦ Ἐκκλησίας.
"Be exalted above the heavens, O God, and Your glory over all the earth, that Your beloved may be delivered. Save with Your right hand, and hear me. God has spoken in His holy one: I will be exalted, and I will divide Shechem, and I will measure out the valley of tents." I beseech and pray that grace may come quickly, and that You, the most high God who are hymned in the heavens, may be made known, and may make Your glory manifest over all the earth. For when this happens, Your beloved will be delivered from the bitter slavery and captivity which they have suffered, having come under [the power of others]. "Save with Your right hand, and hear me. God has spoken in His holy one." Who was His holy one but the only-begotten Son, who is truly holy and beloved, through whom God made the answer to the prayer offered for them? To the prayer that said, "Be exalted above the heavens, O God," He answers, saying, "I will be exalted"; and to "And Your glory over all the earth," He again answers with what follows, from "I will be exalted, and I will divide Shechem, and I will measure out the valley of tents." This valley, then, He says, that is, the whole inhabited world of men, I will measure out into tents, as though surveying and registering them: I will measure it out into tents in every city, and country, and village; and again, measuring out and surveying tents for Myself, that is, the Churches everywhere.
Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπειδὴ Ἐφραῒμ καὶ Μανασσῆς υἱοὶ γεγόνασιν Ἰωσὴφ, κατέσχον δὲ οἱ ἐκ τούτων τὴν καλουμένην χώραν Γαλαὰδ, καὶ τὴν Συχὲμ καὶ τὴν Σαμάρειαν, ἔνθα τὸ βασίλειον συνειστήκει τοῦ Ἰσραήλ· διὰ τοῦτο ἑαυτοῦ φησιν εἶναι καὶ τούτους, τὸν δὲ Ἐφραῒμ κατ' ἐξαίρετον διὰ τὴν ἐξ αὐτοῦ συστᾶσαν βασιλείαν, κραταίωσιν ὀνομάζει τῆς κεφαλῆς ἑαυτοῦ. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Τὸν Ἰούδαν βασιλέα ἑαυτοῦ εἶναι, λέγει. Πρόδηλον δὲ ὅτι κατὰ τὸν Ἀπόστολον ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Σωτὴρ
"Gilead is Mine, and Manasseh is Mine; and Ephraim is the strength of My head. Judah is My king; Moab is the cauldron of My hope." Since Ephraim and Manasseh were sons of Joseph, and those descended from them held the country called Gilead, and Shechem and Samaria, where the kingdom of Israel was established, therefore He says that these too are His own; and Ephraim in particular, because of the kingdom that arose from him, He calls the strengthening of His head. "Judah is My king; Moab is the cauldron of My hope." He says that Judah is His king. And it is plain that, according to the Apostle, from Judah has sprung the Saviour [the column ends here; the sentence runs on in col 1332]