ζων Χριστοῦ, τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουργοῦντας κήρυγμα, τουτέστιν ἀποστόλους καὶ εὐαγγελιστὰς, οἳ φωτὸς δίκην τὴν οἰκουμένην κατέλαμψαν· οἷς καὶ αὐτὸς ἔφη Χριστός· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς καταφωτίζων ἅπασαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γεγόνασι μέτοχοι τοῦ παρ' αὐτοῦ φωτὸς καὶ αὐτοὶ κατὰ τό· Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, χρηματίζουσι φῶς τοῦ κόσμου. Οὗτοι τοίνυν καθάπερ ἀστραπαὶ γεγόνασι τῇ ὑπ' οὐρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρδίαις εἰσπέμπονται φῶς. Καὶ πῦρ δέ φησιν ὁ ψάλλων, οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὴν τὴν ὁρωμένην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον καὶ δυσάντητον καὶ δυσδιάφυκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθραίνοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ τῆς ἀγέλης αὐτῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλλοις ὁμοῦ. Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς γῆς ὑπ' αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἐπαφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐτὸν ὀργήν. Οὕτως ἐξείλετο τοὺς ὑπ' αὐτοῦ γενομένους, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανημένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς. Τάχα δὲ πυρὸς καὶ ἀστραπῆς ἐμνημόνευσεν ὁ Δαυῒδ, ἤγουν φλογὸς καὶ φωτός· ἐπειδὴ διπλῆ τοῦ πυρὸς ἡ ἐνέργεια· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει· καὶ τὸ μὲν φῶς τοῖς δικαίοις ἀποχαρίζεται, ἡ δὲ καῦσις τοῖς παρανόμοις ἀφώρισται. Ταῦτα καὶ τῆς δευτέρας ἐπιφανείας τὰ θεσπίσματα· ταῦτα καὶ Δανιὴλ ἐθεάσατο· Ποταμὸς, γάρ φησι, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· καὶ ὁ Κύριος εἶπεν, ὡς ἡ παρουσία αὐτοῦ ἔσται ὡς ἡ ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν φθάνουσα ἀστραπή. Τὸ μὲν πῦρ αὐτοῦ προπορεύσεται ἕνεκα τῶν ἐχθρῶν αὐτοῦ· τῶν δὲ εὐσεβῶν καὶ θεοφιλῶν ἀνδρῶν χάριν ἀστραπαὶ αὐτοῦ ἐκ τοῦ αὐτοῦ φωτὸς ἐκπεμπόμεναι ἀντὶ ἡλίου καταλάμψουσι τὴν οἰκουμένην. Εἰ γὰρ τότε ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, κατὰ τὴν σωτήριον διδασκαλίαν· πόθεν ἄλλοθεν φωτισθήσεται ὁ κόσμος εἰ μὴ ἐξ αὐτοῦ· Ἐπειδήπερ ἐστὶν αὐτὸς ὁ Κύριος φῶς αἰώνιον.
-ing Christ, those who minister the divine and evangelical preaching, that is, the apostles and evangelists, who like light shone upon the world; to whom Christ Himself said: "You are the light of the world." For the true light is He Himself, the Son, who illumines all rational creation. But since they too have become partakers of the light from Him, according to the saying: "Coals were kindled from Him," they are called the light of the world. These, then, have become like lightnings, running everywhere through the land under heaven, and they send the divine and spiritual light into the hearts of those being initiated. And the Psalmist speaks of fire, not by any means this sensible fire, nor indeed the visible flame, but a certain divine power, invincible and hard to withstand and hard to escape, which like fire devours those who are hostile to Him. And these were, before all the others, the accursed demons and the master of their herd; him the Saviour burned up together with the others. For it was not possible otherwise to deliver those on earth who had come under him, unless He had let loose upon him, like a fire, the wrath that consumes and destroys him. Thus He delivered those who had come under him, saved those in captivity, rescued those who had gone astray, and called them to the light of truth. And perhaps David made mention of fire and lightning, that is, of flame and light, because the working of fire is twofold; for it has not only the power to burn but also to give light; and the light is granted to the just, while the burning is set apart for the lawless. These are also the oracles of the second appearing; these things Daniel too beheld: "A river of fire," he says, "drew along before Him"; and the Lord said that His coming will be like the lightning that reaches from the east to the west. His fire will go before Him because of His enemies; but for the sake of pious and God-loving men His lightnings, sent forth from His own light, will shine upon the world instead of the sun. For if then the sun shall be darkened, and the moon shall not give her light, and the stars shall fall from heaven, according to the saving teaching, whence else will the world be lit, if not from Him? Since He Himself, the Lord, is everlasting light.
Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ· ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Σιὼν μὲν τὴν Ἐκκλησίαν Χριστοῦ ὑπάρχειν ἰστέον, θυγατέρας δὲ τῆς Ἰουδαίας τὰς ἀποστολικὰς ψυχὰς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους διελθούσας· αἳ δὴ καὶ ἐμπίπλανται εὐφροσύνης καὶ ἀγαλλιάσεως, μανθάνουσαι περὶ τῶν κριμάτων τοῦ Κυρίου, τῶν τε τοῖς εἰδωλολάτραις ἀποκειμένων τιμωριῶν, καὶ τῶν τοῖς ἔθνεσι τετηρημένων ἐπαγγελιῶν. Εἰκότως δὲ χαίρουσιν ἅτε αὐτῷ ἀνακείμεναι, καὶ ἐλπίζουσαι τῆς ἐνδόξου αὐτοῦ παρουσίας καταξιωθήσεσθαι. Ὅτι σὺ εἶ Κύριος ὁ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρ-
"Worship Him, all His angels. Sion heard and was glad, and the daughters of Judaea rejoiced because of Thy judgements, O Lord." One must know that Sion is the Church of Christ, and the daughters of Judaea the apostolic souls that came forth from the nation of the Jews; who indeed are filled with gladness and rejoicing as they learn about the judgements of the Lord, both the punishments laid up for the idolaters and the promises kept for the Gentiles. And with good reason they rejoice, since they are devoted to Him and hope to be counted worthy of His glorious coming. "For Thou art the Lord Most High over all the earth; Thou art exalted exceedingly above all gods. You who love the Lord, hate evil; the Lord preserves the souls of His saints; from the hand of sin-