Migne Reading Room

PG 23 · cols. 1213–1224 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1213Read from the page
προηγουμένως ἐπὶ τὸν αἶνον καὶ τὴν ἀγαλλίασιν καλεῖ· δεύτερον δὲ τὸ δεόμενον θεραπείας· δι' ὃ, Δεῦτε ἀγαλλιασώμεθα, ἐν τοῖς πρώτοις εἴρηται· εἶθ' ἑξῆς μετὰ τὰ τεθεολογημένα περὶ τοῦ Κυρίου καὶ μετὰ τὴν τῶν προτέρων κλῆσιν ἐπὶ τοὺς δευτέρους μεταβαίνει, καὶ τούτους διδάσκων ἀντὶ ὕδατος καὶ περιῤῥαντηρίων, κλαυθμῷ καὶ ἐξομολογήσει ἐπὶ τοῖς πρώτοις αὐτῶν ἁμαρτήμασι χρήσασθαι. Προτρεπτικῶς δὲ τὸ, κλαύσωμεν ἐναντίον Κυρίου, ἐπαγαγὼν, τοῦ ποιήσαντος ἡμᾶς, ἀγαθὰς ὑπέγραψεν ἐλπίδας, διδάξας, ὅτι μὴ ἀλλότριοί ἐσμεν αὐτοῦ, ἀλλ' ἔργον αὐτοῦ καὶ ποίημα αὐτοῦ· δι' ὃ προσήκει τὰ χρηστότερα προσδοκᾷν, ἅτε δὴ κηδομένου αὐτοῦ τοῦ ἰδίου ποιήματος. Ἔτι πρὸς τούτοις διὰ τοῦ, Προσπέσωμεν καὶ κλαύσωμεν ἐνώπιον Κυρίου, διδάσκει μὴ ἐνώπιον ἀνθρώπων μηδὲ δι' ἀνθρώπους τοῦτο ποιεῖν, ἀλλ' ἐν τῷ κρυπτῷ κατὰ τό, Ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Καθόλου μὲν οὖν ἅπασιν ἁρμόζει τὰ παρηγγελμένα· κυρίως δὲ καὶ προηγουμένως ὁ λόγος τὸν Ἰουδαίων λαὸν ἐπὶ μετανοίᾳ ὧν ἐτόλμησαν παρακαλεῖ, Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Οὐ μόνον Κύριος ἡμῶν ἐστιν ὡς οἰκετῶν δεσπότης, οὐδὲ μόνον ποιητὴς ὡς ἂν κτίστης ἡμῶν, ἀλλὰ καὶ Θεός ἐστιν ἡμῶν, ἅτε δὲ ἀγαθὸς ὢν καὶ ἵλεως. Δι' ὃ καὶ φείσεται ἡμῶν καὶ ἐλεήσει ἡμᾶς· ὅτι οὐ μόνον ποίημα, ἀλλὰ καὶ κτῆμα αὐτοῦ τυγχάνομεν ὄντες· καὶ οἱ μὲν λογικώτεροι λαὸς αὐτοῦ, οἱ δὲ ἔτι ἀτελεῖς καὶ ἀλογώτεροι πρόβατα χειρὸς αὐτοῦ· ὥστε ἐὰν ἐξομολογησώμεθα αὐτῷ καὶ προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ, ἐξ ἅπαντος σωθησόμεθα, οἱ μὲν ὡς λαὸς αὐτοῦ, οἱ δὲ ὡς πρόβατα χειρὸς αὐτοῦ. Λέγεται γοῦν αὐτὸς εἶναι ὁ ποιμὴν ὁ καλός· καὶ ἡμεῖς λέγειν διδασκόμεθα· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.
He calls primarily to praise and gladness; and a second, that which needs healing. Wherefore "Come, let us rejoice" is said at the beginning; then next, after the theological statements about the Lord and after the call of the former, He passes to the second group, teaching these too to use, in place of water and sprinkling-vessels, weeping and confession for their former sins. And by adding exhortatively to "Let us weep before the Lord" the words "who made us," He sketched good hopes, teaching that we are not strangers to Him, but His work and His creation; wherefore we ought to expect the better things, since He cares for His own creation. Moreover, by "Let us fall down and weep before the Lord," He teaches not to do this before men or for men's sake, but in secret, according to the saying, Thy Father who sees in secret will reward thee. In general, then, the things commanded befit all; but properly and primarily the word summons the Jewish people to repentance for what they dared, For He is our God, and we are the people of His pasture, and the sheep of His hand. He is not only our Lord as master of servants, nor only our maker as our creator, but He is also our God, being good and gracious. Wherefore He will also spare us and have mercy on us; for we are not only His creation but also His possession; and the more rational are His people, while those still imperfect and less rational are the sheep of His hand. So that, if we confess to Him and worship and fall down and weep before Him, we shall certainly be saved, some as His people, others as the sheep of His hand. He is indeed said to be the good shepherd, and we are taught to say: The Lord shepherds me, and I shall lack nothing.
Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ἐν τῷ παραπικρασμῷ. Ἅπαξ τότε, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν, ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον ταὐτὸν πράξητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε ἐν ἀνθρώποις σήμερον γενομένου. Ὁ δὲ λόγος προηγουμένως πρὸς τοὺς ἐκ περιτομῆς λέλεκται ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν προφερόμενος· οἳ δὴ κατὰ μὲν τὴν ἀρχὴν τὰ πάντα ἔλεγον πληθυντικῶς, καὶ ἑαυτοὺς συγκαταλέγοντες τοῖς καλουμένοις· Δεῦτε, γὰρ ἔφασκον, ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν καὶ προφθάσωμεν· καὶ πάλιν· Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν· ἐπὶ δὲ τοῦ παρόντος ἑτέρων εἰς πρόσωπον μὴ παραιτήσασθαι τὴν κλῆσιν παραινοῦσι· μηδ' ἀπιστῆσαι τῇ φωνῇ τῇ σήμερον αὐτοῖς μελλούσῃ λαλεῖν. Τὸ δὲ, σήμερον, ὁ Ἀπόστολος εἰς πάντα τὸν παρατείνοντα τῆς ζωῆς ἡμῶν χρόνον ἐξείληφε, κατὰ τό, ἕως οὗ τὸ σήμερον καλεῖται. Προτρέπει δὲ καὶ ἡμᾶς ὁ λόγος ἐντεῦθεν ἀπάρξασθαι τῶν παρηγγελμένων. Εἰ γὰρ καὶ πολλή τις γέγονε ῥᾳθυμία ἐν τῷ παρελθόντι χρόνῳ· ἀλλὰ κἂν ἀπὸ τῆς
Today, if ye hear His voice, harden not your hearts in the provocation. Once then, he says, ye hardened your hearts, hearing His voice in the wilderness; see, then, that ye do not do the same a second time, if again ye hear His voice, when today He has come among men. The word is said primarily to those of the circumcision, uttered in the person of the choir of the prophets, who at the beginning spoke everything in the plural, including themselves among those called; for they said: Come, let us rejoice and shout and come before Him; and again: Come, let us worship and fall down and weep; but here they exhort, addressing others, not to refuse the call, nor to disbelieve the voice about to speak to them today. The Apostle took "today" to mean the whole continuing time of our life, according to the words, As long as it is called today. From this point the word also urges us to make a beginning of the things commanded. For even if there has been much carelessness in the past time, yet at least from
PG 23:1216Read from the page
σήμερον καλουμένης ἡμέρας καὶ ἀπὸ ἐνεστῶτος καιροῦ σπουδάσωμεν προσέχειν τοῖς εἰρημένοις καὶ μὴ ζηλώσωμεν τὸν λαὸν ἐκεῖνον, ὃς, ἀκούσας φωνῆς Θεοῦ ἐπὶ τῆς κατὰ τὴν ἔρημον ὀπτασίας, ἐσκληρύνθη τὴν καρδίαν ἐν τῷ καιρῷ τοῦ παραπικρασμοῦ, ὁπηνίκα πάντων αὐτῶν τὰ κῶλα κατεστρώθη ἐν τῇ ἐρήμῳ, διὰ τὸ παρακοῦσαι τῆς φωνῆς τοῦ Θεοῦ. Ἀναγκαίως οὖν ἐκείνων ὑπομιμνήσκει, ἵνα μὴ καὶ ἡμεῖς τῇ σήμερον ἡμέρᾳ τῶν τοῦ Θεοῦ παραγγελμάτων ἀκούοντες καὶ παρακούοντες παραπικραίνωμεν αὐτὸν σκληρυνόμενοι τὰς καρδίας, καὶ μὴ ὑπακούοντες τοῖς σωτηρίοις παραγγέλμασι, καὶ διὰ τοῦτο πικρὸν αὐτὸν καὶ ἀπότομον κριτὴν ἑαυτοῖς κατασκευάζοντες. Καὶ πρὸς πάντας μὲν οὖν ἡμᾶς, ὡς ἔφην, ἁρμόζει τὰ παραγγέλματα· κατὰ δὲ τὸν προηγούμενον λόγον πρὸς τὸν ἐκ περιτομῆς λαὸν ταῦτα λέγεται, τοιαύτην ἔχοντα διάνοιαν· Ἅπαξ ποτὲ ἤδη πρότερον ἐπὶ τῆς ἐρήμου τῆς φωνῆς ἀκούσαντες τοῦ Θεοῦ, παρεπικράνατε αὐτὸν σκληρύναντες ἑαυτῶν τὰς καρδίας ἐπὶ Μωϋσέως· ἀλλ' ἐπειδήπερ ὁ αὐτὸς τοῦ Θεοῦ Λόγος μέλλει δεύτερον ἀνθρώποις λαλεῖν ἐπιφανεὶς τῷ βίῳ, καὶ παρ' ὑμῖν αὐτοῖς διδάσκειν τὰ τῆς Καινῆς Διαθήκης μυστήρια, ὁρᾶτε μὴ πάλιν σκληρύνητε ἑαυτοὺς ὡς τὸ πρὶν ἐσκληρύνατε, μηδὲ αὖθις αὐτὸν παραπικράνητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μηδὲ τοὺς πατέρας ὑμῶν κατὰ τοῦτο μιμήσησθε, ὅπως μὴ στερήσητε αὑτοὺς τοῦ ἀληθινοῦ σαββατισμοῦ καὶ τῆς καταπαύσεως, τοῦ αὐτοῦ Λόγου τὴν οἰκείαν ἀπολαβὼν βασιλείαν, καὶ ἐν αὐτῇ ἑαυτὸν εἰς τὴν αὐτὴν ἀνάπαυλαν ὑποδεξόμενος, καὶ τὸ ἅγιον καὶ τὸ τῆς παρ' αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως.
the day called today and from the present time let us strive to attend to what has been said, and not imitate that people, which, hearing God's voice at the vision in the wilderness, was hardened in heart at the time of provocation, when the carcases of them all were laid low in the wilderness because they disobeyed the voice of God. Necessarily, then, He recalls them, lest we too, hearing God's commandments today and disobeying them, provoke Him, hardening our hearts and not obeying the saving commands, and thereby making Him a bitter and stern judge for ourselves. And, as I said, the injunctions befit all of us; but according to the primary sense these things are said to the people of the circumcision, having this meaning: Once already, formerly in the wilderness, hearing God's voice, ye provoked Him, hardening your hearts in the time of Moses. But since the same Word of God is about to speak to men a second time, appearing in this life, and to teach among you yourselves the mysteries of the New Covenant, see that ye do not harden yourselves again as ye did before, nor again provoke Him if ye again hear His voice, nor imitate your fathers in this, so that ye may not deprive yourselves of the true sabbath-rest and repose, the same Word [having] received His own kingdom and [being] about to receive Himself in it into the same rest, and the holy [thing] and that of the rest with Him and in His company.
Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ταύτῃ· καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὅπως ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ οἱ πατέρες οὐχὶ τῶν πάλαι Ἰουδαίων μόνον, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ τῶν καὶ σήμερον ἀκουόντων μὲν τῆς φωνῆς τοῦ Θεοῦ, σκληρυνομένων δὲ, κεῖται παρὰ Μωϋσεῖ, καὶ ἐν οʹ δὲ καὶ ⟨ζʹ⟩ ψαλμῷ πολλάκις εἴρηται, καὶ ἐν ρεʹ· ἅπερ καθ' ἑαυτὸν ἐπιζητήσας εὑρήσεις. Ἐπεὶ τοίνυν διὰ ταῦτα ὤμοσεν ὁ Θεὸς μὴ εἰσελεύσεσθαι τοὺς παραπικράναντας εἰς τὴν κατάπαυσιν αὐτοῦ, ἣν ὁ λόγος διὰ βραχέων παρέστησε, προνοητέον καὶ ἡμῖν καὶ μεριμνητέον μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Τὰ αὐτὰ γὰρ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰς ἔτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνωμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ καὶ ἡμᾶς ὀργὴ Θεοῦ καὶ ἀποπεσούμεθα τῆς παρ' αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως. Ὁποία δέ ἐστιν ἡ ὀργὴ, παρίστησιν ὁ Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ. Τίς δὲ καὶ ἡ κατάπαυσις αὐτῷ
In the day of trial in the wilderness, where your fathers tempted Me, they tested Me and saw My works. Forty years I was grieved with this generation; and I said, They always err in heart. And they have not known My ways, as I swore in My wrath, If they shall enter into My rest. How the fathers tempted God in the wilderness, not of the Jews of old alone, as one might suppose, but of those who even today hear God's voice yet are hardened, is set down in Moses, and is also often said in the seventieth and [seventh] psalm, and in the hundred and fifth; you will find these things by seeking them out yourself. Since, then, for these things God swore that those who provoked Him should not enter His rest, which the word briefly set forth, we too must take thought and care not to fall into the like. For the same things will await us too, if, hearing the voice of God still even now calling us today, we harden our own hearts; for the wrath of God will overtake us too, and we shall fall away from the rest with Him and in His company. What the wrath is, the Apostle sets forth, saying: But according to thy hardness and impenitent heart thou treasurest up for thyself wrath in the day of wrath and revelation of the righteous judgement of God. And what also is His rest
PG 23:1217Read from the page
ἀλλ' ἡ μετὰ τὴν ἔξοδον τοῦ παρόντος βίου σὺν αὐτῷ διατριβὴ, καθ' ἣν ἀναπαυσόμεθα ἐν τῇ αὐτοῦ βασιλείᾳ, πάσης τῆς διὰ πράξεως ἀγωγῆς ἀπηλλαγμένοι, μόνῃ δὲ τῇ τῶν θείων καὶ ἐπουρανίων θέᾳ προσανέχοντες; ὅτε ἀποδράσεται μὲν ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀργία δὲ καὶ ἀπαλλαγὴ κακῶν, σχολή τε καὶ ἀνάπαυλα καὶ τὸ ἀληθινὸν Σάββατον ἡμᾶς διαδέξεται· ἐν ᾧ Σαββάτῳ ἀληθινῷ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἀναπαύσεται· τὸ μὲν περὶ τὸν αἰσθητὸν κόσμον, τῷ Ἰουδαίων λαῷ τὰ ἐν αὐτῷ προσφωνῶν, καὶ παρακαλῶν αὐτοὺς, εἰ δεύτερον καταξιωθεῖεν, ὡς τὸ πρῶτον ἐπὶ τῆς ἐρήμου, ἀκοῦσαι τῆς τοῦ Θεοῦ Λόγου φωνῆς, ἥτις ἤμελλεν αὐτοῖς πάλιν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ λαλεῖν, μὴ τοὺς πατέρας αὐτῶν ζηλῶσαι, μηδ' αὖθις τὸν Θεὸν παραπικρᾶναι ὡς καὶ πρότερον. Τοιαῦτα δὲ παρακαλῶν, προλέγειν μοι δοκεῖ καὶ προαινίττεσθαι τὴν ἐσομένην αὐτῶν εἰς τὸν Χριστὸν ἀπιστίαν, ἅτε τὸ μέλλον μὴ ἀγνοῶν· ἐπάγει δ' οὖν ἑξῆς ἐκ προσώπου τοῦ Θεοῦ καί φησιν· Καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ πάλιν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Εἰ γὰρ ἀψευδὲς τυγχάνει τὸ θεῖον στόμα, ὅρον τε ἐξήνεγκεν καὶ ἀπεφήνατο, ὅτι ἀεὶ πλανῶνται, ὅρκῳ τε ἐβεβαίωσε τὸ μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν αὐτοῦ· σαφῶς τὸ μέλλον ἐθέσπισεν. Ὅθεν φαίνονται ὥσπερ τὸ πρῶτον ἐπὶ Μωϋσέως, οὕτω καὶ τὸ δεύτερον ἐπὶ τοῦ Κυρίου πλανηθέντες τῇ καρδίᾳ, καὶ διὰ τοῦτο τῆς ἐπαγγελίας στερηθέντες. Διόπερ ἀκολούθως μετὰ τὸν παρόντα ψαλμὸν ὁ ἑξῆς πάντα τὰ ἔθνη εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καλεῖ, ὡς ἂν τοῦ προτέρου λαοῦ μὴ ὑπακούσαντος.
but the sojourn with Him after departure from the present life, whereby we shall rest in His kingdom, freed from all occupation with action, and attending only to the contemplation of divine and heavenly things? Then pain and sorrow and sighing shall flee away; but freedom from work and deliverance from evils, leisure and repose and the true Sabbath shall await us; in which true Sabbath the Word of God Himself too will rest. As regards the sensible world, He addresses the Jewish people with what is in it, exhorting them, if they should be counted worthy a second time, as at first in the wilderness, to hear the voice of the Word of God, which was again to speak to them at His incarnation, not to imitate their fathers, nor again to provoke God as before. Exhorting them in this way, He seems to me to foretell and hint beforehand at their future unbelief in Christ, since He is not ignorant of what is to come. He adds next, then, in the person of God, and says: And I said, They always err in heart; and again: As I swore in My wrath, If they shall enter into My rest. For if the divine mouth is truthful, and has issued a determination and declared that they always err, and has confirmed by an oath that they shall not enter His rest, He plainly foretold the future. Hence they are seen to have erred in heart, as the first time under Moses, so the second time under the Lord, and for this reason to have been deprived of the promise. Wherefore, appropriately, after the present psalm, the next calls all the nations to the promise of God, since the former people did not obey.
ᾨΔΗ Τῼ ΔΑΥΙΔ, ΟΤΕ Ο ΟΙΚΟΣ ῼΚΟΔΟΜΕΙΤΟ ΜΕΤΑ ΤΗΝ ΑΙΧΜΑΛΩΣΙΑΝ. ϞΕʹ.
A SONG FOR DAVID, WHEN THE HOUSE WAS BEING BUILT AFTER THE CAPTIVITY. 95.
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Φήσας ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ περὶ τοῦ Ἰουδαίων λαοῦ τό, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ τό, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· ἐπειδὴ πρώτους αὐτοὺς ἐπὶ τὴν κατὰ Θεὸν ἀγαλλίασιν προσκαλεσάμενος ἀπειθεῖς εὗρεν, ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει· προσφωνεῖ δὲ ταῦτα τοῖς ἀποστόλοις καὶ μαθηταῖς τοῦ Σωτῆρος, ὅπερ δῆλόν ἐστι ἀπὸ τοῦ, Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ, ἑξῆς εἰρημένου, καὶ, Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ· ἐπεὶ μὴ δι' ἄλλων ἢ διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων εἰς ἔργον προκεχωρήκασιν οἱ λόγοι. Δι' ὃ καὶ μόνοις ἁρμόζει τὰ προκείμενα προσφωνεῖσθαι διὰ τὴν Καινὴν Διαθήκην καὶ τὸ καινὸν ᾆσμα τὸ εὐαγγελικὸν, τὸ πᾶσι τοῖς ἔθνεσι δι' αὐτῶν κεκηρυγμένον. Οὗτοι δὴ οὖν προστάττονται ᾄδειν τῷ Κυρίῳ ᾆσμα καινὸν ἐν πάσῃ τῇ γῇ· ὅπερ καὶ ἔργοις πεπληρώκασιν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἦν δὲ τὸ ᾆσμα τὸ καινὸν, τὸ σωτήριον Εὐαγγέλιον, οὐ τὰ παρὰ Μωϋσεῖ παλαιὰ νόμιμα περιέχον, ἀλλὰ τὰ τοῦ Χριστοῦ πᾶσιν Ἕλλησιν ἁρ-
Sing unto the Lord a new song; sing unto the Lord, all the earth. Sing unto the Lord, bless His name. The word, having said in the preceding psalm about the people of the Jews, They always err in heart, and, As I swore in My wrath, If they shall enter into My rest, since it found them disobedient after calling them first to gladness in God, passes to the calling of the nations. It addresses these things to the apostles and disciples of the Saviour, as is clear from the following words, Proclaim from day to day His salvation; and, Declare among the nations His glory, among all peoples His wonders; since through none other than the apostles of our Saviour have the words come to fulfilment. Wherefore the present words befit them alone to be addressed on account of the New Covenant and the new song of the Gospel, proclaimed through them to all the nations. These, then, are commanded to sing unto the Lord a new song in all the earth; which they also fulfilled in deed, when their sound went out into all the earth, and their words unto the ends of the world. The new song was the saving Gospel, containing not the old ordinances of Moses, but the [commands] of Christ, suited to all Greeks,
PG 23:1220Read from the page
μόδια παραγγέλματα· τὰ γὰρ Μωϋσέως οὐ τοιαῦτα ἦν. Προηγουμένως μὲν οὖν προστάττει ᾄδειν αὐτῷ τῷ Κυρίῳ τὸ καινὸν ᾆσμα· ἐπεὶ δὲ οὐ πᾶσα ἡ γῆ οἶά τε ἦν τίς ποτ' ἦν ὁ Κύριος συνεῖναι, οὐδὲ τοὺς περὶ τοῦ Κυρίου βαθυτέρους εἰδέναι λόγους· ἀναγκαίως ἑξῆς κατὰ δεύτερον λόγον ἐπιλέγει τό· ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, τοιαύτην ἔχων τὴν διάνοιαν· εἰ μὴ συνιέναι τίς ἐστιν ὁ τοῦ σύμπαντος κόσμου δημιουργὸς, καὶ ὁ τῶν ὅλων δεσπότης Κύριος δύναται τὰ καθ' ὅλης τῆς γῆς ἔθνη· καὶ εἰ μὴ συνορᾷν οἷά τέ ἐστιν ὅπως δημιουργικὸς ὢν Θεοῦ Λόγος, ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει τὰ πάντα διέπει καὶ διακυβερνᾷ· ἀλλ' ἀπαρκεῖ γε αὐτοῖς ὡς ἐν εἰσαγωγῇ καὶ τὸ εὐλογεῖν τὸ ὄνομα αὐτοῦ. Ἱκανὸν γάρ ἐστιν αὐτὸ τὸ τοῦ Κυρίου ὄνομα καὶ αὕτη ψιλὴ ἡ προσηγορία αὐτοῦ εὐφημουμένη καὶ εὐλογουμένη τὰ μέγιστα τοὺς εὐλογοῦντας ὠφελεῖν, μᾶλλον ἢ οἱ τὸν Ἀβραὰμ εὐλογοῦντες, πρὸς ὃν εἴρηται· Οἱ εὐλογοῦντές σε εὐλογηθήσονται.
-able commands; for the ordinances of Moses were not such. Primarily, then, He commands them to sing the new song to the Lord Himself; but since not all the earth could understand who the Lord was, nor know the deeper teachings about the Lord, necessarily next, in a secondary sense, He adds: Sing unto the Lord, bless His name, with this meaning: If the nations throughout all the earth cannot understand who is the creator of the whole world and the Lord who rules all, and if they cannot comprehend how, being the creative Word of God, He directs and governs all things by an unseen and invisible power, yet as an introduction it is enough for them even to bless His name. For the name of the Lord itself and this mere appellation of His, praised and blessed, is sufficient to benefit most greatly those who bless it, more than those who bless Abraham, to whom it is said: Those who bless thee shall be blessed.
Τὸ καινὸν δὲ ᾆσμα μετὰ τὴν αἰχμαλωσίαν οἱ τῆς νέας οἰκουμένης κατηξιωμένοι καθ' ὅλης τῆς οἰκουμένης ᾀδέτωσαν. Διό φησιν ἡ προγραφὴ τοῦ ψαλμοῦ, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν. Ὅτε γοῦν ὁ μέγας οἶκος τοῦ Θεοῦ, ἡ Ἐκκλησία αὐτοῦ, ἐν πᾶσι τοῖς ἔθνεσι μετὰ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν οἰκοδομεῖσθαι ἤμελλεν ὑπὸ τοῦ μεγάλου καὶ σοφοῦ ἀρχιτέκτονος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν, περὶ οὗ φησιν ὁ προφήτης· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει· τότε αὐτὸς ὁ Σωτὴρ, μέλλων ἔργοις ἀποπληροῦν τὰ διὰ τῶν προφητῶν προκεκηρυγμένα, μετὰ χεῖρας λαβὼν καὶ διελθὼν τὴν δι' ἑαυτοῦ προσώπου φάσκουσαν τοῦ Ἠσαΐου περικοπήν· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, πτύξας τὴν βίβλον μετὰ τὴν ἀνάγνωσιν, εἶπε· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν διδάσκων αὐτὸν μὲν εἶναι τὸν οὐ σωματικῷ μύρῳ τοῖς σωματικοῖς χριστοῖς ὁμοίως, τῷ δὲ Πνεύματι τῆς πατρικῆς θεότητος κεχρισμένον, καὶ διὰ τοῦτο Χριστὸν ἀνηγορευμένον· δι' αὐτοῦ δὲ καὶ τὸ Εὐαγγέλιον ταῖς τὰς ψυχὰς αἰχμαλώτοις κεκηρῦχθαι ἀκολούθως τῇ προφητείᾳ. Οἱ μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους προφῆται οὐ τοιαῦτα ᾖδον, οὐδ' ἀγαθῶν Εὐαγγέλια τοῖς καθ' ἑαυτοὺς ἐκήρυττον· ἀλλ' ὁποῖα Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ πρὸς τὸν λαὸν φάσκων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐστι καὶ τό, Παρώξυνάν με ἐν ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με. Ἔθυσαν δαιμονίοις, καὶ οὐ θεῷ· καὶ τό, Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ Ἡσαΐας δὲ τούτοις κατάλληλον ᾄδων ᾆσμα ἔλεγεν· ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπε-
Let those counted worthy of the new inhabited world sing the new song after the captivity throughout the whole world. Wherefore the superscription of the psalm says, When the house was being built after the captivity. When, then, the great house of God, His Church, was about to be built among all the nations after the captivity of souls by the great and wise architect, our Lord and Saviour, of whom the prophet says: He shall build My city and shall turn back the captivity of My people; then the Saviour Himself, about to fulfil in deeds what had been foretold through the prophets, took in His hands and read through the passage of Isaiah speaking in His own person: The Spirit of the Lord is upon Me, wherefore He anointed Me, He sent Me to preach good news to the poor, to proclaim release to the captives, and recovery of sight to the blind; and, rolling up the book after the reading, He said: Today this Scripture has been fulfilled in your ears, teaching that He Himself was the one anointed, not with bodily ointment like the bodily anointed ones, but with the Spirit of the Father's Godhead, and for this reason proclaimed Christ; and that through Him the Gospel was preached to those captive in their souls, in accordance with the prophecy. The prophets of the Jewish nation did not sing such things, nor proclaim good tidings of blessings to their contemporaries; but such things as Moses in the great song, saying to the people: Blameworthy children, a crooked and perverse generation, do ye thus repay the Lord? Is the people thus foolish and not wise? and the things that follow; among which is also this: They provoked Me with strange gods, with their abominations they embittered Me. They sacrificed to demons and not to God; and this: They provoked Me to jealousy with what is no god, they angered Me with their idols. Isaiah too, singing a song suited to these, said: I will sing to my beloved the song of my loved one, to my vine-[yard],
PG 23:1221Read from the page
λῶνί μου· οἷς ἐπιλέγει· Τί ποιήσω τῷ ἀμπελῶνί μου, ὅτι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας; Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν πύργον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ τὰ ἀκόλουθα τούτοις. Θρήνους δὲ καὶ Ἱερεμίας ᾖδε κατὰ τοῦ Ἰουδαίων λαοῦ· καὶ οἱ λοιποὶ δὲ ὁμοίως προφῆται, τὴν πτῶσιν αὐτῶν ἀπολογούμενοι, ᾠδὰς αὐτοῖς ᾖδον καταλλήλους. Τὸ δὲ τοῖς ἔθνεσιν εὐαγγελιζόμενον ᾆσμα καινὸν οὐκ ἦν ἐκείνοις ὅμοιον, καινῶν δὲ καὶ νέων ἀγαθῶν ἐπαγγελίας περιέχον, καὶ οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πάσῃ τῇ γῇ προσπεφωνημένα. Σφόδρα δὲ ἀκριβῶς ἡ προγραφὴ τὸ καινὸν ᾆσμά φησιν εὐαγγελισθήσεσθαι πᾶσι τοῖς ἔθνεσιν, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ μὲν αἰχμαλωσίαν. Καὶ ἄλλως γὰρ μετὰ τὴν Ἰουδαίων αἰχμαλωσίαν καὶ μετὰ τὴν ἀπόπτωσιν αὐτῶν, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς ἐκ Θεοῦ ὀργὴν, ἣν ἐθέσπισεν ὁ πρὸ τούτου ψαλμὸς εἰπὼν, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, οἱ πᾶσαν τὴν γῆν οἰκοῦντες ἄνθρωποι βάρβαροί τε καὶ Ἕλληνες, ὁπηνίκα παρ' αὐτοῖς ὁ οἶκος τοῦ Θεοῦ συνέστη, δηλαδὴ ἡ Ἐκκλησία αὐτοῦ, τὸ καινὸν ᾆσμα ᾄδειν ἐδιδάχθησαν, τὸ τῆς δαιμονικῆς καὶ πολυθέου πλάνης ἀποθέμενοι. Ἐξ ἐκείνου δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ εὐαγγελίζονται, καθ' ὅλης τῆς οἰκουμένης τοῖς τῶν ἱερῶν Εὐαγγελίων ἀναγνώσμασι χρώμενοι.
-yard; to which he adds: What shall I do to My vineyard, that I waited for it to produce grapes, but it produced thorns? I will pull down its fence, and it shall be for plunder; and I will pull down its tower, and it shall be trodden down; and I will let go My vineyard, and what follows these words. Jeremiah too sang lamentations against the Jewish people; and likewise the other prophets, giving an account of their fall, sang them fitting songs. But the new song proclaimed to the nations was not like those, containing promises of fresh and new blessings, and things addressed not to the Jewish people but to all the earth. Very accurately the superscription says that the new song will be proclaimed to all the nations, When the house was being built after captivity. For in another sense too, after the captivity of the Jews and after their fall and the wrath that came upon them from God, which the preceding psalm foretold, saying, They always err in heart. And they have not known My ways, as I swore in My wrath, If they shall enter into My rest, the men who inhabit all the earth, barbarians and Greeks, when the house of God was established among them, namely His Church, were taught to sing the new song, putting off the [thing] of demonic and polytheistic error. Since then they also proclaim the salvation of God, using the readings of the sacred Gospels throughout the whole inhabited world.
Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς θαυμάσια αὐτοῦ. Καὶ τίσι ταῦτα προσήκει νομίζειν προστάττεσθαι ἢ τοῖς δι' ἔργων ὕστερόν ποτε αὐτὰ πεπληρωκόσι, τοῖς δηλαδὴ εὐαγγελισαμένοις εἰς πάντα τὰ ἔθνη τὸ σωτήριον τοῦ Θεοῦ; Τούτοις γὰρ τὸ θεῖον Πνεῦμα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦτο πράττειν παρεκελεύετο. Τοῖς αὐτοῖς δὲ καὶ τὰ ἑξῆς προσφωνεῖ, ὡς ἂν μέλλουσιν ἀναγγέλλειν τοῦ Κυρίου τὴν δόξαν ἐν πᾶσι τοῖς ἔθνεσι, μέλλουσί τε ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ κηρύττειν. Τίνες οὖν ἦσαν οἱ ταῦτα δι' ἔργων ἐπιτελέσαντες; Εἰ μὲν ἦν ἑτέρους δυνατὸν ἐπιδεικνύναι, ἤτοι κατὰ τοὺς Κύρου χρόνους, ἢ κατὰ τοὺς Δαρείου τοιούτους αἱ προκείμεναι προστάξεις γίγνονται τοῖς Ἰησοῦ μαθηταῖς, ἀκούουσι τό· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Βούλεται γὰρ τὸ Πνεῦμα τὸ ἅγιον συντόνῳ καὶ ἀδιαστάτῳ σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ἔργον· τῷ γὰρ, ἡμέρα ἐξ ἡμέρας, τοῦτο παρίστησι, τὸ διηνεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ σωτήριον, περὶ οὗ εἴρηται· Οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.
Proclaim from day to day His salvation; declare among the nations His glory, among all peoples His wonders. And to whom should we think these things commanded, but to those who later fulfilled them in deeds, namely those who proclaimed to all the nations the salvation of God? For to these the divine Spirit long beforehand and from of old commanded the doing of this. To the same men it also addresses what follows, as those about to declare the Lord's glory among all the nations and to proclaim His wonders among all the peoples. Who, then, were those who performed these things in deeds? If it were possible to point out others, either in the times of Cyrus or in those of Darius, such are the present commands made to the disciples of Jesus, who hear: Go and make disciples of all the nations. For the Holy Spirit wishes them to perform the work of the Gospel with strenuous and uninterrupted zeal; for by "day from day" it signifies this, that they continually proclaim the salvation of which it is said: This is truly the Saviour of the world.
Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Οὐ μάτην ᾆσμα καινὸν ᾄδειν ἐν προοιμίοις τῆς ψαλμῳδίας ἐκέλευσεν, ἀλλ' ἐπειδὴ καινή τις κλῆσις τοῦ παρόντος ψαλμοῦ, καινὸν τὸ κήρυγμα. Ἔθνη γὰρ, ὡς ὁρᾷς, οἱ καλούμενοι οὐ μόσχους οὐδ' ἄρνας, οὐδ' ἔξωθεν εἰσ-
Bring unto the Lord, ye families of the nations, bring unto the Lord glory and honour, bring unto the Lord glory to His name. Not in vain did He command at the opening of the psalmody the singing of a new song, but because the calling of the present psalm is a new one, the proclamation is new. For nations, as you see, are those called, not calves nor lambs, nor things brought in from without,
PG 23:1224Read from the page
φοράν τινα τῶν οὐ τελείων (πᾶν γὰρ ἄλογον ἐνδεές), αὐτοὶ δὲ αὑτοὺς θύειν ἀπαιτούμενοι, δόξαν τε καὶ τιμὴν ὡς Θεῷ κομίζειν προσταττόμενοι. Ἐπεὶ δὲ δεῖ μὴ μόνον λόγοις καὶ ὀρθοῖς δόγμασι θεολογεῖν αὐτὸν, ἀλλὰ καὶ θυσίας προσφέρειν, ἐπάγει· Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ, προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ· εἴπατε ἐν τοῖς ἔθνεσι· ὁ Κύριος ἐβασίλευσε, καὶ τὰ ἑξῆς· θυσίας μὲν λέγων τὰς λογικὰς καὶ πνευματικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὲρ τῶν εὐσεβῶν προσφερομένας καὶ ἱερουργουμένας ὑπὸ τῶν ἱερέων, τοιαῦται δὲ καὶ αἱ ἀρεταί· αὐλὰς δὲ τὰς ἐκκλησίας, ἐν αἷς τῆς Καινῆς Διαθήκης θυσίαι προσφέρονται, αἱ πνευματικαὶ λατρεῖαι, αἱ δι' ἔργων καρποφορίαι αἱ χαριστήρια ἀναφοραί. Ἄλλως δὲ οὐδὲ Ἰουδαίοις ταῦτα προσέταξεν, ἵνα μή τις τὰς νομικὰς ὑποπτεύσῃ θυσίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, περὶ ὧν δι' ἑτέρου προφήτου φησὶν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμενος· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Εἴη ἂν καὶ τὸ φάναι, Ἄρατε θυσίας, τουτέστι, Μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα μὴ χαμαιζήλως βουθυτοῦντες, καὶ τὰ λοιπὰ σφάζοντες ζῶα, ἀλλ' ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι, τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας, ὧν ὑποδείγματα καὶ σκιαὶ ἦσαν αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. Ποίας δὲ θυσίας ἀπαιτεῖ ἡ ψαλμῳδία, ὁ μακάριος Παῦλος διαμνημονεύει λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Καὶ εἰσπορεύεσθε, φησὶ, διὰ ποίας ἐρχόμενοι τρίβου; διὰ τῆς πίστεως δηλονότι· αὕτη γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή.
-portation of any imperfect things (for every irrational thing is deficient), but they themselves are required to sacrifice themselves, being commanded to bring glory and honour as to God. And since they must not only speak of Him as God in words and right doctrines, but also offer sacrifices, He adds: Take up sacrifices, and enter His courts, worship the Lord in His holy court. Let all the earth be shaken before His face; say among the nations: The Lord has reigned, and what follows; meaning by sacrifices the rational and spiritual ones, which we see continually offered and ministered by the priests on behalf of the faithful, and such also are the virtues; and by courts the churches, in which the sacrifices of the New Covenant are offered, the spiritual services, the fruit-bearing through works, the thank-offerings. Moreover, He did not command these things to Jews, lest anyone suppose the sacrifices of the law, but to the families of the nations, concerning whom God says through another prophet, speaking to Jews: I have no pleasure in you, and I will not receive a sacrifice from your hands; for from the rising of the sun to its setting My name is great among the nations, and in every place incense is offered to My name and a pure sacrifice. "Take up sacrifices" might also mean: Lift up your conception of sacrifices, not sacrificing oxen in a low and earthly manner and slaughtering the other animals, but conceiving in an exalted way the things signified by them, the spiritual and heavenly sacrifices, of which the sacrifices brought sensibly were patterns and shadows. What sacrifices the psalmody requires, blessed Paul recalls, saying: Present your bodies a pure, living sacrifice, acceptable to God, your rational service. And enter, he says, coming by what path? By faith, plainly; for this is the entrance of salvation.
Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Σαλευθήτω ἡ θάλασσα, κατὰ τὸν Ἀκύλαν, Βροντήσει, ἢ κατὰ τὸν Σύμμαχον, Ἠχήσει. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος διελεύσεσθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὰ πελάγη καὶ τὰς ἐπὶ τῆς θαλάσσης νήσους, τούς τε ἐν ταύταις κατοικοῦντας ἀνθρώπους, πλήρωμα αὐτῆς ὠνομασμένους· ὃ καὶ αὐτὸ τέλους ἔτυχεν. Αὐτίκα γοῦν Ἐκκλησίαι Χριστοῦ τὰς νήσους ἁπάσας πληροῦσι, πληθύει τε ὁσημέραι, καὶ ἐπιδίδωσιν ἡ σωτήριος διδασκαλία μέχρι τῶν τὸν Ὠκεανὸν οἰκούντων παρεκτεινομένη. Καὶ τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
Let the heavens be glad and the earth rejoice, let the sea be shaken and its fullness. The plains shall rejoice, and all that is in them. Instead of "Let the sea be shaken," Aquila has "It shall thunder," or Symmachus, "It shall resound." Through these things the word signifies that the proclamation of the Gospel will pass over the seas too and the islands in the sea, and the men who dwell in them, called its fullness; which has itself also reached fulfilment. Indeed churches of Christ fill all the islands, and the saving teaching increases daily and grows, extending as far as those who inhabit the Ocean. And then all the trees of the forest shall rejoice before the face of the Lord, for He comes, for He comes to judge the earth. He shall judge the inhabited world in righteousness, and peoples in His truth.
Τῼ ΔΑΥΙΔ, ΟΠΟΤΕ Η ΓΗ ΑΥΤΟΥ ΚΑΘΙΣΤΑΤΟ. ϞϚʹ.
FOR DAVID, WHEN HIS LAND WAS BEING ESTABLISHED. 96.
Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ.
The Lord has reigned, let the earth rejoice.