Migne Reading Room

PG 23 · cols. 1237–1248 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1237Read from the page
ἕτερον εἶναι τὸν ἐνταῦθα δοξολογούμενον Κύριον τοῦ Θεοῦ τοῦ νομοθετήσαντος ἐν τῇ ἐρήμῳ. Σὺ γὰρ, φησὶ, Κύριε, οὗ τὴν βασιλείαν θεσπίζομεν, αὐτὸς ὢν τυγχάνεις, ὁ καὶ τῷ ἐκ περιτομῆς λαῷ κρίσιν καὶ δικαιοσύνην διαταξάμενος κατὰ τὴν δοθεῖσαν αὐτοῖς νομοθεσίαν, δικαιώματα καὶ κρίματα περιέχουσαν. Σὺ δὲ αὐτὸς καὶ εὐθύτητας ἡτοίμασας κατὰ τὸν τῆς ἀνταποδόσεως καιρὸν ἀποδοθησομένας τοῖς φυλάττουσι τὴν κρίσιν καὶ τὴν δικαιοσύνην. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουεν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Τὸ, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, τῆς οὖν αὐτῆς ἔχεται διανοίας καὶ τὰ προκείμενα. Τοῦτον γὰρ τὸν Κύριον, καὶ οὐχ ἕτερον, φησὶ, τὸν ἐν τῷ παρόντι θεολογούμενον, καὶ Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ, καὶ εἴ τις ἕτερος εἴτε προφητῶν, εἴτε ἱερέων, ἐπεκαλοῦντο. Καὶ οὗτος ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ νῦν ἐπὶ πάντας τοὺς λαοὺς ὑψηλὸς ὑπάρχων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι δοξαζόμενος, ὁ κἀκείνων εἰσακούων καὶ λαλῶν αὐτοῖς ἐν στύλῳ νεφέλης. Οὐκ ἄλλως δὲ τῆς τοσαύτης ἀξίας ἔτυχον οἱ δηλωθέντες, εἰ μὴ ὅτι ἐφύλαττον τὰ μαρτύρια αὐτοῦ, καὶ τὸ πρόσταγμα ὃ δέδωκεν αὐτοῖς. Οὕτως οὖν καὶ ἡμῖν διὰ τῆς Καινῆς Διαθήκης ὁ αὐτὸς προστάγματα καὶ ἐντολὰς, καὶ μαρτύρια ἔδωκεν, ἅπερ εἰ φυλάττοιμεν, τῶν ἴσων καὶ αὐτοὶ καταξιωθησόμεθα.
another than the God who gave the law in the desert is the Lord who is here glorified. For Thou, he says, O Lord, whose kingdom we proclaim, art Thyself He who also ordained judgement and righteousness for the people of the circumcision according to the legislation given to them, which contains ordinances and judgements. And Thou Thyself hast also prepared uprightness, to be rendered at the time of recompense to those who keep judgement and righteousness. "Moses and Aaron among His priests, and Samuel among those who call upon His name. They called upon the Lord, and He heard them; in the pillar of cloud He spoke to them. They kept His testimonies, and the ordinances which He gave them." The saying, "If you believed Moses, you would believe Me; for he wrote of Me," holds to the same meaning as the present words. For this Lord, and no other, he says, the one who is now spoken of as God, did Moses and Aaron and Samuel call upon, and anyone else, whether of the prophets or of the priests. And this was the Word of God Himself, who is now high above all the peoples and glorified among all the Gentiles, who both heard them and spoke to them in the pillar of cloud. And those who have been mentioned obtained so great a dignity for no other reason than that they kept His testimonies, and the ordinance which He had given them. So, then, to us also through the New Covenant the same One has given ordinances and commandments and testimonies, and if we keep them, we too shall be counted worthy of equal things.
Κύριε Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν, σὺ εὐίλατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Σὺ, φησὶν, ὁ ἡμέτερος Κύριος καὶ Θεὸς, ὁ τῶν ἐθνῶν βασιλεὺς, ὁ ὑφ' ἡμῶν κηρυττόμενος, αὐτὸς ἦσθα ὁ καὶ τῶν ἀμφὶ Μωϋσέα καὶ Ἀαρὼν ὑπακούων, καὶ τῆς τοσαύτης ἐκείνοις μεταδιδοὺς παῤῥησίας, ἱλεουμένοις σε ὑπὲρ τοῦ παροργίζοντος λαοῦ, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. Εἰ γὰρ καί τισιν ἀσθενείαις περιέπιπτον ὡς ἄνθρωποι, ὡς Μωϋσῆς ἐπὶ τῇ ἀπιστίᾳ τοῦ ὕδατος, καὶ Ἀαρὼν ἐπὶ τῇ μοσχοποιΐᾳ, σὺ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱὸς, ἵλεως αὐτοῖς ἐγίνου, συγγνώμην νέμων τῇ θνητῇ ἀσθενείᾳ. Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Εἰ καὶ ἔδοξάν τι, φησὶν, ἁμαρτάνειν ὡς ἄνθρωποι, ἀλλ' ἐπαίδευες αὐτοὺς ἐν οἷς παιδείας ἐδέοντο. Ἠλέγχετο γὰρ ἐπὶ τοῦ μόσχου ἁμαρτήσας Ἀαρὼν, καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.
"O Lord our God, Thou didst hear them; Thou wast gracious to them, and taking vengeance on all their doings." Thou, he says, our Lord and God, the King of the Gentiles, who is preached by us, wast Thyself He who also hearkened to Moses and Aaron and those with them, and granted them such great boldness of speech when they propitiated Thee on behalf of the people that provoked Thee, and counted them worthy of much favour. For even if they fell into certain weaknesses as men, as Moses at the unbelief over the water, and Aaron at the making of the calf, Thou, as the all-good Son of an all-good Father, wast gracious to them, granting pardon to mortal weakness. "And taking vengeance on all their doings." Even if they seemed, he says, to sin in something as men, yet Thou didst chastise them in the things in which they needed chastisement. For Aaron was rebuked for having sinned over the calf, and Moses over the water of contradiction.
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Μηδὲν ταπεινὸν, φησὶ, καὶ ἀνθρώπινον περὶ τοῦ Κυρίου φρονεῖτε· ἀλλ' ὑψοῦτε αὐτὸν ὑψηλὰ περὶ αὐτοῦ δοξάζοντες, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκατε σέβας. Ὄρος δὲ ἅγιον πάλαι μὲν τὸ Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος· οὕτω γὰρ καὶ Ἡσαΐας καὶ Μιχαίας ἐθέσπισαν· Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου·
"Exalt the Lord our God, and worship at His holy mountain, for the Lord our God is holy." Think nothing lowly, he says, and human about the Lord; but exalt Him, holding lofty thoughts about Him, and offer Him the reverence that befits Him. And of old Sion was called the holy mountain, but now the height of the knowledge of God; for so both Isaiah and Micah prophesied: "In the last days the mountain of the Lord shall be manifest;"
PG 23:1240Read from the page
τουτέστιν ἡ τοῦ Θεοῦ γνῶσις πᾶσι δήλη γενήσεται. Οἶδε γὰρ καὶ ὁ Ἀπόστολος νοητὸν ὄρος Σιών· Προσεληλύθατε γὰρ ὄρει Σιὼν καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Προστετάγμεθα τοίνυν κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ προσκύνησιν· ὃς καὶ Κύριος ἡμῶν ἐστιν ὡς δούλων, καὶ Θεὸς ὡς πλάστης. Ἀλλ' οὕτω μὲν πνευματικώτερον τὸν ψαλμὸν νοήσαιμεν.
that is, the knowledge of God will become manifest to all. For the Apostle too knows a spiritual Mount Sion: "For you have come to Mount Sion and to the city of the living God, the heavenly Jerusalem." We have been commanded, then, according to the knowledge given us by God, to offer Him worship; who is both our Lord, as of servants, and our God, as our maker. But in this way let us understand the psalm more spiritually.
ΨΑΛΜΟΣ ΕΙΣ ΕΞΟΜΟΛΟΓΗΣΙΝ. ϞΘ'.
A psalm for thanksgiving. 99.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Τουτέστι τὰ ἐπὶ γῆς ἔθνη· καὶ διὰ τούτων κέκληται ἐπὶ ἐξομολόγησιν τῶν προτέρων ἁμαρτημάτων, ἐν οἷς ἐκαλινδοῦντο ὅτε τῇ εἰδωλολάτρῳ προσεῖχον πλάνῃ. Διὸ ἐπιγέγραπται ψαλμὸς Εἰς ἐξομολόγησιν. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, ὑποβαλόντες ἑαυτοὺς τῷ αὐτοῦ ζυγῷ. Ὅμοιον γάρ ἐστι τὸ δουλεύειν αὐτῷ τῷ δουλεύειν φωτὶ, καὶ δουλεύειν ζωῇ καὶ ἀληθείᾳ, καὶ δικαιοσύνῃ καὶ ἁγιασμῷ· πάντα γὰρ ταῦτά ἐστιν ὁ Κύριος. Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐφροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνίπτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ πρόβατα νομῆς αὐτοῦ. Ὅταν γὰρ γνῶμεν ὅτι αὐτὸς Θεός ἐστιν, αὐτὸς ὁ Κύριος, τὸ τηνικάδε αὐτοῦ τοῦ γινώσκειν ἐνώπιον αὐτοῦ εἰσεληλυθότες, καὶ ποιητὴν ἑαυτῶν ὁμολογήσομεν αὐτόν. Ὅτι δὲ οὐχ ἡμεῖς ἑαυτοὺς ποιοῦμεν, κἂν αἴτιοι δοκῶμεν τυγχάνειν τῆς τῶν παίδων γενέσεως, δῆλον ἐντεῦθεν· ἐκ πατρὸς γὰρ καὶ μητρὸς γενόμενοι Ἰὼβ καὶ Δαυῒδ, φασὶν ἑκάτεροι, Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· καὶ πρὸς Ἱερεμίαν αὐτὸς ὁ Θεὸς, Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Τῇ γοῦν ἐσφαλμένως λεγούσῃ τῷ ἀνδρὶ, Ἢ δός μοι τέκνα, εἰ δὲ μὴ, ἀπόκτεινόν με, σοφὸς ὢν ὁ ἀνὴρ, δογματικῶς ἐπιτιμᾷ, Μὴ ἀντὶ Θεοῦ σοι εἰμὶ ἐγὼ, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας; Εἰ γὰρ καὶ δοκοῦσιν οἱ πατέρες ποιεῖν τὰ τέκνα, ἀλλ' οὖν ὁ Θεὸς ταῦτα ποιεῖ· καὶ ὁ μὲν αἴτιος, οἱ δὲ συναίτιοι, ὡς τῷ ἐξ ἀρχῆς αὐτοῦ διακονοῦντες προστάγματι. Διὰ τοῦτο πολλοὶ, καίτοι ἐπιθυμοῦντες παιδοποιεῖν, οὐ δύνανται. Ὁ δὲ Σύμμαχός φησιν, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ. Διὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐγνώρισεν· οὐ μόνον γὰρ ἡμῶν δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγαθὴν ἡμῶν προσφέρων νομήν. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, ὡς βασιλέως, πρόβατα δὲ ὡς ποιμένος· λαὸς οἱ κρείττους καὶ λογικώτεροι· πρόβατα οἱ ὑποβεβηκότες, καὶ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων· κατὰ τὸ, Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Πλὴν ἀλλὰ πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντα καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει ὁ Θεός· τοὺς μὲν, ὡς λαὸν αὐτοῦ, τὰ δὲ, ὡς πρόβατα χειρὸς αὐτοῦ.
"Shout to the Lord, all the earth." That is, the nations on earth; and through these words they are called to the confession of their former sins, in which they wallowed when they gave heed to the error of idolatry. Wherefore the psalm is entitled "For confession." "Serve the Lord with gladness," submitting yourselves to His yoke. For to serve Him is like serving light, and serving life and truth, and righteousness and sanctification; for the Lord is all these things. "Come in before Him with exultation." But if anyone does not serve Him with gladness, let him not dare to come before Him, intruding into His Church with unwashed feet. "Know that the Lord, He is God; He made us, and not we ourselves; we are His people and the sheep of His pasture." For when we know that He is God, He the Lord, having then come in before Him through knowing Him, we shall also confess Him as our maker. And that we do not make ourselves, even if we seem to be the causes of the birth of children, is plain from this: for Job and David, born of father and mother, both say: "Thy hands have made me and fashioned me"; and God Himself says to Jeremiah: "Before I formed thee in the womb, I knew thee." To the woman, then, who wrongly said to her husband, "Give me children, or else I die," the man, being wise, rebukes her with a doctrinal answer: "Am I in the place of God, who has withheld from thee the fruit of the womb?" For even if fathers seem to make their children, yet it is God who makes them; and He is the cause, while they are fellow causes, as ministering to His command given from the beginning. For this reason many, though they desire to beget children, cannot. And Symmachus says: "He made us when we were not; and we are the people of His pasture and the sheep of His hand." By these words he made known not only His lordship but also His care; for He is not only our master, but also shepherd, providing our good pasture. And we are His people, as of a king, and sheep, as of a shepherd; the people are the better and more rational; the sheep are those of lower standing, who hold the less rational rank and are not versed in the divine oracles; according to the saying: "I went astray like a lost sheep." But being God and maker of all, He calls all and makes them His own. "For God saves men and beasts": the former as His people, the latter as the sheep of His hand.
PG 23:1241Read from the page
Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Μνημονεύετε, φησὶ, τῶν κακῶν, ἐν οἷς πρῶτον ἐξετάζεσθε, ὅτε μακρὰν ἐτυγχάνετε τοῦ Κυρίου ὑφ' ἑτέροις δεσπόταις πονηροῖς ἀγόμενοι. Διὸ ὡς περιῤῥαντηρίῳ χρώμενοι τῇ τῶν προτέρων ἀσεβημάτων ὁμολογίᾳ εἴσιτε εἰς τὰς πύλας αὐτοῦ θαῤῥοῦντες· ὅτι μετὰ τὰς πύλας, τουτέστι μετὰ τὰς ἀρχὰς καὶ τὰς πρώτας εἰσόδους τῆς τοῦ Θεοῦ δουλείας, εἰς τὰ ἐνδότατα καὶ τὰς αὐλὰς παρελθόντες, οὐκέτι χρήσεσθε τῇ ἐξομολογήσει, ἀλλ' ὕμνοις λοιπὸν τοῖς εἰς αὐτὸν σχολάσετε. Ὥσπερ μέντοι εἰσιέναι δεῖ πρότερον εἰς τὰς πύλας, εἶτα εἰς τὰς αὐλὰς, οὕτως ἐξομολογεῖσθαι πρότερον χρὴ τὰ ἁμαρτήματα, εἶτα ὑμνεῖν τὸν Θεὸν, ἵνα, τῇ ἐξομολογήσει καθαρθείσης τῆς γλώττης, καθαρὸς ὁ ὕμνος προσενεχθείη. Ἐξομολογεῖσθε αὐτῷ. Αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς ὁ Κύριος· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. Δίκαιον, φησὶν, εὐχαριστεῖν καὶ ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιτιθέντα τὸ πέρας. Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλήρωκε, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδωρήσατο· καὶ οὐ παύσεταί ποτε ἡ εἰς ἡμᾶς παρ' αὐτοῦ γενομένη εὐεργεσία, ἥτις ἐστὶν ἀλήθεια, κατὰ τὸ, Ἐμνήσθη διαθήκης αὐτοῦ εἰς τὸν αἰῶνα· ἢ τὸ, Ἐξομολογεῖσθε, ἀντὶ τοῦ, Ὡς ἰατρῷ τὰ τῆς ψυχῆς ἀπογυμνοῦτε τραύματα δι' ἐξομολογήσεως· Θαῤῥοῦντες δὲ τοῦτο πράττετε, δόγμα ἀληθὲς περὶ αὐτοῦ μαθόντες, ὅτι ἀγαθός ἐστι καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ κατὰ πᾶσαν γενεὰν ἀληθείας γέμουσιν οἱ λόγοι αὐτοῦ.
"Enter into His gates with confession, into His courts with hymns." Remember, he says, the evils in which you were first found, when you were far from the Lord, led by other, wicked masters. Therefore, using the confession of your former impieties as a vessel of purifying water, enter His gates with confidence; for after the gates, that is, after the beginnings and the first entrances into the service of God, when you have passed into the innermost parts and the courts, you will no longer use confession, but will thenceforth devote yourselves to hymns to Him. Just as one must first enter the gates, and then the courts, so one must first confess one's sins, and then praise God, so that, the tongue having been cleansed by confession, the hymn may be offered pure. "Give thanks to Him. Praise His name, for the Lord is good; for His mercy is for ever, and His truth unto generation and generation." It is just, he says, to give thanks to and praise Him who uses ineffable love for men, and who brings His good promises to fulfilment. For the things He promised in the generation of our forefathers He has fulfilled in ours, and the salvation He promised He has truly given; and the benefaction that has come to us from Him, which is truth, will never cease, according to the saying: "He has remembered His covenant for ever." Or "Give thanks" stands for: Lay bare the wounds of the soul through confession as to a physician; and do this with confidence, having learned the true doctrine about Him, that He is good and of great mercy and true, and in every generation His words are full of truth.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ. Ρ'.
A psalm of David. 100.
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρὸς μέ; Ἤτοι τὸν σὸν ἔλεον καὶ τὴν σὴν κρίσιν ᾄσομαι, τὸν τρόπον διεξιὼν καθ' ὃν πέφυκας, οὐ πρῶτον κρίνειν, ἔπειτα ἐλεεῖν· ἀλλὰ πρῶτον ἐλεεῖν, ἔπειτα κρίνειν, καὶ μετὰ φιλανθρωπίας καὶ ἐλέους ποιεῖσθαι τὰς ἀποφάσεις. Ἢ ἐγὼ αὐτὸς, ἔλεος ποιῶν καὶ κρίσιν ἐπὶ τοὺς πλησίον, θαῤῥῶ παριέναι ἐπὶ τῷ ᾄδειν σοι καὶ ψάλλειν. Συνιεὶς γοῦν ὅπως χρὴ τοῦτο ποιεῖν, τὰς ἐμαυτοῦ ὁδοὺς ἀμώμους καὶ ἀμέμπτους φυλάττω, πεπεισμένος τοῦτον τὸν τρόπον ἀρεσκόντως σοι δι' ἔργων ἀγαθῶν ψάλλειν. Λοιπὸν οὖν ἧκε πρὸς μὲ, ὦ Κύριε, ἕτοιμον εὑρήσων παρ' ἐμοὶ μονήν· ἐπειδήπερ πάντα μοι τὰ καλὰ παρεσκεύασται, περιμένοντι πότε ἥξεις πρὸς μέ. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προεθέμην πρὸ ὀφθαλμῶν πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων σχηματιζόμενοι κατὰ τὰς ἀγορὰς σεμνοὶ φαίνονται καὶ ἐπιεικεῖς· ἐν δὲ ταῖς ἑαυτῶν οἰκίαις, οὐκέτι κρύπτοντες τὸν ἑαυτῶν τρόπον, ἐλέγχονται φαῦλοί τινες ὄντες· ἐγὼ δὲ, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου ἐπορεύθην, οὐκ ἔχων ἔσωθεν ἐκ τῆς καρδίας μου ἐξιόντας διαλογισμοὺς πονηρούς. Οὐδέποτε γοῦν κατὰ προαίρεσίν τι ἥμαρτον·
"Mercy and judgement will I sing to Thee, O Lord; I will sing praise and understand in a blameless way; when wilt Thou come to me?" Either: I will sing of Thy mercy and Thy judgement, recounting the manner in which it is Thy nature not first to judge and then to show mercy, but first to show mercy and then to judge, and to make Thy sentences with love for men and mercy. Or: I myself, showing mercy and judgement towards my neighbours, have the confidence to come forward to sing and play to Thee. Understanding, then, how one ought to do this, I keep my own ways blameless and irreproachable, persuaded that in this way I sing to Thee acceptably through good works. Henceforth, then, come to me, O Lord, and Thou wilt find a dwelling ready with me; since all good things have been prepared by me, as I wait for when Thou wilt come to me. "I walked in the innocence of my heart, in the midst of my house. I set no unlawful thing before my eyes; I hated those who commit transgressions." Most men, putting on a show in the market places, appear grave and reasonable; but in their own houses, no longer hiding their character, they are shown to be worthless. But I, he says, walked in the innocence of my heart in the midst of my house, not having evil thoughts going out from within my heart. Never, then, did I sin in anything by deliberate choice;
PG 23:1244Read from the page
εἰ δὲ καί τι συνέβη ἀνθρώπινον, ἀλλ' οὐ προθεμένου μου τοῦτο ἐγένετο.
and if anything human did befall me, yet it did not happen with my intending it.
Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ ἐστι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι, φησίν· εἰδὼς δὲ, ὅτι ὁ κολλώμενος δικαίῳ δίκαιος ἔσται, πάντα διάστροφον ἄνδρα παρῃτούμην συνάπτεσθαί μοι καὶ κολλᾶσθαί μοι. Τὸ γὰρ εὐθὺ τῷ στρεβλῷ συναφθῆναι οὐ δύναται ὡς ἀνάρμοστον. Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Ὁ τέλειος, καρδίαν σκαμβὴν οὐκ ἔχων, εἰς ἣν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ Θεοῦ πεπλήρωται· ὥστε τὸν πονηρὸν, μὴ ἔχοντα τόπον παρ' αὐτῷ, ἐκκλίνειν ἀπ' αὐτοῦ· ἐκκλίνοντος δὲ, φησὶν, οὐκ ἐγίνωσκον· τῷ μὴ αἴσθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα ἢ ἔργον τῶν αὐτοῦ ἔσχον παρ' ἐμοί. Νοήσεις δὲ ταῦτα καὶ περὶ ἀνθρώπου πονηροῦ, ὅτι οὐδ' ὅτε προσῆλθεν, οὐδ' ὅτε ἀνεχώρει αἴσθησιν ἐλάμβανον, οὕτως ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς λοιμοὺς, καὶ οὐδὲν εἰδέναι προσεποιούμην· οὐ γὰρ ἠξίουν εἶναι φίλον αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησίν· ἀλλ' εἰδὼς, ὅτι Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, οὐ συνδιετιθέμην τοῖς πονηροῖς.
"A crooked heart did not cleave to me." The counsels of the devil, since they have nothing straight, are crooked and perverted, and these, he says, I never received into my heart; and knowing that he who cleaves to a just man will be just, I refused to let any perverse man be joined to me and cleave to me. For the straight cannot be joined to the crooked, since it does not fit. "When the wicked one turned aside from me, I did not know it." The perfect man, not having a crooked heart in which the wicked one can work, is filled with God; so that the wicked one, having no place with him, turns aside from him; and when he turned aside, he says, I did not know it, because I had no perception of his presence; for I had no thought or deed of his with me. And you will understand these things of a wicked man too: that neither when he came near nor when he withdrew did I take notice; so I held the pestilent in no account, and pretended to know nothing; for I did not think fit to be their friend. Was it, then, as a proud man? By no means, he says; but knowing that "evil company corrupts good manners," I did not keep company with the wicked.
Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ ἄνθρωπον, φησὶ, καὶ λογισμὸν ὑποβάλλοντά τι πονηρόν μοι κατά τινος ἐξέβαλον ἐκ τῆς καρδίας μου, ὡς κύνα λαθροδήκτην. Ὁ γὰρ σπουδαῖος, ἐν παντὶ τῷ παῤῥησίαν ἔχειν ἀγαπῶν, ὥσπερ τὰ λάθρα δρώμενα τῷ αἰσχύνης εἶναι ἄξια, παραιτεῖται· οὕτω καὶ τὸ λέγειν ἢ ἀκούειν κατά τινος κρύβδην οὐκ ἀνέχεται· κακοήθους γὰρ καὶ ἀνελευθέρου τὸ χρῆμα, ἐπήρτηται δὲ κίνδυνος τῷ πράγματι, τῆς Γραφῆς λεγούσης· Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· καὶ, Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοὶ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε. Τί δέ ἐστι τὸ καταλαλεῖν ὡς ἐν τύπῳ παραδοτέον· οὐ γὰρ τὸ ὁπωσοῦν λέγειν περί τινος καὶ λάθρα ἐκείνου καταλαλεῖν ἐστι· πολλάκις γοῦν ἀγορεύομέν τινα κακῶς ἀπόντα, οὐ καταλαλεῖν αὐτοῦ βουλόμενοι, ἀλλὰ λυπούμενοι διὰ τὸ εἶναι αὐτὸν ἴσως φαῦλον· πειρώμεθα δὲ λέγειν τὰ περὶ αὐτοῦ τοῖς ὡσαύτως ἡμῖν κηδομένοις αὐτοῦ καὶ φροντίζουσιν ἀπὸ διαθέσεως φιλικῆς. Ὁ οὖν οὕτω λέγων κατὰ ἀπόντος, οὐ κατάλαλός ἐστιν· ἀλλὰ σπουδὴν ἔχει σὺν ἡδονῆς κατ' ἐκείνου λέγειν, οὐκ ἀχθόμενος ἐπὶ τῷ τοιαῦτα ἐκεῖνον πεποιηκέναι, ἀλλὰ καὶ χαίρων. Λέγει γοῦν ἐκείνοις τὰ περὶ αὐτοῦ τοῖς μισοῦσιν αὐτὸν, καὶ φανερῶσαι δυναμένοις δι' ἐπαγγελίας ἑτέροις πλείοσι τὰ περὶ αὐτοῦ. Τί δὲ βούλεται προσκείμενον τὸ, λάθρα, φανεροῦ ὄντος, ὅτι πᾶσα κατηγορία λάθρα γίνεται; Ἢ αὐτὸ λέγει τὸ ὄν, ἢ διαιρετέον οὕτω, ὅτι τῶν κατηγορούντων τινὰς, οἱ μὲν κατὰ πρόσωπον παρόντας κακηγοροῦσι, λοίδοροι δὲ οὗτοι καὶ ὑβρισταὶ συνήθως καλοῦνται· ὅμως οὖν τῷ κατά τινος λέγειν κατάλαλοι ἂν εἶεν· οἱ δὲ λάθρα καὶ ἀπόντων τῶν κατηγορουμένων λέγουσι κατ' αὐτῶν. Τὸν ταύτην
"Him who secretly slandered his neighbour, him I drove away." Both a man, he says, and a thought suggesting to me something evil against anyone, I cast out of my heart like a dog that bites by stealth. For the earnest man, who loves to have frankness in everything, just as he refuses things done secretly because they are worthy of shame, so also he does not endure speaking or hearing against anyone in secret; for the thing belongs to a malicious and servile man, and danger hangs over the deed, since the Scripture says: "Do not love to slander, lest you be removed"; and: "Do not speak against one another, brethren, lest you fall under judgement." And what slandering is must be set down as in outline; for to say anything at all about someone, and in secret, is not to slander him; for we often speak ill of someone who is absent, not wishing to slander him, but grieved because he is perhaps worthless; and we try to speak of him to those who likewise care for him with us and take thought for him out of friendly disposition. He, then, who speaks thus against one who is absent is not a slanderer; but [the slanderer] is eager to speak against him with pleasure, not grieved that he has done such things, but even rejoicing. He tells the things about him, then, to those who hate him and who are able, through report, to make known the things about him to more others. And what is meant by the added word "secretly," since it is plain that every accusation is made in secret? Either it says just what is, or one must distinguish thus: that of those who accuse some, some speak evil of them to their face when they are present, and these are commonly called revilers and insolent men; yet by speaking against someone they would be slanderers; while others speak against them secretly, when those accused are absent. Him who
PG 23:1245Read from the page
οὖν ἔχοντα τὴν τάξιν ἐκδιώκειν ὁ ἅγιος λέγει, οὐ τοὺς εἰς πρόσωπον διαλοιδορουμένους. Ἐκεῖνος γὰρ καθ' οὗ αἱ βλασφημίαι ἢ παρὼν ἀπολογήσεται, ἢ ἐλεγχθεὶς ἐπὶ τῷ τοιοῦτος εἶναι, αἰσχυνθήσεται. Δυνατὸν ἀντιδιαστέλλεσθαι τὴν λάθρα γινομένην καταλαλιὰν πρὸς τὴν ἐπὶ κριτῶν κατηγορίαν. Καὶ γὰρ αὕτη τῷ γένει καταλαλιὰ, ἀλλ' οὐ λάθρα γινομένη. Καρπὸς μὲν οὖν διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονηρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν ἀδελφοῦ, καὶ ταῦτα λάθρα, ἀλλὰ μὴ εἰς πρόσωπον, ἵνα μὴ παρὼν ἀπολογήσηται ὁ κατηγορούμενος· ὡς ὅ γε ἐφ' ἡμῶν ἑτέρου καταλαλῶν, οὗτος οὐδὲ ἡμῶν καταλαλεῖν ἐφ' ἑτέρων ἀφέξεται. Ὅθεν χρὴ τὸν τοιοῦτον ὡς κοινὸν ἐχθρὸν εἰκότως ἐλαύνεσθαι, ὡς τὸν ἐν παραδείσῳ μιμούμενον δράκοντα, ὃς τοῦ Θεοῦ καταλαλήσας τὴν Εὔαν ἠπάτησεν. Ἡμεῖς δὲ μήτε λέγωμεν κακῶς, καὶ τοῖς λέγουσιν ἀκοὴν μὴ παράσχωμεν. Ἀκοὴν δὲ, φησὶ, ματαίαν μὴ παραδέξῃ· οὐκ εἶπε, μὴ πιστεύσῃς, ἀλλὰ, μὴ παραδέξῃ. Διὸ καὶ ὁ Προφήτης, Ἐξεδίωκον, φησὶ, τὸν καταλαλοῦντα· οὐκ εἶπεν· Οὐκ ἐπίστευον, ἢ, Οὐ παρεδεχόμην τὰ λεγόμενα· ἀλλὰ καὶ ὡς ἐχθρὸν ἀπήλαυνον. Εἰπὲ πρὸς τὸν καταλαλοῦντα, Ἔχεις ἐπαινέσαι τινὰ, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· κακῶς θέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρτίαν σὺν αὐτῷ ἁμαρτάνῃς, καὶ σαυτὸν ὀλεθρίῳ πάθει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ ἀνακόπτων. Μὴ δῷς τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλοψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς. Διαφέρει δὲ τὸ κατακρῖναι, τὸ ἐξουδενῶσαι, καὶ τὸ καταλαλῆσαι. Καταλαλῆσαι γάρ ἐστι τὸ εἰπεῖν κατά τινος, οἷον, ὅτι Ἐψεύσατο ὁ δεῖνα, ἢ, ὠργίσθη, ἢ ἐπόρνευσεν, ἤ τι τοιοῦτον· ἐλάλησε γὰρ ἐμπαθῶς τὸ ἁμάρτημα τοῦ ἀδελφοῦ. Κατακρῖναι δέ ἐστι τὸ εἰπεῖν, ὅτι Ὁ δεῖνα ψεύστης ἐστὶ, πόρνος, ὀργίλος· ἰδοὺ γὰρ κατέκρινεν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς αὐτοῦ, καὶ ἀπεφήνατο καθ' ὅλου τοῦ βίου αὐτοῦ λέγων, ὅτι τοιόσδε ἐστίν· ἄλλο γάρ ἐστι τὸ εἰπεῖν, Ὠργίσθη, καὶ ἄλλο τὸ, Ὀργίλος ἐστίν. Ἐξουδενῶσαι δέ ἐστι τὸ οἱονεὶ βδελύσσεσθαι τὸν πλησίον, καὶ σικχαίνεσθαι ὡς ἀηδῆ τινα· ὃ καὶ τοῦ κατακρῖναι ὀλεθριώτερον.
holding this rank the saint says he drove away, not those who revile to one's face. For he against whom the blasphemies are made will either defend himself when present, or, being convicted of being such a man, will be put to shame. It is possible to distinguish the slander made in secret from the accusation made before judges. For this too is slander in kind, but not made in secret. The fruit, then, of a saintly mind is to refuse the wicked; but the proof of utmost wickedness is to slander a brother, and that in secret and not to his face, so that the accused may not defend himself when present; since he who slanders another before us will not refrain from slandering us too before others. Hence such a man must with good reason be driven away as a common enemy, as one who imitates the serpent in paradise, who by slandering God deceived Eve. And let us neither speak evil, nor lend an ear to those who speak it. "And do not receive," he says, "a vain report"; he did not say, do not believe, but, do not receive. Wherefore the Prophet too says: "I drove away him who slandered"; he did not say: I did not believe, or, I did not accept what was said; but: I even drove him away as an enemy. Say to the slanderer: If you have someone to praise, I open my ears to receive the perfume; if you wish to speak ill, I stop the entrance against your words; for I do not endure receiving dung and filth. Muzzle the slanderer in your hearing, so that you may not sin a double sin with him, both accustoming yourself to a deadly passion and not checking him from babbling against his neighbour. Do not give your ear to the tongue of the slanderer, nor your tongue to the ear of the fault-finder, speaking or hearing with pleasure against your neighbour, lest you fall away from love and be found a stranger to eternal life. And to condemn, to set at nought, and to slander differ. For to slander is to say something against someone, for example, that so-and-so lied, or became angry, or committed fornication, or something of the kind; for he has spoken with passion of the sin of his brother. But to condemn is to say that so-and-so is a liar, a fornicator, an angry man; for see, he has condemned the very disposition of his soul, and has pronounced on his whole life, saying that he is such a man; for it is one thing to say, He became angry, and another, He is an angry man. And to set at nought is as it were to loathe one's neighbour, and to be disgusted with him as with something offensive; which is more deadly even than condemning.
Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Ἄνω μὲν περὶ φίλου ὑπερηφάνου ἔλεγεν· ἐνταῦθα δὲ περὶ ὑπηρέτου φησὶν, ὅτι Οὐδένα τῶν ὑπεροψίᾳ χρωμένων σύνοικον ἔχειν ἠρούμην, οὐδὲ πρωτείων καὶ παῤῥησίας ἠξιοῦτο παρ' ἐμοὶ, ὡς τοῦ ἐν μέσῳ τῆς οἰκίας παῤῥησίαν καὶ ἐλευθερίαν ἔχοντος· ἐν ὄψει γὰρ δεσπότου ὁ τοιοῦτος. Ποιεῖν δὲ ὑπερηφανίαν ἐστὶ τὸ μετὰ ἀλαζονείας ἐνεργεῖν. Λέγοι δ' ἂν, καὶ ὅτι· Οὐ κατῴκει ἐν τῇ καρδίᾳ μου λογισμὸς ὑποβάλλων ὑπερηφανίαν. Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Συντό-
"He who works pride did not dwell in the midst of my house." Above he spoke of a proud friend; but here he speaks of a servant, that I chose to have no one who uses arrogance as a member of my household, nor was he thought worthy of first places and freedom of speech with me, as one who has freedom of speech and liberty in the midst of the house; for such a man is in his master's sight. And to work pride is to act with boastfulness. And he might also say: A thought suggesting pride did not dwell in my heart. "He who speaks unjust things did not prosper before my eyes." To put it brief-
PG 23:1248Read from the page
μως εἰπεῖν, πᾶσαν ἀδικίαν ἀπεστρεφόμην, οὐδὲ τὴν μέχρι λόγων ὑπομένων· ὁ γὰρ λαλῶν ἄδικα οὐδὲν ἤνυεν, οὐκ εὐωδοῦτο ἐνώπιόν μου, οὐ κατώρθου ἃ ἐσπούδαζεν.
-ly, I turned away from all injustice, not enduring it even as far as words; for he who spoke unjust things accomplished nothing, he did not prosper before me, he did not succeed in what he was eager for.
Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀδικίαν. Τὸ ἀκριβὲς καὶ ἀπλανὲς καὶ νηφάλιον τῆς δίκης παρίστησιν· ὅτι οὔτε θυμὸς, φησὶν, οὔτε μέθη τὴν ἀναίρεσιν ὑπετίθετο· ὁ μὲν γὰρ θυμὸς εἰ καὶ τῇ χθὲς ἡμέρᾳ παρώξυνεν, ἀλλὰ διὰ τοῦ μήκους τῆς νυκτὸς ἐμαλάσσετο· ἡ δὲ μέθη, κἂν ὀψίας πολλὴ προσεγένετο, διὰ τοῦ ὕπνου ἱκανῶς ἐλεπτύνετο. Καθαρᾷ οὖν καὶ χειρὶ καὶ γνώμῃ κατὰ τῶν εἰς Θεὸν ἁμαρτανόντων ἐξωπλιζόμην, μήτε τῆς ἐξ οἴνου γνώμης, μήτε τῆς ἐκ θυμοῦ σφαλλούσης τὸν λογισμόν. Τοὺς δὲ ἁμαρτωλοὺς ἀπέκτεινον οὐχ ἁπλῶς ἁπάσης τῆς γῆς, ἀλλὰ τῆς ὑπ' ἐμέ· καὶ πάντας δὲ οὐχ ἅμα, ἀλλὰ νῦν μὲν τοῦτον, νῦν δὲ ἐκεῖνον. Μᾶλλον δὲ τοῦτο παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται· οὐ γὰρ ὅτι καθ' ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην, οὐ τοῦτό φησιν ὁ λόγος· τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθανον ἔχει. Πῶς γὰρ πάντων ἠδύνατο καθ' ἑκάστην πρωΐαν αὐτόχειρ γίνεσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς; Οὐ γὰρ περιγίνεσθαι πάντων δυνατὸν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων εἰς τὸ εἰκὸς ὄντων· καὶ εἰ πολέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ ἂν ἀπέκτεινε πρωΐᾳ τοὺς σύμπαντας, ἀλλ' οὐχὶ καθ' ἑκάστην πρωΐαν αὐτόχειρ αὐτῶν ἐγίνετο. Τί οὖν τοῦτό ἐστι; Συνετώτερον τῶν λεγομένων ἀκούσωμεν, ἵνα μὴ κατηγορήσωμεν ἐπὶ ψεύδει τῶν προφητικῶν λογίων, ὃ μὴ θέμις. Πόλις τοῦ Κυρίου ἡ σύστασίς ἐστι τῆς ἀνθρωπίνης κατασκευῆς· ἁμαρτωλοὶ δὲ γῆς, περὶ ὧν φησιν ὁ Σωτὴρ, ὅτι Ἔσωθεν ἐκ τῆς καρδίας ἐξέρχονται λογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τούτους δὴ τοὺς ἐκ τῆς γῆς ἁμαρτωλοὺς, τουτέστι τοὺς ἐκ τῆς γηΐνης σαρκὸς προϊόντας, καθ' ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συστάσεως ὁ ἑαυτῶν ἐκκαθαίρων. Πρωΐα οὖν καὶ ὄρθρος ἐν ψυχῇ καθ' ἑκάστην ἀνατολὴν σωτηρίου δόγματος γίνεται, ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίας κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀνάγκη εἰς ἔργον προχωρῆσαι τὰς ἐνθυμήσεις· οἷον γῆς ἁμαρτωλός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισμὸς, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οὗτος ἐὰν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξίφει τινὶ τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωΐᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ φανερὸν ἀποκάλυψιν (πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι), μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ
"In the mornings I slew all the sinners of the land, to destroy out of the city of the Lord all who work iniquity." He shows the exactness, the freedom from error and the sobriety of his justice: that neither anger, he says, nor drunkenness prompted the killing; for anger, even if it was roused on the day before, was softened by the length of the night; and drunkenness, even if much of it came on in the evening, was well thinned out by sleep. So I armed myself with a pure hand and mind against those who sin against God, with neither the judgement that comes from wine nor that from anger confounding my reason. And I slew sinners, not simply of all the earth, but of the land under me; and not all at once, but now this one, now that. Or rather, this is plain to everyone, that it has been said veiled in a riddle; for the word does not say that at every beginning of the day I defiled my hands with the blood of men; for this, besides being abominable, also has improbability. For how could he, every morning, slay with his own hand all the sinners of the land? For it is not possible for one man to overcome all, since those who sin are, in all likelihood, many; and if he had overcome them in war, he would have slain them all in one morning, and not have slain them with his own hand every morning. What, then, is this? Let us hear what is said more intelligently, so that we may not accuse the prophetic oracles of falsehood, which is not lawful. The city of the Lord is the constitution of the human frame; and the sinners of the land are those of whom the Saviour says: "From within, out of the heart, come forth evil thoughts, murders, adulteries, fornications, thefts, false witness, blasphemies. These are the things that defile a man." These sinners from the earth, then, that is, those that proceed from the earthy flesh, he who cleanses himself destroys out of his own frame at every thought of God. Morning, then, and dawn come about in the soul at every rising of saving doctrine, in which all the thoughts that work iniquity must be destroyed. For if the first movements of the soul towards wickedness are not cut out, the imaginings must go on into deed; for example, a sinner of the land is the thought that suggests adultery, which works the looking at a woman to lust after her; if this is not slain out of the soul, as with a sword, by the word that cuts and destroys the passions, and if this does not happen in the morning, that is, at its uncovering into the open (for everything that is made manifest is light), then after the adultery in the heart it will lead the man on to the greater sin than this, to the one through