Migne Reading Room

PG 23 · cols. 1201–1212 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1201Read from the page
πράττειν τι τολμῶντας; Πόθεν δὲ ἀνθρώποις ἡ περὶ παντὸς οὑτινοσοῦν πράγματος γνῶσις; πόθεν αἱ τέχναι; πόθεν τῶν ἐπιστημῶν αἱ θεωρία⟨ι⟩, πόθεν οἱ τῶν μαθημάτων λόγοι; ἆρ' οὐχ ἀπὸ τοῦ κατασπείραντος ἐν αὐτοῖς τὴν δύναμιν τῆς τούτων καταλήψεως; Τί οὖν; ὁ τοιαύτην ἀνθρώπῳ φύσιν χαρισάμενος, αὐτὸς ἐστέρηται τῆς γνώσεως, ὡς μηδὲ γινώσκειν ταῦτα, ὧν αὐτὸς τυγχάνει δοτήρ; Ἀλλὰ γὰρ παύσασθε ἀσεβοῦντες, ὦ μάταιοι· ἀληθεῖ δὲ λόγῳ πειθόμενοι, γνῶτε, ὅτι ὁ φυτεύσας ἐν ἀνθρώποις τὸ οὖς, πολὺ πρότερος αὐτὸς τῶν παρὰ ἀνθρώποις λαλουμένων ἀκούσεται· καὶ οὐ μόνον ὄψεται καὶ τὰ πραττόμενα ἐποπτεύσει ὁ ἐν ἀνθρώποις πλάσας ὀφθαλμὸν, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις, τὰς ἔτι κατὰ διάνοιαν κρυπτομένας συνήσει. Αὕτη γὰρ Θεοῦ δύναμις γινώσκοντος καὶ διακρίνοντος τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀληθῶς γὰρ πᾶσα ἡ παρὰ ἀνθρώποις νομιζομένη ἀλήθεια, καὶ πᾶσα ἡ παρ' αὐτοῖς σοφία, ἣν ἐξ οἰκείων λογισμῶν καὶ θνητῶν ἐνθυμήσεων προβάλλονται, μάταιος ἂν εἴη. Πᾶν γὰρ σοφὸν καὶ ἀληθὲς παρ' αὐτῷ μόνῳ τυγχάνει, καὶ παρ' αὐτοῦ μόνοις τοῖς ἀξίοις δίδοται.
dare to do anything against nature and against right notions? And whence do men have the knowledge of any matter whatever? whence the arts? whence the theories of the sciences, whence the principles of the branches of learning? Is it not from Him who sowed in them the power of grasping these things? What then? Is He who bestowed such a nature on man Himself deprived of knowledge, so as not even to know the things of which He is the giver? But cease from impiety, O ye vain ones; and, obeying the true word, know that He who planted the ear in men will Himself hear, much sooner, what is spoken among men; and He who formed the eye in men will not only see and survey what is done, but will also understand the thoughts that are still hidden in the mind. For this is the power of God, who knows and discerns the thoughts of men, that they are vain. For truly all that is reckoned truth among men, and all their wisdom, which they put forward from their own reasonings and mortal thoughts, would be vain. For everything wise and true is found with Him alone, and is given by Him only to the worthy.
Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν, τοῦ πραΰναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Πεισθεὶς ἐγὼ καὶ πιστεύσας τοῖς εἰρημένοις, καὶ ὅτι οἱ διαλογισμοὶ τῶν ἀνθρώπων εἰσὶ μάταιοι, εἰκότως ἐκεῖνον μόνον μακάριον εἶναι ἡγοῦμαι, ὦ Κύριε, τὸν ἀπὸ τῆς σῆς σοφίας καὶ παιδείας, ὥσπερ ἀπὸ πηγῆς μεταλαμβάνοντα. Πῶς δὲ μεταλάβοι ἄν τις τῆς σῆς παιδείας ἢ τῷ νόμῳ σου τῷ θείῳ μαθητευθείς; Διὰ τοῦτο γὰρ καὶ ἐγγράφους παρέδωκας εὐσεβείας νόμους, εἰς τὸ μεταλαμβάνειν τῆς σῆς παιδεύσεως τοὺς μαθητευομένους αὐτοῖς. Διδασκόμεθα δὲ διὰ τούτων, ὅτι τὰ συμβαίνοντα τοῖς δικαίοις λυπηρὰ ἐπ' ὠφελείᾳ αὐτῶν γίνεται, γυμναζομένων καὶ πειραζομένων δίκην ἀθλητῶν Θεοῦ διὰ πόνων καὶ διὰ πληγῶν ἐν ὑπομονῇ δοκιμαζομένων. Διὸ οὐ χρὴ λυπεῖσθαι, οὐδὲ ἀδημονεῖν ἐπὶ τοῖς κακουμένοις κατὰ τὸν παρόντα βίον, μακαρίζειν δὲ μᾶλλον αὐτοὺς, ὡς ὑπὸ τοῦ Θεοῦ παιδευομένους· Μακάριος γὰρ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε; καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὁ γὰρ παιδευόμενος ὑπὸ σοῦ καὶ διδασκόμενος, πραΰνεται ἐν ταῖς πονηραῖς ἡμέραις. Ἐν αὐταῖς γοῦν ταῖς κακοπαθείαις καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς τὰς ἀπὸ τοῦ νόμου σου παραμυθίας λαμβάνων θεραπεύεται, ὑπομένειν διδασκόμενος καὶ μακροθυμεῖν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος· τοῦτο γὰρ αὐτὸν περιμένει τὸ τέλος, καθάπερ ὁ σὸς νόμος διδάσκει. Διὸ ταῦτα μανθάνων ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ὁ δίκαιος, πραΰνεται καὶ θεραπεύεται, τὰ⟨ς⟩ ἐκβάσεις τῶν πραγμάτων σκοπῶν, καὶ τοῦ μὲν καταπονοῦντος αὐτὸν ἁμαρτωλοῦ τὸν βόθρον εἰς ὃν ἐμπεσεῖται, ἑαυτοῦ δὲ τὰς παρὰ τῷ Θεῷ ἀγαθὰς ἐλπίδας πρὸ ὀφθαλμῶν τιθέμενος.
Blessed is the man whom Thou chastenest, O Lord, and teachest him out of Thy law, to give him rest from the evil days, until a pit be dug for the sinner. I, persuaded and believing what has been said, and that the thoughts of men are vain, with good reason consider that man alone blessed, O Lord, who partakes of Thy wisdom and instruction as from a spring. And how could anyone partake of Thine instruction, unless discipled by Thy divine law? For this reason Thou hast also handed down written laws of piety, so that those who are discipled by them may partake of Thy teaching. And we are taught by them that the painful things that befall the just happen for their benefit, as they are trained and tested like athletes of God, proved through toils and through blows in endurance. Wherefore we must not grieve, nor be distressed over those who are afflicted in the present life, but rather call them blessed, as being chastened by God: For blessed is the man whom Thou chastenest, O Lord, and teachest him out of Thy law. For he who is chastened and taught by Thee is given rest in the evil days. In the very sufferings and in the very trials he is healed, receiving the consolations of Thy law, taught to endure and to be long-suffering until a pit be dug for the sinner; for this end awaits him, as Thy law teaches. Wherefore the just man, learning these things in the times of trial, is given rest and is healed, looking to the outcomes of events, and setting before his eyes the pit into which the sinner who oppresses him will fall, and his own good hopes with God.
Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Διάψαλμα. Ἀκολούθως μετὰ τὸ δ⟨ια⟩γράψαι τ⟨ὸ⟩ν ἀποκείμενον τῷ
For the Lord will not cast off His people, and will not forsake His inheritance, until righteousness return unto judgement, and all the upright in heart [are] holding to it. Pause. Consistently, after describing the [pit] laid up for the
PG 23:1204Read from the page
ἁμαρτωλῷ βόθρον, τὰ χρηστὰ τέλη τῶν διὰ τὸν Θεὸν κακουμένων ὑφηγεῖται. Ἐπεὶ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο, Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, εἰκότως νῦν τὰ τέλη τοῦ ταπεινουμένου λαοῦ καὶ τῆς κακουμένης κληρονομίας παρίστησι λέγων· Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν ἐπιτρέπει τοῖς ἀσεβέσι συγχωρῶν ταπεινοῦν καὶ κακοῦν τὸν λαὸν αὐτοῦ, ἀλλ' οὐκ εἰς τέλος ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν καταλείψει. Ποῖον δὲ λαὸν καὶ ποίαν κληρονομίαν, ἔγνωμεν ἀπὸ τῆς εἰς πρόσωπον τοῦ Χριστοῦ λεγούσης φωνῆς· Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τὸν αὐτὸν δὲ λαὸν, τὸν ἐξ ἐθνῶν, καὶ Ζαχαρίας ὁ προφήτης θεσπίζει λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· Ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τοῦτον τοίνυν τὸν λαὸν αὐτοῦ οὐκ ἀπώσεται Κύριος, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Μέχρι γὰρ τούτου φυλάξει τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ, ἕως ἂν ἐπιστρέψῃ ἡ τοῦ Θεοῦ δικαιοσύνη, τὰ ἔπαθλα τῶν πόνων ἀποδώσουσα τοῖς καλῶς ἠγωνισμένοις. Οἱ δὲ ἐχόμενοι τῆς δικαιοσύνης τοῦ Θεοῦ πλησίον αὐτοῦ στήσονται ἐν τοῖς δεξιοῖς τοῦ βασιλέως καταταγησόμενοι· ἅτε δὴ ὀρθοὶ καὶ εὐθεῖς γενόμενοι τῇ καρδίᾳ, καὶ μηδὲν τῇ ψυχῇ σκολιὸν, μηδὲ σκαμβὸν ἐπενηνεγμένοι, μόνην δὲ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν βεβαδικότες.
sinner, he sets out the good ends of those who are afflicted for God's sake. For since it had been said above, They have humbled Thy people, O Lord, and afflicted Thine inheritance, with good reason he now sets forth the ends of the humbled people and of the afflicted inheritance, saying: The Lord will not cast off His people, and will not forsake His inheritance. For even if for some short time He allows the impious, by His forbearance, to humble and afflict His people, yet He will not cast off His people for ever, nor forsake His inheritance. And what people and what inheritance, we have learned from the voice that speaks in the person of Christ: Ask of Me and I will give Thee the nations for Thine inheritance, and the ends of the earth for Thy possession. This same people, the one from the nations, the prophet Zechariah too foretells, saying: Rejoice greatly, O daughter of Sion; proclaim, O daughter of Jerusalem: Behold, I come, and I will dwell in the midst of thee, says the Lord. And many nations shall flee for refuge to the Lord; and they shall be to Me for a people, and I will be to them for a God. This His people, then, the Lord will not cast off, nor will He forsake His inheritance, until righteousness return unto judgement. For until then He will guard His people and His inheritance, until the righteousness of God returns, rendering the prizes of their toils to those who have contended well. And those who hold to the righteousness of God will stand near Him, to be ranked at the right hand of the King, since they have become upright and straight in heart, and have brought nothing crooked or bent upon their soul, but have walked the straight and royal road alone.
Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Εἰ ἔλεγον, Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἡ κατὰ τὸ διάψαλμα διαστολὴ πλείστην καὶ τῆς διανοίας ἐποιήσατο μεταβολήν. Ὡς γὰρ συμπληρωθέντος τοῦ προτέρου λόγου ἀφ' ἑτέρας ἀρχῆς φησι· Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους; μεμαθήκαμεν γὰρ, φησὶν, ἀπὸ τῆς τοῦ θείου Πνεύματος διδασκαλίας, ὅτι Θεὸς ἐκδικήσεών ἐστι Κύριος, καὶ ὅτι ἀποδώσει ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· καὶ ὅτι ὀρυγήσεται τῷ ἁμαρτωλῷ βόθρος· καὶ ὅτι οὐκ ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν αὐτοῦ καταλείψει· ἀλλ' ἐπὶ τέλει τῶν πραγμάτων, ἐπὰν ἐπιστρέψῃ ὁ λαὸς εἰς κρίσιν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ ὡς δεξιοὶ στήσονται πλησίον τῆς αὐτοῦ δικαιοσύνης πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ σὺν αὐτῷ τῷ Κυρίῳ τὰς διατριβὰς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ποιησόμενοι, καὶ πᾶσαν αὐτῶν τὴν ζωὴν αὐτῷ παραστησόμενοι. Τούτοις μὲν οὖν ἐπίστευσα, καὶ πιστεύσας παρεκλήθην. Ἀλλὰ τέως κατὰ τὸν ἐνεστῶτα καιρὸν τίς ὑπὲρ ἐμοῦ στήσεται κατὰ τῶν πονηρευομένων; ἢ τίς ἔκδικος συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; Ἀλλὰ γὰρ εἴποιμ' ἂν
Who will rise up for me against the evildoers, or who will stand up with me against the workers of iniquity? Unless the Lord had helped me, my soul had well-nigh dwelt in Hades. If I said, My foot has slipped, Thy mercy, O Lord, helped me. The division at the pause has made a very great change in the thought as well. For, as though the former discourse were completed, he says from a fresh beginning: Who will rise up for me against the evildoers? For we have learned, he says, from the teaching of the divine Spirit, that the Lord is the God of vengeances, and that He will render a recompense to the proud; and that a pit will be dug for the sinner; and that He will not cast off His people, nor forsake His inheritance; but at the end of things, when the people returns unto judgement, He will render to each according to his works; and that all the upright in heart will stand at the right hand near His righteousness, to pass their time with the Lord Himself in the kingdom of heaven, and to present their whole life to Him. These things, then, I have believed, and believing I have been comforted. But meanwhile, at the present time, who will stand for me against the evildoers? or who will stand up with me as avenger against the workers of iniquity? But indeed I might say
PG 23:1205Read from the page
ὁμολογῶν τἀληθῆ, μηδένα βοηθὸν ἐν ἀνθρώποις εὑρήσειν ἐμαυτῷ, ἕνα δὲ μόνον ἐπίκουρον κεκτῆσθαι, τὸν Κύριον, ὃς εἰ μὴ βεβοηθήκει μοι, πάλαι ἂν ὑπὸ τῶν πονηρευομένων καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν νενικημένος τῷ ᾅδῃ παρῴκουν, αὐτῆς μου τῆς ψυχῆς καὶ τῆς λογικῆς, καὶ τῆς κατ' εἰκόνα Θεοῦ γενομένης οὐσίας, τὸν θάνατον καὶ τὸν ᾅδην οἰκητήριον λαχούσης ἔχειν. Ταῦτα δ' οὖν ἔπαθον ἂν, εἰ μὴ αὐτὸς ὁ Κύριος παραστὰς βεβοηθήκει μοι. Εἴ ποτε γοῦν πειραζόμενος ἐν τοῖς ἀγῶσιν ἀντελαβόμην ἀσθενείας ἐμαυτοῦ, ὡς κινδυνεύειν σαλευθῆναι τοὺς πόδας τῆς ἐμῆς ψυχῆς, ὁμολογῶ παραχρῆμα τοῦ ἐλέους σου, Κύριε, αἴσθησιν εἰληφέναι, καὶ ὑπὸ σοῦ βεβοηθῆσθαι· ὡς εἰ μὴ τοῦτό μοι παρῆν ὑποστηρίζον μου τοὺς πόδας, πάλαι ἂν ὀλισθήσας ἐπεπτώκειν ἀπὸ τῆς παρὰ σοὶ στάσεως. Νῦν δὲ τὸ ἔλεός σου, Κύριε, δίδωσί μοι παῤῥησίαν τοῦ λέγειν· Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνας τὰ διαβήματά μου.
confessing the truth, that I shall find no helper for myself among men, but have one helper only, the Lord, who, had He not helped me, I would long ago have been overcome by the evildoers and the workers of iniquity and would have dwelt in Hades, my very soul, the rational substance made in the image of God, having obtained death and Hades as its dwelling. These things, then, I would have suffered, had not the Lord Himself stood by and helped me. If ever, then, being tried in the contests, I perceived my own weakness, so that the feet of my soul were in danger of slipping, I confess that at once I received a sense of Thy mercy, O Lord, and was helped by Thee; so that, had this not been present to me, propping up my feet, I would long ago have slipped and fallen from my standing with Thee. But now Thy mercy, O Lord, gives me boldness to say: Thou hast set my feet upon a rock, and directed my steps.
Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. Οὐ μόνον τοῖς ποσί μου τὸ ἔλεός σου δύναμιν παρεῖχε πρὸς τὸ μὴ σαλευθῆναι, οὐδὲ μόνον ἡ παρὰ σοῦ βοήθεια τὴν ἐμὴν κατεκράτει ψυχὴν πρὸς τὸ μὴ παροικῆσαι τῷ ᾅδῃ· ἀλλὰ καὶ ἃς ἔφερον ἐν τῇ καρδίᾳ μου ὀδύνας, αἱ παρὰ σοῦ παρακλήσεις ἐθεράπευον, ἀποῤῥήτῳ δυνάμει τῆς σῆς χρηστότητος παρακαλούσης μου τὴν ψυχὴν καὶ εὐφροσύνης αὐτὴν πληρούσης. Οὐδὲ γὰρ μία τις ἦν παράκλησις, οὐδὲ δευτέρα, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι ἦν ἀριθμὸς τῶν ἐν τῇ καρδίᾳ μου ὀδυνῶν. Ἐφαμίλλως γοῦν ταῖς ἐμαῖς ὀδύναις τὰς παρὰ σοῦ μοι παρεῖχες παρακλήσεις πρὸς ἑκάστην ὀδύνην, ὥσπερ τι φάρμακον σωτήριον τὴν σὴν παράκλησιν προσφέρων, καὶ ὥσπερ πλείοσι τραύμασι, πλείους καὶ τὰς θεραπείας προσάγων. Τοιούτων δὲ παρακλήσεων ὁ θεῖος Ἀπόστολος ἀντιλαμβανόμενος, ἔφασκεν· Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὅτι καθὼ περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν, οὕτω περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. Καὶ ἦν ἂν εἰπεῖν πρὸς ταῦτα, μεταβαλόντα τό· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, τό· Οὐκ ἄξιον τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου πρὸς τὰς παρακλήσεις σου, ὦ Κύριε, ἐφ' αἷς ηὔφρανας τὴν ψυχήν μου. Εἰ δὲ ἐφ' ἑκάστῃ ὀδύνῃ παρακαλεῖταί τις ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐφροσύνης καταξιοῦταί τις· οὐκ ἂν εὔξαιτο διὰ Θεὸν πλείους ὑπομένειν ὀδύνας, ὡς ἂν πλειόνων τυγχάνοι παρακλήσεων, καὶ πλειόνων τῶν ἐπὶ ταῦτα εὐφροσυνῶν;
According to the multitude of my sorrows in my heart, Thy comforts have gladdened my soul. Not only did Thy mercy give strength to my feet so that they should not slip, nor did Thy help alone prevail over my soul so that it should not dwell in Hades; but the sorrows too that I bore in my heart Thy comforts healed, the ineffable power of Thy goodness comforting my soul and filling it with gladness. For there was not one comfort only, nor a second, but many, and as many as was the number of the sorrows in my heart. Matching my sorrows, then, Thou gavest me Thy comforts for each sorrow, bringing Thy comfort like a saving medicine, and, as for many wounds, applying many remedies too. Laying hold of such comforts, the divine Apostle said: Blessed be God, the Father of mercies, and the God of all comfort, who comforts us in all our affliction, that we may be able to comfort those who are in any affliction, through the comfort with which we ourselves are comforted by God. For as the sufferings of Christ abound in us, so our comfort also abounds. And one might say in answer to this, changing the words: The sufferings of this present time are not worthy to be compared with the glory that shall be revealed in us, into: The multitude of the sorrows in my heart is not worthy to be compared with Thy comforts, O Lord, with which Thou hast gladdened my soul. And if for each sorrow one is comforted by God, and is counted worthy of the gladness that comes from God, would one not pray to endure more sorrows for God's sake, so as to obtain more comforts, and more gladnesses for them?
Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα; Εἰκότως, φησὶ, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου· ἐπειδήπερ
Shall the throne of iniquity have fellowship with Thee, which frames mischief by a decree? With good reason, he says, according to the multitude of the sorrows in my heart Thy comforts have gladdened my soul; since
PG 23:1208Read from the page
οὐ πρόσεστί σοι Θεῷ ὄντι δικαίῳ καὶ ἀγαθῷ θρόνος ἀνομίας· πάντα γὰρ κρίσει δικαίᾳ καὶ ὀρθῷ νόμῳ διοικεῖς· διὸ πλάσσεις κόπον ἐπὶ πρόσταγμα, τουτέστι, τὸ πρόσταγμά σου κόπων καὶ καμάτων ἐστὶ ποιητικὸν διὰ τὰς μετὰ τοὺς πόνους διαδεξομένας ἀμοιβὰς τοὺς καλῶς ἀγωνισαμένους καὶ τὸν κόπον προθύμως καὶ εὐτόνως ὑπομείναντας. Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῷον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Οἱ μὲν ἀσεβεῖς, φησὶν, ἐπὶ τοσοῦτον τὴν τοῦ δικαίου ψυχὴν θηρεύσουσι παγίσιν αὐτὴν καὶ δικτύοις περιβάλλοντες, ἕως ὅτε καὶ μέχρι θανάτου περιελάσωσιν αὐτὴν, αἷμα ἀθῷον καταδικάζοντες. Οὐκ ἀρκοῦνται γὰρ ταῖς διὰ χρημάτων ζημίαις, οὐδὲ ταῖς κατὰ τοῦ σώματος τῶν δικαίων πληγαῖς τε καὶ αἰκίαις, ἀλλὰ καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον κατ' αὐτῶν ἐκφέρουσι. Κἀκεῖνος μὲν τοιοῦτοι· ἐγὼ δὲ καὶ τοιούτων καταφρονεῖν μεμαθηκὼς, καὶ μέχρι θανάτου εὐθαρσῶς ἵστασθαι, εἰδὼς ἔχειν ἐμαυτῷ καταφυγὴν τὸν Κύριον, καὶ βοηθὸν ἐλπίδος μου τὸν Θεόν μου· ὃς ἐμοὶ μὲν βοηθήσει καταφυγή μου γινόμενος· τοῖς δὲ θηρεύουσι τὴν ψυχὴν τοῦ δικαίου, καὶ αἷμα ἀθῷον καταδικάζουσιν, ἀποδώσει τὴν ἀνομίαν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν στρέψει κατ' αὐτῶν ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ, ὅτε καὶ ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν· διὸ καὶ Θεὸς ἐκδικήσεων κατ' ἀρχὰς εἴρηται τοῦ ψαλμοῦ.
the throne of iniquity is not present with Thee, who art a just and good God; for Thou governest all things by just judgement and upright law. Wherefore Thou framest toil by a decree, that is, Thy command produces toils and labours, on account of the rewards that will follow the toils for those who have contended well and endured the toil eagerly and strenuously. They will hunt after the soul of the just, and condemn innocent blood. And the Lord became my refuge, and my God the helper of my hope. And He will render to them their iniquity, and according to their wickedness the Lord our God will destroy them. The impious, he says, will hunt the soul of the just to such a degree, surrounding it with snares and nets, until they drive it even to death, condemning innocent blood. For they are not content with losses in property, nor with blows and outrages against the bodies of the just, but also pronounce the sentence of death against them. They, then, are such; but I have learned to despise even such things, and to stand courageously even unto death, knowing that I have the Lord as my refuge, and my God as the helper of my hope. He will help me, becoming my refuge; but to those who hunt the soul of the just and condemn innocent blood He will render their iniquity upon their own head, and turn their wickedness against them at the time of His just judgement, when also the Lord our God will destroy them; wherefore at the beginning of the psalm He is called the God of vengeances.
ΨΑΛΜΟΣ ϞΔʹ.
PSALM 94.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Οὐ φέρεται παρ' Ἑβραίοις ἡ προγραφή· καὶ εἰκότως· οὔτε γὰρ ψαλμὸν, οὔτε ὕμνον, οὔτε ᾠδὴν εὔλογον ἦν ἐπιγράφειν, τὸν καλοῦντα μὲν τὸν Ἰουδαίων λαὸν ἐπὶ ἀγαλλίασιν, ἀπειλοῦντα δὲ αὐτοῖς ὀργὴν καὶ τὰ τέλη τῶν παραγγελλομένων ἐπὶ σκυθρωποῖς περιγράφοντα. Σημείωσαι δὲ εἴ που καὶ ἀλλαχοῦ τῆς Γραφῆς τὸ, δεῦτε, εἴρηται, καὶ τίνα τρόπον ὡς ἀφεστῶτας καὶ μακρὰν γεγονότας πλησιάζειν αὐτῷ καλεῖ· τηρήσεις καὶ ὅτι πάντοτε τὴν κλῆσιν ἐπ' ἀγαθῷ ποιεῖται, ὡς ἐν τῷ, Δεῦτε τέκνα, ἀκούσατέ μου, καὶ, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ, Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου. Ἐν δὲ τῷ μετὰ χεῖρας ψαλμῷ σαφῶς ἐπὶ ἀγαλλίασιν ἥκειν παρακαλεῖ. Διὸ σημείωσαι, ὅτι μὴ καλῶς ἡγοῦνται οἱ σκυθρωπὸν καὶ ἐπίλυπόν τι νομίζοντες εἶναι τὸν τῆς θεοσεβείας ζυγόν· ἐπ' ἀγαθοῖς γὰρ καὶ φαιδροῖς ποιεῖται τὴν κλῆσιν. Τούτοις παράθες τὸ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ τὰ ὅμοια, ἐναντίως τῷ δεῦτε, τοῖς ἁμαρτάνουσι λεγόμενα. Ἐπειδὴ ἐν τοῖς καιροῖς τῶν πολέμων οἱ νικῶντες ἀλαλάζειν εἰώθασι, καὶ μέγα βοᾷν κατὰ τῶν πολεμίων, εἰκότως οὐ μόνον χαίρειν καὶ ἀγαλλιᾷν, ἀλλὰ καὶ ἀλαλάζειν ἐπὶ τῇ σωτηρίῳ νίκῃ προστάττει. Τίς δ' ἂν εἴη ὁ Σωτὴρ ἡμῶν καὶ Θεὸς ἡμῶν, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὁ εἰπὼν, Θαρ-
Come, let us rejoice in the Lord; let us shout unto God our Saviour. The superscription is not found among the Hebrews, and with good reason: for it was not reasonable to inscribe as a psalm, or hymn, or song, that which calls the people of the Jews to gladness, but threatens them with wrath and brings the end of its injunctions to a gloomy close. Mark whether elsewhere too in Scripture the word "Come" is said, and how He calls those who have withdrawn and gone far away to draw near Him; and you will observe that He always makes the call for good, as in: Come, children, hear me; and, Come, let us go up to the mountain of the Lord; and, Come unto Me, all ye that labour; and, Come, ye blessed of My Father. But in the psalm before us He plainly summons them to come to gladness. Wherefore mark that those who consider the yoke of piety something gloomy and grievous do not judge rightly; for He makes the call to good and cheerful things. Set beside these the words, Depart into the eternal fire, and the like, said to sinners in contrast to "Come." Since in times of war the victors are accustomed to shout and cry aloud against their enemies, with good reason He commands not only rejoicing and gladness but also shouting at the saving victory. And who would be our Saviour and our God, but the Word of God who said, Take [courage],
PG 23:1209Read from the page
σεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον; ὁ καὶ ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς πάλαι κατακρατούσης ἡμῶν δαιμονικῆς ἐνεργείας, οὗ καὶ τὸ Ἰησοῦς ὄνομα σωτῆρος Ἑβραϊκῇ φωνῇ σημαίνει. Τίνας δὲ προηγουμένως ὁ λόγος ἐπὶ τὴν ἀγαλλίασιν παρακαλεῖ, εὕροις ἂν ἐπιστήσας τοῖς ἑξῆς, ἐν οἷς εἴρηται, Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Σαφῶς γὰρ διὰ τούτων δηλοῖ τοὺς υἱοὺς τῶν ἐν τῇ ἐρήμῳ παραπικρανάντων, δῆλον δ' ὅτι τοὺς ἐκ περιτομῆς. Τούτους τοιγαροῦν ἀνακαλεῖται λέγων· Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Θεσπίζει δ' ὅτι μὴ ὑπακούσονται τῇ κλήσει· λέγει δ' οὖν ἐπὶ τέλει· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἐκεῖνοι ἀεὶ πλανῶνται τῇ καρδίᾳ, εἰκότως ὁ ἐπιφερόμενος ἑξῆς ψαλμὸς τὰ ἔθνη πάντα καλεῖ ἐπὶ τὸ καινὸν ᾆσμα, καὶ ἐπὶ τὴν ἐν Θεῷ ἀγαλλίασιν.
[cour]-age, I have overcome the world? He who also delivered us from the demonic activity that of old held us in subjection, whose very name Jesus signifies Saviour in the Hebrew tongue. Whom the word primarily summons to gladness, you would find by attending to what follows, where it is said: In the day of trial in the wilderness, where your fathers tempted Me. For by these words He plainly indicates the sons of those who provoked Him in the wilderness, that is, those of the circumcision. These, then, He recalls, saying: Come, let us rejoice in the Lord. But He foretells that they will not obey the call; at the end, then, He says: They always err in heart. And they have not known My ways, as I swore in My wrath, If they shall enter into My rest. Since, then, they always err in heart, with good reason the next psalm calls all the nations to the new song, and to gladness in God.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἐπὶ μὲν τῆς πρώτης αὐτοῦ παρουσίας τὸ πρόσωπον αὐτοῦ τὸ ἔνθεον ἀποκρύψας ὁ τοῦ Θεοῦ Λόγος, τὴν τοῦ δούλου μορφὴν περιεβάλετο· διὸ εἴρηται· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Ἐπὶ δὲ τῆς δευτέρας αὐτοῦ παρουσίας ἀνακεκαλυμμένῳ προσώπῳ καὶ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστήσεται· διόπερ ὁ λόγος, προστάξας τὰ εἰρημένα διὰ τῶν πρώτων, ἅπερ ἐχρῆν ἐπὶ τῆς προτέρας αὐτοῦ παρουσίας πράττειν, ἑξῆς ἀκολούθως τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου ἐπιφανείας ὑπομιμνήσκει, παρακελευόμενος προλαβεῖν τὸ μέλλον, καὶ προφθάσαι τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Καλὸν γὰρ προφθάσαι καὶ προλαβεῖν, καὶ πρὶν φανῆναι τὸ πρόσωπον αὐτοῦ ἔνδοξον, ἐφ' οἷς ἡμάρτομεν ἀποκάθαρσιν ἑαυτοῖς πορίσασθαι διὰ τῆς ἐξομολογήσεως. Γένοιτο δ' ἂν ἡ ἐξομολόγησις γνησία, εἰ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ, τουτέστι διὰ τῶν ὀργάνων τῆς ψυχῆς, ἅπερ ἐστὶ τὰ σώματα· δι' ὧν προσήκει τὸν καλούμενον ἀλαλαγμὸν ἐπιτελεῖν, βίῳ σώφρονι καὶ πολιτείᾳ ἐναρέτῳ τὴν τοῦ θείου Πνεύματος ἁρμονίαν καὶ τὸν ἅγιον ῥυθμὸν ἐπιδεικνυμένους. Ταῦτα δὲ προηγουμένως πρὸς τὸν Ἰουδαίων λέλεκται λαὸν, προκαλουμένου αὐτοὺς τοῦ λόγου ἐπὶ τὴν τοῦ Σωτῆρος ἡμῶν γνῶσιν· ὅμως δὲ καὶ πρὸς πάντας ἡμᾶς χρησίμως ἂν ἐφαρμοσθείη. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Τὰ παρηγγελμένα διὰ τῶν ἔμπροσθεν ἐν τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, δηλαδὴ τῷ τοῦ Θεοῦ Λόγῳ, ἐπιτελεστέον, διά τε τὰ ἄλλα, καὶ διότι φύσει μέγας ὢν Θεὸς καὶ μέγας τυγχάνει βασιλεὺς, ἅτε μονογενὴς ὢν τοῦ Θεοῦ Λόγος. Βασιλεὺς δὲ μέγας ἐστὶν ἐπὶ πάντας τοὺς θεοὺς, ἢ κατὰ τὸν Σύμμαχον, ἐπάνω πάντων τῶν θεῶν· ἤτοι τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένων· ἢ τῶν Μωϋσεῖ παραπλησίων, ᾧ εἴρηται, Τέθεικά σε θεὸν Φαραώ· ἢ θεῶν περὶ ὧν εἴρη-
Let us come before His face with thanksgiving, and shout unto Him with psalms. At His first coming, the Word of God hid His divine face and put on the form of the servant; wherefore it is said: A man under affliction and knowing how to bear infirmity; for He turned away His face, He was dishonoured and not esteemed. But at His second coming He will appear with unveiled face and with power and great glory; wherefore the word, after commanding in its earlier verses what had to be done at His former coming, next recalls in due order His second and glorious manifestation, exhorting us to anticipate the future and to come before His face with thanksgiving. For it is good to come beforehand and anticipate, and, before His glorious face appears, to procure for ourselves through confession cleansing from the sins we have committed. And the confession would be genuine if we shout unto Him with psalms, that is, through the instruments of the soul, which are the bodies; through them we ought to perform what is called the shout, displaying by a temperate life and virtuous conduct the harmony of the divine Spirit and the holy rhythm. These things are said primarily to the Jewish people, the word summoning them to the knowledge of our Saviour; yet they may usefully be applied to all of us too. For the Lord is a great God and a great King over all gods. The things commanded above are to be performed in the Lord and our Saviour, that is, the Word of God, both for other reasons and because, being by nature a great God, He is also a great King, since He is the only-begotten Word of God. He is a great King over all gods, or according to Symmachus, above all the gods: either those erroneously acknowledged among the nations; or those like Moses, to whom it was said, I have made thee a god to Pharaoh; or gods of whom it is [said],
PG 23:1212Read from the page
ται· Θεὸς θεῶν Κύριος ἐλάλησε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· οὐδεὶς γὰρ αὐτῷ τούτων ὅμοιος. Δι' ὃ καὶ ἀλλαχοῦ εἴρηται· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;
-id: The God of gods, the Lord has spoken; and, God stood in the assembly of gods; for none of these is like Him. Wherefore elsewhere too it is said: For who in the clouds shall be equalled to the Lord, who shall be likened to the Lord among the sons of God?
Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσι. Καὶ διὰ τοῦτο ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν τῷ Θεῷ, οὐ μόνον ὅτι Κύριος καὶ Θεός ἐστι καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεοὺς, ἀλλ' ὅτι καὶ ὑπηγάγετο καὶ ὑφ' ἑαυτὸν ἐποιήσατο τὰ πέρατα τῆς γῆς. Τοῦτο γὰρ αἰτήσας παρὰ τοῦ Πατρὸς εἴληφε κατὰ τό· Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Εἰ δὲ καί τινα ἦν ὕψη ὀρέων, ἤτοι τὰ παρὰ τῇ θείᾳ Γραφῇ τετιμημένα, ὡς τὸ Σιναΐ, καὶ τὸ Χωρὴβ, τό τε Θαβὼρ, καὶ τὸ ὄρος Σιὼν, καὶ τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ εἴ τι ἄλλο τούτοις παραπλήσιον· ἢ καὶ τὰ τούτοις ἐναντία, τὰ δὴ ὑπὸ δαιμόνων πάλαι κρατούμενα, ἐν οἷς ἐθυσίαζον ὡς θεοῖς τοῖς πονηροῖς δαίμοσι τὰ ἔθνη· ἀλλὰ καὶ ταῦτα πάντα δεδιδάγμεθα ὅτι τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἴδια τυγχάνει· αὐτὸς γὰρ ἦν ὁ ποιητὴς αὐτῶν. Μήποτε δὲ ἐν μὲν τῇ χειρὶ αὐτοῦ τὰ πέρατά εἰσι τῆς γῆς, διὰ τὸ ὑπὸ τὴν αὐτοῦ χεῖρα διοικεῖσθαι τὰ περίγεια, τὰ δὲ ἐπουράνια, τροπικῶς ὕψη ὀρέων ὀνομαζόμενα, κρεῖττόν τι ἔχει τῶν ἐπὶ γῆς; ἐπειδήπερ αὐτοῦ ἐστιν οἷόν τι κτῆμα καὶ οἰκητήριον τῆς βασιλείας· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Μὴ θαυμάσῃς, φησὶν, εἰ τὰ πέρατα τῆς γῆς αὐτοῦ τυγχάνει· καὶ εἰ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. Ἀλλὰ γὰρ μάνθανε, ὅτι καὶ τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας, ἐφ' ᾧ ἐστερέωται ἡ γῆ, αὐτοῦ ἔργον ὑπάρχει· οὐ μόνον κτῆμα ὂν, ἀλλὰ καὶ ποίημα αὐτοῦ. Τὴν μὲν οὖν θάλασσαν, δι' ἧς τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας δηλοῦται, αὐτὸς ἐποίησε· τὴν δὲ ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν· τάχα διὰ τὸ λέγεσθαι· Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· καὶ πάλιν· Ἔπλασεν ὁ Θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ θηρία. Ἔοικε δὲ τὸ τῆς γῆς στοιχεῖον, σφαιροειδὲς ὂν, ὡς φασιν, ἢ καὶ ἄλλως κατά τινα τρόπον ἐσχηματισμένον, λόγῳ Θεοῦ καὶ αὐτὸ τὴν τοιάνδε πλάσιν εἰληφέναι. Διὸ ἀκριβῶς καὶ κατὰ φυσικὸν λόγον εἴρηται τό· Καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
For in His hand are the ends of the earth, and the heights of the mountains are His. For this reason too let us rejoice and shout unto God, not only because He is Lord and God and a great King over all gods, but because He also subjected and brought under Himself the ends of the earth. For He received this by asking it from the Father, according to the words: Ask of Me and I will give Thee the nations for Thine inheritance, and the ends of the earth for Thy possession. And if there were any heights of mountains, either those honoured in the divine Scripture, such as Sinai and Horeb and Tabor and Mount Sion and the Mount of Olives, and anything else like these; or those opposite to them, namely those of old held by demons, in which the nations sacrificed as to gods to the evil demons; yet we have been taught that all these too are the property of our Lord and Saviour, for He was their maker. But perhaps the ends of the earth are in His hand because earthly things are governed under His hand, while the heavenly things, figuratively called heights of mountains, have something better than those on earth, since they are His own possession, as it were, and the dwelling of His kingdom. For the sea is His and He made it, and His hands formed the dry land. Do not marvel, he says, if the ends of the earth are His, and if the heights of the mountains are His. But learn that the whole element of the watery substance too, on which the earth is established, is His work, being not only His possession but also His creation. He Himself, then, made the sea, by which is signified the whole element of the watery substance; but His hands formed the dry land, perhaps because it is said: God took dust from the earth and formed man; and again: God formed from the earth all the beasts. It seems that the element of earth, being spherical, as they say, or otherwise shaped in some fashion, itself received this particular formation by God's word. Wherefore accurately and in accordance with natural reason it is said: And His hands formed the dry land.
Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Τὴν ἔνθεον τοῦ Κυρίου δύναμιν διὰ τῆς προτεθείσης διδασκαλίας παραστήσας ὁ λόγος, ἀνωτέρω τε εἰπὼν, Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, νῦν ἀναγκαίως διασαφεῖ τὸν τρόπον τῆς ἐξομολογήσεως. Πάνυ δὲ προτρεπτικῶς ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἀπὸ τῶν σκυθρωποτέρων ἤρξατο, ἀλλ' ἀπὸ τῶν φαιδροτέρων, ὡς ἂν μὴ ἀνατραπεῖεν οἱ καλούμενοι τὸ, προσπέσωμεν καὶ κλαύσωμεν, εὐθὺς ἐν ἀρχαῖς ἀκούσαντες· εἰ μὴ ἄρα δύο τάγματα διὰ τούτων δηλοῖ· ἓν μὲν τὸ κρεῖττον, ὃ
Come, let us worship, and fall down and weep before the Lord who made us. Having set forth the divine power of the Lord through the preceding teaching, and having said above, Let us come before His face with thanksgiving, the word now necessarily explains the manner of the confession. Beginning the psalm most exhortatively, it did not start here from the gloomier things, but from the more cheerful, lest those who are called should be overthrown on hearing at the very beginning the words, Let us fall down and weep; unless perhaps by these words it indicates two ranks: one the better, which