κότας· Οὐκ ὄψεται ὁ Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακὼβ, ἀποκρίνεται λέγων· Καὶ πῶς, ὦ τὴν διάνοιαν ἀληθῶς τυφλοὶ, οὐ δύναται μὴ ὁρᾷν, μηδὲ ἀκούειν, ὁ τοῖς μὴ ἔχουσι ταῦτα παρασχόμενος; Πάντως γάρ που ὁ μεταδιδοὺς ἑτέροις πρῶτος αὐτὸς κέκτηται ταῦτα, ὧν μεταδίδωσιν. Ἔστι δὲ ὁ λόγος κατὰ συλλογισμὸν εἰρημένος καὶ κατασκευαστικὸς τοῦ περὶ προνοίας δόγματος. Προσῆκε δὲ μάλιστα τοῖς τοιούτοις τῶν θείων Γραφῶν ἐφιστάναι τὸν νοῦν τόποις, εἰς ἀπόδειξιν τοῦ μὴ ἄλογον πίστιν προβάλλεσθαι ἡμῖν ὑπ' αὐτῶν, μετὰ λογισμῶν δὲ ἐναργῶν καὶ ἀποδείξεων λογικῶν τὰς τῶν δογμάτων μαρτυρίας παρέχειν· Μυρία δ' ἂν εἴη τοιαῦτα ταῖς ἱεραῖς βίβλοις κατεσπαρμένα. Συλλογίζεται τοιγαροῦν τοὺς ἀσεβεῖς καὶ ἀθέους τοῦ μὴ ἐφορᾷν τὸν Θεὸν τὰ ἀνθρώπινα φάσκοντας. Πότερα γὰρ, φησὶν, ὦ οὗτοι, αὐτόματος ὑπέστη τῶν ζώων ἡ φύσις, ἢ γέγονεν ἔκ τινος αἰτίου; Τὸ μὲν οὖν φάσκειν εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλόγως καὶ αὐτομάτως τὴν ἄζωον καὶ ἄψυχον καὶ ἀνόητον ὕλην τὰ τοσαῦτα ζῶα καὶ τὴν ἐφ' ἑκάστῳ γένει τῶν ζώων τοιάνδε κατασκευὴν, τάς τε ἐν αὐτοῖς μορφὰς καὶ τὰ εἴδη καὶ τὴν τοσαύτην τῶν μερῶν τε καὶ μελῶν διάθεσιν, τήν τε τοῦ κάλλους ποικιλίαν, καὶ τὰς τοσαύτας διαφορὰς προενηνοχέναι, σφόδρα μωρὸν καὶ ἠλίθιον, καὶ ἀνδρῶν ὡς ἀληθῶς τὰς ψυχὰς νενεκρωμένων. Πῶς γὰρ τὸ μὴ ζωῆς μετέχον ζωὴν ἑτέρῳ ἂν παράσχοι; ἢ τὸ ἄψυχον πῶς ἂν ψυχὴν ὑποστήσαιτο; ἢ τὸ ἄλογον πῶς ἂν λογικόν τι κατασκευάσειε; Πῶς δὲ τὴν ἀρχὴν κινηθήσεται, ἢ πῶς ἕτερον κινήσει τὸ ἐξ ἑαυτοῦ τὴν φύσιν ἀκίνητον; Τοιοῦτον δὲ τὸ τῆς γῆς στοιχεῖον, ἐξ οὗ παντοῖα προῆλθε ζώων γένη, ὀφθαλμοὺς ἔχοντα καὶ ὦτα καὶ τὰ λοιπὰ αἰσθητήρια, ζωῆς καὶ κινήσεως καὶ ὁρμῆς μέτοχα; ἄνθρωπος δὲ καὶ τούτων ἐπάγεται πλέον, λογικῆς ὢν φύσεως, νοῦ τε καὶ ἐπιστήμης δεκτικὸς τυγχάνων. Ἆρ' οὖν ἐξ ἀλόγου καὶ ἀψύχου στοιχείου τὰ τοιάδε πάντα ὑπέστη; Ἀλλὰ καὶ τὸν μὴ βουλόμενον ὁμολογεῖν αὐτὰ νικᾷ ἡ ἐνέργεια, καὶ ὁ κατὰ φύσιν λογισμὸς τἀληθῆ λέγειν ἐκβιάζεται, τὸ μὴ τὴν ἄψυχον ὕλην, μηδὲ τὴν ξηρὰν καὶ ἄλογον οὐσίαν τούτων ὑπάρχειν αἰτίαν· νοῦν δέ τινα θεῖον καὶ δημιουργικὸν εἶναι Λόγον Θεοῦ τὸν κοσμοποιὸν, καὶ πάντων ποιητὴν αὐτὸν, καὶ τοῖς λοιποῖς ἅπασι καὶ αὐτῷ ἀνθρώπῳ αἰσθήσεις δεδωκότα σώματος, καὶ ψυχῆς λογισμὸν, καὶ νοῦν πρὸς τούτοις εἰς τὸ ἐπιβάλλειν τῇ φύσει τῶν πραγμάτων· καὶ θεωρεῖν μὲν ὀφθαλμοῖς τὰ ὁρατὰ, ὠσὶ δὲ τὰ ἀκουστὰ ἀκούειν, λογισμῷ δὲ συνιέναι τὰ νοητά. Πῶς οὖν οἷόν τε τὸν ἑτέροις τοῖς μὴ παρ' ἑαυτῶν ἔχουσι παρεσχηκότα τὴν ὁρατικὴν δύναμιν, αὐτὸν μὴ ὁρᾷν; Πῶς δὲ δυνατὸν τὸν ἐν τῷ γεώδει καὶ πηλίνῳ σκεύει διατρήσαντα ἀκοὴν καὶ οὖς, ἔνθεν τὰ εἰς ὦτα ἀκούειν τὴν ἄναυδον καὶ κωφὴν ὕλην τῶν ἔξωθεν φωνῶν, αὐτὸν, μὴ οὐχὶ πρὸ πάντων πολὺ κρειττόνως καὶ μειζόνως τοῖς τῶν ἀνθρώπων ἐπιβάλλει λογισμοῖς; Εἰ δὲ καὶ ὅλα ἔθνη τὰ ἐπὶ γῆς βάρβαρά τε καὶ Ἑλληνικὰ, φυσικαῖς ἐννοίαις κινούμενα, ἃς ὑπὸ Θεοῦ εἰλήφασι, νόμους τινὰς καὶ διατάξεις ἑαυτοῖς διετυπώσαντο· πῶς οὐχὶ ὁ ταύτην αὐτοῖς τὴν σύνεσιν δεδωρημένος Θεὸς ἐλέγξει τοὺς παρὰ τὴν φύσιν καὶ παρὰ τὰς ὀρθὰς ἐννοίας
-ed: The Lord shall not see, neither shall the God of Jacob understand, He answers, saying: And how, O ye truly blind in mind, can He not see, nor hear, who has supplied these things to those who do not have them? For surely he who imparts to others himself first possesses the things he imparts. The argument is stated by way of syllogism and establishes the doctrine of providence. It is especially fitting to fix the mind on such passages of the divine Scriptures, as a proof that they do not put before us an irrational faith, but furnish the testimonies to the doctrines with clear reasonings and logical demonstrations; and countless such things would be found scattered through the sacred books. He reasons, therefore, against the impious and godless who say that God does not oversee human affairs. For, he says, O you, did the nature of living things come into being of itself, or has it come to be from some cause? Now to say that at random and by chance, irrationally and of itself, lifeless, soulless and mindless matter brought forth so many living things, and the particular structure in each kind of living thing, and the shapes and forms in them, and so great an arrangement of parts and limbs, and the variety of beauty, and so many differences, is utterly foolish and silly, and the mark of men truly dead in their souls. For how could that which has no share in life give life to another? or how could the soulless produce a soul? or how could the irrational fashion anything rational? And how will that be moved at all, or how will it move another, which is by its own nature motionless? And such is the element of earth, from which came forth all kinds of living things, having eyes and ears and the other organs of sense, sharing in life and movement and impulse; and man brings in still more than these, being of a rational nature and capable of mind and knowledge. Did all such things, then, come into being from an irrational and soulless element? But the working itself overcomes even him who does not wish to admit it, and natural reason compels him to speak the truth: that soulless matter, the dry and irrational substance, is not the cause of these things, but that a certain divine and creative Mind, the Word of God, is the maker of the world, and that He is the maker of all, and has given to all the rest and to man himself the senses of the body, and the reasoning of the soul, and besides these a mind for applying itself to the nature of things; and to behold visible things with the eyes, to hear audible things with the ears, and to understand intelligible things with the reason. How then is it possible that He who has furnished the power of sight to others who do not have it of themselves should not see Himself? And how is it possible that He who pierced hearing and the ear in the earthy vessel of clay, whereby the voiceless and deaf matter hears the voices from without that come to the ears, should not, before all things, apply Himself far better and more greatly to the thoughts of men? And if whole nations on earth, barbarian and Greek, moved by natural notions which they have received from God, have laid down for themselves certain laws and ordinances, how shall not God, who has given them this understanding, reprove those who, against nature and against right notions,