Migne Reading Room

PG 23 · cols. 1177–1188 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1177Read from the page
Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ μὲν ἄφρων καὶ ἀσύνετος, ὁρῶν ἀσεβεῖς εὐθυμουμένους, δικαίους δὲ καὶ εὐσεβεῖς κακουμένους οὐ συνίησι τοὺς τῆς Προνοίας λόγους, ἀλλ' εὐθὺς ἐπ' ἀσεβεῖς τρέπεται λογισμοὺς, ἐκπίπτων εἰς ἀθεότητα· ἐγὼ δὲ, τῷ ποιήματί σου ἐνορῶν, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου, μετὰ τῶν ἄλλων συνεῖδον, ὅτι τὸ τέλος τῶν κατὰ τὸν βίον εὐθυμούντων ἀσεβῶν ὄλεθρον περιέχει καὶ ἀπώλειαν· διὸ πολὺ πλέον τοὺς τῆς θείας κρίσεως λόγους ὑπερεκπλήττομαι. Ὥσπερ γοῦν χόρτος καὶ τὰ ἀπὸ γῆς ἄνθη πρὸς ὀλίγον ὡραῖα φαίνεται, καὶ θέλγει τὴν ὅρασιν, καὶ τὴν αἴσθησιν ἅπασαν, ὅσον δὲ οὐδέπω μεταβάλλει καὶ τρέπεται, φθίνει τε ῥᾷστα καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ οἱ παρὰ τοῖς πολλοῖς θαυμαζόμενοι ἁμαρτωλοὶ ἅμα τε ἀνέτειλαν, καὶ πρὸς ὀλίγον ἀνθήσαντες, διέκυψαν, ἐφάνησάν τε τίνες ποτέ εἰσι, καὶ ὁποίας προαιρέσεως· εἶτ' οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν οὐκέτι βραχὺς καὶ πρόσκαιρος ὄλεθρος, ἀλλὰ διηνεκὴς ἀπώλεια. Ἐπειδήπερ ἡ σὴ δικαιοκρισία τοῖς ἀνθρωπίνοις ἐφέστηκε πράγμασι, διὸ δὴ μάλιστα συγκεχωρῆσθαι τοῖς ἁμαρτωλοῖς καὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν τὸ ἀνατεῖλαι καὶ διακῦψαι ἡγοῦμαι· ὡς ἂν ἐλεγχθείη αὐτῶν ἡ προαίρεσις, οὐ καλῶς τοῖς τοῦ Θεοῦ δωρήμασι κεχρημένη· διόπερ ἔκδικος αὐτοὺς ὄλεθρος αἰώνιος διαδέξεται.
When the sinners sprang up like grass, and all the workers of iniquity peeped forth, that they might be destroyed for ever and ever. The senseless and foolish man, seeing the impious in good cheer and the just and pious ill-treated, does not understand the reasons of Providence, but at once turns to impious reasonings, falling into godlessness; but I, looking into Thy work and the works of Thy hands, saw with the rest that the end of the impious who are cheerful in this life holds destruction and ruin; wherefore I am all the more struck with wonder at the reasons of the divine judgement. For as grass and the flowers of the earth appear beautiful for a little while, and charm the sight and every sense, but before long change and turn, and wither very easily and perish; in the same way the sinners admired by the many both sprang up, and having flowered for a little while, peeped forth, and were shown who they are and of what choice; then not long after there came upon them no longer a brief and temporary destruction, but everlasting ruin. Since Thy just judgement presides over human affairs, therefore I think that the springing up and peeping forth has been allowed above all to the sinners and to those who work iniquity, so that their choice may be exposed, as not using the gifts of God well; wherefore an avenging eternal destruction will receive them.
Σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἐπακούσεται τὸ οὖς μου. Σὺ μὲν, φησὶν, ὦ Κύριε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων Ὕψιστος ἐν ὑψηλοῖς διαμενεῖς τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐ ταπεινούμενος, οὐκ ἀλλοιούμενος, οὐ κρείττων σαυτοῦ γινόμενος, οὐ τοῖς ταπεινοῖς τῶν ἐπὶ γῆς ὁμοιούμενος, οὐδὲ μικρόν τι καὶ ταπεινὸν φρονῶν καὶ πράττων, ἀλλ' εἰς ἄπειρον σαυτῷ διαμένων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως ἄλλοτε ἄλλως φερόμεθα, καὶ μεταβαλλόμεθα. Οἱ μὲν οὖν ἐχθροί σου, ὦ Κύριε, ὡς ἂν ἑαυτοὺς ἀλλοτρίους καταστήσαντες τῆς παρὰ σοὶ ζωῆς, ἔχθραν τε ἀντὶ φιλίας πρὸς σὲ τὸν μόνον ἀγαθὸν ἑλόμενοι, ἀπολοῦνται, ἑαυτοῖς αἴτιοι γενόμενοι ἀπωλείας, διὰ τὸ μὴ ἐθελῆσαί σοι παραμένειν καὶ σοι φιλωθῆναι· ἔχθραν δὲ ἄρασθαι τὴν πρὸς σὲ τὸν ἑαυτῶν ποιητήν τε καὶ σωτῆρα. Διὸ κἂν μυρία συναγάγωσιν ἐν τῷ βίῳ τούτῳ χρήματα, καὶ πλοῦτον, καὶ θησαυροὺς, ἀλλὰ τὰ πάντα σὺν ταῖς αὐτῶν ψυχαῖς καὶ αὐτοῖς σώμασι διασκορπισθήσονται. Ἐγὼ δὲ ὁ τὴν πρὸς σὲ γνῶσιν καὶ φιλίαν ἀσπασάμενος, καὶ τῶν ἐχθρῶν σου ἀλλότριος γεγονὼς, πέπεισμαι, ὅτι τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς τεύξομαι τῇ σῇ δικαιοκρισίᾳ πιστεύων· ὥστε εἰ καὶ κατὰ τὸν παρόντα βίον ἄδοξός τις εἶναι δοκοίην καὶ ταπεινὸς παρὰ τοῖς πολλοῖς,
But Thou, O Lord, art Most High for ever. For behold Thine enemies, O Lord, for behold Thine enemies shall perish, and all the workers of iniquity shall be scattered. And my horn shall be exalted like that of the unicorn, and my old age in rich oil. And my eye hath looked upon my enemies, and my ear shall hear of the wicked that rise up against me. Thou indeed, he says, O Lord, being always the same and in the same way, wilt remain Most High in the heights for all the ages, not changing, not humbled, not altered, not becoming greater than Thyself, not made like the lowly things on earth, nor thinking or doing anything small and lowly, but remaining like Thyself without end; but we, the lowly and far removed from Thy power, are carried now one way, now another, and are changed. Thine enemies then, O Lord, as having made themselves strangers to the life that is with Thee, and having chosen enmity instead of friendship towards Thee, the only good, shall perish, becoming the causes of ruin to themselves, through not wishing to remain with Thee and to be made friends with Thee, and taking up enmity towards Thee, their Maker and Saviour. Wherefore, even if they gather countless riches in this life, and wealth, and treasures, yet all things shall be scattered together with their souls and their very bodies. But I, who have embraced knowledge of and friendship with Thee, and have become a stranger to Thine enemies, am persuaded that I shall obtain the change for the better, trusting in Thy just judgement; so that even if in the present life I should seem to be someone without glory and lowly in the eyes of the many,
PG 23:1180Read from the page
ἀλλ' ἐν τῷ τέλει τῶν πραγμάτων ὑψωθήσομαι, μᾶλλον δὲ τὸ κέρας μου ὑψωθήσεται, τουτέστιν ἡ ἐλπὶς τῆς προσδοκωμένης μου παρὰ σοὶ βασιλείας, ἥτις ὑψωθήσεται τοσοῦτον, ὅσον καὶ ἡ τοῦ μονοκέρωτος. Εἰ γάρ ἐστί τις ἐν νοητοῖς μονόκερως ἓν κέρας ἐπιγραφόμενός σε τὸν αὐτοῦ Πατέρα, εὖ οἶδα καὶ αὐτὸς ὁμοίως ἐκείνῳ ὑψωθησόμενος. Ἐπεὶ γὰρ κεκλήμεθα κληρονόμοι εἶναι Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, πέπεισμαι, φησὶ, τῆς αὐτῆς τῷ Χριστῷ σου βασιλείας ἀπολαύσειν, ὁπηνίκα τὸ γῆράς μου, τουτέστι τὰ ἔσχατα τῆς ἐμῆς ζωῆς ὑψωθήσεται ἐν ἐλαίῳ πίονι. Εἰ γὰρ καὶ τὰ μάλιστα τὰ τῆς νεότητος καὶ τὰ τῆς ἀκμῆς τῆς ἐμῆς ψυχῆς ὡς ἐν ἀγῶνι τῷ παρόντι βίῳ ταπεινοῦται γυμναζόμενα, ἀλλὰ τά γε ἔσχατα καὶ τῆς ψυχῆς αὐτῆς τὸ γῆρας, τουτέστιν ἡ τελείωσις τεύξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς, ἐν ἐλαίῳ περιττεύοντι καὶ πλουσίῳ καὶ πίονι, τῷ παρὰ σοὶ, τῷ ἐλεήμονι Θεῷ ζησομένης. Τότε δὴ τότε καὶ ὁ νῦν ἐπὶ τοῖς ἁμαρτωλοῖς ἐκτηκόμενός μου ὀφθαλμὸς, καὶ τὸν θνητὸν βίον ἀποκλαόμενος, ἐπόψεται τοῖς ἐχθροῖς μου, ὁρῶν δίκην τὴν πρέπουσαν διδόντας τοὺς νῦν παρὰ τοῖς πολλοῖς δοξαζομένους, ὧν τὸ τέλος διασκορπισμῷ παραδοθήσεται. Τότε δὲ οὐ μόνον ὁ ὀφθαλμός μου, ἀλλὰ καὶ αὐτὸ τὸ οὖς τῆς ἐμῆς ψυχῆς τὸ τέλος ἀκούσεται τῶν σήμερον ἐπανισταμένων ἐπ' ἐμὲ καὶ πονηρευομένων. Τούτων δ' οὖν ἕνεκα πάντων ὑπερθαυμάζων τοὺς τῆς σῆς προνοίας λόγους, καὶ τὴν ἀποκειμένην τοῖς πᾶσι παρὰ σοῦ δικαιοκρισίαν, ἐγὼ μὲν ὑπερευφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν σου· πᾶς δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος οὐ συνίησι ταῦτα. Διὸ δή φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! καὶ οὐχ ἁπλῶς ἐβαθύνθησαν, ἀλλὰ σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου· καθ' οὓς διαλογισμοὺς ἀποῤῥήτως καὶ βαθέως διοικεῖ τὸ πᾶν, ἐπιτρέπων καὶ συγχωρῶν ἀσεβέσι μὲν κατὰ τὸν παρόντα καιρὸν ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, τοὺς δὲ εὐσεβεῖς ταπεινοῦσθαι, ὧν τὰ τέλη μαρτυρεῖ σου τῇ θαυμαστῇ καὶ πανσόφῳ διοικήσει· ἃ δὴ συνιδὼν καὶ ὁ θεῖος Ἀπόστολος ἐξεφώνησε τὸ, Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματά σου, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
but in the end of affairs I shall be exalted, or rather my horn shall be exalted, that is, the hope of the kingdom I await with Thee, which shall be exalted as much as that of the unicorn. For if there is among intelligible beings a unicorn who bears one horn, inscribing Thee as his Father, I know well that I too shall be exalted like him. For since we have been called to be heirs of God and joint heirs with Christ, I am persuaded, he says, that I shall enjoy the same kingdom as Thy Christ, when my old age, that is, the last things of my life, shall be exalted in rich oil. For even if the things of youth and of the prime of my soul are especially humbled, being exercised as in a contest in the present life, yet the last things too, the old age of the soul itself, that is, its perfection, shall obtain the change for the better, in oil abundant and rich and fat, [the soul] that is to live with Thee, the merciful God. Then, then indeed my eye too, that now wastes away over the sinners and weeps for the mortal life, shall look upon my enemies, seeing those now glorified by the many paying the fitting penalty, whose end shall be given over to scattering. And then not only my eye, but the very ear of my soul shall hear the end of those who today rise up against me and work wickedness. Being amazed above all, then, for the sake of all these things, at the reasons of Thy providence and the just judgement laid up by Thee for all, I am glad beyond measure and rejoice at the works of Thy hands; but every senseless man and fool does not understand these things. Therefore I say: "How great are Thy works, O Lord!" and not simply "were made deep", but "Thy thoughts were made exceedingly deep"; by which thoughts Thou dost govern the universe ineffably and deeply, permitting and allowing the impious to be lifted up and exalted for the present time, and the pious to be humbled, whose ends bear witness to Thy wonderful and all-wise governance; which the divine Apostle too saw, and cried out: "O the depth of the riches both of the wisdom and knowledge of God! how unsearchable are Thy judgements, and His ways past finding out!"
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Οἱ μὲν ἁμαρτωλοὶ ὡσεὶ χόρτος ἐλέγοντο ἀνατέλλειν, καὶ καταλλήλως τῷ παραδείγματι τοῦ χόρτου, οὐκ εἰς μακρὸν διαφθείρεσθαι· ἅμα τε γὰρ ἀνέτειλεν ὁ χόρτος καὶ ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὥσπερ οὖν καὶ ἡ τῶν ἁμαρτωλῶν ζωή τε καὶ δόξα· ὁ δὲ δίκαιος οὐ κατὰ τὸν χόρτον, ἀλλὰ φοίνικος δίκην ἀνθήσει, ἄνω που φέρων τὰς ῥίζας, καὶ τὰς κομὰς, οὐ χαμαὶ κειμένας, ἀλλ' εἰς οὐρανὸν ἐκτεινομένας. Τούτων μὲν οὖν ἕνεκα φοίνικι παραβληθείη ἂν ὁ δίκαιος, οὐκ ἔτι δὲ καὶ τῷ μονοφυεῖ στελέχει τοῦ φοίνικος· πολυπληθεῖ γὰρ ἐν τοῖς κλάδοις τοῖς ἅμα αὐτῷ καὶ δι' αὐτοῦ σωζομένοις. Οὗ ἕνεκα παραβλητέον αὐτῇ τῇ κέδρῳ, οὐχ ἁπλῶς, ἀλλὰ τῇ ἐν τῷ Λιβάνῳ· πολλὴ δὲ αὕτη καὶ μεγαλοφυὴς πληθύουσα· ἅτε ἐν ὄρει φύουσα λιπαρωτάτῳ, φέρουσα
The just shall flourish like the palm tree; he shall be multiplied like the cedar that is in Libanus. The sinners were said to spring up like grass, and, in keeping with the example of the grass, to be destroyed before long; for as soon as the grass sprang up it withered, and its flower fell, as indeed the life and glory of sinners do; but the just man shall flourish not like the grass, but after the manner of the palm tree, bearing his roots somewhere upward, and his foliage not lying on the ground but stretched towards heaven. For these reasons, then, the just man might be compared to a palm tree, but no longer to the single trunk of the palm; for he is multiplied in the branches that are saved together with him and through him. For which reason he must be compared to the cedar itself, and not simply, but to that in Libanus; and this grows many and of great stature, multiplying, as growing on a most fertile mountain, bearing
PG 23:1181Read from the page
καὶ τρέφοντι οὐρανομήκη φυτά. Οὕτω δ' οὖν καὶ ὁ δίκαιος, μυρίους ἔχων τοὺς δι' αὐτοῦ καὶ σὺν αὐτῷ σωζομένους, κατὰ τοῦτο μὲν ἂν ἐμφερὴς τῇ κέδρῳ, τῷ δὲ φοίνικι κατὰ τὰ ἄλλως δεδηλωμένα. Ἀλλ' οὐ τοιοῦτοι ἦσαν οἱ ἀσεβεῖς, οἱ ὡσεὶ χόρτος ἀνατέλλοντες καὶ παραχρῆμα ἀφανιζόμενοι. Πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Σπάνιος μὲν ὁ ἄκρως τέλειος, ὁ καὶ δίκαιος ὠνομασμένος, φοίνικι καὶ κέδρῳ παραβεβλημένος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, ἰστέον, ὅτι καὶ τῶν ἀτελεστέρων, πλὴν ἀλλὰ τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτείας ἠξιωμένων, ἔστι τι ἀγαθὸν τέλος· ἐν γοῦν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Νοήσεις δὲ καὶ τοῦτο οἶκον μέγαν Κυρίου ἀκούων τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν ἐπὶ γῆς, κατὰ τὸν φήσαντα Ἀπόστολον· Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· πεφυτευμένους δὲ ἐν ταύτῃ τοὺς τὰς ἀρχὰς τῆς ἐν θεοσεβείᾳ προκοπῆς ἐντεῦθεν εἰληφότας, οἷοι ἦσαν, οὓς ἐφύτευσεν ὁ Παῦλος, δι' οὓς καὶ ἔλεγεν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ Θεὸς ηὔξανεν. Οὗτοι οὖν οἱ ἐν τῇ περιγείῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ πεφυτευμένοι ἄνθος ἀποδώσουσιν εὐῶδες καὶ γόνιμον καὶ τῶν τελείων καρπῶν οἰστικὸν, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν μεταφυτευθέντες, τουτέστιν ἐν ταῖς ἐπουρανίοις μοναῖς· εἴγε πολλαὶ παρὰ τῷ Πατρὶ, ἔνθα κατ' ἀξίαν διαμερισθέντες οἱ νῦν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένοι, κατὰ καιρὸν τὸν προσήκοντα ἐξανθήσουσιν.
and that nourishes plants as tall as heaven. So too, then, the just man, having countless who are saved through him and with him, would in this respect be like the cedar, and like the palm tree in the respects shown otherwise. But such were not the impious, who spring up like grass and vanish at once. Planted in the house of the Lord, they shall flourish in the courts of our God. Rare indeed is the perfectly complete man, who is also named just, compared to the palm tree and the cedar; but since not all are such, it must be known that even for the less perfect, provided they have been deemed worthy of planting in the house of God, there is a good end: at any rate they shall flourish in the courts of our God. And you will understand this too, hearing of the great house of the Lord as His Church, that on earth, according to the Apostle who said: "That thou mayest know how thou oughtest to behave thyself in the house of God, which is the Church of the living God"; and those planted in it as those who have taken from it the beginnings of progress in the fear of God, such as were those whom Paul planted, because of whom he also said: "I planted, Apollos watered, but God gave the increase." These, then, planted in the Church of God on earth, will yield a flower sweet-smelling and fruitful and bearing perfect fruits, when transplanted into the courts of our God, that is, into the heavenly mansions; if indeed there are many with the Father, where those now planted in the house of God, distributed according to their worth, shall flourish in due season.
Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐπαθοῦντες ἔσονται, τοῦ ἀναγγεῖλαι, ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Οὐ μόνον φησὶν, ὅτι ἐξανθήσουσιν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ οἱ σήμερον ἐν τῷ οἴκῳ αὐτοῦ πεφυτευμένοι, ἀλλὰ καὶ αὐτοὶ πληθυνθήσονται, ὥσπερ ἀνωτέρω ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπληθύνετο. Πότε δὲ τοῦτο αὐτοῖς ἔσται, ἀλλ' ἢ ἐν τῷ γήρᾳ τῷ πίονι; Γῆρας δὲ ἐνταῦθα τὴν τελείωσιν πέπεισο λέγεσθαι τῆς ψυχῆς, ἐν ᾗ γενόμενοι εὐπαθοῦντες ἔσονται οἱ νῦν ἐν τῷ οἴκῳ Κυρίου πεφυτευμένοι. Εἰ γὰρ καὶ τὰ μάλιστα κατὰ τὸν παρόντα καιρὸν, ἐν ᾧ φυτεύονται ἐν τῷ οἴκῳ Κυρίου κακοπαθοῦντες διατελοῦσι, τοὺς πρώτους τῆς γεωργίας πόνους ὑπομένοντες· ἀλλ' ἐπὰν τοῦ γήρως τοῦ πίονος ἀξιωθῶσιν, εὐπαθοῦντες γενήσονται ἀναπαυόμενοι τῶν καμάτων καὶ τῶν ἀγώνων τὰ ἔπαθλα ἀποληψόμενοι· Ὁμολογήσουσί τε, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Εἰ γὰρ μὴ τὰ κατηριθμημένα ἀγαθὰ ἔμελλε διαδέχεσθαι τοὺς τῷ Θεῷ ἀνακειμένους, καὶ εἰ μὴ τὸ ὀλέθριον τέλος περιέμενε τοὺς ἀσεβεῖς καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἦν ἂν τάχα ἀδικίαν ἐπικαλέσαι τῇ τοῦ Θεοῦ προνοίᾳ. Ὅτε δὲ τοιαῦτα τέλη καὶ τοῖς δικαίοις ἡτοίμασται, οἵων καὶ ἡμεῖς εὐχόμεθα τυχεῖν, καὶ τοῖς ἀσεβέσι τοιαῦται ἠπείληνται τιμωρίαι, ἀφ' ὧν γένοιτο ἡμᾶς ῥυσθῆναι· πῶς οὐκ ἀκόλουθον ἂν εἴη ὁμολογεῖν, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ;
They shall still be multiplied in a rich old age, and shall be well off, to show that the Lord our God is upright, and there is no unrighteousness in Him. Not only, he says, shall those who are today planted in His house flourish in the courts of God, but they themselves shall also be multiplied, as above the cedar in Libanus was multiplied. And when shall this be theirs, but in the rich old age? Be persuaded that old age here means the perfection of the soul, having come to which those now planted in the house of the Lord shall be well off. For even if in the present time, in which they are planted in the house of the Lord, they continue to suffer hardship, enduring the first toils of husbandry, yet when they are deemed worthy of the rich old age, they shall be well off, resting from their labours and receiving the prizes of their contests; and they shall confess: "That the Lord our God is upright, and there is no unrighteousness in Him." For if the good things enumerated were not going to receive those devoted to God, and if the deadly end did not await the impious and those who work iniquity, one might perhaps charge the providence of God with unrighteousness. But when such ends have been prepared for the just, such as we too pray to obtain, and such punishments have been threatened for the impious, from which may we be delivered, how would it not follow to confess: "That the Lord our God is upright, and there is no unrighteousness in Him"?
PG 23:1184Read from the page
Ἀλλ' ὁ μὲν ἄφρων ταῦτα οὐ γνώσεται, οὐδὲ ἀσύνετος συνήσει ταῦτα, διὰ τὸ σκοτίζεσθαι ὑπὸ τῆς οἰκείας ἀφροσύνης· ἐγὼ δὲ ὁ γνοὺς αὐτὰ καὶ συνιεὶς διὰ τὸ ὑπὸ θείου Πνεύματος πεφωτίσθαι, καὶ διὰ τὸ θεωρεῖν ὅπως ἐβαθύνθησαν σφόδρα οἱ διαλογισμοὶ τοῦ Θεοῦ· εἰκότως εὐφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τῇ θείᾳ διοικήσει, φέρω τε τὰ παρόντα γενναίως διὰ τὴν τῶν μελλόντων ἐλπίδα. Ὧν ἕνεκα τὴν πᾶσαν ἐμαυτοῦ σχολὴν, καὶ τὴν ἀπὸ τῶν κακῶν ἀργίαν ἀνατιθεὶς τῷ Θεῷ, τὰ τρυφερὰ καὶ ἅγια Σάββατα ἐπιτελεῖν πειρῶμαι, διὰ τοῦ ἐξομολογεῖσθαι καὶ ψάλλειν καὶ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. Τότε γὰρ μάλιστα ἡ ἀλήθεια τῆς θεοσεβοῦς δείκνυται ψυχῆς, ὅτε, ἐν σκοτίᾳ καὶ σκότει τυγχάνουσα, ὡς ἐν λαμπροτάτῳ φωτὶ καὶ ἐν ἡμέρᾳ διαυγεστάτῃ τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς συνειδήσεως ἐπιδείκνυται. Τοιοῦτος καὶ ὁ μετ' ᾠδῆς εἰρημένος ψαλμὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, τουτέστι τὸν τῆς κατὰ Θεὸν σχολῆς τε καὶ ἀναπαύσεως καιρὸν, ἐν ᾧ καὶ ἡμᾶς τῇ μελέτῃ τῶν θείων μαθημάτων σχολάζοντας, τοὺς εὐχαριστηρίους λόγους τῆς προκειμένης ᾠδῆς ἀναπέμπειν προσήκει τῷ Θεῷ.
But the senseless man shall not know these things, nor will the fool understand them, because he is darkened by his own senselessness; but I, who know them and understand through having been enlightened by the divine Spirit, and through seeing how exceedingly deep the thoughts of God have been made, fittingly am glad and rejoice at the divine governance, and bear the present things nobly through the hope of those to come. For which reason, dedicating to God all my leisure and my idleness from evil things, I try to keep the delightful and holy Sabbaths, through giving praise and singing and showing forth in the morning the mercy of God, and His truth in the night. For the truth of a God-fearing soul is shown most of all when, being in darkness and gloom, it displays the genuineness and purity of its conscience as in the brightest light and in the clearest day. Such too is the psalm spoken with a song for the day of the Sabbath, that is, the time of leisure and rest according to God, in which it befits us too, having leisure for the study of the divine teachings, to send up to God the thankful words of the song before us.
⟨Α⟩ΙΝΟΣ ᾨΔΗΣ ΤΩ ΔΑΥΙΔ. ϞΒ'.
Praise of a song, of David. 92.
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, τουτέστιν ἀπὸ τῆς πρώτης ἀνθρώπων γενέσεως μέχρι τῆς κατὰ Μωϋσέα σωματικῆς λατρείας, ἥτις ἐπιγείου Ἱερουσαλὴμ πάλαι πρότερον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας συνετελεῖτο· εἰκότως ὅτε ὁ θάνατος ἐβασίλευε, καὶ ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, τουτέστιν ὁ διάβολος κατεκράτει, οὐκ ἦν τότε ἀνθρώπων βασιλεύων ὁ Κύριος, ἀλλά τις πολύθεος καὶ δαιμονικὴ πλάνη. Διδάσκει δὲ ὁ αὐτὸς Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Εἰκότως οὖν ὁ προὼν τοῦ Θεοῦ Λόγος, αὐτὸς ὢν ἡ ζωὴ, ἐπὶ καθαιρέσει τοῦ θανάτου θνητὸν ὄργανον τὸ σῶμα τὸ ἀνθρώπειον ἀναλαβὼν, καὶ τοῦτο τῷ θανάτῳ παραδοὺς εἰς ἔνδειξιν τῆς οἰκείας φύσεως, κἄπειτα αὐτὸ τοῦ θανάτου ἐξελὼν εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, λύει μὲν τοῦ θανάτου τὸ κράτος, λύει δὲ καὶ τοῦ διαβόλου τὴν κατὰ τῶν ἀνθρώπων τυραννίδα· ἀλλὰ καὶ τῶν πάλαι κατακρατούντων τοῦ ἀνθρωπείου γένους δαιμόνων πονηρῶν καὶ πνευμάτων ἀκαθάρτων τὴν ἐνέργειαν σβέννυσι, πᾶσάν τε καθελὼν τὴν ἀντικειμένην καὶ ἐχθρὰν τῷ Θεῷ δύναμιν, τὴν πατρικὴν τῷ Θεῷ βασιλείαν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος πᾶσι τοῖς ἔθνεσι προξενεῖ. Διὸ δὴ καταλυθείσης τῆς τοῦ θανάτου δυναστείας, καὶ καταργηθέντος τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου, τουτέστι τοῦ διαβόλου, βασιλεύοντος δὲ ἤδη λοιπὸν τῶν ἐπὶ γῆς ἁπάντων ἐθνῶν τοῦ Κυρίου, σὺν αὐτῷ βασιλευούσης ἀνθρώπων τῆς κατὰ Θεὸν ζωῆς, εἰκότως τὸ θεῖον Πνεῦμα, χορεῦον ἐπὶ τῷ κατορθώματι καὶ
The Lord hath reigned, He is clothed with beauty. Since, according to the Apostle, death reigned from Adam to Moses, that is, from the first coming into being of men until the bodily worship according to Moses, which was carried out long ago in the earthly Jerusalem until the coming of our Saviour Jesus Christ; fittingly, when death reigned, and he who has the power of death, that is the devil, held sway, the Lord was not then reigning over men, but a polytheistic and demonic error. And the same Apostle teaches concerning our Saviour, saying: "Forasmuch then as the children are partakers of blood and flesh, He also Himself likewise took part of the same sufferings, that through death He might destroy him that had the power of death, that is, the devil." Fittingly, then, the pre-existent Word of God, being Himself the life, for the overthrow of death took up the human body as a mortal instrument, and handed it over to death to show His own nature, and then took it out of death to set forth His divine power: He looses the power of death, and looses also the tyranny of the devil over men; and He also quenches the working of the wicked demons and unclean spirits that of old held sway over the human race, and having overthrown every power opposed and hostile to God, He procures for all the nations, through the preaching of the Gospel, the kingdom of the Father for God. Wherefore, the dominion of death having been destroyed, and he who has the power of death, that is the devil, having been brought to nothing, and the Lord now reigning henceforth over all the nations on earth, and with Him the life according to God reigning among men, fittingly the divine Spirit, dancing for joy at the achievement and
PG 23:1185Read from the page
πάντας ἡμᾶς ἐπὶ τὴν χορείαν συνάγον, ἀναφωνεῖ καὶ λέγει· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Βασιλεύει δὲ ὁ Κύριος, αὐτὸς ὢν ἡ ζωὴ, καὶ αὐτὸς ὢν ὁ τοῦ Θεοῦ Λόγος, πάσης ψυχῆς, ἧς μὴ καθάπτεται ἀλογία καὶ ἀφροσύνη, καὶ ἧς μὴ βασιλεύει ἁμαρτία, καὶ ἧς μὴ κρατεῖ ὁ διάβολος, καὶ ἧς μὴ καταδυναστεύει θάνατος, τιτρώσκων αὐτὴν καὶ ἀναιρῶν διὰ τῶν ἰδίων κέντρων. Τὸ δὲ κέντρον τοῦ θανάτου τὴν ἁμαρτίαν εἶναι διδάσκει ὁ Ἀπόστολος, δι' ἧς ἀναιρεῖται ψυχὴ κατὰ τὴν φάσκουσαν προφητείαν· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Διὸ ἀσκητέον τὸ μήτε ἀλογίαν, μήτε ἁμαρτίαν, μήτε τὸν διάβολον, μήτε τὸν θάνατον ἡμῶν διὰ τῆς ἁμαρτίας κρατεῖν· μόνον δὲ κυριεύειν ἡμῶν τὸν Λόγον καὶ τὴν ζωὴν, τουτέστι τὸν Κύριον, διὰ πάσης ἀρετῆς βασιλεύοντα τῶν κατηξιωμένων τῆς ὑπ' αὐτοῦ βασιλείας.
gathering us all to the dance, cries aloud and says: "The Lord hath reigned, He is clothed with beauty." And the Lord reigns, being Himself the life, and being Himself the Word of God, over every soul which unreason and senselessness do not fasten upon, and over which sin does not reign, and which the devil does not rule, and which death does not oppress, wounding it and slaying it with its own stings. And the Apostle teaches that the sting of death is sin, through which the soul is slain, according to the prophecy that says: "The soul that sinneth, it shall die." Wherefore we must practise so that neither unreason, nor sin, nor the devil, nor death through sin hold sway over us; but that only the Word and the life, that is the Lord, be master of us, reigning through every virtue over those deemed worthy of the kingdom under Him.
Ἐπεὶ δὲ μέλλων βασιλεύειν, οὐ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν ὁ τοῦ Θεοῦ Λόγος αὐτὸς ὢν ὁ Κύριος, καὶ οὐ μόνον τῶν ἐν οὐρανοῖς ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, καθὼς αὐτὸς διδάσκει λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, τουτέστι τὸ θνητὸν σῶμα καὶ τὸ ἀνθρώπειον ὄργανον· τοῦτο γὰρ ἦν ἡ μορφὴ τοῦ δούλου· τότε μὲν, ὅτε ταῦτ' ἔπραττεν, ἀπρέπειαν περιεβάλλετο, ὥστε περὶ αὐτοῦ λέγειν, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὅτε δὲ ἀπολαβὼν τὴν δόξαν, ἣν καὶ πρότερον εἶχε παρὰ τῷ Πατρὶ, τὴν τοῦ δούλου μορφὴν ἐπὶ τὸ κρεῖττον μετεσχημάτισε, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησιν, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ τηνικαῦτα εὐπρέπειαν ἐνεδύσατο· ὅτε καὶ τὴν τοῦ Πατρὸς βασιλείαν, καὶ τὰ πάντων, οὐ μόνον τῶν ἐν οὐρανοῖς, ἀλλὰ καὶ τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν ἐκράτυνε, πᾶσαν τὴν πολύθεον καθελὼν πλάνην. Διὸ λέλεκται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· τὸ γοῦν ἐνεδύσατο, ὡς κατά τινα καιρὸν ἀποδυσαμένου τὴν εὐπρέπειαν, λέλεκται· καὶ ὅτε μὲν ὑπέμενε τὰ κατὰ τὸ πάθος, ἐσταυρώθη, φησὶν ὁ Ἀπόστολος, ἐξ ἀσθενείας· ὅτε δὲ νενικηκὼς τὸν θάνατον, τὴν κατὰ πάντων ἀπελάμβανε βασιλείαν, πάλιν ἐπλήρου τὸ, Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Χριστὸς γὰρ Θεοῦ δύναμις ἦν καὶ Θεοῦ σοφία. Εἶθ' ἅτε τὴν οἰκείαν δύναμιν ἐνδυσάμενος, καὶ ταύτῃ περιζωσάμενος, μεγάλῳ κατορθώματι ἑαυτὸν ἐπιδίδωσι. Τί δὲ ἦν τοῦτο, ἑξῆς ὁ λόγος διδάσκει φάσκων· Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Μικροῦ γὰρ δεῖν ὅλην αὐτὴν διόλου κατὰ βαράθρων ἐνεχθεῖσαν, ὁπηνίκα τὰ τῆς δαιμονικῆς ἐνεργείας κατὰ πάντων ἴσχυεν, ἀνήγειρε καὶ διωρθώσατο, πᾶσαν τὴν ἐχθρὰν καὶ δαιμονικὴν δύναμιν, τήν τε πολύθεον πλάνην ἀνατρέψας. Οὕτω γοῦν ἐστερέωσε τὴν οἰκουμένην, ὡς μηκέτ' αὐτὴν σα-
And since the Word of God, being Himself the Lord, was going to reign not only over the living but also over the dead, and not only over those in heaven but also over those on earth, as He Himself teaches, saying, "All power is given unto Me in heaven and on earth", He emptied Himself, taking the form of a servant, that is the mortal body and the human instrument; for this was the form of the servant; then, when He was doing these things, He was clothed with unseemliness, so that it was said of Him, "We saw Him, and He had no form nor beauty; but His form was without honour and failing beyond the sons of men"; but when, having received back the glory which He had before with the Father, He transformed the form of the servant for the better, according to the apostolic witness which says, "Who shall change the body of our lowliness, made like to the body of the glory of Christ", then He was clothed with beauty; when also He made strong the kingdom of the Father, and the affairs of all, not only of those in heaven but also of the nations throughout the whole world, having overthrown all the polytheistic error. Therefore it is said: "The Lord hath reigned, He is clothed with beauty"; "is clothed", at any rate, is said as of one who had at some time put off the beauty; and when He endured what belonged to the passion, "He was crucified", says the Apostle, "through weakness"; but when, having conquered death, He received back the kingdom over all, He fulfilled again the words, "The Lord is clothed with strength, and hath girded Himself." For Christ was the power of God and the wisdom of God. Then, as having put on His own power and girded Himself with it, He gives Himself to a great achievement. And what this was, the word next teaches, saying: "For He hath established the world, which shall not be moved." For when it had all but been carried utterly down into the pits, at the time when the forces of demonic working prevailed over all, He raised it up and set it right, having overturned all the hostile and demonic power and the polytheistic error. So, then, He established the world, so that it [should] no longer [be] sha[ken]
PG 23:1188Read from the page
λεύεσθαι τῆς κατὰ Θεὸν εὐσεβείας· καὶ τὴν Ἐκκλησίαν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν πέτραν τεθεμελιωμένην, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι, διὰ τῆς οἰκουμένης ὁ λόγος σημήνας, καὶ ταύτην ἀληθῶς ἐστερεῶσθαί φησιν, ἥτις οὐ σαλευθήσεται. Πύλαι γὰρ ᾅδου αὐτῆς οὐ κατισχύσουσι, διὰ τὸ τεθεμελιῶσθαι ἐπὶ τὴν πέτραν.
-ken from the piety according to God; and the word, signifying by "the world" His Church too, founded upon the rock, against which the gates of hell shall not prevail, says that this truly has been established, "which shall not be moved." For the gates of hell shall not prevail against it, because it has been founded upon the rock.
Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ τὴν φωνὴν αὐτῶν. Ὁ θρόνος σου, φησὶν, ὦ Κύριε, οὐ νῦν πρῶτον, ὅτε μετὰ τὴν ἐνανθρώπησιν εἰς οὐρανοὺς ἀνελήλυθας, παρεσκευάσθη σοι· ἀλλὰ καὶ πάλαι καὶ πρόπαλαι, καὶ πρὸ πάντων αἰώνων σὸς ἦν, ἀεί τε καὶ διὰ παντὸς ἡτοίμαστό σοι, ἐπειδὴ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑπάρχεις, ὡς αὐτὸς ἐδίδαξας εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἦν μὲν οὖν σὸς ὁ θρόνος καὶ πρὸ πάντων αἰώνων· οὐ μὴν ἀλλὰ καὶ ὅτε ἐκένωσας σεαυτὸν, καὶ τὴν δούλου μορφὴν ἀνείληφας, σοὶ πάλιν ἕτοιμος ἐφυλάττετο· ἐπειδή σοι μόνῳ, καὶ οὐδετέρῳ πρὸς τοῦ σοῦ Πατρὸς εἴρητο· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὕτω γοῦν ἦν ἕτοιμος ὁ θρόνος σου, ἐφ' ὃν σὺν αὐτῷ καθέζεσθαι ὁ γεννήσας σε Πατὴρ παρεκελεύετο. Καὶ ἕτοιμος ἦν ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἀλλ' οὐχ, ἦς, φησὶν, ἀλλ', εἶ. Μόνον γὰρ αὐτῷ τὸ, σὺ εἶ, λέγεσθαι ἁρμόττει. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τοῦτον δὲ τὸν θρόνον καὶ ἐν ἑτέρῳ τὸ θεῖον Πνεῦμα σημαίνει λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἦν μὲν οὖν ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀφ' οὗ δηλαδὴ παρὰ τῷ Πατρὶ ἦς, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πλὴν ἀλλὰ καὶ νῦν ἐπῆραν οἱ ποταμοὶ, Κύριε. Τί δὲ ἐπῆραν, ἐπιδευτερῶν ἑξῆς τὸν λόγον παρίστησιν εἰπών· Ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ταῦτα γὰρ λανθάνοντα πάλαι πρότερον, νῦν εἰς ἐξάκουστον ἁπάντων γέγονε τῶν τοῦ θείου Πνεύματος ἠξιωμένων προφητῶν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, μυριάνδρων τε λαῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις καταγγελλόντων τὴν σωτήριον βασιλείαν, οἳ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, τὴν ἐκχυθεῖσαν εἰς πάντας τοῦ Θεοῦ χάριν μεγάλῃ τῇ φωνῇ εὐαγγελιζόμενοι. Ἀλλὰ καὶ τὰς θείας δυνάμεις καὶ τὸ πλῆθος τῶν κατ' οὐρανὸν ἀγγέλων οἶμαι νῦν ποταμοὺς ὀνομάζεσθαι. Οἳ δὴ καὶ αὐτοὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, ὁπηνίκα ἐκ τῆς σὺν ἀνθρώποις διατριβῆς ἀνιόντα εἰς οὐρανοὺς τὸν Σωτῆρα καὶ τὴν τῆς αὐτοῦ θεότητος εὐπρέπειαν ἐνδυόμενον, δυνάμει πατρικῇ περιζωννύμενον, καὶ τὸν οἰκεῖον ἀπολαμβάνοντα τῆς βασιλείας θρόνον ἐθεῶντο. Καὶ
Thy throne is prepared from of old; Thou art from everlasting. The floods have lifted up, O Lord, the floods have lifted up their voice. Thy throne, he says, O Lord, was not first prepared for Thee now, when after the incarnation Thou didst ascend into the heavens; but of old and long of old, and before all ages it was Thine, and it was prepared for Thee always and throughout, since Thou Thyself too art from everlasting, or rather before all ages, as Thou Thyself didst teach, saying: "The Lord created Me the beginning of His ways for His works. Before the age He founded Me, and before the mountains were settled; and before all the hills He begets Me." Thy throne, then, was Thine even before all ages; but also when Thou didst empty Thyself and take up the form of a servant, it was kept ready for Thee again; since to Thee alone, and to no other, it had been said by Thy Father: "Sit at My right hand, until I make Thine enemies the footstool of Thy feet." So, then, Thy throne was ready, on which the Father who begot Thee bade Thee sit with Him. And it was ready from of old, from everlasting, since Thou Thyself too art from everlasting. But not "Thou wast", he says, but "Thou art". For to Him alone it is fitting that "Thou art" be said. Wherefore elsewhere also it is said: "But Thou art the same, and Thy years shall not fail." And this throne the divine Spirit signifies in another place too, saying: "Thy throne, O God, is for ever and ever; a sceptre of uprightness is the sceptre of Thy kingdom. Thou hast loved righteousness and hated iniquity; therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows." Thy throne, then, was ready from of old, that is, from when Thou wast with the Father, since Thou Thyself too art from everlasting. But now too the floods have lifted up, O Lord. And what they lifted up, he sets forth next, repeating the word and saying: "The floods have lifted up their voice"; for these things, hidden long ago before, have now come to be heard by all the prophets, apostles and evangelists deemed worthy of the divine Spirit, and by the peoples of countless men throughout the whole world, proclaiming in the churches the saving kingdom, who also lifted up their voice, announcing with a loud voice the grace of God poured out upon all. And I think that the divine powers too and the multitude of the angels in heaven are now called floods. They too lifted up their voice, when they beheld the Saviour ascending into the heavens from His sojourn with men, and putting on the beauty of His divinity, girded with the Father's power, and receiving back His own throne of the kingdom. And