Migne Reading Room

PG 23 · cols. 1165–1176 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1165Read from the page
Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, πάλιν ἡ αἰτία ἐπιλέγεται, οὐκ ἐπ' ἀγγέλους ἀναφέρουσα, ἀλλ' ἐπ' αὐτὸν τὸν Ὕψιστον, οὗ ἐκ προσώπου λέλεκται, Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Πῶς δὲ ἐπ' αὐτὸν ἤλπισε, προλαβὼν ἐδίδαξεν ὁ λόγος εἰπών· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· καὶ, Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ἡ τοίνυν ἐπινίκιος καὶ τελευταία πρᾶξις μετὰ πάσας τὰς προκαταλεχθείσας τοῦ Σωτῆρος ἡμῶν, ἢ καὶ τοῦ ἐν αὐτῷ τελειουμένου ἀνδρὸς, ἢ καὶ τοῦ αὐτοῦ τελείου σώματος τῆς Ἐκκλησίας αὐτοῦ, δηλωθεῖσα διὰ τοῦ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις δράκοντα καὶ λέοντα, τὴν πᾶσαν ἀναφορὰν καὶ τῆς νίκης τὴν αἰτίαν ἐπὶ τῷ Ὑψίστῳ ἀνατίθησι. Διὸ λέλεκται· Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. Καί μοι δοκεῖ καθ' ἑτέραν διάνοιαν ἡ προφητεία θεσπίζειν πάντα τὸν τρόπον τοῦ κατὰ ἄνθρωπον βίου τοῦ Σωτῆρος ἡμῶν· λέγω δὲ τὸν πρῶτον πειρασμὸν, καὶ τὸν κατὰ τὸ πάθος, τήν τε μετὰ τὴν λύσιν τοῦ σώματος ἐπὶ τὰς ἀντικειμένας δυνάμεις ἔφοδον. Καὶ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ· κοινότερον δὲ οὕτω λεγέσθω ἡ παροῦσα προφητεία τὸν πειρασμὸν αἰνίττεσθαι τὸν ἐπὶ τῆς ἐρήμου, ὃν ἐν τοῖς Εὐαγγελίοις εἰσῆκται πειραθεὶς ὑπὸ τοῦ διαβόλου· τὰ δὲ δεύτερα, ἐν οἷς ἀγγέλους διακονεῖσθαι τῷ αὐτοῦ σώματι παρέστησεν ὁ λόγος, τὴν κατὰ τὸν ἀνθρώπινον βίον διατριβὴν αὐτοῦ· τὰ δὲ τρίτα, δι' ὧν λέγεται ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκέναι, καὶ καταπεπατηκέναι δράκοντα καὶ λέοντα, τὴν μετὰ τὸν θάνατον κατὰ τῶν ἀρχοντικῶν πνευμάτων νίκην· μεθ' ἃ πάντα ἐπιλέγεται· Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, τῆς μετὰ τὸν θάνατον ἐκ νεκρῶν σωτηρίας, καὶ τῆς μακραίωνος καὶ ἀθανάτου ζωῆς, τῆς τε ἐνθέου δόξης καὶ τῆς παρὰ τῷ Πατρὶ τιμῆς τε καὶ βασιλείας διὰ τούτων παρισταμένης.
On the asp and basilisk shalt thou tread, and thou shalt trample the dragon and the lion: again the cause is added, referring not to angels but to the Most High Himself, from whose person it is said, "Because he hath hoped in Me, I will also deliver him." And how he hoped in Him, the word taught beforehand, saying: "He that dwelleth in the help of the Most High"; and, "He shall say to the Lord: Thou art my protector and my refuge, my God, and I will hope in Him." So the victorious and last deed, after all those of our Saviour recounted before, or of the man perfected in Him, or of His own perfect body, His Church, made plain by the words, "On the asp and basilisk shalt thou tread, and thou shalt trample the dragon and the lion", ascribes the whole reference and the cause of the victory to the Most High. Therefore it is said: "Because he hath hoped in Me, I will also deliver him, because he hath known My name. I am with him in tribulation, I will rescue him and glorify him." And it seems to me that by another sense the prophecy foretells the whole manner of our Saviour's life as man: I mean the first temptation, and that at the passion, and the attack upon the opposing powers after the loosing of the body. And so much for the first parts of the psalm; but let it be said more generally thus, that the present prophecy hints at the temptation in the wilderness, in which He is introduced in the Gospels as tempted by the devil; the second parts, in which the word set forth angels ministering to His body, at His sojourn in human life; and the third, in which He is said to have trodden on the asp and basilisk, and to have trampled the dragon and the lion, at the victory over the ruling spirits after death; after all which is added: "I will rescue him and glorify him; with length of days will I fill him, and I will show him My salvation", of the salvation from the dead after death, and of the age-long and immortal life, and of the divine glory and of the honour and kingdom with the Father, which are set forth by these words.
ΨΑΛΜΟΣ ᾨΔΗΣ, ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΟΥ ΣΑΒΒΑΤΟΥ. ϞΑ'.
A psalm of a song, for the day of the Sabbath. 91.
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ. Τὰς τῶν Σαββάτων ἡμέρας οἱ πρὸ Μωϋσέως δίκαιοι καὶ θεοφιλεῖς ἄνδρες οὔτ' ᾔδεσαν, οὔτ' ἐφύλαττον. Οὔτ' οὖν αὐτὸς Ἀβραὰμ, οὔτε Ἰσαὰκ, οὔτε Ἰακὼβ, οὔτε οἱ τούτου παῖδες, ἀλλ' οὐδὲ οἱ ἔτι τούτων τῷ χρόνῳ παλαιότεροι φαίνονται γινώσκοντες ἡμέραν Σαββάτου. Ἐπεὶ τοίνυν οἱ ἐκ περιτομῆς, ὡς μέγα τι κατορθοῦντες, τὰ Σάββατα φυλάττειν ἡγοῦνται, ἃ οὐδὲ φυλάττουσι κατὰ τὸ βούλημα τοῦ νόμου, παραθετέον αὐτοῖς τὰ εἰρημένα. Καὶ ἐπειδὴ κατάπαυσιν σημαίνει τὸ Σάββατον, γέγραπται γοῦν· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ζʹ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ ἡγίασεν
It is good to give praise to the Lord, and to sing to Thy name, O Most High, to show forth Thy mercy in the morning and Thy truth in the night, upon a psaltery of ten strings, with a song upon the harp. The days of the Sabbaths the just and God-loving men before Moses neither knew nor kept. Neither Abraham himself, nor Isaac, nor Jacob, nor his sons, nor even those still more ancient than these in time, appear to have known a day of Sabbath. Since then those of the circumcision, as though doing some great thing, think they keep the Sabbaths, which they do not even keep according to the intention of the law, what has been said must be set before them. And since the Sabbath signifies rest, it is written at any rate: "And God rested on the seventh day from all His works which He had made, and sanctified
PG 23:1168Read from the page
αὐτήν· ἐρεῖς, ὅτι προσήκει νοῆσαι Θεοῦ κατάπαυσιν, καὶ τὸ ἀληθινὸν Σάββατον ἐκδέξασθαι ἐπαξίως τοῦ Θεοῦ. Τοὺς γὰρ ἀσεβεῖς ἀνθρώπους φησὶ μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ λέγων ἐν ψαλμοῖς, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οὐκοῦν ἀναγκαῖον κατὰ διάνοιαν ἐκλαβεῖν Σάββατα Θεοῦ, καὶ ἀνάπαυσιν Θεῷ πρέπουσαν, ἧς ἀσεβεῖς μὲν οὐκ ἀξιοῦνται, μόνοι δὲ οἱ δίκαιοι καὶ τοῦ Θεοῦ φίλοι. Οὕτω γοῦν εἴποιμεν ἂν καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ, τούς τε πρὸ αὐτῶν καὶ μετ' αὐτοὺς θεοφιλεῖς πάντας κατὰ διάνοιαν ἐγνωκέναι καὶ πεφυλακέναι τὰ Σάββατα τοῦ Θεοῦ, καὶ εἰσεληλυθέναι εἰς τὴν κατάπαυσιν αὐτοῦ. Τί δὴ οὖν σημαίνει τὸ Σάββατον, ἀναγκαῖον ἐπιστῆσαι. Ὁ λόγος ἀνάπαυσιν δηλοῖ Θεοῦ· εἰσάγει τε ταύτην μετὰ τὴν τῶν αἰσθητῶν κοσμοποιίαν. Θεοῦ δὲ ἀνάπαυσις τίς ἂν γένοιτο ἑτέρα τῆς πρὸς τοῖς νοητοῖς καὶ ὑπερκοσμίοις διαγωγῆς; Ὅτε μὲν γὰρ περὶ τὰ αἰσθητὰ περισκοπεῖ καὶ περὶ τὰ ἔργα τῆς τοῦ κόσμου προνοίας καταγίνεται, ἐργάζεσθαι λέγεται· καὶ οὕτως ἀκουστέον λέγοντος τοῦ Σωτῆρος ἡμῶν,. Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὅτε δὲ πρὸς τοῖς ἀσωμάτοις καὶ ὑπερκοσμίοις ἐστὶ, καὶ, ὡς ἂν εἴποι τις, ἐν τῇ αὐτόσε αὐτοῦ περιωπῇ, τὸ τηνικαῦτα ἀνάπαυσιν ἄγειν, καὶ τὸ αὐτοῦ Σάββατον ἐπιτελεῖν νοεῖται. Κατὰ τὰ αὐτὰ τοιγαροῦν καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ἐπειδὰν, τῶν κοπούντων (sic) τὴν ψυχὴν ἔργων (τοιαῦτα δὲ πάντα τὰ σωματικὰ καὶ φίλα τῆς γεώδους σαρκὸς), ἀπαλλαγέντες, ὅλοι γένωνται πρὸς τῷ Θεῷ καὶ πρὸς τῇ τῶν θείων καὶ νοητῶν σχολῇ τε καὶ θεωρίᾳ, τότε τὰ φίλα τῷ Θεῷ Σάββατα καὶ ἀνάπαυσιν Κυρίῳ τῷ Θεῷ ἄγουσι. Καὶ περὶ τῶν τοιούτων Σαββάτων διδάσκει λέγων· Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ; καὶ πάλιν· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Τὸ γὰρ τέλειον Σάββατον, καὶ ἡ τελεία καὶ ἡ τρισμακαρία κατάπαυσις ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ τυγχάνει, ὑπὲρ τὴν ἑξαήμερον δημιουργίαν καὶ τῶν αἰσθητῶν ἁπάντων ἐκτὸς ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός· ἔνθα τῆς θνητῆς καὶ φθαρτῆς ζωῆς ἀπαλλαγέντες, καὶ ἀργίαν ἀργήσαντες τὴν θεοφιλῆ καὶ μακαρίαν, τῶν τε σωματικῶν πράξεων καὶ τῆς δουλείας τῆς σαρκὸς ἐλευθερωθέντες, σὺν αὐτῷ τῷ Θεῷ καὶ παρ' αὐτῷ γενόμενοι, σαββατίσομέν τε καὶ ἀναπαυσόμεθα. Διό φησιν ὁ Ἀπόστολος· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Εἰκόνα δ' ἐκείνου τοῦ Σαββάτου καὶ τῆς τελείας ἐκείνης καὶ τρισμακαρίας ἀναπαύσεως φέροντες ἐπὶ γῆς τοῦ Θεοῦ ἄνδρες, σχολὴν μὲν ἐποιοῦντο καὶ ἀργίαν τῶν μακρὰν ἀφιστάντων τοῦ Θεοῦ, ὅλοι δὲ πρὸς τῇ τῶν θείων θεωρίᾳ γιγνόμενοι, δι' ἡμέρας τε καὶ νυκτὸς τῇ τῶν ἱερῶν λόγων μελέτῃ προσκαρτεροῦντες, ἅγια Σάββατα καὶ ἀνάπαυσιν φίλην τῷ Θεῷ διανέπαυον τότε καὶ ἐσαββάτιζον. Ἔνθεν εἰκότως καὶ ὁ
it; you will say that one must understand the rest of God, and receive the true Sabbath in a manner worthy of God. For He says that impious men shall not enter into His rest, saying in the psalms: "They always err in heart. And they have not known My ways, as I swore in My wrath, if they shall enter into My rest." Therefore one must take in a spiritual sense Sabbaths of God, and a rest befitting God, of which the impious are not deemed worthy, but only the just and the friends of God. Thus, then, we might say that Abraham too, and Isaac, and Jacob, and all the God-loving men both before them and after them, knew in the spiritual sense and kept the Sabbaths of God, and entered into His rest. What then the Sabbath signifies, it is necessary to consider. The word denotes the rest of God; and it introduces this after the making of the sensible world. And what else could the rest of God be than His abiding among the intelligible and supramundane things? For when He watches over sensible things and is occupied with the works of His providence over the world, He is said to work; and so we must understand our Saviour when He says, "My Father worketh until now, and I work"; but when He is among the incorporeal and supramundane things, and, as one might say, in His own watch-tower there, then He is understood to keep rest and to accomplish His own Sabbath. In the same way, therefore, the men of God too, when, freed from the works that weary (sic) the soul (and such are all bodily things and those dear to the earthy flesh), they become wholly given to God and to the leisure and contemplation of divine and intelligible things, then they keep the Sabbaths dear to God and a rest to the Lord God. And concerning such Sabbaths he teaches, saying: "There remaineth therefore a sabbath-keeping for the people of God"; and again: "Let us hasten therefore to enter into that rest." For the perfect Sabbath, and the perfect and thrice-blessed rest, is found in the kingdom of God, beyond the six days' creation and outside all sensible things, among the incorporeal and supramundane, where pain and sorrow and sighing have fled away; where, freed from the mortal and corruptible life, and keeping the God-loving and blessed idleness, set free from bodily deeds and the servitude of the flesh, being with God Himself and beside Him, we shall keep sabbath and rest. Wherefore the Apostle says: "Let us hasten therefore to enter into that rest." And bearing an image of that Sabbath and of that perfect and thrice-blessed rest, the men of God on earth made leisure and idleness from the things that draw far away from God, and becoming wholly given to the contemplation of divine things, persevering day and night in the study of the sacred words, they then rested holy Sabbaths and a rest dear to God, and kept sabbath. Hence fittingly
PG 23:1169Read from the page
Μωϋσέως νόμος, σκιὰς τῶν εἰρημένων καὶ σύμβολα παραδιδοὺς, ἡμέραν τινὰ τοῖς πλήθεσιν ἀφώρισε, ὅπως κἂν ταύτῃ ἀπέχωνται μὲν τῶν συνήθων ἔργων, σχολάζοιεν δὲ τῇ τοῦ θείου νόμου μελέτῃ. Ὅ γε μὴν παρὼν ψαλμὸς διαῤῥήδην διδάσκει ἐπὶ τοῦτο δεῖν τὴν τοῦ Σαββάτου σχολὴν ποιεῖσθαι καὶ τὴν τῶν ἀνωφελῶν ἀργιῶν ἐπὶ τὸ κατὰ ταὐτὸν συνερχομένους ἐργάζεσθαι τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. Ἦν δὲ πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ· δεύτερον ψάλλειν διὰ τῶν μουσικῶν ὀργάνων τῷ ὀνόματι αὐτοῦ· τρίτον ἀναγγέλλειν κατὰ τὰς ἑωθινὰς ὥρας τὸ ἔλεος αὐτοῦ· τέταρτον διηγεῖσθαι τὴν ἀλήθειαν αὐτοῦ κατὰ τοὺς νυκτερινοὺς καιρούς· καὶ ταῦτα πράττειν μὴ μόνον χείλεσι καὶ φωνῇ, ἀλλὰ καὶ διὰ τῆς τῶν μουσικῶν ὀργάνων ἀνακρούσεως· Ἐν δεκαχόρδῳ γάρ, φησί, ψαλτηρίῳ καὶ μετ' ᾠδῆς ἐν κιθάρᾳ.
law of Moses, handing down shadows and symbols of what has been said, set apart a certain day for the multitudes, so that on it at least they might abstain from their usual works and have leisure for the study of the divine law. The present psalm, however, teaches expressly that the leisure of the Sabbath must be kept for this, and the [abstaining] from unprofitable idleness, so that, coming together in the same place, they may do what is made plain through the psalm. And this was: first, to give praise to the Lord; second, to sing to His name with musical instruments; third, to show forth His mercy in the morning hours; fourth, to tell His truth in the night seasons; and to do these things not only with lips and voice, but also by the playing of musical instruments; for "upon a psaltery of ten strings," he says, "and with a song upon the harp."
Ὁρᾷς οὖν ὅσα πράττειν ὁ παρὼν λόγος παραινεῖ κατὰ τὴν τῆς ἀναστάσεως ἡμέραν; Ἐπιγέγραπται γοῦν ὁ ψαλμὸς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Ἀλλὰ καὶ οἱ ἱερεῖς ἐν τῷ ἱερῷ κατὰ τὸ Σάββατον ἕτερα πλεῖστα ἔπραττον κατὰ τὸν νόμον. Οὐκ ἄρα ὁλοσχερῶς ἀργεῖν προστάττει. Ἀλλ' οὐδὲ τοῖς ἱερεῦσιν ἡ τοῦ Σαββάτου ἡμέρα νενομοθέτητο· μόνοις δὲ τοῖς μὴ οἵοις τε οὖσι τὸν πάντα χρόνον τῆς αὐτῶν ζωῆς, καὶ πάσας αὐτῶν τὰς ἡμέρας τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ τοῖς τῷ Θεῷ φίλοις ἔργοις σχολάζειν· τούτοις γὰρ ἐκ διαστημάτων ταῦτα πράττειν ἐνομοθέτει. Τοῖς γε μὴν πλησμονῇ γαστρὸς καὶ μέθῃ, καὶ πάσῃ ἀκοσμίᾳ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἑαυτοὺς παρέχουσιν, ὁ Θεὸς διὰ τοῦ προφήτου ἐπανατείνεται λέγων· Οἱ ἐφαπτόμενοι ψευδῶν Σαββάτων· καὶ πάλιν· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Διὸ δὴ παρῃτημένων ἐκείνων, διὰ τῆς Καινῆς Διαθήκης Λόγος μετήγαγε καὶ μετατέθεικε τὴν τοῦ Σαββάτου ἑορτὴν ἐπὶ τὴν τοῦ φωτὸς ἀνατολὴν, καὶ παρέδωκεν ἡμῖν ἀληθινῆς ἀναπαύσεως εἰκόνα, τὴν σωτήριον καὶ Κυριακὴν καὶ πρώτην τοῦ φωτὸς ἡμέραν, καθ' ἣν ὁ Σωτὴρ τοῦ κόσμου μετὰ πάσας αὐτοῦ τὰς ἐν ἀνθρώποις πράξεις, τὴν κατὰ τοῦ θανάτου νίκην ἀράμενος, τὰς οὐρανίους πύλας ὑπερέβαινεν ὑπὲρ τὴν ἑξαήμερον κοσμοποιίαν γιγνόμενος, τό τε θεοπρεπὲς Σάββατον καὶ τὴν τρισμακαρίαν ἀνάπαυσιν ὑπολαμβάνων, τοῦ Πατρὸς εἰρηκότος αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐν ᾗ, φωτὸς οὔσῃ καὶ πρώτῃ καὶ τοῦ ἀληθοῦς ἡλίου ἡμέρᾳ, καὶ ἡμεῖς αὐτοὶ συνερχόμενοι διὰ μέσου ἓξ ἡμερῶν, ἅγιά τε Σάββατα καὶ πνευματικὰ ἑορτάζοντες οἱ ἐξ ἐθνῶν δι' αὐτοῦ λελυτρωμένοι καθ' ὅλης τῆς οἰκουμένης, τὰ τῷ Σαββάτῳ πράττειν τοῖς ἱερεῦσι νενομοθετημένα κατὰ τὸν πνευματικὸν νόμον ἐπιτελοῦμεν. Θυσίας τε γὰρ καὶ ἀναφορὰς ποιούμεθα πνευματικὰς, τὰς καλουμένας θυσίας αἰνέσεως, καὶ θυσίας ἀλαλαγμοῦ· τό τε θυμίαμα τὸ εὐῶδες ἀναπέμπομεν, περὶ οὗ εἴρηται· Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ἀλλὰ καὶ τοὺς ἄρτους τῆς προθέσεως προσφέρομεν, τὴν σωτήριον μνήμην ἀναζωπυροῦντες, τό τε τοῦ ῥαντισμοῦ αἷμα, τοῦ Ἀμνοῦ τοῦ Θεοῦ, τοῦ περιελόντος
Do you see, then, how many things the present word urges us to do on the day of the resurrection? The psalm at any rate is inscribed, "for the day of the Sabbath." But the priests too in the temple did very many other things on the Sabbath according to the law. So it does not command complete idleness. Nor was the day of the Sabbath laid down by law for the priests; but only for those who are not able to give the whole time of their life, and all their days, to the service of God and to the works dear to God: for these He laid it down to do these things at intervals. But to those who give themselves up on the day of the Sabbath to fullness of belly and drunkenness and every disorder, God threatens through the prophet, saying: "Ye that lay hold on false Sabbaths"; and again: "Your new moons and Sabbaths and the great day I cannot bear." Wherefore, those being set aside, the Word through the New Covenant transferred and moved the feast of the Sabbath to the rising of the light, and handed down to us an image of true rest, the saving and Lord's and first day of the light, on which the Saviour of the world, after all His deeds among men, having won the victory over death, passed beyond the heavenly gates, coming to be above the six days' making of the world, and receiving the Sabbath befitting God and the thrice-blessed rest, the Father having said to Him: "Sit at My right hand, until I make Thine enemies the footstool of Thy feet." On this day, which is the day of light and the first and of the true sun, we ourselves too, coming together after an interval of six days, and keeping holy and spiritual Sabbaths, we who from the nations have been redeemed through Him throughout the whole inhabited world, accomplish according to the spiritual law what was laid down for the priests to do on the Sabbath. For we make spiritual sacrifices and offerings, those called sacrifices of praise and sacrifices of jubilation; and we send up the sweet-smelling incense, of which it is said: "Let my prayer be directed as incense in Thy sight." And we also offer the loaves of the presentation, rekindling the saving remembrance, and the blood of sprinkling, of the Lamb of God, who took away
PG 23:1172Read from the page
τὴν ἁμαρτίαν τοῦ κόσμου, καθάρσιον τῶν ἡμετέρων ψυχῶν· ποιούμεθά τε τὰ φῶτα τῆς γνώσεως προσώπου τοῦ Θεοῦ ἐξαπτόμενα. Ἀλλὰ καὶ τὰ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ φιλοτίμως ἐκτελεῖν κατὰ τὴν αὐτὴν ἡμέραν σπουδάζομεν, ἔργοις τούτοις καὶ λόγοις ἐξομολογούμενοι Κυρίῳ, καὶ ψάλλοντες τῷ ὀνόματι τοῦ Ὑψίστου· ὄρθρου τε πρὸς αὐταῖς ἀνατολαῖς τοῦ ἡμετέρου φωτὸς τὸ γενόμενον ἔλεος ἐφ' ἡμᾶς τοῦ Θεοῦ διαγγέλλοντες, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ τὰς νύκτας διὰ σώφρονος καὶ ἁγνῆς ἀναστροφῆς ἐνδεικνύμενοι, καὶ πάντα δὴ ὅσα ἄλλα ἐχρῆν ἐν Σαββάτῳ τελεῖν, ταῦτα ἡμεῖς ἐν τῇ Κυριακῇ μετατεθείκαμεν, ὡς ἂν κυριωτέρας οὔσης αὐτῆς, καὶ ἡγουμένης, καὶ πρώτης, καὶ τοῦ Ἰουδαϊκοῦ Σαββάτου τιμιωτέρας. Κατὰ ταύτην γὰρ ἐν τῇ κοσμοποιίᾳ εἰρηκότος τοῦ Θεοῦ, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ κατ' αὐτὴν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς δικαιοσύνης ἀνατέταλκεν Ἥλιος· διὸ δὴ καὶ ἡμῖν συνέρχεσθαι κατὰ ταύτην παραδέδοται, καὶ τὰ διὰ τοῦ ψαλμοῦ παρηγγελμένα καὶ ἡμῖν ἐπιτελεῖν προστέτακται· ὧν πρῶτόν ἐστι τὸ ἐξομολογεῖσθαι· ἀρχὴ γὰρ ἀγαθῶν ἡ τῶν προτέρων κακῶν ἀπόλυσις διὰ γνησίας μετανοίας καὶ ἐξομολογήσεως ἐγγιγνομένη, ἄγουσά τε ἐπὶ τέλος ἀγαθὸν αὐτὸν τὸν Θεόν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ ὁ Θεὸς, ἀγαθῆς πορείας τῆς ἐπὶ τὸν Θεὸν ἀγούσης, ἀγαθὴ γένοιτ' ἂν ἀρχὴ ἡ ἐξομολόγησις. Διὸ λέλεκται· Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Καὶ γὰρ προσήκει μὴ ἀνθρώποις ἐπιδείκνυσθαι τὴν ἐξομολόγησιν, ἀλλ' αὐτῷ τῷ τὰς καρδίας ἐρευνῶντι Κυρίῳ. Ἐπεὶ δὲ λαμβάνεται ἡ ἐξομολόγησις καὶ ἐπὶ τῆς εὐχαριστίας, ὡς πολλάκις ἡμῖν εἴρηται, εἰκότως κατὰ τὴν Κυριακὴν ἡμέραν καὶ τὰς εὐχαριστίας ἡμῶν ἀποδίδομεν τῷ Κυρίῳ, πανταχοῦ τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνερχόμενοι. Προκόψαντες δὲ διὰ τῆς ἐξομολογήσεως, ἤδη καὶ ψάλλειν κελευόμεθα ἐπὶ κρείττονα ψυχῆς κατάστασιν προελθόντες· ἐπιδόντες δὲ ἔτι καὶ βελτίους γενόμενοι ἑαυτῶν, ἤδη καὶ εἰς ἑτέρους ἀπαγγέλλειν, διδάσκειν τε τοὺς ἡμῖν πλησιάζοντας τὰ τοῦ Κυρίου ἐλέη προσταττόμεθα· καὶ τοῦτο πράττειν κατὰ τὰς πρωϊνὰς ὥρας ὥσπερ ἀπαρχὰς τῶν δι' ἡμέρας πράξεων ἀνατιθέντες τῇ περὶ τοῦ ἐλέους τοῦ Θεοῦ διδασκαλίᾳ.
the sin of the world, the purification of our souls; and we kindle the lights of the knowledge of the face of God. And we also zealously take care on the same day to perform what is in the psalm before us, giving praise to the Lord by these works and words, and singing to the name of the Most High; and at dawn, at the very rising of our light, announcing the mercy of God that has come upon us, and showing forth His truth in the nights by a sober and pure way of life; and all the other things that had to be done on the Sabbath, these we have transferred to the Lord's day, as being more lordly, and leading, and first, and more honourable than the Jewish Sabbath. For on this day, in the making of the world, God said, "Let there be light, and there was light"; and on it the Sun of righteousness rose upon our souls; wherefore it has been handed down to us too to come together on it, and we too are commanded to fulfil what is enjoined through the psalm; of which the first is to give praise; for the beginning of good things is the release from former evils, coming about through genuine repentance and confession, and leading to the good end, God Himself. For if none is good but God, then of the good journey that leads to God confession would be a good beginning. Therefore it is said: "It is good to give praise to the Lord." For indeed one ought not to display one's confession to men, but to the Lord Himself who searches the hearts. And since confession is taken also for thanksgiving, as we have often said, fittingly on the Lord's day we also render our thanksgivings to the Lord, coming together everywhere in the world in His churches. And having made progress through confession, we are now bidden also to sing, having advanced to a better state of soul; and having grown still further and become better than ourselves, we are now commanded also to announce to others, and to teach those near us, the mercies of the Lord; and to do this in the morning hours, dedicating, as it were, the first-fruits of the day's deeds to teaching about the mercy of God.
Ταῦτα δὲ πράττειν ὁ λόγος παρακελεύεται ἅμα τῇ ἕῳ, προφυλάξαντας δηλαδὴ ἑαυτῶν τὰς ψυχὰς καὶ τὰ σώματα κατὰ τοὺς τῆς νυκτὸς καιροὺς ἅγια καὶ παντὸς μολυσμοῦ καθαρεύοντα, ἀλήθειάν τε εὐσεβείας ἐπιδεδεγμένους, διὰ τοῦ καὶ ταῖς νυκτεριναῖς ὥραις τῆς τοῦ Θεοῦ θεραπείας μεμνῆσθαι. Πάλαι μὲν οὖν, ὁπηνίκα διὰ συμβόλων καὶ τύπων ἐλάτρευον οἱ ἐκ περιτομῆς, οὐκ ἀπεικὸς ἦν διὰ ψαλτηρίων καὶ κιθάρας ἀναπέμπειν τινὰς τῷ Θεῷ τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν ταῖς ἡμέραις τοῦ Σαββάτου, παραλύοντας δηλαδὴ τὴν ἀργίαν, καὶ παραβαίνοντας τὸν νόμον τὸν περὶ τοῦ Σαββάτου· ἡμεῖς δὲ, τὸν ἐν κρυπτῷ Ἰουδαῖον ἀποσώζοντες κατὰ τὸν φάσκοντα Ἀπόστολον· Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ ἡ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, ζῶντι ψαλτηρίῳ καὶ κιθάρᾳ ἐμψύχῳ, πνευματικαῖς τε ᾠδαῖς τὸν ὕμνον ἀποδίδομεν. Παντὸς δ' οὖν ὀργάνου μουσικοῦ γένοιτ' ἂν τῷ Θεῷ προσηνεστέρα ἡ τῶν Χριστοῦ
And the word bids us do these things at dawn, having guarded beforehand, that is, our souls and bodies during the hours of the night holy and pure of every defilement, and having received the truth of piety, through remembering the service of God even in the night hours. Of old, then, when those of the circumcision served through symbols and types, it was not unfitting for some to send up hymns to God through psalteries and harp, and to do this on the days of the Sabbath, thereby breaking the idleness and transgressing the law about the Sabbath; but we, keeping the Jew who is one inwardly, according to the Apostle who says: "For he is not a Jew who is one outwardly, nor is circumcision that which is outward in the flesh; but he is a Jew who is one inwardly, and circumcision is of the heart, in the spirit, not in the letter", render the hymn with a living psaltery and an ensouled harp, and with spiritual songs. More pleasing to God, then, than any musical instrument would be the [harmony] of Christ's
PG 23:1173Read from the page
λαῶν συμφωνία, καθ' ἣν ἐν πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις, ὁμογνώμονι ψυχῇ καὶ μιᾷ διαθέσει, ὁμοφροσύνῃ τε καὶ ὁμοδοξίᾳ πίστεως καὶ εὐσεβείας, ὁμόφωνον μέλος ἐν ταῖς ψαλμολογίαις ἀναπέμπομεν. Τοιαύταις οὖν ψαλμῳδίαις καὶ κιθάραις πνευματικαῖς χρῆσθαι εἰώθαμεν, ἐπεὶ καὶ τοῦτο διδάσκει ὁ Ἀπόστολος λέγων· Ψαλμοῖς καὶ ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Εἴη δ' ἂν ἄλλως κιθάρα μὲν τὸ πᾶν σῶμα, οὗ διὰ τῶν κινήσεων καὶ τῶν πράξεων ἡ ψυχὴ τὸν πρέποντα τῷ Θεῷ ὕμνον ἀποδίδωσι· ψαλτήριον δὲ δεκάχορδον ἡ τοῦ ἁγίου Πνεύματος διὰ τῶν αἰσθητηρίων πέντε μὲν τοῦ σώματος, ἰσαρίθμων δὲ τῆς ψυχῆς δυνάμεων, ἐπιτελουμένη λατρεία· ἃ δὴ παριστὰς ὁ αὐτὸς Ἀπόστολός φησί που· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· ὡς καὶ τοῦ νοὸς ἰδίας ἔχοντος κινήσεις, δι' ὧν ἀνακρούεται τὸ σῶμα, καὶ τοῦ πνεύματος πάλιν οἰκείας, δι' ὧν τὴν ψυχὴν ἐνεργεῖ.
[harmony] of the peoples, by which in all the churches of God, with one-minded soul and one disposition, with concord and agreement of faith and piety, we send up a melody of one voice in the singing of psalms. Such psalmodies, then, and spiritual harps we are accustomed to use, since the Apostle too teaches this, saying: "In psalms and songs and spiritual hymns." Or otherwise the harp would be the whole body, through whose movements and deeds the soul renders the hymn befitting God; and the psaltery of ten strings the worship of the Holy Spirit accomplished through the five senses of the body and the powers of the soul equal in number; which the same Apostle sets forth when he says somewhere: "I will pray with the spirit, and I will pray with the mind also; I will sing with the spirit, and I will sing with the mind also"; as the mind too has its own movements, by which the body is played, and the spirit again its own, by which it works upon the soul.
Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι. Ὁ νοήσας τὴν ὑπὸ τοῦ Θεοῦ πεποιημένην ἡμέραν, περὶ ἧς εἴρηται, Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, οὗτος ἐρεῖ, Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ἀλλ' ἐπειδὴ περὶ τῆς ἡμέρας τοῦ Σαββάτου ὁ παρὼν ψαλμὸς προγέγραπται, ζητήσεις πῶς ἐν ἡμέρᾳ Σαββάτου ηὐφράνθαι λέγει, οὐκ ἐπὶ τῇ καταπαύσει τοῦ Θεοῦ, οὐδ' ἐπὶ τῇ ἀργίᾳ αὐτοῦ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ μὴν ἐχρῆν, εἴπερ ἄρα εἰς τὸ Ἰουδαϊκὸν Σάββατον ἀνεφέρετο τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα, ἐπὶ τῇ σχολῇ τοῦ Θεοῦ, καὶ τῇ, ὡς ἂν εἴποιεν, ἀναπαύσει καὶ ἀργίᾳ αὐτοῦ ηὐφράνθαι λέγεσθαι· νῦν δὲ οὐχ οὕτω φησὶν, ἀλλ' Εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἄντικρυς παριστὰς ἰδίως μὲν νοεῖσθαι τὸ ποίημα, καὶ πάλιν ἰδίως τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἐφ' οἷς ηὐφράνθαι ὁμολογεῖ, ἀλλ' οὐκ ἐπὶ τῇ ἀργίᾳ. Εἴη δ' ἂν ποίημα μὲν καθ' ἕνα τρόπον αὕτη ἡ ἡμέρα, περὶ ἧς εἴρηται· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· δηλοῖ δὲ τὴν ἀναστάσιμον καὶ Κυριακὴν ἡμέραν, ὡς ἐν ἑτέροις ἀποδεικτικῶς παρεστήσαμεν, τὰ ἀπὸ τῆς κοσμοποιίας παραθέμενοι, καθ' ἣν ὁ Μωϋσῆς· Ἐν ἀρχῇ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἐπιλέγει, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν. Ὁρᾷς γὰρ ὡς οὐδὲν ἕτερον ἐν ταύτῃ γίνεται δημιούργημα, ἀλλ' αὕτη μόνη ἡ ἡμέρα, ὡς ἐφαρμόζειν αὐτῇ τὸ φάσκον λόγιον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὐδὲ γὰρ ἄλλο τι ἀλλ' αὐτὴν τὴν ἡμέραν ἐποίησεν, ἥτις ἦν ἡ πρώτη Κυριακὴ, περὶ ἧς καὶ νῦν λέγεσθαι τὸ, Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ ἐν ταῖς μετὰ ταῦτα ἡμέραις γεγενῆσθαι ἀναγεγραμμένα. Κατὰ δὲ ἕτερον τρόπον λεχθείη ἂν ποίημα μὲν τὰ νοητὰ καὶ λογικὰ καὶ ἀσώματα τοῦ
For Thou hast made me glad, O Lord, in Thy work, and in the works of Thy hands I will rejoice. He who has understood the day made by God, of which it is said, "This is the day which the Lord hath made; let us rejoice and be glad in it", will say, "For Thou hast made me glad, O Lord, in Thy work." But since the present psalm is inscribed concerning the day of the Sabbath, you will ask how on the day of the Sabbath he says he was made glad, not at the rest of God, nor at His idleness, as the Jews would suppose, because on it He rested from all His works which He had made. And yet, if indeed what is shown through the psalm referred to the Jewish Sabbath, he ought to have said that he was made glad at the leisure of God, and at His rest, as they would say, and idleness; but now he does not speak so, but "Thou hast made me glad, O Lord, in Thy work, and in the works of Thy hands I will rejoice", plainly setting forth that the work is to be understood separately, and separately again the works of the hands of God, at which he confesses he was made glad, but not at the idleness. Now in one way the work would be this day, of which it is said: "This is the day which the Lord hath made; let us rejoice and be glad in it"; and it signifies the day of the resurrection and the Lord's day, as we have shown by demonstration elsewhere, setting out what concerns the making of the world, according to which Moses says: "In the beginning God made the heaven and the earth"; and adds, "Let there be light, and there was light; and God called the light day." For you see that no other thing created comes to be on this day, but only the day itself, so that the oracle fits it which says, "This is the day which the Lord hath made." For He made nothing else but the day itself, which was the first Lord's day, concerning which also now is said, "For Thou hast made me glad, O Lord, in Thy work"; and the works of His hands are those recorded to have come to be in the days after these. But in another way the work might be said to be the intelligible and rational and incorporeal [beings] of the
PG 23:1176Read from the page
Θεοῦ κτίσματα, καθ' ὃ καὶ ἡ κατ' εἰκόνα τοῦ Θεοῦ γεγενημένη ψυχὴ πεποιῆσθαι ἀναγέγραπται· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ καὶ σωματικὰ αὐτοῦ δημιουργήματα, περὶ ὧν εἴρηται· Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Διδάσκει τοίνυν ἡ μετὰ χεῖρας Γραφὴ, ἐν τῇ σχολῇ τῶν θείων ἀσκήσεων, καὶ τῇ τῶν σωματικῶν καὶ θνητῶν ἔργων ἀσχολίᾳ τε καὶ ἀργίᾳ, ἥν τινα Σάββατον καὶ ἀνάπαυσιν ὁ λόγος ἀποκαλεῖ, ἐν τῇ θεωρίᾳ τῶν τε νοητῶν ὁμοῦ καὶ τῶν αἰσθητῶν ἔργων τοῦ Θεοῦ σχολάζοντας λέγειν· Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ τὰ νοητὰ δὲ καὶ ἀσώματα καὶ ὑπερκόσμια, τά τε ὁρατὰ αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, κατὰ τὸν ἱερὸν Ἀπόστολον.
creatures of God, according to which the soul too, made after the image of God, is recorded to have been made; and the works of His hands are His sensible and bodily creations, of which it is said: "For I will behold the heavens, the works of Thy fingers, the moon and the stars, which Thou hast founded." The Scripture before us teaches, then, that those who have leisure, in the leisure of the divine exercises, and in the freedom and idleness from bodily and mortal works, which the word calls Sabbath and rest, for the contemplation of the intelligible and at the same time of the sensible works of God, should say: "For Thou hast made me glad, O Lord, in Thy work, and in the works of Thy hands I will rejoice"; for by the greatness and beauty of the creatures proportionately their Maker is seen; and the intelligible and incorporeal and supramundane things too, and the visible things of Him, from the creation of the world, are clearly seen, being understood by the things that are made, according to the holy Apostle.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ἐμὲ, φησὶν, ηὔφρανας, ὦ Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου· ἀλλ' οὐ καὶ πᾶς ἀνὴρ τὴν αὐτὴν ἐμοὶ φέρει διάθεσιν. Πολλοὶ γάρ εἰσιν ἄφρονες καὶ ἀσύνετοι, οὐ γινώσκοντες, οὐδὲ συνιέντες αὐτὰ δὴ ταῦτα, ἐφ' οἷς αὐτὸς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν ὁμολογῶ. Διόπερ ὁ ὡς ἀληθῶς ἄφρων καὶ ἀσύνετος ἀναιρεῖ μὲν τὸ προνοίᾳ καὶ λόγῳ Θεοῦ συνεστάναι τὸ πᾶν, εἱμαρμένῃ δὲ καὶ ἀνάγκῃ, ἀλόγῳ τε φορᾷ καὶ τύχῃ προσγράφει τὰ τηλικαῦτα τοῦ Θεοῦ δημιουργήματα. Ἀλλὰ καὶ ὡς ἀσύνετος προσκόπτει τῇ διοικήσει τοῦ παντὸς, διὰ τὸ δοκεῖν πολλὰς ἀνωμαλίας ἐν τῷ θνητῷ βίῳ θεωρεῖν. Ὁ μὲν οὖν ἄφρων καὶ ἀσύνετος δυσχεραίνων εὐθὺς ἐπὶ βλάσφημον καὶ ἀσεβῆ λογισμὸν τρέπεται, ἀθεότητά τε καὶ ἀπρονοησίαν, καὶ τὸ εἰκῆ, καὶ ὡς ἔτυχε, τούτων εἶναι φάσκων αἴτια· ἐγὼ δὲ, καὶ ἐπὶ τῶν προειρημένων ἀδήλων εὐσεβεῖν δεδιδαγμένος, πέπεισμαι, ὅτι ὑπὲρ τὴν ἐμὴν σμικρότητα τυγχάνουσιν οἱ τῆς σῆς κρίσεως καὶ διοικήσεως λόγοι. Διό φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ὑπερυψώθησαν οἱ διαλογισμοί σου. Καὶ πόθεν γὰρ θνητοῖς λογισμοῖς ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν τοὺς διαλογισμοὺς αὐτοῦ καθ' οὓς διοικεῖ τὰ ἀνθρώπινα; Ὡς γὰρ οὐδεὶς ἔγνω τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ οὐχ οἷς τε λέγειν. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ· περὶ οὗ εἴρηται· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἅπερ εἰδὼς, οὐδαμῶς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀνωμαλίᾳ ταράττομαι· χαίρω δὲ καὶ εὐφραίνομαι τοὺς τῆς προνοίας λόγους οὐκ ἀπὸ τῶν κατὰ ἄνθρωπον συμπτωμάτων, ἀπὸ δὲ τῶν ἔργων τῶν χειρῶν τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ποιημάτων αὐτοῦ καταλαμβάνων. Καὶ χαίρω γε καὶ ὑπερευφραίνομαι τοιούτων καταξιωθεὶς, ὧν ἐστέρηται πᾶς ἄφρων καὶ ἀσύνετος, οὐ δυνάμενος ἀπὸ τῶν ἔργων τοῦ Θεοῦ, τοῖς περὶ τῆς καθόλου προνοίας λόγοις μαθητεύεσθαι.
How great are Thy works, O Lord! Thy thoughts are made exceeding deep. The senseless man shall not know, nor will the fool understand these things. Me, he says, Thou hast made glad, O Lord, in Thy work, and in the works of Thy hands; but not every man bears the same disposition as I. For many are senseless and foolish, not knowing nor understanding these very things at which I myself confess to be glad and to rejoice. Wherefore he who is truly senseless and foolish denies that the universe holds together by the providence and reason of God, and ascribes such great creations of God to fate and necessity, to irrational drift and chance. And as a fool he also stumbles at the governance of the universe, because he seems to see many irregularities in mortal life. The senseless and foolish man, then, being vexed, at once turns to blasphemous and impious reasoning, saying that godlessness and the absence of providence, and randomness, and chance, are the causes of these things; but I, taught to be pious even about the uncertain things mentioned before, am persuaded that the reasons of Thy judgement and governance are above my littleness. Therefore I say: "How great are Thy works, O Lord! Thy thoughts are exceedingly exalted." For how could mortal reasonings search out the depths of God, and know His thoughts by which He governs human affairs? For as no man knows the things of a man except the spirit that is in him, so too no one knows the things of God except the Spirit of God, and it is not possible to tell them. "But we have received not the spirit of the world, but the Spirit of God"; of whom it is said: "For the Spirit searcheth all things, even the depths of God"; knowing which, I am in no way troubled by the irregularity of human affairs; but I rejoice and am glad, grasping the reasons of providence not from what befalls men, but from the works of the hands of God and from His works. And I rejoice indeed and am glad beyond measure, having been deemed worthy of such things, of which every senseless and foolish man is deprived, not being able from the works of God to be taught the reasons concerning providence as a whole.