λεύεσθαι τῆς κατὰ Θεὸν εὐσεβείας· καὶ τὴν Ἐκκλησίαν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν πέτραν τεθεμελιωμένην, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι, διὰ τῆς οἰκουμένης ὁ λόγος σημήνας, καὶ ταύτην ἀληθῶς ἐστερεῶσθαί φησιν, ἥτις οὐ σαλευθήσεται. Πύλαι γὰρ ᾅδου αὐτῆς οὐ κατισχύσουσι, διὰ τὸ τεθεμελιῶσθαι ἐπὶ τὴν πέτραν.
-ken from the piety according to God; and the word, signifying by "the world" His Church too, founded upon the rock, against which the gates of hell shall not prevail, says that this truly has been established, "which shall not be moved." For the gates of hell shall not prevail against it, because it has been founded upon the rock.
Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ τὴν φωνὴν αὐτῶν. Ὁ θρόνος σου, φησὶν, ὦ Κύριε, οὐ νῦν πρῶτον, ὅτε μετὰ τὴν ἐνανθρώπησιν εἰς οὐρανοὺς ἀνελήλυθας, παρεσκευάσθη σοι· ἀλλὰ καὶ πάλαι καὶ πρόπαλαι, καὶ πρὸ πάντων αἰώνων σὸς ἦν, ἀεί τε καὶ διὰ παντὸς ἡτοίμαστό σοι, ἐπειδὴ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑπάρχεις, ὡς αὐτὸς ἐδίδαξας εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἦν μὲν οὖν σὸς ὁ θρόνος καὶ πρὸ πάντων αἰώνων· οὐ μὴν ἀλλὰ καὶ ὅτε ἐκένωσας σεαυτὸν, καὶ τὴν δούλου μορφὴν ἀνείληφας, σοὶ πάλιν ἕτοιμος ἐφυλάττετο· ἐπειδή σοι μόνῳ, καὶ οὐδετέρῳ πρὸς τοῦ σοῦ Πατρὸς εἴρητο· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὕτω γοῦν ἦν ἕτοιμος ὁ θρόνος σου, ἐφ' ὃν σὺν αὐτῷ καθέζεσθαι ὁ γεννήσας σε Πατὴρ παρεκελεύετο. Καὶ ἕτοιμος ἦν ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἀλλ' οὐχ, ἦς, φησὶν, ἀλλ', εἶ. Μόνον γὰρ αὐτῷ τὸ, σὺ εἶ, λέγεσθαι ἁρμόττει. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τοῦτον δὲ τὸν θρόνον καὶ ἐν ἑτέρῳ τὸ θεῖον Πνεῦμα σημαίνει λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἦν μὲν οὖν ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀφ' οὗ δηλαδὴ παρὰ τῷ Πατρὶ ἦς, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πλὴν ἀλλὰ καὶ νῦν ἐπῆραν οἱ ποταμοὶ, Κύριε. Τί δὲ ἐπῆραν, ἐπιδευτερῶν ἑξῆς τὸν λόγον παρίστησιν εἰπών· Ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ταῦτα γὰρ λανθάνοντα πάλαι πρότερον, νῦν εἰς ἐξάκουστον ἁπάντων γέγονε τῶν τοῦ θείου Πνεύματος ἠξιωμένων προφητῶν, ἀποστόλων τε καὶ εὐαγγελιστῶν, μυριάνδρων τε λαῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις καταγγελλόντων τὴν σωτήριον βασιλείαν, οἳ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, τὴν ἐκχυθεῖσαν εἰς πάντας τοῦ Θεοῦ χάριν μεγάλῃ τῇ φωνῇ εὐαγγελιζόμενοι. Ἀλλὰ καὶ τὰς θείας δυνάμεις καὶ τὸ πλῆθος τῶν κατ' οὐρανὸν ἀγγέλων οἶμαι νῦν ποταμοὺς ὀνομάζεσθαι. Οἳ δὴ καὶ αὐτοὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, ὁπηνίκα ἐκ τῆς σὺν ἀνθρώποις διατριβῆς ἀνιόντα εἰς οὐρανοὺς τὸν Σωτῆρα καὶ τὴν τῆς αὐτοῦ θεότητος εὐπρέπειαν ἐνδυόμενον, δυνάμει πατρικῇ περιζωννύμενον, καὶ τὸν οἰκεῖον ἀπολαμβάνοντα τῆς βασιλείας θρόνον ἐθεῶντο. Καὶ
Thy throne is prepared from of old; Thou art from everlasting. The floods have lifted up, O Lord, the floods have lifted up their voice. Thy throne, he says, O Lord, was not first prepared for Thee now, when after the incarnation Thou didst ascend into the heavens; but of old and long of old, and before all ages it was Thine, and it was prepared for Thee always and throughout, since Thou Thyself too art from everlasting, or rather before all ages, as Thou Thyself didst teach, saying: "The Lord created Me the beginning of His ways for His works. Before the age He founded Me, and before the mountains were settled; and before all the hills He begets Me." Thy throne, then, was Thine even before all ages; but also when Thou didst empty Thyself and take up the form of a servant, it was kept ready for Thee again; since to Thee alone, and to no other, it had been said by Thy Father: "Sit at My right hand, until I make Thine enemies the footstool of Thy feet." So, then, Thy throne was ready, on which the Father who begot Thee bade Thee sit with Him. And it was ready from of old, from everlasting, since Thou Thyself too art from everlasting. But not "Thou wast", he says, but "Thou art". For to Him alone it is fitting that "Thou art" be said. Wherefore elsewhere also it is said: "But Thou art the same, and Thy years shall not fail." And this throne the divine Spirit signifies in another place too, saying: "Thy throne, O God, is for ever and ever; a sceptre of uprightness is the sceptre of Thy kingdom. Thou hast loved righteousness and hated iniquity; therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows." Thy throne, then, was ready from of old, that is, from when Thou wast with the Father, since Thou Thyself too art from everlasting. But now too the floods have lifted up, O Lord. And what they lifted up, he sets forth next, repeating the word and saying: "The floods have lifted up their voice"; for these things, hidden long ago before, have now come to be heard by all the prophets, apostles and evangelists deemed worthy of the divine Spirit, and by the peoples of countless men throughout the whole world, proclaiming in the churches the saving kingdom, who also lifted up their voice, announcing with a loud voice the grace of God poured out upon all. And I think that the divine powers too and the multitude of the angels in heaven are now called floods. They too lifted up their voice, when they beheld the Saviour ascending into the heavens from His sojourn with men, and putting on the beauty of His divinity, girded with the Father's power, and receiving back His own throne of the kingdom. And