Migne Reading Room

PG 23 · cols. 113–124 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:113Read from the page
αὐτὸς αὐτῷ προσήνεγκε δέκα κοίτας, ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς καλουμένους νῦν τυλοτάπητας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν, καὶ μέλι καὶ βούτυρον, καὶ πρόβατα, καὶ γαλαθηνὰ μοσχάρια· Εὐχαριστῶν οὖν ἐπὶ τούτοις φησίν· Ἐν θλίψει ἐπλάτυνάς μοι.
brought to him ten beds, lest he sleep on the ground, and double-pile rugs, those now called quilted rugs, and jars of wine and wheat and barley and flour and beans and lentils, and honey and butter, and sheep, and sucking calves; giving thanks therefore over these things he says: In affliction Thou broadened room for me.
Τί δὲ, λέγων εἰσηκούσθην, μὴ μακρὸν κατέτονας λόγον; Μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγραψας πίνακα; Οὐδαμῶς, φησὶν ὁ Δαυΐδ· οὐ γὰρ χρήζει πολυλογίας ὁ Θεὸς, ὁ καὶ μόνῳ στεναγμῷ ἀρκούμενος. Τοῦτο μόνον ἔλεγον προσευχόμενος· Οἰκτείρησον, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Εἴποι δὲ ταῦτα καὶ ὁ λῃστὴς ἐν τῷ σταυρῷ πρὸς τὸν Κύριον· εἰπὼν γὰρ καὶ ἐπικαλεσάμενος ἐν τῇ αὐτοῦ θλίψει· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, εἰσηκούσθη, καὶ ἀντὶ σταυροῦ τὸν παράδεισον ᾤκησε, καὶ πολίτης γέγονε τοῦ οὐρανοῦ. Αὐτὸς καὶ πρὸς τοὺς Ἰουδαίους βοήσεται· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; θεάτασθε τὴν κτίσιν τῷ κτίστῃ συμπάσχουσαν. Εἰ, τὸν Λάζαρον τετραήμερον ἀπὸ τοῦ τάφου τρέχοντα ἰδόντες, οὐκ ἐπιστεύσατε, νῦν γοῦν προσκυνήσατε τοῦ Σταυρωθέντος τὴν δύναμιν· νεκροὺς ὁ σεισμὸς ἀνέστησεν, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ καθεύδετε. Διὰ τί βαρυκάρδιοι; Τοῦτο μὲν διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασιν, τοῦτο δὲ διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθε. Μάρτυς ἡ Γραφὴ εἰποῦσα· Βαρὺ λίθος καὶ δυσβάστακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα· ὅτι οὔτε νουθεσίᾳ θέλγεται, καὶ θαύματα βλέπων ὀργίζεται.
Why then, when saying I was heard, did you not draw out a long speech? Did you not write down a broad tablet of nouns and words? By no means, says David; for God has no need of much speaking, He Who is content even with a groan alone. This alone I kept saying while praying: Have compassion, and hearken to my prayer. And the robber on the cross too might say these things towards the Lord; for having spoken and called upon Him in his affliction: Remember me, O Lord, when Thou come in Thy kingdom, he was heard, and instead of a cross inhabited paradise, and became a citizen of heaven. He himself will also cry out towards the Jews: Sons of men, how long heavy of heart? Behold the creation suffering together with the Creator. If, having seen Lazarus four days dead running from the tomb, you did not believe, now at least worship the power of the Crucified; the earthquake raised the dead, and you sleep in unbelief. Why heavy of heart? Partly because of not being pierced with compunction by the wonders, and partly because out of folly you are heavily angry against Christ. Witness is the Scripture saying: Heavy is a stone and hard to bear is sand, yet a fool's anger is heavier; because he is neither softened by admonition, and on seeing wonders grows angry.
Ἵνα τί ἀγαπᾶτε ματαιότητα, τὸν Βαραββᾶν τοῦ Χριστοῦ προτιμήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωοποιὸν, τὴν βασιλείαν τοῦ Καίσαρος ὑπὲρ τὴν βασιλείαν τῶν οὐρανῶν, τὴν ἁμαρτίαν τὴν ἄμμου παραλίας βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν; Ἀλλὰ πρὸς τούτοις καὶ ζητεῖσθε ψεῦδος, ψευδομάρτυρας ἐξωνούμενοι κατὰ τῆς ἀληθείας λέγοντας· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα τῷ Καίσαρι φόρον διδόναι. Ἀνασείει τὸν λαὸν διδάσκων. Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Καὶ τί ἐκακοποίησεν; ὅτι νοσοῦντας ἰάσατο, ὅτι δαίμονας ἐφυγάδευσεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους χιλιάδας ἐν ἐρήμῳ διέθρεψε χωρὶς γυναικῶν καὶ παίδων; Ἔτι ἡ τροφὴ ἐν τῷ λάρυγγι καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναποξενωθεῖσιν ἔλεγεν ὁ Δαυΐδ· Τί τῷ ἀτάκτῳ παιδὶ συναπήχθητε; Τί τὸν Υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἠκολουθήσατε; Εἰ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτου ἄξιος, ὁ κατὰ πατρὸς ἀκονῶν ξίφος υἱὸς ποσάκις ἐστὶν ἄξιος ἀποθανεῖν; Ἵνα τί οὖν ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Ψεῦδος λέγει νῦν πᾶν πρᾶγμα μάταιον, ταχεῖαν τὴν πτῶσιν καὶ μεταβολὴν ἔχον. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι.
Why do you love vanity, having preferred Barabbas to Christ, the murderer above the Life-giver, the kingdom of Caesar above the kingdom of the heavens, sin heavier than the sand of the seashore above righteousness, temporal things above eternal things, corruption above incorruption? Yet besides these things you also seek falsehood for yourselves, buying off false witnesses speaking against the truth: We found this Man perverting the nation, and forbidding to give tribute to Caesar. He stirs up the people, teaching. If this Man were not an evildoer, we would not have delivered Him up to you. And what evil did He do? That He healed the sick, that He put demons to flight, that He raised the dead, that from five loaves He nourished an equal number of thousands in the desert apart from women and children? Still the food was in the throat and the falsehood in the mouth. And to those alienated along with Absalom David kept saying: Why were you carried away together with the disorderly boy? Why do you oil the Son for struggle against his father? Why did you follow the vain counsel of Achitophel? If he who speaks evil of father or mother is worthy of death, how many times over is the son who sharpens a sword against his father worthy to die? Why therefore do you love vanity and seek falsehood? He now calls falsehood every vain thing, having swift fall and change. Nevertheless vain are the sons of men, false are the sons of men in balances, so as to do wrong.
Notes, col. 113

On the reading

Printed κατέτονας, for κατέτεινας.

Printed θεάτασθε, for θεάσασθε.

Printed ὀργίζεσθε, for ὀργίζεσθαι.

PG 23:116Read from the page
ΕΡΜΗΝΕΙΑ ΨΑΛΜΟΥ Εʹ.
Interpretation of Psalm 5.
Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ Δαυΐδ.
Unto the end, for her that inherits, a psalm of David.
Εἰς τὸ τέλος χαριστήριος ὕμνος ᾄδεται ὑπὲρ τῆς ἀγομένης ψυχῆς, ἤτοι Ἐκκλησίας, εἰς θείαν κληρονομίαν ἡτοιμασμένην τοῖς τοῦ Θεοῦ θεραπευταῖς. Ἐστὶ γὰρ κληρονομία τοῖς θεραπεύουσι Κύριον· Ἔστι δὲ αὕτη οὐ φθαρτὴ καὶ ἐν αἰσθητῷ πλούτῳ ἔχουσα εἶναι. Εἴρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης κληρονόμους εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς. Εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ Σωτήρ· Δεῦτε ἐκ δεξιῶν μου, εἶπερ (sic) οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ταύτης ἔρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων, εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν Θεῷ, ἵνα ἀξιωθῇ κληρονόμος αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀναδειχθῆναι· ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς σημαίνει τὴν ἐπιγραφὴν τὴν ὑπὲρ τῆς κληρονομούσης.
Unto the end a hymn of thanksgiving is sung on behalf of the soul, that is, the Church, being led unto a divine inheritance prepared for the worshippers of God. For there is an inheritance for those who worship the Lord; and this is not corruptible nor one having its being in perceptible wealth. For it has been said that its heirs are brought into an inheritance incorruptible and undefiled and unfading, kept in the heavens. Calling the worthy unto this, the Saviour spoke thus: Come at My right hand, the blessed of My Father, inherit the kingdom prepared for you. Having conceived love for this, he who recites the present psalm sends up prayer to God Who made it ready, that he may be counted worthy to be declared heir of it according to the new covenant; just as concerning his own soul also he signifies the superscription, for her that inherits.
Τὰ ῥήματά μου ἐνωτίσαι, Κύριε, σύνες τῇ κραυγῇ μου. Τὰ μὲν οὖν ῥήματα διὰ στόματος ἐπαγγελλόμενα ὠσὶν ἀκούεται καὶ ἐνωτίζεται· ἡ δὲ κραυγὴ οὐ διὰ τῶν λόγων, κἂν αὐτοὶ εἰδέναι καὶ ὁμολογεῖν τὸν ἐπὶ πάντων Θεὸν τοῖς χείλεσι φάσκοιεν· ἀλλ' ἐν τῇ καρδίᾳ ἑαυτῶν, τουτέστιν ἐν τῇ διανοίᾳ· οὐδὲ μία τις ἀληθὴς περὶ Θεοῦ ὑπῆρχεν ἔννοια. Τοιοῦτος μὲν οὖν ἐτύγχανεν πᾶς ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας βίος. Ἄφρων δὲ ἀληθέστατα καὶ φυσικώτατα ὁ ἀρνησίθεος ὠνόμασται. Εἰ γὰρ σοφίας ἀρχὴ φόβος Θεοῦ, ἀφοβία καὶ ἀθέτησις τοὐναντίον ἂν γένοιτο τῆς σοφίας.
Give ear to my words, O Lord, understand my cry. Words then uttered through the mouth are heard with ears and received into the ear; whereas the cry is not through words, even though men themselves might claim to know and confess with their lips the God over all; rather in their heart, that is in their mind, there existed not even one true conception concerning God. Such then was the whole manner of life before the coming of our Saviour. And he who denies God has most truly and most naturally been named foolish. For if the beginning of wisdom is the fear of God, fearlessness and rejection would be the opposite of wisdom.
Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψῃ με. Παιδεύεται διὰ τούτων ἡ κληρονομοῦσα τὴν ἀπαρχὴν τῶν ἡμερινῶν πράξεων τῇ πρὸς Θεὸν ἀνατιθέναι λατρείᾳ· ὅπερ οὐκ ἂν ἐποίει μὴ καὶ ἀπὸ κοίτης ἔχουσα τὴν ἀγνωσίαν.
Because unto Thee shall I pray, O Lord, in the morning Thou will hearken to my voice; in the morning I shall stand before Thee and Thou will look upon me. Through these words she that inherits is trained to dedicate the firstfruits of the day's actions to worship towards God; which she would not do if she had ignorance even from her bed.
Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ὡς ἂν ἠξιωμένη τῶν ἐπηγγελμένων ἀγαθῶν ἡ κληρονομοῦσα, τοὺς ἀνόμους ἐπιδείκνυσιν ἑαυτῇ. Οἱ γὰρ παράνομοι, εἰ καὶ πρὸ τοῦ παρανομῆσαι παρῴκησάν σοί ποτε, καθάπερ οἱ τὸν Μωϋσέως δεξάμενοι νόμον, ἀλλὰ παραβάται γεγονότες οὐ μένουσιν. Μισεῖς δὲ καὶ τοὺς ἔξω τῆς θεοσεβείας ἐν ὅσῳ μίσους ἄξια πράττουσιν.
Because Thou are not a God willing lawlessness; he who works evil shall not sojourn with Thee, nor shall transgressors abide before Thine eyes. As having been counted worthy of the promised good things, she that inherits points out the lawless to herself. For transgressors, even if before transgressing they once sojourned with Thee, just like those who received the law of Moses, yet having become violators do not remain. And Thou hate also those outside godliness for so long as they do things worthy of hatred.
Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Οὐ τούς ποτε ἐργασαμένους, ἀλλὰ καὶ τοὺς ἔτι καὶ νῦν ἐργαζομένους, ὡς ἂν ἐπιμένοντας τῇ κακίᾳ, μισεῖ ὁ Θεός. Παρὰ πάντας δὲ τούτους ἀπω-
Thou hated, O Lord, all who work lawlessness, Thou will destroy all who speak falsehood. A man of blood and deceitful the Lord abhors. Not those who once worked it, but also those even now still working it, as persisting in wickedness, God hates. And beyond all these to de-
Notes, col. 116

On the reading

Printed εἶπερ, for εἶπεν.

PG 23:117Read from the page
λείᾳ παραδίδωσι τοὺς μὴ μόνον κατὰ ἀπάτην λογιζομένους τὰ ψευδῆ, ἀλλὰ καὶ λαλοῦντας αὐτὰ, καὶ ἑτέροις διακονουμένους, ὁποῖοι τυγχάνουσιν οἱ ἄθεοι, αἱρεσιῶται. Καὶ ἐπὶ πᾶσι τούτοις τὸν ἄνδρα αἱμάτων βδελύσσεται Κύριος, καὶ ἐν τῇ ἴσῃ τούτῳ τιμωρίᾳ καὶ τὸν δόλιον τίθησιν. Ὁ δὲ βδελυγμὸς ὑπερβάλλουσαν ἀποστροφὴν, ὡς ἐπὶ μεγάλῳ βιάσματι, τοῦ βδελυσσομένου πρὸς τὸν βδελυκτὸν παρίστησι.
struction He delivers up those who not only in error reckon false things, but also speak them, and minister them to others, of which sort are the godless heretics. And over and above all these, the Lord abhors the man of blood, and in equal punishment with this man He places the deceitful man also. And abhorrence presents an exceeding revulsion, as over a great outrage, on the part of him who abhors towards the abominable one.
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Χριστὸς δὲ ἡ δικαιοσύνη· αὐτὸς γὰρ ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
O Lord, guide me in Thy righteousness; because of my enemies make straight my way before Thee. Now Christ is righteousness; for He Himself became for us wisdom from God, both righteousness and sanctification and redemption.
Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Ματαία δὲ καὶ τῶν ἔξω σοφῶν ἡ καρδία περὶ ὧν εἴρηται· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ὧν ὁ λάρυγξ ἀπέπνει νεκρὰ δόγματα, τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον μὴ διδασκόντων, τὸν δὲ ψευδῆ καὶ νεκρόν· Κρῖνον αὐτοὺς, ὁ Θεὸς, τοὺς ἐπιβουλεύοντάς μου ταῖς περὶ τῆς κληρονομίας ἐλπίσιν· οὗτοι γάρ σε παραπικραινοῦσι. Κρῖνον· σοῦ γὰρ σώζειν σπουδάζοντος, πολεμοῦσιν ἐπιβουλεύοντες. Βούλεται δὲ καὶ αὐτοὺς ἐντεῦθεν ἤδη κριθέντας ὠφεληθῆναι, τοῦ πλήθους τῶν ἀσεβημάτων ἔξω γεγενημένους.
Because there is no truth in their mouth, their heart is vain. Vain too is the heart of the wise men outside, concerning whom it has been said: The Lord knows the reasonings of the wise, that they are vain; whose throat breathed out dead doctrines, not teaching the life-giving word of God, but the false and dead one: Judge them, O God, who plot against my hopes concerning the inheritance; for these provoke Thee bitterly. Judge; for while Thou are eager to save, they wage war by plotting. Yet he wishes them also, on being judged here already, to be benefited, having come to be outside the multitude of their ungodly deeds.
Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Ἀλλὰ καὶ ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ηὐφράνθησαν οἱ τὴν αὐτοῦ καραδοκήσαντες ἐνανθρώπησιν· ἥτις τοῖς προφήταις καὶ τοῖς νοοῦσι τὰ τούτων ἠλπίζετο. Ἐπεδήμησε γὰρ ὁ Θεὸς Λόγος σὰρξ γεγονὼς, προσλήψει σαρκὸς, ἵνα σκηνώσῃ ἐν τοῖς πεπιστευκόσιν αὐτῷ, κατὰ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· οἳ καὶ εἰς αἰῶνα ἀγαλλιάσονται, ὁρῶντες τοῦ σαρκωθέντος Λόγου τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας οἳ καί φασιν· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ἔχοντες θεωρίαν τῆς δόξης αὐτοῦ, καθ' ἣν Μονογενὴς παρὰ Πατρός ἐστιν.
And let all who hope in Thee be gladdened; for ever they shall exult, and Thou will dwell in them. Moreover at the sojourn of the Saviour also, those who eagerly awaited His incarnation were gladdened; which was hoped for by the prophets and by those who understand their words. For God the Word sojourned among us having become flesh, by assumption of flesh, so that He might pitch His tent in those who have believed in Him, according to the saying, The Word became flesh and pitched His tent among us; who also shall exult for ever, seeing the glory of the incarnate Word, as of the Only-begotten from the Father, full of grace and truth; who also say: Even if we have known Christ according to the flesh, yet now we know Him so no longer, having contemplation of His glory, according to which He is Only-begotten from the Father.
Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου, ὅτι σὺ εὐλογήσεις δίκαιον. Οὔσης λόγου καυχήσεως, περὶ ἧς ὁ Παῦλός φησιν· Μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, καὶ ὁ προφήτης· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τὰ ἑξῆς· οὐ τοιαύτη τυγχάνει ἡ τοῦ λέγοντος· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ, Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Τοιοῦτοι περὶ ὧν ὁ λόγος, ἠγαπηκότων αὐτοῦ τὸ ὄνομα. Προαιρέσει γὰρ, οὐ φόβῳ, τετιμηκότες ἐκαυχῶντο. Αἴτιον δὲ τῆς καυχήσεως τὸ τῶν ἐπουρανίων τυγχάνειν εὐλογιῶν· περὶ ὧν φησιν ὁ Ἀπόστολος· Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις. Καὶ τέλος δὲ ἀγαθῶν τῆς ἐλπιζομένης κληρονομίας
And all who love Thy name shall boast in Thee, because Thou will bless the righteous man. While there is a boasting of speech concerning which Paul says: Let no one boast in men, and the prophet: Let not the wise man boast in his wisdom, and what follows, not of such a kind is that of him who says: But far be it from me to boast except in the cross of our Lord Jesus Christ; and, Let him who boasts, boast in the Lord. Such are those concerning whom the word speaks, who have loved His name. For having honoured Him by deliberate choice, not in fear, they boasted. And the cause of the boasting is obtaining the heavenly blessings; concerning which the Apostle says: Blessed be God Who blessed us with every spiritual blessing in the heavenly places. And the end of the good things of the hoped-for inheritance is
PG 23:120Read from the page
ὁ τῆς δικαιοσύνης στέφανος, οὗ τεύξονται οἱ κατὰ Παῦλον λέγειν δυνάμενοι· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ᾧπερ ηὐδόκησεν ὁ Θεὸς ὅπλῳ χρήσασθαι φυλακτικῷ πάσης ἐφόδου πολεμίων ἐπιούσης κατὰ τῶν οἰκείων αὐτοῦ.
the crown of righteousness, which those will obtain who are able to say with Paul: Henceforth there is laid up for me the crown of righteousness; which God was well pleased to use as a defensive weapon against every assault of enemies coming against His own.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ϛʹ.
A Psalm of David, 6.
Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης.
Unto the end, in hymns, for the eighth.
Ὀγδόη ἡ ἀναστάσιμος τοῦ Σωτῆρος ἡμέρα κυριακὴ σωτήριος, ἐν ᾗ πάντων ἁμαρτημάτων καθάρσιον εἶναι πιστεύομεν· ἐν ᾗ συμβολικῶς μὲν ἅπαν περιετέμνετο βρέφος, κατὰ δὲ τὸ ἀληθὲς καθαίρεται δι' ἀναγεννήσεως πᾶσα ἐν Θεῷ ψυχὴ γεννωμένη. Τοσοῦτον δὲ κρεῖττον αὐτὴ τῆς ἑβδόμης, ὡς ἐν αὐτῇ λύεσθαι τὴν περὶ τοῦ σαββάτου νομοθεσίαν, εἰ καταλάβοι κατ' αὐτὴν ἡ τοῦ βρέφους ὀγδόη· περιτέμνεται γὰρ ἄνθρωπος ἐν σαββάτῳ.
The eighth is the resurrection day of the Saviour, the saving Lord's day, on which we believe there is cleansing of all sins; on which symbolically indeed every infant was circumcised, while in truth every soul begotten in God is cleansed through regeneration. And by so much is it better than the seventh that on it the legislation concerning the sabbath is loosed, if the infant's eighth day falls upon it; for a man is circumcised on the sabbath.
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ἐξ ἀσθενείας γὰρ ἅπαν ἁμάρτημα γίνεται, πρὸς τὸ πάθος ἀεὶ τῆς ψυχῆς ἐνδιδούσης· διὸ καταφεύγει πρὸς τὸν Σωτῆρα καὶ ἰατρὸν, τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐγγενόμενος γὰρ ψυχῇ τῇ λογικῇ, ὡς μὲν λόγος Θεοῦ τὴν ἀλογίαν αὐτῆς ἀφαιρεῖται· ὡς δὲ σοφία τῆς ἀφροσύνης αὐτὴν ἀπαλλάττει, καὶ ὡς δικαιοσύνη τῆς ἀδικίας, καὶ ὡς ἀλήθεια τοῦ ψεύδους ἐλευθεροῖ. Τὰς νεανικὰς δὲ τῆς ψυχῆς ὑποφαίνει δυνάμεις, τεταράχθαι φήσας αὐτοῦ τὰ ὀστᾶ, δι' ὧν εἴωθεν ἀντιβαίνειν τοῖς πάθεσιν ἀνδρικῶς· ὃ δὴ σαφηνίζων ἐπήγαγε· Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ἴασις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ Θεοῦ δύναμις· ἧς ὁ τυχών φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ὅτι δὲ μὴ πάντως αἰσθητὰ τὰ ὀστᾶ, δηλοῖ τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι; Καὶ τὸ, Διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
O Lord, do not reprove me in Thy wrath, nor chasten me in Thine anger. Have mercy on me, O Lord, because I am weak; heal me, O Lord, because my bones have been troubled. For out of weakness every sin arises, as the soul ever gives way towards passion; wherefore he flees for refuge towards the Saviour and Physician, the Son of God. For coming to be within the rational soul, as Word of God indeed He takes away its irrationality; and as wisdom He delivers it from folly, and as righteousness from unrighteousness, and as truth He sets it free from falsehood. And he indicates the vigorous powers of the soul when saying that his bones have been troubled, through which it is accustomed to resist passions manfully; making which clear indeed he added: And my soul has been troubled exceedingly. And the healing of weakness of soul is the power from God; obtaining which one says: I am strong for all things in Christ Who empowers me. And that the bones are not at all perceptible ones is shown by the saying, All my bones shall say: O Lord, who is like Thee? And the saying, Our bones have been scattered beside Hades.
Καὶ σὺ, Κύριε, ἕως πότε; Τὴν ἐπὶ μακρῷ χρόνῳ παράτασιν τῆς ἑαυτοῦ μετανοίας ἐμφαίνει. Ὁ γάρ τοι σοφὸς τῶν ψυχῶν ἰατρὸς οὐ παραχρῆμα κατὰ τὴν πρώτην ἐπιστροφὴν ἐπακούει τοῦ δεομένου, ὡς ἐν ἕξει παραμόνῳ γένηται τἀγαθοῦ, βεβαίαν δείξας μετάνοιαν· καὶ μετὰ τὴν ἱκανὴν καρτερίαν τὴν ἐν ἐξομολογήσει· φησὶν ἐνέπεισας· καιρῷ δεκτῷ ἐπήκουσά σου. Τοῖς γὰρ μὴ ἐξ ἁμαρτίας αὐτὸν ἐπικαλουμένοις ἐρεῖ· Ἔτι λαλοῦντός σου, Ἰδοὺ πάρειμι.
And Thou, O Lord, how long? He indicates the prolongation over a long time of his own repentance. For indeed the wise Physician of souls does not immediately at the first turning hearken to him who entreats, so that he may come to be in an abiding habit of the good, having shown steadfast repentance; and after sufficient perseverance in confession, He says, you have prevailed: In an acceptable time I hearkened to you. For to those who call upon Him not out of sin He will say: While you are still speaking, Behold, here I am.
Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ἐκοπίασα ἐν στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Σοφὸς ὢν ὁ Δαυΐδ οὐκ ἠγνόει τὴν παροῦσαν ζωὴν θεραπείας εἶναι καιρὸν, μεθ' ὃν οὐδεὶς κατορθοῖ· καὶ πάντα πράττει θεραπευθῆναι βου-
Because in death there is no one who remembers Thee, and in Hades who will confess to Thee? I laboured in my groaning, every night I shall wash my bed, with my tears I shall drench my couch. Being wise, David was not ignorant that the present life is a season of healing, after which no one sets himself right; and he does all things, wishing to be healed
Notes, col. 120

On the reading

Printed αὐτὴ, for αὕτη.

PG 23:121Read from the page
λόμενος, πρὶν ὑπὸ τοῦ κοινοῦ καταληφθῆναι. Διό φησιν· Ἀντὶ μιᾶς νυκτὸς καθ' ἣν ἥμαρτον, πάσας ἐξομολογοῦμαι τὰς νύκτας, ἀποπλῦναι πειρώμενος ἐμαυτὸν, καὶ τὴν ἐφ' ἣν ἥμαρτον κλίνην δάκρυσι μετανοίας. Οἶδα γὰρ δὲ κἂν τύχῃ τῆς ἀφέσεως ἐπαγγέλληται, δακρύων πέρας οὐκ ἕξειν. Τὸ δὲ, Τίς ἐξομολογήσεταί σοι; ἀντὶ τοῦ, οὐδείς, κεῖται· νῦν γὰρ οὐ σημαίνει τὸ σπάνιον.
before being overtaken by the common debt. Wherefore he says: In place of one night during which I sinned, I confess throughout all nights, trying to wash myself clean, and the bed upon which I sinned, with tears of repentance. For I know indeed that even if perchance remission is promised, weeping will have no end. And the saying, Who will confess to Thee? stands in place of, no one; for here it does not signify rarity.
Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἡ μνήμη, φησὶ, τοῦ θυμοῦ σου καὶ τῆς ὀργῆς τὸν ἐμὸν ἐτάραξε νοῦν· ὃ δὴ διδάσκων ὁ Σωτὴρ ἔλεγεν· Ὁ λύχνος τοῦ σώματος ἐστὶν ὁ ὀφθαλμός. Οὐ γὰρ ἐγχωρεῖ ἕνα τῶν δυεῖν ὀφθαλμῶν τοῦ σώματος λύχνον εἶναι· ἀλλ' οὐδὲ σωματικὸς ὀφθαλμὸς ὑπὸ θυμοῦ ταράσσεται τοῦ Θεοῦ. Ἀντὶ κατορθώματος δὲ καταριθμεῖται τὰς ἰδίας κακοπαθείας· ἐν αἷς καὶ τὴν κάκωσίν τε καὶ ταπείνωσιν, ἣν ἐπὶ πλεῖστον χρόνον ἐν μέσοις ἐποιεῖτο τοῖς ἰδίοις ἐχθροῖς.
Mine eye was troubled from wrath, I grew old among all my enemies. The remembrance, he says, of Thy wrath and anger troubled my mind; teaching which very thing the Saviour used to say: The lamp of the body is the eye. For it is not possible that one of the two eyes of the body is the lamp; nor yet is a bodily eye troubled by the wrath of God. And in place of a righteous achievement he recounts his own hardships; among which are both the affliction and the humiliation that for a very long time he underwent in the midst of his own enemies.
Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Αἰσχυνθείησαν καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησάν σφόδρα διὰ τάχους. Ἐπηκόου τυχὼν τοῦ Θεοῦ, ἐπιστρέφει πάλιν πρὸς αὐτὸν τὴν εὐχὴν, καὶ παρακαλεῖ πρὸς τὸ ἀναχωρῆσαι καὶ αἰσχυνθῆναι αὐτοῦ τοὺς ἐχθροὺς, ἀποτυχόντας ἐν οἷς ἐπεβούλευσαν, δι' ὧν αὐτῷ Θεὸς τὴν σωτηρίαν παρέσχετο. Ἀξιοῖ δὲ καὶ λίαν αὐτοὺς ταραχθῆναι· ὃ δὴ πάντως αὐτοὺς κατὰ τὸν καιρὸν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἐκδέξεται.
Depart from me, all you who work lawlessness, because the Lord heard the voice of my weeping. The Lord heard my supplication, the Lord accepted my prayer. Let all my enemies be put to shame and be troubled, let them be turned back and be put to shame exceedingly with speed. Having found God attentive in hearing, he turns his prayer back again towards Him, and entreats towards his enemies' withdrawing and being put to shame, having failed in the plots they laid, through which God granted him salvation. And he asks also that they be exceedingly troubled; which indeed will altogether await them at the season of God's righteous judgement.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ζʹ.
A Psalm of David, 7.
Ὃν ἦσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ.
Which he sang to the Lord concerning the words of Chusi the son of Jemenei.
Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Οὐκ ἐπ' ἀνθρώποις, οὐδὲ συμβουλαῖς ἀνθρώπων, ἢ στρατοῦ πλήθει τὰς ἐμὰς ἐλπίδας ἀπήρτησα· Διό με ῥῦσαι πολεμίων μοι τοσούτων ἐπικειμένων διὰ παντός. Οὐ μόνον νῦν Ἀβεσσαλὼμ, καὶ Ἀχιτόφελ, καὶ τῶν σὺν αὐτοῖς· ἀλλὰ καὶ πάλαι νέῳ ὄντι Σαούλ τε καὶ πλείστων τῶν τε δι' αὐτῶν ἀφανῶς μοι πολεμούντων δαιμόνων· ὧν περὶ τοῦ ἄρχοντος εἴρηται· Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ· ἐξ οὗ μάλιστα ῥυσθῆναι παρακαλῶ.
O Lord my God, in Thee have I hoped; save me from all who persecute me, and deliver me, lest ever like a lion he seize my soul, while there is none to redeem, nor to save. Not upon men, nor upon counsels of men, or multitude of an army have I hung my hopes; wherefore deliver me when so many enemies press upon me continually. Not only now Absalom, and Achitophel, and those with them, but also of old, when I was young, both Saul and very many besides, and the demons invisibly warring against me through them; concerning whose ruler it has been said: Your adversary the devil walks around like a roaring lion seeking whom he may swallow down; from whom above all I entreat to be delivered.
Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Ὅσην ἄγει παῤῥησίαν ἐπὶ τῷ μὴ μνησικακεῖν! Ἐξαίρετον γὰρ τοῦτο κατόρθωμα τοῦ
O Lord my God, if I have done this, if there is injustice in my hands, if I have repaid those who repay me evils, let me then fall away empty from my enemies. How great a boldness of speech he brings forward over not bearing malice! For this is the pre-eminent virtuous achievement of
Notes, col. 121

On the reading

Printed αἰσχυνθείησάν, for αἰσχυνθείησαν.

PG 23:124Read from the page
Δαυΐδ· ὡς τοῦ μὲν Μωϋσέως τὸ πρᾶον· Πρᾶος γὰρ ἦν παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς· τοῦ Ἀβραὰμ δὲ ἡ πίστις· Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· καὶ τοῦ Ἰὼβ ἡ καρτερία, καὶ Ἰωσὴφ ἡ σωφροσύνη, καὶ ἡ σοφία τοῦ Σαλομῶντος. Καὶ τὸ στεῤῥὸν τῶν ἁγίων οὐκ ἐπὶ τοῖς αὐτοῖς μεμαρτύρηται· ἀλλ' ἐν ᾧ κρατεῖ παραδόξῳ παλαίσματι. Δαυΐδ τοίνυν ὁ διὰ παντὸς ἀμνησίκακον ᾔτησε, προτείνει Θεῷ τῶν ἴσων ἐξ αὐτοῦ τυχεῖν ἐξαιτούμενος. Ἤδει γὰρ ἐκ τοῦ θείου Πνεύματος τὴν μέλλουσαν τοῦ Σωτῆρος ἐπαγγελίαν τὴν, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Διὸ μετὰ τὴν ἱκανὴν μετάνοιαν ἔτυχε τῆς ἀφέσεως.
David; just as meekness was that of Moses: For he was meek beyond all the men who were upon the earth; and faith that of Abraham: For he believed God, and it was reckoned to him unto righteousness; and endurance that of Job, and chastity that of Joseph, and wisdom that of Salomon. And the firmness of the holy ones has received witness not over the same things, but in whatever wondrous wrestling-bout each prevails. David therefore, who continually asked for freedom from malice, holds this forth to God, asking earnestly to obtain equal measure from Him. For he knew from the divine Spirit the future promise of the Saviour: If you forgive men their trespasses, your heavenly Father will also forgive you your trespasses. Wherefore after sufficient repentance he obtained forgiveness.
Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Διατεινόμενος δέ φησιν· Εἰ μὴ κατώρθωσα τοῦτο, μὴ ἐλευθερωθείην πρὸ τοῦ θανάτου τῆς ἁμαρτίας, μηδὲ τὴν ἐμὴν ἀπολάβοιμι δόξαν, ἐν αὐταῖς δέ μου καταληφθείην ταῖς ἁμαρτίαις, ἵν' ὡς ὅτε ἥμαρτον οὕτω μέχρι παντὸς τὴν ἐμὴν ὁ δυσμενὴς καταπατήσῃ ψυχὴν, μέχρι τοῦ εἰς χοῦν ὑποστρέψαι θανάτου. Εἰ δὲ κατώρθωσα, τύχοιμι τῶν ἴσων λυτρούμενος, καὶ μὴ εἰς ὃν ἐξ ἁμαρτίας κατέπεσα χοῦν ἐπιμένων τῆς σαρκικῆς ἁμαρτίας. Ἡ ζωὴ τοῦ ἔτι τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος καταπεπάτηται ὑπὸ τοῦ ἐχθροῦ εἰς γῆν· οὗτος δὲ, κἂν δοξάζεσθαι ποτὲ δοκῇ, κατεσκήνωσεν αὐτοῦ ἡ δόξα εἰς χοῦν, ὡς τῶν ποιούντων διὰ δόξαν, καὶ τὸν παρ' αὐτῶν ἔπαινον, ἢ τὴν παρ' αὐτοῖς ἀποδοχήν.
Let the enemy then pursue my soul, and overtake it, and trample my life down to the earth, and make my glory dwell down in the dust. Speaking earnestly he says: If I did not achieve this rightly, may I not be set free before death from sin, nor recover my glory, but be overtaken in my very sins, so that just as when I sinned, thus continually the foe may trample down my soul, until it returns unto the dust of death. But if I achieved it rightly, may I obtain equal measure by being redeemed, and not by remaining in that dust of carnal sin into which from sin I fell. The life of him who still wears the image of the man of dust has been trampled down to the earth by the enemy; and as for this man, even if he ever seems to be glorified, his glory has pitched its tent down in the dust, like that of those who act for glory, and for praise from men, or acceptance among them.
Ἀνάστηθι, Κύριε, ἐν τῇ ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Οἷα δὴ στρατηγὸν διαναστῆναι σὺν ἀγανακτήσει κατὰ τοῦ τῶν ἀοράτων πολεμίων ἄρχοντος στρατοπέδου, λέγων· Ὃ τοῖς ἀνθρώποις ἡμῖν προσέταξας ἀγωνίζεσθαι κατὰ τῶν ἀοράτων δυνάμεων, τοῦτο δράσον αὐτός. Τούτων γὰρ ὑπὸ σοῦ καθῃρημένων, κἀγὼ σωθήσομαι, οὐ μόνος, ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν Ἐκκλησία κυκλώσει σε, πάσης δαιμόνων πλάνης ἀπελασθείσης. Ταύτης δὲ καθάπερ χοροῦ μέσος γενόμενος ὕμνον ἀναπέμψεις πρέποντα τῷ Πατρὶ καθάπερ ἔφης· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.
Arise, O Lord, in Thine anger, be exalted in the borders of Thine enemies. Awake, O Lord my God, in the ordinance that Thou commanded, and an assembly of peoples shall surround Thee. He entreats Him as a general to rise up with indignation against the ruler of the camp of the invisible enemies, saying: What Thou ordered us men to contend for against the invisible powers, do this Thyself. For when these have been pulled down by Thee, I too shall be saved, not alone, rather the Church of the nations also shall surround Thee, all delusion of demons having been driven away. And coming to stand in the midst of her as of a choir, Thou will send up a fitting hymn to the Father just as Thou said: I shall declare Thy name to My brethren, in the midst of the Church I shall hymn Thee.
Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον, Κύριος κρινεῖ λαούς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμέ. Ἐπειδὴ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ τοὺς πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, εἰκότως μαθὼν ὁ Δαυΐδ, ὅτι μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι· Γενοῦ, φησὶ, κἀμοῦ κριτὴς, ὦ Κύριε, μὴ κατὰ τὰς λοιπάς μου πράξεις, ἀλλὰ κατὰ τὴν ἁπλότητά μου καὶ δικαιοσύνην.
And for her sake return on high; the Lord will judge peoples. Judge me, O Lord, according to Thy righteousness, and according to my innocence upon me. Since God will bring every creature unto judgement, and all must stand before the tribunal of Christ, reasonably David, having learned that He is going to judge the inhabited earth in righteousness and peoples in uprightness, says: Become Judge of me also, O Lord, not according to the rest of my deeds, but according to my simplicity and righteousness.