Καὶ τὰ μὲν τῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν τῶν περὶ τοῦ κέρως καὶ τοῦ θρόνου αὐτοῦ, περί τε τῶν ἐξ αὐτοῦ γενησομένων καὶ τῆς Καινῆς Διαθήκης αὐτοῦ τοσαῦτα. Ἐπεὶ δὲ ἐχρῆν τὰς τοιαύτας ἐπαγγελίας μὴ ἁπλῷ τινι καὶ ψιλῷ λόγῳ προενηνοχέναι νομίζειν, αὖθις ἐπαναλαμβάνει καὶ ἐπιδευτεροῖ τὸν λόγον, ὅρκῳ ἐπισφραγιζόμενος τὰ εἰρημένα εἰς βεβαίωσιν τῶν ἐπηγγελμένων. Διό φησιν· Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει (1), καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Διάψαλμα. Ἀψευδὴς μέν ἐστιν ὁ Θεὸς, καὶ ἀνωμότῳ χρώμενος τῇ ἐπαγγελίᾳ· ἐπεὶ δὲ ἐχρῆν ὡς πρὸς ἀνθρώπους διαλεγόμενον ἀνθρωπίνῃ χρήσασθαι συμπεριφορᾷ κατὰ τοὺς ἐν ἀνθρώποις εὐορκοῦντας, καὶ Θεοῦ μαρτυρίᾳ χρωμένους εἰς πίστωσιν τῶν οἰκείων λόγων· καὶ αὐτός φησιν ὀμωμοκέναι καὶ μὴ διαψεύσασθαι (2) τοὺς ὅρκους, Ἵνα διὰ δύο, φησὶν ὁ θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Εἴρηται δὲ καὶ ἄλλη αἰτία, δι' ἣν ὀμνὺς ὁ Θεὸς εἰσῆκται, κατὰ ἀμοιβὴν τῆς τοῦ Δαυῒδ μεθ' ὅρκου ἐπαγγελίας. Ὀμνύει δὲ ὁ Θεὸς κατὰ τοῦ Ἁγίου αὐτοῦ, ὡς ἂν καὶ πατὴρ εὐορκῶν κατὰ σωτηρίας υἱοῦ γνησίου καὶ ἀγαπητοῦ· τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶν, ὤμοσα ἐν τῷ Ἁγίῳ μου, τουτέστι κατὰ τοῦ Ἁγίου μου, εἰ τῷ Δαυῒδ ψεύσομαι. Τί δὲ περιεῖχεν ὁ ὅρκος; Τὸ σπέρμα αὐτοῦ, φησὶν, εἰς τὸν αἰῶνα μένει. Τοῦτο πρῶτον, καὶ αὕτη μὲν πρώτη ἐπαγγελία ἡ περὶ τοῦ σπέρματος· περὶ οὗ καὶ ἀνωτέρω ἐλέγετο· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· ἐδήλου δὲ τοῦ Χριστοῦ τὴν διαδοχήν. Δευτέρα δὲ ἐπαγγελία περὶ τοῦ θρόνου τοῦ προλεχθέντος· διὸ καὶ ἐπιλέγει· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Τὸ μὲν οὖν σπέρμα, τουτέστι τὸν τοῦ Χριστοῦ κατασπαρέντα λόγον, ἢ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν, οὔποτε διαφθαρήσεσθαί φησιν, οὐδὲ διαλείψειν· τὸν δὲ θρόνον αὐτοῦ διαμένειν εἰς τὸν αἰῶνα· ἢ κατὰ τὸν Σύμμαχον, Ὡς ἡ μήνη ἑδραία αἰωνίως μενεῖ· οὕτως ἔσται καὶ ὁ ἐκκλησιαστικὸς τοῦ Χριστοῦ θρόνος. Μήποτε δὲ προειπὼν ὁ λόγος, Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, καὶ ἐπισυνάψας ἑξῆς, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, τοῦ Ἁγίου αὐτοῦ τὸ σπέρμα κρατήσειν εἰς αἰῶνα θεσπίζει· ὡς εἶναι σπέρμα τοῦ Ἁγίου τοῦ Θεοῦ, δηλαδὴ τοῦ Μονογενοῦς τοῦ Θεοῦ, ἣν ἔσπειρεν ἐπὶ γῆς διδασκαλίαν, αὐτὸς γενόμενος αὐτῆς σπορεὺς, κατὰ τὴν λεχθεῖσαν ὑπ' αὐτοῦ παραβολὴν, δι' ἧς εἴρηται· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν, φησὶν, οὕτως ἔσται καὶ γενήσεται καὶ πιστωθήσεται. Ὁ γὰρ τούτων μάρτυς πιστός ἐστιν ὁ ἐν οὐρανῷ κατοικῶν Θεός. Συνίστησι δὲ τοῦ λόγου τὴν ἀλήθειαν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· ὀφθαλμοῖς γὰρ ὁρῶμεν τοῦ κέρως Δαυῒδ, τουτέστι τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ σπέρμα καὶ τὴν διαδο-
So much, then, for the promises to David concerning the horn and his throne, and concerning those who would come from him and his New Covenant. But since such promises ought not to be thought to have been put forward in some simple and bare word, he takes up the word again and repeats it, sealing what was said with an oath for the confirmation of the things promised. Therefore he says: "Once have I sworn by My Holy One, that I will not lie to David; his seed endures for ever, and his throne as the sun before Me, and as the moon established for ever; and the witness in heaven is faithful. Pause." God is indeed incapable of lying, even when He makes His promise without an oath; but since, speaking as to men, He had to use human condescension, after the manner of men who swear truly and use God's witness to confirm their own words, He Himself also says that He has sworn and will not break His oaths, "that by two immutable things", says the divine Apostle, "in which it is impossible for God to lie, we might have strong encouragement." Another reason too has been given why God is brought in swearing, in return for David's promise made with an oath. And God swears by His Holy One, as a father too who swears truly would swear by the safety of his true and beloved son; in the same way I too, He says, "have sworn by My Holy One", that is, upon My Holy One, "that I will not lie to David." And what did the oath contain? "His seed", He says, "endures for ever." This is first, and this is the first promise, the one about the seed; of which it was also said above: "And I will establish his seed for ever and ever"; and it indicated the succession of Christ. The second promise is about the throne mentioned before; therefore he adds: "And his throne as the sun before Me, and as the moon established for ever." The seed, then, that is, the word of Christ that was sown, or His people and the Church, he says will never be destroyed nor fail; and His throne will endure for ever; or, according to Symmachus, "As the moon, firmly set, it shall remain for ever"; so too will the ecclesiastical throne of Christ be. But perhaps the word, having first said, "Once have I sworn by My Holy One", and having joined to it next, "His seed endures for ever", foretells that the seed of His Holy One will prevail for ever; so that the seed of the Holy One of God, that is, of the Only-begotten of God, is the teaching which He sowed on earth, Himself becoming its sower, according to the parable spoken by Him, in which it is said: "The sower went out to sow", and what follows. And these things, he says, shall be so, and shall come to pass, and shall be made faithful. For the faithful witness of these things is God who dwells in heaven. And the outcome brought about in deeds establishes the truth of the word; for we see with our eyes the seed of the horn of David, that is, of our Saviour Jesus Christ, and the succession