Migne Reading Room

PG 23 · cols. 1117–1128 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1117Read from the page
δυνάμει τὸ θεῖον ἀνεφθέγξατο Πνεῦμα. Ὧν ἕνεκα εἰκότως ἀνερωτᾷν καὶ πυνθάνεσθαι διδάσκει λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, καὶ τὰ ἑξῆς. Μεθ' ἃ ἐπιλέγει· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Διάψαλμα. Ἀντὶ τοῦ, ἀποστρέψεις, ὁ μὲν Ἀκύλας φησὶν, Ἕως πότε, Κύριε, ἀποκρυβήσῃ εἰς νεῖκος; ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος; Καί μοι δοκεῖ ὁ λόγος τὸ ἀπόρρητον τῆς ἐπελθούσης ὀργῆς τῇ σωματικωτέρᾳ βασιλείᾳ Δαυῒδ, καὶ παντὶ τῷ Ἰουδαίων ἔθνει αἰνίττεσθαι. Ἐναντίων γοῦν ἀποβάντων ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῇ προχείρῳ προσδοκίᾳ, ὁ τὰς ἀγαθὰς ἐπαγγελίας πρὸς τὸν Δαυῒδ πεποιημένος Θεὸς ἀνεκηρύττετο. Διὸ ἱκετεύει ὁ λόγος μὴ εἰς μακρὸν παρεκτεῖναι τὴν γενομένην κατ' αὐτῶν ὀργὴν, ταχὺ δὲ παρελθεῖν μὲν τὰ σκυθρωπὰ, ἐπιστῆναι δὲ τὰς ἐπαγγελίας τοῦ Θεοῦ. Εἶτα ἐκ προσώπου τῆς ἀνθρωπίνης ἀσθενείας λέγει, Μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ τὸν λαὸν ταῦτα λέγειν ὁ προφητικὸς λόγος, εἰς τὸ παρακαλεῖν τὸν Θεὸν καὶ δυσωπεῖν καταπαῦσαι μὲν τὴν ὀργὴν τὴν κατὰ τοῦ ἔθνους, παύσασθαι δὲ καὶ αὐτὸν ἀποκρυπτόμενον· καταξιῶσαι δὲ ἤδη ποτὲ παρασχεῖν ἀνθρώποις τὰ τῷ Δαυῒδ ἐπηγγελμένα. Ἐπειδήπερ, φησὶν, ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς μέν ἐστι καὶ πτωχὴ, πλὴν ἀλλὰ πλείστης ἠξίωται παρὰ σοὶ τιμῆς· οὐ γὰρ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς κατ' εἰκόνα τὴν σὴν ἐδημιούργησας· δι' ὃ ἵνα μὴ τὸ σὸν κτίσμα καὶ ἡ σὴ εἰκὼν παραπόληται διὰ τῆς ἐπελθούσης ὀργῆς, καὶ τῆς τῶν ἐπηγγελμένων ὑπερθέσεως, τάχυνον ἀνακτήσασθαι τὰ σκυθρωπὰ, καὶ θεραπεῦσαι τὰ νοσήσαντα διὰ τῆς τῶν ἀγαθῶν ἐπαγγελιῶν ἐκβάσεως. Εἰ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι εἰς μάταιον ἐκτισμένοι ὁμοίως τοῖς ἐπὶ γῆς ἀλόγοις ζώοις, οὐκ ἂν οὐδὲν αὐτοῖς ἐχρῆν μέγα ἐπαγγέλλεσθαι· ὅτε δὲ τοιαῦτα φθάνουσιν ἀνθρώποις εὐαγγελιζόμεναι αἱ πρὸς τὸν Δαυῒδ ὁρκωμοσίαι, παντί που δῆλον ποιοῦσιν, ὅτι μὴ ἐπὶ ματαίῳ ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ τοίνυν τοιαύτης ἠξίωται παρὰ σοὶ τιμῆς ἡ ἀνθρωπεία φύσις, εἰκότως φημὶ, Μνήσθητι τίς μου ὑπόστασις· καὶ μνήσθητι, ὅτι μὴ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀλλὰ καὶ τοῦτο μνησθῆναι ἀξιῶ, ὅτι οὐδείς ἐστιν ἄνθρωπος, ὃς ἄγευστος τυγχάνει θανάτου, οὐδ' οἷός τέ τίς ἐστιν αὐτὸς ἑαυτοῦ τὴν ψυχὴν ἐκ θανάτου ῥύσασθαι, οὐδὲ καὶ τοῦτο τυγχάνει τῆς εὐεργεσίας. Ὥστε εἰ καὶ τοιαῦτα ἡμάρτανον οἱ τοῦ Ἰουδαίων ἔθνους, ὡς τὰς ἐπαναστάσεις (1) τὰς πρὸς τὸν Δαυῒδ εἰς τοὐναντίον αὐτοῖς περιτραπῆναι, καὶ τὴν ἐκ σπέρματος αὐτοῦ διαδοχὴν σὺν τῷ τῆς βασιλείας θρόνῳ καταλυθῆναι· οὐ μὴν ἀλλὰ καὶ αὐτὸν τὸν Χριστόν σου τοιαῦτα παθεῖν ὑπὸ τῶν αὐτῶν, ὁποῖα προλαβόντες οἱ σοὶ λόγοι περὶ αὐτὸν γενήσεσθαι προεφήτευσαν· ἀλλὰ μὴ εἰς τέλος ἀποστραφῆναι ἀξιοῦμεν, μηδὲ ὡς πῦρ ἐκκαυ-
power the divine Spirit uttered. On account of which it fittingly teaches us to ask and inquire, saying: "Where are Thy mercies of old, O Lord?" and what follows. After which it adds: "How long, O Lord, wilt Thou turn away for ever, shall Thy wrath burn like fire? Remember what my substance is; for hast Thou made all the sons of men in vain? What man is there who shall live and not see death, shall deliver his soul from the hand of Hades? Pause." Instead of "wilt Thou turn away", Aquila says, "How long, O Lord, wilt Thou hide Thyself for ever?" and Symmachus, "How long, O Lord, wilt Thou hide Thyself to the end?" And the word seems to me to hint at the secret of the wrath that came upon the more bodily kingship of David, and upon the whole Jewish nation. For since things turned out contrary to the promises, so far as the ready expectation went, God, who had made the good promises to David, was cried out against. Therefore the word entreats Him not to prolong for long the wrath that had come upon them, but quickly to let the grim things pass and the promises of God come to stand. Then, in the person of human weakness, it says, "Remember what my substance is", and what follows. The prophetic word teaches the people to say these things, so as to beseech God and implore Him to put an end to the wrath against the nation, and Himself to cease hiding; and at last to deign to grant men the things promised to David. Since, he says, human nature is weak and poor, yet it has been deemed worthy of the greatest honour with Thee; for Thou didst not create the sons of men in vain, whom Thou didst fashion after Thine image; therefore, so that Thy creature and Thine image may not perish through the wrath that has come and through the delay of the things promised, hasten to repair the grim things, and through the outcome of the good promises to heal what has fallen sick. For if men had been created for nothing, like the irrational animals on earth, there would have been no need to promise them anything great; but when the oaths to David come first, bringing such good news to men, they make it plain to everyone that Thou didst not create the sons of men for nothing. Since, then, human nature has been deemed worthy of such honour with Thee, fittingly I say, "Remember what my substance is"; and remember that Thou didst not create the sons of men in vain. And I ask Thee to remember this too, that there is no man who does not taste death, nor is anyone able himself to deliver his own soul from death, nor does he obtain this benefit either. So that even if those of the Jewish nation sinned in such a way that the uprisings (1) concerning David were turned to the contrary for them, and the succession from his seed was dissolved together with the throne of the kingship; and not only so, but also Thine anointed Himself suffered at their hands such things as Thy words foretold beforehand would befall Him; yet we pray that Thou wilt not turn away for ever, nor burn
PG 23:1120Read from the page
θῆναι τὴν ὀργήν σου, μνησθῆναι δὲ τίς μου ἐστὶν ἡ ὑπόστασις, τοῦ ταῦτα ὑπὲρ αὐτῶν πρεσβεύοντος, καὶ τίς ἡ τῶν ἀνθρώπων ἀσθένεια, τῶν θνητὴν φύσιν καὶ θανάτῳ δεδουλωμένην εἰληχότων· μνησθῆναι δὲ καὶ ἑαυτοῦ μὴ ἐπὶ ματαίῳ κτίσαντος τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ μεγάλαις ἐλπίσι ταῖς παρὰ σοί. Καὶ τούτων εἰς μνήμην ἐλθόντων ἱκετεύομεν ἤδη ποτὲ τὸν καὶ ἐκ θανάτου ῥυόμενον, καὶ ἐξ ᾅδου ἀνακαλούμενον καταπέμψαι ἡμῖν, καὶ παύσασθαι μὲν ἀποστρέφοντα ἑαυτὸν ἐξ ἡμῶν, καταπαῦσαι δὲ καὶ τὴν πυρὸς δίκην ἐπελθοῦσαν ἐπὶ τὸν λαόν σου ὀργὴν, ἔργοις δὲ ἐπιτελέσαι ἃς ὤμοσας πρὸς Δαυῒδ ἐπαγγελίας.
out Thy wrath, but remember what my substance is, of him who intercedes for them in these things, and what the weakness of men is, who have received a mortal nature enslaved to death; and that Thou remember also that Thou didst create the sons of men not for nothing, but for the great hopes that are with Thee. And when these things have come to mind, we pray Thee at last to send down to us the One who both delivers from death and calls back from Hades, and to cease turning Thyself away from us, and to put an end to the wrath that has come like fire upon Thy people, and to accomplish in deeds the promises which Thou didst swear to David.
Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; Ὅτι μὴ ματαίως, φησὶν, ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τετίμηνται δὲ παρὰ σοὶ, οὐχ οἷοί τε δέ εἰσιν ἑαυτοὺς ῥύσασθαι ἐκ θανάτου· τούτου χάριν δέομαι καὶ ἀντιβολῶ σπεῦσαι καὶ τῶν ἐπαγγελιῶν σου τῶν ἀγαθῶν δεῖξαι ἡμῖν τὰ ἀποτελέσματα, συνενεχθέντα κατὰ τοῦ Χριστοῦ (2) σου καὶ μετὰ τὴν τῆς βασιλείας τοῦ Δαυῒδ καθαίρεσιν. Δέομαι δὲ ἐπιταχῦναι πρὶν κατάπτωσιν παντελῆ τὸ τῶν ἀνθρώπων ὑποστῆναι γένος. Τίς γάρ ἐστιν ἀνθρώπων ὁ δυνάμενος αὐτὸς ἑαυτὸν ἐκ χειρὸς ᾅδου ῥύσασθαι, εἰ μὴ εἷς μόνος ὁ πρῶτος μὲν αὐτὸς ἑαυτὸν, εἶτα δὲ καὶ πάντας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐκ τῶν τοῦ θανάτου πυλῶν ῥυσάμενος; Εἰ καὶ τοιαῦτα πείσεται, οἷα διείληφε ἡ προφητεία τὰ ἀπὸ τοῦ, Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, φήσασα· ὅμως καὶ τῶν σῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν τεύξεται. Τὰ γὰρ ἐλέη σου, Κύριε, καὶ ἡ ἀλήθειά σου εἰς τὸν αἰῶνα μένει καὶ οὐδὲ εἷς λόγος τῶν σῶν ἐπαγγελιῶν διαπεσεῖται. Εἰ δὲ καί φημι νῦν εἰς ὑπόμνησιν ἐλθὼν τῶν συμβησομένων σκυθρωπῶν, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; ἀλλ' οὐκ ἀγνοῶ, ὅτι ἐν τῇ ἀληθείᾳ ὤμοσας· διόπερ καὶ ἐν ἀρχῇ τοῦ παντὸς λόγου εἰς τὸ χρηστὸν τέλος ἀποβλέπων ἔλεγον· Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου· καὶ πάλιν ἔλεγον· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Αὐτὰ δ' οὖν ἐκεῖνα τὰ ἐλέη σου, Κύριε, ποῦ ἐστι μαθεῖν ἀξιῶ, καὶ ποῦ λανθάνει κρυπτόμενα, καὶ πότε ἥξει. Ἀλλὰ γὰρ ἱκετεύω, σπευσάτω νῦν καὶ ἡκέτω, καὶ καταλαβέτω τὴν ἡμετέραν ἀσθένειαν. Εἰ γὰρ μὴ ἐπιδείξειάς σου τὰ ἐλέη τὰ ἀρχαῖα, ἅπερ οὐχ ἁπλῶς ἐπηγγείλω, ἀλλὰ καὶ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου, οὐδεμία λείπεται ἀνθρώποις ἐλπὶς σωτηρίας. Ὡς οὖν ἐπηλήθευσεν ὁ λόγος ἐπὶ τῶν σκυθρωπῶν, καὶ γέγονε καὶ ἀπήντησεν ἅπαντα, οὕτως ἀκόλουθόν ἐστι καὶ τὰ κρείττονα τῶν ἐπαγγελιῶν μὴ διαψεύσασθαι, δι' ὧν ὁ λόγος ἡμῖν εὐηγγελίσατο αἰώνιον σπέρμα Δαυῒδ καὶ θρόνον αὐτοῦ δίκην ἡλίου φωτὸς καταλάμψαντα (3) πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ταῦτα μὲν οὖν ἐν εὐχαῖς ἔκειτο τοῖς παλαιοῖς, καὶ προσεδοκᾶτο τοῖς τὰς προφητικὰς φωνὰς μεμελετηκόσιν· ἡμῖν δὲ αὐτοῖς ἔργοις ὁρᾶται πεπληρωμένα, διὰ τῶν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων.
"Where are Thy mercies of old, O Lord, which Thou didst swear to David in Thy truth?" Since, he says, Thou didst not create all the sons of men in vain, and they are honoured with Thee, yet they are not able to deliver themselves from death; for this reason I beg and entreat Thee to make haste and to show us the outcomes of Thy good promises, which came about in respect of Thine anointed (2) even after the overthrow of the kingship of David. And I beg Thee to hasten, before the race of men undergoes utter ruin. For who among men is able himself to deliver himself from the hand of Hades, except One alone, who first delivered Himself, and then also all who have believed in Him, from the gates of death? Even if He shall suffer such things as the prophecy has set out from the words, "But now Thou hast cast off and set at nought, Thou hast rejected Thine anointed", nevertheless He will also obtain Thy promises to David. For Thy mercies, O Lord, and Thy truth endure for ever, and not one word of Thy promises shall fall to the ground. And if I now say, having come to recall the grim things that will happen, "Where are Thy mercies of old, O Lord, which Thou didst swear to David in Thy truth?", yet I am not ignorant that Thou didst swear in truth; therefore at the beginning of the whole discourse too, looking to the good end, I said: "I will sing of the mercies of the Lord for ever; to generation and generation I will proclaim Thy truth with my mouth"; and again I said: "Mercy shall be built up for ever, in heaven shall Thy truth be prepared." Those very mercies of Thine, then, O Lord, I ask to learn where they are, and where they lie hidden, and when they will come. But I pray, let them make haste now and come, and lay hold of our weakness. For if Thou dost not show Thy mercies of old, which Thou didst not simply promise, but also didst swear to David in Thy truth, no hope of salvation is left to men. As, then, the word came true concerning the grim things, and all of them came about and befell, so it follows that the better of the promises too did not prove false, through which the word announced to us an eternal seed of David and his throne shining out like the light of the sun (3) over the whole inhabited world of men. These things, then, lay in the prayers of the men of old, and were awaited by those who had studied the prophetic sayings; but by us they are seen fulfilled in the deeds themselves, through the outcomes in our Saviour and Lord Jesus Christ.
PG 23:1121Read from the page
Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι μεταβολὴ γεγονέναι τῆς διανοίας. Τὸ γοῦν θεῖον Πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπροσθεν, τὰς ἐπαγγελίας τοῦ Θεοῦ προκαλεῖται ἀπὸ τοῦ, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέσματα, ἃ ὤμοσεν ὁ Θεὸς τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. Ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπημένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμένων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ Θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἀντὶ τοῦ, Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν, Αἴροντός μου ἐν κόλπῳ πάσας ἀδικίας λαῶν· ὁ δὲ Σύμμαχος, Ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν. Οἱ μὲν οὖν ὀνειδιζόμενοι οἱ δοῦλοί εἰσι τοῦ Θεοῦ· διὸ ἔφασκε· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ Θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Ὁ δὲ ταῦτα πρὸς τὸν Θεὸν λέγων εἴη ἂν ὁ σωτήριος Λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν. Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι' ἧς εἴρηται, Οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου. Τὴν γὰρ πορείαν τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώπινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον. Ταῦτα γὰρ εἰώθασιν ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ Θεοῦ. Ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσεσθαι τὰς πρὸς τὸν Δαυῒδ ἐπαγγελίας τοῦ Θεοῦ, τὸ τέλος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλογίας ἐπισφραγίζεται λέγων· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, Γένοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ (1), Ἀμὴν, ἀμήν. Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. Ἡ πρώτη ἐπαγγελία τοῦ Θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, Διεθέμην διαθήκην, καὶ, Ὤμοσα Δαυῒδ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου· καὶ πάλιν, ἐπαγγελίας λεχθείσης ἐκ προσώπου τοῦ Θεοῦ τῆς ἀπὸ τοῦ, Ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ μάρτυς ἐν οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβληθέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα,
"Remember, O Lord, the reproach of Thy servants, which I bore in my bosom from many nations; with which Thine enemies reproached, O Lord, with which they reproached the exchange of Thine anointed. Blessed be the Lord for ever; so be it, so be it." From the pause set before, there seems to me to have been a change in the sense. The divine Spirit, then, having prayed for the people in the words above, calls forth the promises of God from the words, "Where are Thy mercies of old, O Lord?", and asks that the outcomes of the better things, which God swore to David in His truth, may at last come to stand. Then it asks Him to remember the reproach of His servants. For since at last, in accordance with what has been passed over in silence, the grim things foretold had passed into deeds, and many enemies and nations were pressing upon the servants of God and reproaching them because of what had happened, it sends up the prayer on their behalf, saying: "Remember, O Lord, the reproach of Thy servants." Instead of "which I bore in my bosom from many nations", Aquila rendered it more clearly, saying, "while I carry in my bosom all the iniquities of peoples"; and Symmachus, "I bore in my bosom (the reproach) of all the nations." Those reproached, then, are the servants of God; therefore he said: "Remember, O Lord, the reproach of Thy servants"; and those who reproach are the enemies of God; therefore he adds next, "with which Thine enemies reproached, O Lord, with which they reproached the exchange of Thine anointed." And the one who says these things to God would be the saving Word, who carries in His own bosom the iniquities of the peoples. How "the exchange of Christ" is meant, you will understand from Symmachus' translation, in which it is said, "with which they reproached the footsteps of Thine anointed." For by this expression he hinted at the journey of the Christ of God and His way in the passion, and the footsteps of the dispensation in His human life. For these are the things the enemies of God are accustomed to reproach us with. But as one who has been heard and believes that he will obtain his prayers, and hopes that the promises of God to David will come to stand with all speed, he seals the end of the whole discourse with thanksgiving and blessing, saying: "Blessed be the Lord for ever"; and he teaches us to respond, "So be it, so be it", which is the Hebrew expression (1) "Amen, amen." And concerning the pause, which is often inserted in between, this must be said. The first promise of God, spoken at the beginning, contained "I have made a covenant", and "I have sworn to David", and what follows; then, the pause having been set down, the word changes the person and adds: "The heavens shall confess Thy wonders"; and again, after the promise spoken in the person of God, from "I have laid help upon one that is mighty" as far as "and the witness in heaven is faithful", the pause having again been inserted, the word changes its sense and says: "But Thou hast cast off and set at nought, Thou hast rejected Thine anointed." Then, having gone through the grimmer things,
PG 23:1124Read from the page
πάλιν ἐντίθησι τὸ διάψαλμα, καὶ ἐναλλάττει τὴν διδασκαλίαν φάσκων· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος; καὶ τὴν εὐχὴν ἀναπέμψας, πάλιν τῷ διαψάλματι μεταξὺ κέχρηται, καὶ ἐπιλέγει· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; μεταβαλὼν τὴν διάνοιαν καὶ ἀνακαλούμενος τὰς πρώτας τοῦ Θεοῦ ἐπαγγελίας, τὰς ἐν ἀρχῇ λεχθείσας· ὥστε λόγον ἔχειν τινὰ καὶ τὰ διαψάλματα μεταβολῆς διανοίας ἢ προσώπου ἐναλλαγῆς δι' αὐτῶν σημαινομένης. Τοῦτο δὲ ἐπὶ πάντων ἐρεῖς τῶν ψαλμῶν ἐν οἷς φέρεται τὸ διάψαλμα· ἢ γὰρ τοῦ προσώπου παρίστησιν ἐναλλαγὴν ἢ τῆς διανοίας· ἔστι δ' ὅτε καὶ μεταβολὴ τῆς κατὰ τὸ Ἑβραϊκὸν μελῳδίας. Ὅ γε μὴν Ἀκύλας οὐδαμοῦ κέχρηται τῷ διαψάλματι· ἀντὶ δὲ τούτου ἐν πᾶσι τοῖς τόποις εἴωθεν ἑρμηνεύειν τὸ, ἀεί. Ὅπερ ἐχρῆν ἡμᾶς μὴ ἀγνοεῖν. Τὸ δὲ ἐπισφράγισμα παντὸς τοῦ λόγου τὸ, Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο, κατὰ μὲν τὸν Ἀκύλαν ἀντὶ τοῦ, Γένοιτο, γένοιτο, Πεπιστωμένως, πεπιστωμένως, περιέχει· κατὰ δὲ τὸν Σύμμαχον, ὁμοίως τῷ Ἑβραϊκῷ, Ἀμὴν καὶ ἀμήν.
...he again inserts the diapsalma and changes the teaching, saying: "How long, O Lord, wilt Thou turn away for ever?" And having sent up the prayer, he again uses the diapsalma in between, and adds: "Where are Thy mercies of old, O Lord?", changing the sense and recalling the first promises of God, those spoken in the beginning; so that the diapsalmata too have a certain meaning, a change of sense or an exchange of person being signified by them. This you will say of all the psalms in which the diapsalma occurs: for it presents either an exchange of person or of sense; and sometimes also a change of the melody in the Hebrew. Aquila, however, nowhere uses the diapsalma; instead of it, in all the places, he is accustomed to render "always". This we ought not to be ignorant of. The seal of the whole discourse, "Blessed be the Lord for ever, so be it, so be it", according to Aquila has, instead of "So be it, so be it", "Faithfully, faithfully"; and according to Symmachus, like the Hebrew, "Amen and amen".
ΠΡΟΣΕΥΧΗ ΜΩΥΣΕΩΣ. ΠΘʹ.
A prayer of Moses. Psalm 89.
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός. Δόγμα παιδεύει ὁ λόγος, διδάσκων τὸ μὲν Θεῖον διαρκὲς ὑπάρχειν καὶ ἀΐδιον. Ὁ γὰρ εἰπὼν, Θεὸς ἐγώ εἰμι ὁ ὢν, ἀεὶ ὢν, καὶ ὁ αὐτὸς ὢν, καὶ εἰς τοὺς ἀπείρους αἰῶνας διαμένων, οὔποτε μεταβάλλει τὴν αὐτοῦ φύσιν. Ἡμεῖς δὲ, κατὰ καιροὺς παριόντες εἰς τὸν βίον, χειμάρρου τρόπον ἀπορρέομεν· ἐπεὶ καὶ κατὰ τὸν Σολομῶντα, Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται, καὶ τὰ ἀνθρώπινα πράγματα δὲ οὐδὲ πώποτε ἐν ταὐτῷ μένει, ἄλλοτε δ' ἄλλως μεταβάλλει. Ὁ δὲ διαρκὴς καθ' ἑκάστην γενεὰν Κύριος τῶν εἰς αὐτὸν ἐλπιζόντων καταφυγὴ γίνεται. Πρὸ μὲν γὰρ τοῦ κατακλυσμοῦ Ἐνὼχ, καὶ εἴ τις ἄλλος τῆς τότε γενεᾶς, καταφυγὴν αὐτὸν ἔσχηκεν· ἀπολλυμένου δὲ τοῦ τῶν ἀνθρώπων γένους ἐν τῷ κατακλυσμῷ, πάλιν Νῶε καταφυγὴν αὐτὸν, ἀλλ' οὔ τινα ἕτερον ἐκτήσατο. Καὶ μετὰ ταῦτα πάλιν ὁ Λὼτ ἐκ τῆς Σοδομιτῶν γενεᾶς, Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐπὶ τῆς ἑαυτῶν ἕκαστος· οὐ μὴν ἀλλὰ καὶ Ἰωσὴφ ἐπὶ τῆς κατ' αὐτὸν γενεᾶς, καὶ Μωϋσῆς πάλιν ἐπὶ ἄλλης· καὶ ἁπαξαπλῶς καθ' ἑκάστην γενεὰν τὸν ἀεὶ ὄντα Κύριον καταφυγὴν ἐσχήκασιν οἱ εἰς αὐτὸν ἠλπικότες. Προτρέπει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος μὴ ἐπί τινα ἕτερον παρὰ τὸν Θεὸν ἐλπίζειν, παντὶ δὲ καιρῷ καὶ ἡμέρᾳ πάσῃ καὶ ὥρᾳ, ἐν ἑκάστῃ τε πράξει, καὶ μάλιστα ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπ' αὐτὸν καταφυγεῖν. Καὶ ἐπειδήπερ οἱ μὲν χειμαζόμενοι στέγης, οἱ δὲ κατὰ τὴν θάλασσαν κλυδωνιζόμενοι λιμένος, οἱ δὲ ὑπὸ ἐχθρῶν καὶ πολεμίων ἢ καὶ θηρῶν ἀγρίων διωκόμενοι, τείχους εἰς καταφυγὴν δέονται· πᾶσι δὲ τούτοις ὁ τοῦ Θεοῦ ἄνθρωπος κατὰ τὸν παρόντα βίον παλαίει· ἀναγκαίως διδάσκεται καταφυγὴν ἑαυτοῦ καὶ τεῖχος, λιμένα τε σωτήριον ἡγεῖσθαι τὸν ἑαυτοῦ Κύριον· ἵν', εἴτε ἐν καιροῖς διωγμῶν ὑπ' ἐχθρῶν ἐλαυνώμεθα, εἴτε ὑπὸ ἀοράτων πολεμίων πολεμούμεθα, εἴτε ὑπὸ τῶν συσκευάζεσθαι ἡμᾶς πει-
"Lord, Thou hast been our refuge in generation and generation. Before the mountains were established and the earth and the world were formed, even from everlasting to everlasting Thou art, O God." The discourse teaches a doctrine, showing that the Divine is enduring and everlasting. For He who said, "I am God, He who is", being always, and being the same, and continuing to boundless ages, never changes His nature. But we, passing into life at our appointed times, flow away like a torrent; since, according to Solomon too, "One generation goeth, and another generation cometh", and human affairs never remain the same, but change now one way and now another. But the Lord who endures through every generation becomes the refuge of those who hope in Him. For before the flood Enoch, and anyone else of the generation of that time, had Him as refuge; and when the race of men was perishing in the flood, Noah again got Him as refuge, and no other. And after this again Lot out of the generation of the Sodomites, and Abraham and Isaac and Jacob, each in his own; and Joseph too in the generation of his time, and Moses again in another; and in a word, in every generation those who have hoped in Him have had the ever-existing Lord as refuge. And by these words the discourse urges us too to hope in no other than God, but at every season and every day and hour, and in each action, and above all in times of trouble, to flee to Him for refuge. And since those caught in a storm need shelter, those tossed by the waves at sea a harbour, and those pursued by enemies and foes or by wild beasts a wall for refuge; and the man of God wrestles with all these in the present life; of necessity he is taught to hold his own Lord as his refuge and wall and saving harbour; so that, whether in times of persecution we are driven by enemies, or are warred upon by invisible foes, or by those who [seek] to contrive to [ensnare] us...
PG 23:1125Read from the page
ρωμένων ἐπιβουλευοίμεθα, νηφόντως ἐπὶ τὸν Κύριον ἡμῶν καὶ τὸν Θεὸν καταφύγοιμεν, τὸν κατὰ γενεὰν καὶ γενεὰν ὑπέρμαχον γιγνόμενον καὶ ὑπερασπιστὴν τῶν ἐπικαλουμένων αὐτόν. Ἀντὶ δὲ τοῦ, Ἐν γενεᾷ καὶ γενεᾷ, σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν, Ἐν ἑκάστῃ γενεᾷ· καὶ πάλιν· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ οἰκουμένην, συμφώνως ὁμοῦ Ἀκύλας καὶ Σύμμαχός φασι· Πρὶν ὄρη τεχθῆναι καὶ ὠδινηθῆναι γῆν καὶ τὴν οἰκουμένην. Καί μοι δοκεῖ ἡ Ἑβραϊκὴ λέξις φυσικὸν ἀποδεδωκέναι λόγον, ἐν αὐτοῖς διδάσκουσα μὴ ἀρχῆθεν συνυπάρξαι τῇ γῇ τὰ ἐν αὐτῇ ὄρη, ἀλλ' ἀναφυῆναι δίκην τῶν τικτομένων· διὸ εἴρηται· Πρὸ τοῦ ὄρη γενηθῆναι, ἤ, Πρὶν ὄρη τεχθῆναι· καὶ εἰκὸς ἅμα τῷ τεχθῆναι τὰ ὄρη καὶ προβληθῆναι ἀπὸ τῆς γῆς καταλλήλως τοῖς βρέφεσι, μὴ ὁποῖα νῦν τὸ μέγεθος ὑποστῆναι, ἀλλ' ἄρτι μὲν γεννηθέντα καὶ τεχθέντα, ὥσπερ ἀρτιγενῆ τῶν βρεφῶν, μικρὰ καὶ ἐλάχιστα ὑπάρξαι, τῷ δὲ μακρῷ αἰῶνι αὔξην καὶ μέγεθος ἐπιδοῦναι. Φασὶ γοῦν εἰς ἔτι δεῦρό τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη, καὶ τὰς πέτρας μείζους ἑαυτῶν γίνεσθαι κατά τινας λανθανούσας ἡμᾶς διὰ μακρῶν περιόδων βραχυτάτας προσθήκας. Ἐπεὶ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες, ἐξακολουθήσαντες τῷ Ἑβραϊκῷ, μήποτε καὶ ἐπὶ τῆς γῆς τὸ παραπλήσιον τοῖς ὄρεσι νοῆσαι προσήκει, ὡς ἐξ ἑτέρου στοιχείου προελθούσης αὐτῆς, καὶ πρότερον μὲν ὠδινηθείσης δίκην τῶν κυοφορουσῶν, καὶ ἐν τῷ τίκτειν ὑπομενουσῶν ὠδῖνας;
...are trying to plot against us, we may soberly flee for refuge to our Lord and God, who in generation and generation becomes the champion and shield of those who call upon Him. Instead of "In generation and generation", Symmachus rendered it more clearly, saying "In each generation"; and again, for "Before the mountains came to be and the earth and the world were formed", Aquila and Symmachus say in agreement: "Before the mountains were brought forth and the earth and the world were in travail." And it seems to me that the Hebrew wording has given a natural account, teaching in these words that the mountains in it did not coexist with the earth from the beginning, but sprang up after the manner of things born; wherefore it is said, "Before the mountains came to be", or "Before the mountains were brought forth"; and it is likely that the mountains, as soon as they were brought forth and put forth from the earth, did not, like infants, at once attain such size as they now have, but, being just begotten and born, were small and very little, like new-born babes, and over a long age gave growth and size. At any rate some of the natural philosophers say that the mountains grow even to this day, and that the rocks become greater than themselves by very small additions, unnoticed by us, over long periods. And since the translators, following the Hebrew, have said that the earth and the world were in travail, perhaps it is fitting to understand something similar of the earth as of the mountains, as though it came forth from another element, and first was in travail like women with child, who in giving birth endure travail-pains?
Εἰ δ' οὖν συνέστηκεν ὁ τῶν φυσικῶν λόγος ὁ φάσκων, πρῶτον στοιχεῖον γεγονέναι τὸ ὕδωρ, εἶτα ἐξ ὕδατος καὶ τῆς ὑγρᾶς οὐσίας ὑποστῆναι τὰ λοιπὰ στοιχεῖα· εἴποι ἄν τις τοῦτο καὶ ἐπὶ τῆς παρούσης Γραφῆς σημαίνεσθαι δηλούσης, ὅτι ἦν ὅτε ἐν ἑτέρῳ οὖσα ἡ γῆ στοιχείῳ ἀφανὴς ἦν, κυουμένη καὶ συλλαμβανομένη ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας. Διὸ καὶ ἐν τῇ κοσμοποιΐᾳ εἴρηται· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· ἀλλ' ὕστερον ὥσπερ ἀπογεννηθεῖσα προῆλθεν ἐκ τῆς τῶν ὑδάτων οὐσίας, οὐκ ἄνευ θείας δυνάμεως καὶ κρείττονος ἀνάγκης ἐπιτεθείσης αὐτῇ· αὕτη δὲ ἦν ἡ τοῦ Δημιουργοῦ βούλησις. Ὡς γὰρ ἐπὶ τῶν κυοφορουσῶν γυναικῶν, βίας καὶ ἀνάγκης ἐπελθούσης αὐταῖς, τὸ κατὰ γαστρὸς προάγεται, τοῦ ὡρισμένου χρόνου τῆς ἀποτέξεως ἐπιστάντος, καθ' ὃν ὠδίνουσαι τίκτουσι· τὸν αὐτὸν τρόπον δυνάμει καὶ σοφίᾳ τοῦ τῶν ὅλων δημιουργοῦ γῆν καὶ τὴν τῶν ἀνθρώπων οἰκουμένην τὰ ὕδατα προηνέγκατο. Καὶ τοῦτ' ἐπληροῦτο, ὁπηνίκα εἶπεν ὁ Θεός· Συναχθήτω τὰ ὕδατα ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτω. Θέα γάρ μοι τῇ διανοίᾳ τὴν γῆν ἔνδον ἐν τοῖς ὕδασι πάλαι πρότερον ἐγκεκρυμμένην, τρόπον τε ἰλύος ἀναλελυμένην, καὶ τῷ πλήθει τῶν ὑδάτων ἀνακεκραμένην, ὡς ἀφανῆ εἶναι καὶ ἀόρατον· διὸ λέγεσθαι· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· εἶθ' ὕστερον βουλήσει Θεοῦ αὐτὴν συναγομένην πιλοῦσθαι πρότερον καὶ συμπήγνυσθαι, καὶ μετὰ ταῦτα ἀθρόως ἀναδοθεῖσαν
If, then, the account of the natural philosophers holds, which says that water was the first element, and that from water and the moist substance the other elements came to subsist, one might say that this too is signified by the present Scripture, which shows that there was a time when the earth, being in another element, was invisible, being conceived and carried in the nature of the moist substance. Wherefore in the making of the world too it is said: "And the earth was invisible and unformed, and darkness was upon the deep"; but afterwards, as though brought to birth, it came forth from the substance of the waters, not without divine power and a mightier necessity laid upon it; and this was the will of the Creator. For as with women with child, when force and necessity come upon them, what is in the womb is brought forth when the appointed time of delivery has come, at which they give birth in travail; in the same way, by the power and wisdom of the Creator of all, the waters brought forth the earth and the world of men. And this was fulfilled when God said: "Let the water under the heaven be gathered into one gathering, and let the dry land appear. And it was so." For behold with me in thought the earth formerly hidden within the waters, dissolved after the manner of mud, and mingled with the mass of the waters, so as to be unseen and invisible; wherefore it is said, "And the earth was invisible and unformed"; then afterwards, by the will of God, being gathered together, first compacted and made solid, and after this suddenly brought up...
PG 23:1128Read from the page
εἰς φῶς προελθεῖν, καὶ ἀνακύψαι εἰς καθαρὸν ἀέρα. Καὶ ἰδὲ, ὡς οὐδὲν τῶν γεννωμένων ἀπὸ γαστρὸς διαφέρειν ἐδόκει τότε. Ὅτε μὲν οὖν προβέβλητο τῶν ὑδάτων ἀνακύψασα, τικτομένη καὶ γεννωμένη ἐῴκει· πρὸ δὲ τῆς γεννήσεως ἔνδον ἐν τοῖς ὕδασι συμπηλουμένη πηγνυμένη τε, καὶ δίκην ἰλύος ἐπὶ τὸ οἰκεῖον βάρος ὑφισταμένη καὶ συνιζάνουσα, τὸ τηνικαῦτα συνελαμβάνετο· ὡς ὕστερον δὲ καὶ ὠδινηθεῖσα ἀπετέχθη, καὶ γέγονεν οἰκητήριον τῶν ἐπὶ γῆς ζώων. Ἀλλὰ πρὸ τοῦ ταῦθ' οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεολογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐδὲ γὰρ θέμις ἐπ' αὐτοῦ φάναι τὸ, ἦς, ἢ τὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχάνει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. Διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τηρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, τὸ, Κύριε, οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ' Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθως γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναῒ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόρρητον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐκαίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι αὐτὸν καὶ φροντίζειν τῶν αὐτοῦ οἰκετῶν, ὧν καὶ καταφυγὴ τυγχάνει. Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λόγον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι' ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὐτὴ ἡ σοφία διδάσκει.
...to come forth into the light, and emerge into the clear air. And see how it seemed then to differ in nothing from things born from the womb. When, then, it had been put forth, emerging from the waters, it resembled one being brought forth and born; but before its birth, being kneaded together and made solid within the waters, and settling and sinking like mud under its own weight, it was at that time being conceived; and later, having been in travail, it was brought forth, and became the dwelling-place of the living things upon the earth. But before these things came about thus, and before the framing of the world, Thou, he says, art Thyself God. And well he says not "Thou wast" but "Thou art"; for the same both wast and art and shalt be; or rather, Thou art ever the same, and art Thyself, according to the theology that says: "But Thou art the same, and Thy years shall not fail." For it is not right to say of Him "Thou wast" or "He was" or "He shall be"; for these indicate, the one past time, the other time yet to come; none of which fits the divine appellation; for to it alone belongs "always to be". Wherefore it is said very exactly both here, "From everlasting to everlasting Thou art, O God", and elsewhere, "But Thou art the same, and Thy years shall not fail." And it must be observed that in "Lord, Thou hast been our refuge", "Lord" is not written among the Hebrews with the tetragram, but with the common letters usually written, which are used also for the human appellation, whenever we call a master among men "lord". For in the same way here too Adonai has been rendered "the Lord", the four-letter name, which signifies the ineffable theology of God, not standing in the present passage, but the name of master being used most fittingly, to show that He cares and provides for His own servants, whose refuge He is. And consider whether the present teaching refers to God the Word; for the wording here, which says, "Before the mountains came to be and the earth and the world were formed, Thou art, O God", is not far from that in Solomon, where Wisdom says in her own person, "Before the mountains were established, and before all the hills, He begets me"; by which it seems to hint at the bodiless and angelic powers, before which the Word of God and the Wisdom of God exist, as Wisdom herself teaches.
Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας, Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώματα αὐτῶν, ἔτη ἔσονται. Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐτὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ, ἐφίστημι, μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. Οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι δοκεῖ, ἀλλ' ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ
"Turn not man away to humiliation; and Thou saidst, Return, ye sons of men. For a thousand years in Thy eyes are as yesterday, which is past, and as a watch in the night. Their contemptible things shall be years. In the morning may it pass away like the grass; in the morning may it flower and pass away; in the evening may it fall, be hardened and withered; for we have failed in Thy wrath, and in Thy anger we have been troubled." Since the title teaches that these words are Moses', in trying to fit them to the person of Moses I consider whether through them the discourse hands down a hidden prophecy of Moses. For it does not seem to me to be a psalm, but, as the title teaches, a prayer of...