Migne Reading Room

PG 23 · cols. 1093–1104 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1093Read from the page
καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου. Ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. Καὶ ταῦτα εἰς τὴν τοῦ Μονογενοῦς τοῦ Θεοῦ δοξολογίαν παρείληπται, ἅπερ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε, τοῦτον ἀποδοὺς τὸν τρόπον· Σὸς ὁ βραχίων μετὰ δυναστείας· ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δεξιά σου· δικαιοσύνη καὶ κρῖμα βάσις τοῦ θρόνου σου. Καὶ ταύτας δὲ ἀναγκαίως τὰς θεοπρεπεῖς ἀρετὰς ἐν τῇ θεολογίᾳ παρείληφε διὰ τὰς τοῦ Θεοῦ πρὸς τὸν Δαυῒδ ἐπαγγελίας. Οὐδὲν γὰρ, φησὶν, ἀντιστήσεται σοῦ τῇ βουλῇ· μετὰ γὰρ τοῦ θέλειν καὶ τὸ δύνασθαί σοι οἷα Θεῷ καὶ δεσπότῃ τῶν ὅλων πάρεστι. Καὶ γὰρ βραχίων σοί ἐστι μέγας καὶ δυναστεία καὶ ἀρχὴ τῶν πάντων, κεκραταιωμένη τε χεὶρ καὶ ὑψηλοτάτη δεξιὰ, ὅ τε θρόνος τῆς σῆς βασιλείας, ὥσπερ οἱ τῶν ἐπὶ γῆς βασιλευόντων θρόνοι ἐξ ὕλης τιμίας πεποίηνται, καὶ αὐτὸς οὗτος ἐκ τῶν πρεπόντων σοι τῷ Θεῷ κατεσκεύασται. Ἀρεταὶ γοῦν θεοπρεπεῖς, δικαιοσύνη καὶ κρῖμα, τὸν σὸν κατακοσμοῦσι θρόνον. Διόπερ τοσούτων οὐσῶν παρὰ σοὶ τῷ Θεῷ δυνάμεων, ὁμαλῶς καὶ ἀκωλύτως ἡ ἀλήθεια τῶν σῶν ἐπαγγελιῶν προτρέχει, μηδενὸς παραποδίζειν δυναμένου τὰς σὰς ἀποφάσεις, ἃς ὤμοσας τῷ Δαυῒδ ἐλέῳ καὶ χάριτι τὰς ἐκτεθείσας ἐπαγγελίας πρὸς αὐτὸν πεποιημένος. Ἀντὶ δὲ τοῦ, Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου, κατὰ τὸν Ἀκύλαν, Δικαιοσύνη καὶ κρῖμα τὸ ἕδρασμα τοῦ θρόνου αὐτοῦ, εἴρηται· ὁ δὲ Σύμμαχος τὴν βάσιν αὐτὴν εἶναί φησι τὴν δικαιοσύνην καὶ τὸ κρῖμα. Τῆς γε μὴν δικαιοσύνης καὶ τοῦ κρίματος μετὰ δικαιοσύνης ἐκφερομένου, προτρέχει ἔλεος καὶ ἡ ἀλήθεια. Τῷ γοῦν ἐλέῳ τὴν δικαιοσύνην ἀνακιρνὰς, πρα-
and judgement are the preparation of Thy throne. Mercy and truth shall go before Thy face. These words too have been taken unto the glorification of the Only-begotten of God, which Aquila translated more clearly, rendering in this manner: Thine is the arm with might; invincible is Thy hand, lofty is Thy right hand; righteousness and judgement are the base of Thy throne. And necessarily too he has taken up these god-befitting virtues in his discourse on God on account of the promises of God to David. For nothing, he says, shall withstand Thy counsel; for together with willing, being able also is present to Thee as God and Master of all. For indeed a great arm is Thine and might and rule over all things, a strengthened hand too and a loftiest right hand, and the throne of Thy kingdom, just as the thrones of those who reign upon earth have been made out of precious matter, this very one too has been constructed out of the things fitting to Thee as God. God-befitting virtues accordingly, righteousness and judgement, adorn Thy throne. Wherefore, since so great powers exist with Thee, O God, evenly and unhindered the truth of Thy promises runs forward, no one being able to impede Thy decrees, which Thou swore to David, having in mercy and grace made to him the promises set forth. And instead of, Righteousness and judgement are the preparation of Thy throne, according to Aquila, Righteousness and judgement are the foundation of His throne, has been said; while Symmachus says that righteousness and judgement are the base itself. Yet when righteousness and judgement are brought forth with righteousness, mercy and truth run before. Mixing righteousness with mercy accordingly, mild-
Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις ἡμῶν, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Νοήσεις τε καὶ ἄλλως τὸν ἀλαλαγμὸν ἀπὸ τῶν κατὰ τοὺς καιροὺς τῶν πολέμων ἀλαλαζόντων στρατιωτῶν καὶ φόβον ἐμποιούντων τοῖς ἐχθροῖς διὰ τῆς μείζονος βοῆς καὶ τῆς κατὰ ταύτην συμφωνίας. Ὁ δὲ θεῖος Ἀπόστολος τὰς ἐν ἁγίῳ Πνεύματι εὐχὰς, τὰς μὴ διὰ γεγωνοῦ βοῆς, ἀλλὰ ἐν δυνάμει Πνεύματος ἀναπεμπομένας, τοιαύτας εἶναι διδάσκει λέγων· Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Οὕτω δὲ μέγας τίς ἐστι καὶ σπάνιος ὁ πολλάκις ὑπὸ τῶν θείων Γραφῶν ὀνομαζόμενος ἀλαλαγμὸς, ὡς μακαρίζεσθαι τὸν ἐπιστήμονα τούτου, ὁμοίως τοῖς μακαριζομένοις ἐπὶ τοῖς ἄλλοις κατὰ Θεὸν κατορθώμασι. Διὸ ἐνταῦθα λέλεκται· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἐν ἑτέροις δὲ ὁ θεῖος λόγος θυσίαν εἶναι τὸν τοιοῦτον ἀλαλαγμὸν διδάσκει λέγων· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.
Blessed is the people that knows jubilation. O Lord, in the light of Thy face they shall walk, and in Thy name they shall rejoice all the day, and in Thy righteousness they shall be exalted. Because the boast of their power Thou art, and in Thy good pleasure our horn shall be exalted. Because of the Lord is our help, and of the Holy One of Israel, our King. And you will understand jubilation in another way too from soldiers who in seasons of wars raise the war-cry and strike fear into the enemies through their louder shout and their concord therein. And the divine Apostle teaches that prayers in the Holy Spirit, sent up not through a loud shout, but in power of the Spirit, are of such a kind, saying: The Spirit Himself intercedes exceedingly on our behalf with unutterable groanings. And so great and rare a thing is the jubilation often named by the divine Scriptures, that he who has knowledge of this is pronounced blessed, in like manner to those pronounced blessed over other right actions according to God. Wherefore here it has been said: Blessed is the people that knows jubilation. And in other places the divine word teaches that such jubilation is a sacrifice, saying: I went round and sacrificed in His tabernacle a sacrifice of jubilation.
PG 23:1096Read from the page
Δοκεῖ δὴ οὖν μοι ἐνταῦθα τὸ θεῖον Πνεῦμα σαφῶς μακαρίζειν τὸν Χριστοῦ λαόν· οὗτος γὰρ, γνῶσιν ἀνειληφὼς τῆς κατὰ τῶν πολεμίων τοῦ Σωτῆρος ἡμῶν νίκης, ἀλαλάζει κατὰ τῶν ἐχθρῶν, ὑπὲρ τοῦ οἰκείου βασιλέως τὸν ἀλαλαγμὸν ποιούμενος. Ἀλλὰ καὶ τὴν θυσίαν τὴν ἄναιμον λογικὴν μόνος οὗτος ὁ λαὸς δι' ἀλαλαγμοῦ εἴωθε προσφέρειν τῷ Θεῷ, διὰ τοῦ σύμφωνον ἀναπέμπειν τῷ Θεῷ εὐχαριστίαν ἐν ταῖς πνευματικαῖς ἱερουργίαις καὶ ταῖς κατὰ τὴν Καινὴν Διαθήκην ἐπιτελουμέναις ἡμῖν λατρείαις, ταῖς τε ἀναίμοις καὶ ἀΰλοις καὶ πνευματικαῖς θυσίαις. Ἀντὶ δὲ τοῦ, Ὁ γινώσκων ἀλαλαγμὸν, Ὁ γινώσκων σημασίαν, ὁ Σύμμαχος ἡρμήνευσε. Διὰ τί δὲ μακάριός ἐστιν οὗτος ὁ Χριστοῦ λαὸς ὁ τὸν εἰρημένον ἀλαλαγμὸν ἐπιστάμενος, ἀλλ' ἢ ἐπειδήπερ τὴν θεότητα τοῦ Σωτῆρος ἐπιγινώσκων, ἥτις ὠνόμασται πρόσωπον αὐτοῦ, τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ καταυγαζόμενος, τὴν ἑαυτοῦ ποιεῖται πορείαν λέγων, Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· καὶ, Ἐν τῷ φωτί σου ὀψόμεθα τὸ φῶς; Καὶ διὰ τοῦτο γοῦν μακάριός ἐστιν οὗτος ὁ λαός. Καὶ τρίτον ἐπεὶ μὴ ἀρκούμενος τῷ διὰ τῆς γνώσεως τοῦ Χριστοῦ φωτίζεσθαι, ἔτι καὶ τῷ ὀνόματι αὐτοῦ σεμνυνόμενος, καὶ Χριστιανὸς ἐξ αὐτοῦ καλούμενος, χαίρει καὶ ἀγαλλιᾷ ὅλην τὴν ἡμέραν, μᾶλλον δὲ πᾶσαν ἡμέραν· οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ διὰ τοῦτο γοῦν ἐστι μακάριος. Καὶ τέταρτον ἐπειδὴ εἰς μέγεθος καὶ ὕψος ἐπιδοὺς τῇ τοῦ Θεοῦ δικαιοσύνῃ ὑψοῦται, δέκαιον εἶναι κρίναντος τοῦ Θεοῦ εἰς ὕψος ἄγειν καὶ ἐπὶ μέγα δόξης τὸν ἐπιστήμονα τοῦ εἰρημένου ἀλαλαγμοῦ λαὸν, καὶ τὸν ὑπὸ τοῦ προσώπου τοῦ Σωτῆρος φωτιζόμενον, καὶ τὸν ἐν ὀνόματι αὐτοῦ ἀγαλλόμενον. καὶ τὸν ἐγκαυχώμενον, ἀλλ' οὐκ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν.
It seems to me, then, that here the divine Spirit clearly calls blessed the people of Christ; for this people, having received knowledge of our Saviour's victory over His enemies, shouts in triumph against the foes, raising the shout for its own King. But this people alone is also accustomed to offer to God, through the shout of joy, the bloodless rational sacrifice, by sending up thanksgiving to God in harmony in the spiritual sacred rites and in the services performed by us under the New Covenant, and the bloodless, immaterial and spiritual sacrifices. And in place of "who knows the shout of joy", Symmachus translated "who knows the signal". And why is this people of Christ, which understands the aforesaid shout, blessed, if not because, recognizing the Godhead of the Saviour, which has been named His face, and being illumined by the light of His face, it makes its own journey, saying: "The light of Thy face has been signed upon us, O Lord"; and: "In Thy light we shall see light"? And for this reason, at any rate, this people is blessed. And thirdly, because, not content with being enlightened through the knowledge of Christ, it also takes pride in His name, and is called Christian after Him, it rejoices and exults the whole day, or rather every day; for so Symmachus translated; and for this reason, at any rate, it is blessed. And fourthly, because, advancing to greatness and height, it is exalted by the righteousness of God, God having judged it just to raise to height and to a great degree of glory the people that understands the aforesaid shout, and that is illumined by the face of the Saviour, and that exults in His name, and that glories, but not in its own achievements.
Ἀναγκαίως δὲ καὶ τοῦ δηλωθέντος μνήμην ὁ λόγος ἐποιήσατο, θεσπίζων τὸ κατόρθωμα τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας. Μέλλων γοῦν τὴν γένεσιν διδάσκειν τοῦ ἐκ σπέρματος Δαυῒδ προελευσομένου, καὶ τὴν καταστροφὴν τῶν παρὰ Ἰουδαίων σεμνῶν προαγορεύειν, δι' ἣν καὶ ἀπορῶν ἐπιλέγει, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀναγκαίως περὶ μὲν τοῦ ἐπαληθεύσειν ἐξ ἅπαντος τὰς πρὸς τὸν Δαυῒδ τοῦ Θεοῦ ἐπαγγελίας τὰς προειρημένας ἐποιήσατο διδασκαλίας. Ἐπεὶ δὲ ἐχρῆν προμαθεῖν ἡμᾶς καὶ ποίῳ λαῷ ἡ χάρις τῆς τοῦ Σωτῆρος εὐεργεσίας ἐταμιεύετο, ἀκολούθως ἐμνημόνευσεν οὐ τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τοῦ λαοῦ τοῦ γινώσκοντος ἀλαλαγμόν· καὶ τοῦτον εἰκότως τὸν λαὸν ἐμακάρισε, πλεῖστα αὐτῷ ἀγαθὰ ἐπαγγειλάμενος. Διὰ γὰρ τὸ εἰδέναι ἀλαλαγμὸν, πρῶτον μὲν ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ἔπειτα ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται καθ' ἑκάστην ἡμέραν· καὶ τρίτον ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται· καὶ τέταρτον καύχημα τῆς δυνάμεως αὐτῶν ἔσται αὐτὸς ὁ Κύριος. Ἐπειδὴ γὰρ κραταιὸς καὶ δυνατὸς τυγχάνει ὁ λαὸς οὗτος, ἅτε ἐπὶ τὴν πέτραν ᾠκοδομημένος, ὡς μήτε πύλας ᾅδου κατισχύειν αὐτοῦ· εἰκότως καυχήσεται, ἀλλ' οὐκ ἐπὶ τῇ οἰκείᾳ δυνάμει, ἀλλ' ἐπὶ τῷ τεθεμελιωκότι αὐτὸν ἐπὶ τὴν πέτραν Κυρίῳ. Διὰ δὲ ταῦτα πάντα μακάριος ὁ λαὸς ὁ γι-
And of necessity the discourse also made mention of what had been shown, foretelling the achievement of Christ's coming among men. For, being about to teach the birth of Him who was to come forth from the seed of David, and to foretell the overthrow of the things held venerable among the Jews, on account of which he also, in perplexity, adds: "Where are Thy mercies of old, O Lord?", of necessity he gave the teachings set out before about the promises of God to David being certainly fulfilled. And since we had to learn beforehand also for what people the grace of the Saviour's benefaction was being stored up, he consistently made mention not of Israel, nor of the nation of the Jews, but of the people that knows the shout of joy; and with good reason he called this people blessed, promising it very many good things. For because they know the shout of joy, first they will walk in the light of the face of God; then they will exult in His name every day; and thirdly they will be exalted in His righteousness; and fourthly the Lord Himself will be the boast of their strength. For since this people is strong and mighty, inasmuch as it is built upon the rock, so that not even the gates of Hades prevail against it, with good reason it will boast, but not in its own strength, but in the Lord who has founded it upon the rock. And because of all these things, blessed is the people that kn-
Notes, col. 1096

On the reading

Printed δέκαιον, for δίκαιον.

PG 23:1097Read from the page
νώσκων ἀλαλαγμόν. Καὶ ἡμῶν δὲ αὐτῶν τῶν ταῦτα θεσπιζόντων διὰ τοῦ Πνεύματος προφητῶν τὸ κέρας ὑψωθήσεται. Ποῖον δὲ κέρας ἢ τὸ μέλλον ἐκ σπέρματος Δαυῒδ κατὰ τὴν σὴν, ὦ Κύριε, ἐπαγγελίαν προελεύσεσθα⟨ι⟩; Καὶ τοῦτο γὰρ τὸ κέρας ἡμῶν, ἐν ᾧ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται, σοῦ τοῦ Ἁγίου Ἰσραὴλ, τοῦ βασιλέως ἡμῶν, ἀντιλαμβανομένου τῆς τούτου τοῦ κέρως γενέσεως. Εἶεν δ' ἂν αὗται φωναὶ προφητικαὶ ἐξ οἰκείου προσώπου τὰ προκείμενα ἀναφωνοῦσαι, κέρας τε αὐτῶν ὁμολογοῦσαι εἶναι τὸν κατὰ σάρκα φανησόμενον Χριστὸν τοῦ Θεοῦ.
-ows the shout of joy. And the horn of us ourselves, the prophets who foretell these things through the Spirit, will be exalted. And what horn, if not the one that was to come forth from the seed of David according to Thy promise, O Lord? For this horn of ours, in which we shall butt our enemies, will be exalted in Thy good pleasure, since Thou, the Holy One of Israel, our King, takest in hand the birth of this horn. These would be prophetic voices proclaiming the words before us in their own person, and confessing that their horn is the Christ of God who was to appear according to the flesh.
Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Ἅπαξ διὰ τῶν ἔμπροσθεν μνημονεύσας ὁ λόγος τοῦ κέρως ἐν οἷς ἔφη· Ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ἀναγκαίως προϊὼν διδάσκει τί ποτε ἦν τοῦτο τὸ κέρας, καὶ πόθεν ἥξει, καὶ πῶς ὑψωθήσεται. Διό φησιν· Ὅτι τοῦ Κυρίου ἐστὶν ἡ ἀντίληψις, ἡ τοῦ κέρως δηλονότι. Κυρίου δὲ ποίου, ἢ τοῦ Ἁγίου Ἰσραὴλ τοῦ βασιλέως ἡμῶν; Αὐτὸς γὰρ ὁ Κύριος καὶ ὁ Ἅγιος τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ τοῦ Θεοῦ Λόγος, ἀντίληψις ἔσται τοῦ κέρως ἡμῶν καθ' ἃς πεποίηται ἐπαγγελίας, ὁπηνίκα λαλεῖ διὰ τῶν προφητῶν περὶ τοῦ μέλλοντος ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι. Ὅτε γὰρ, φησὶν, ἐλάλησας ἐν ὁράσει τοῖς ἁγίοις σου, τά τε προκείμενα ἐπηγγείλω σὺ, ὦ Θεὸς, διὰ τῶν σεαυτοῦ υἱῶν τῶν προφητῶν, οἷς τὰς ὁράσεις τῶν μελλόντων ἀπεκάλυπτες· δι' αὐτῶν γὰρ καὶ ποιούμενος τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Δαυῒδ, τούτοις ἐχρήσω τοῖς λόγοις· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐπέθηκα ἀντίληψιν ἀνδρῶν, ὕψωσα ἐπίλεκτον ἀπὸ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, καὶ τὰ ἑξῆς τοῖς Ἑβδομήκοντα παραπλησίως· ὧν ἡ διάνοια τοῦτον ἔχει τὸν τρόπον· Πολλὰ ζητήσας ἐν ἀνθρώποις ἄξιον εὑρεῖν ἐμαυτοῦ, μόλις ποτὲ εὗρον τὸν δοῦλόν μου Δαυῒδ, τὸν δι' ὑπερβολὴν εὐσεβείας οἶκον ἐπὶ γῆς εὐκτήριον ἐμοὶ δείμασθαι μόνον τῶν ἐξ αἰῶνος διανενοημένον. Διόπερ ἀμοιβὴν αὐτῷ τῆς ἀγαθῆς καὶ εὐσεβοῦς προαιρέσεως δωρούμενος, ἀνθ' οὗ διανενόηται οἴκου, αὐτὸς ἐμαυτῷ νεὼν πανάγιον ἐκ σπέρματος αὐτοῦ κατασκευάσω. Νεὼς γὰρ ἦν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς ἄνθ⟨ρ⟩ωπος τοῦ κατασκηνώσαντος ἐν αὐτῷ Θεοῦ Λόγου. Ὃ δὴ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδίδασκε περὶ τοῦ ἰδίου σώματος λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
"Then Thou didst speak in a vision to Thy sons, and didst say: I have laid help upon one who is mighty; I have exalted one chosen out of My people. I have found David My servant; with My holy oil I have anointed him. For My hand shall help him, and My arm shall strengthen him. The enemy shall have no advantage over him, and the son of lawlessness shall not harm him. And I will cut down his enemies before his face, and put to flight those who hate him. And My truth and My mercy shall be with him, and in My name shall his horn be exalted." Having once mentioned the horn in the words above, where he said: "In Thy good pleasure our horn shall be exalted", the discourse as it proceeds of necessity teaches what this horn was, and whence it would come, and how it would be exalted. Therefore he says: "For the help is the Lord's", that is, the help of the horn. And of what Lord, if not of the Holy One of Israel, our King? For He Himself, the Lord and the Holy One of Israel, the King, the Word of God, will be the help of our horn, according to the promises He has made, when He speaks through the prophets about Him who was to come forth from the seed of David. For when, he says, Thou didst speak in a vision to Thy holy ones, Thou didst promise the things before us, O God, through Thine own sons the prophets, to whom Thou didst reveal the visions of things to come; for, making through them also the promises to David, Thou didst use these words: "I have laid help upon one who is mighty; I have exalted one chosen out of My people." In place of which Symmachus translated in this manner: "I have laid help upon men; I have exalted one chosen from My people. I have found David My servant", and what follows, much as the Seventy; whose sense runs in this way: Having sought much among men to find one worthy of Myself, at last I found My servant David, who alone of all from the beginning of time, through his surpassing piety, resolved to build Me a house of prayer on earth. Wherefore, granting him a recompense for his good and pious purpose, in return for the house he has resolved on, I Myself will build for Myself an all-holy temple from his seed. For the man who came from the seed of David was the temple of God the Word, who dwelt in him. Which the Saviour Himself also taught concerning His own body, saying: "Destroy this temple, and in three days I will raise it up."
PG 23:1100Read from the page
Καὶ σφόδρα γε καταλλήλως τῇ τοῦ Δαυῒδ ἐπαγγελίᾳ καὶ ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἀμοιβὴν ἐποιήσατο. Ἐπειδὴ τοίνυν, φησὶν, ἐπιτήδειον εὗρον καὶ ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν τὸν Δαυῒδ, διὰ τοῦτο κατηξίωσα αὐτὸν τῆς ἐμῆς βοηθείας, ἐκλεκτὸν αὐτὸν ἀποφήνας, καὶ ὑπὲρ πάντα τὸν λαὸν ἀνυψώσας. Καὶ ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ ζητήσας, μόνον αὐτὸν εὗρον ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν, καὶ εὑρὼν κατηξίωσα χρίσεως τοῦ ἁγίου μου ἐλαίου, δι' οὗ καὶ Χριστὸν αὐτὸν ἀπειργασάμην, καὶ ταῦτα αὐτῷ δωρήσασθαι ἐπαγγέλλομαι· Ἡ δεξιά μου βεβαίως συνέσται αὐτῷ, καὶ ὁ βραχίων μου στερεώσει αὐτόν. Οὐκ ἐξαπατήσει αὐτὸν ἐχθρὸς, οὐδὲ υἱὸς ἀδικίας κακώσει αὐτόν. Ἀλλὰ καὶ συγκόψω ἀπὸ ἔμπροσθεν αὐτοῦ τοὺς μισοῦντας αὐτὸν, καὶ τοὺς κακοποιοῦντας αὐτὸν πατάξω· ἡ δὲ βεβαίωσις καὶ ἡ χάρις μου συνέσται αὐτῷ. Καὶ ταῦτα μὲν αὐτῷ πάντα ἔσται κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Ἡ χείρ μου, φησὶ, συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ· καὶ τέλος μετὰ ταῦτα πάντα, ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.
And very fittingly indeed did God make His recompense to David correspond to David's promise. Since, then, He says, I found David suitable and worthy of My promises, for this reason I deemed him worthy of My help, declaring him chosen and exalting him above all the people. And further, since after much seeking I found him alone worthy of My promises, and having found him I deemed him worthy of the anointing with My holy oil, through which I also made him an anointed one, I promise to grant him these things too: "My right hand shall surely be with him, and My arm shall make him firm. The enemy shall not deceive him, nor shall the son of injustice harm him. But I will also cut down before him those who hate him, and strike those who do him evil; and My assurance and My grace shall be with him." And all these things shall be his according to the translation of Symmachus; but according to the Seventy: "My hand", He says, "shall help him, and My arm shall strengthen him. The enemy shall have no advantage over him, and the son of lawlessness shall not harm him. And I will cut down his enemies before his face, and put to flight those who hate him. And My truth and My mercy shall be with him"; and finally, after all these things, "in My name shall his horn be exalted."
Τοῦτο δὲ τὸ κέρας αὐτοῦ τὸ μέλλον ἐξ αὐτοῦ προελεύσεσθαι, καὶ ὁ νεὼς ὁ ἐκ σπέρματος αὐτοῦ μέλλων μοι κατασκευάζεσθαι· ὅπερ κέρας αὐτοῦ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται· καταξιωθήσεται γὰρ τοῦ ἐμοῦ ὀνόματος καὶ τῆς ἐμῆς προσηγορίας. Χρηματίσει γοῦν καὶ αὐτὸ τοῖς ἐμοῖς χρηματισμοῖς, καὶ διὰ τῶν ἐμῶν προσηγοριῶν παρὰ τοῖς πᾶσιν ὑψωθήσεται. Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ἀλλ' ὁ μὲν τῶν προφητῶν χορὸς πρὸς τὸν Θεὸν ἀνεφώνει πρότερον λέγων, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· αὐτὸς δὲ νῦν ὁ Θεὸς τὰς ἐπαγγελίας περὶ τοῦ Δαυῒδ ποιούμενος, ἐπισφράγισμα πάντων προστίθησι καὶ τὸ, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τὸν ἐξ αὐτοῦ προελευσόμενον Χριστὸν δηλώσας, κέρας οὐ μόνον καὶ προφητῶν, ἀλλὰ καὶ αὐτοῦ τοῦ Δαυῒδ ὠνομασμένον· περὶ οὗ ἑξῆς ἐπιλέγει· Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ Διαθήκη μου πιστὴ αὐτῷ. Εἴ τις ἀκριβῶς ἐπιστήσειε τῇ τῶν λεγομένων διανοίᾳ, εὕροι ἂν ταῦτα οὐ περὶ τοῦ Δαυῒδ, ἀλλὰ περὶ τοῦ προελευσομένου ἐξ αὐτοῦ κέρως προφητευόμενα. Εἰπὼν γὰρ ὁ λόγος, Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, ἐπισυνάπτει περὶ τοῦ κέρως, καὶ λέγει· Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, δῆλον δ' ὅτι τοῦ κέρως, καὶ τὰ ἑξῆς· καὶ ἁρμόζει γε ἐντεῦθεν πάντα ἐπὶ τὸν Χριστὸν τὸν ἐκ σπέρματος Δαυῒδ γενησόμενον ἀναφέρεσθαι. Εἰ γοῦν τις μὴ τοῦτον ἐκλάβοι τὸν τρόπον, ἀλλ' ἐπὶ τὸν Δαυῒδ ἀνάγοι τὰ προκείμενα, ἀσύστατος εἴη ἂν αὐτῷ ὁ λόγος. Πῶς γὰρ τοῦ Δαυῒδ ἐν θαλάσσῃ ἔταξεν ὁ Θεὸς τὴν χεῖρα καὶ ἐν ποταμοῖς τὴν δεξιὰν, ὁ βου-
And this is his horn, which was to come forth from him, and the temple from his seed that was to be built for Me; which horn of his shall be exalted in My name; for it shall be deemed worthy of My name and of My title. It shall therefore itself also bear My names, and through My titles it shall be exalted among all. Therefore also in the words above it was said: "And in Thy good pleasure our horn shall be exalted." But the choir of the prophets cried out to God earlier, saying: "And in Thy good pleasure our horn shall be exalted"; while God Himself now, making the promises concerning David, adds as the seal of all also this: "In My name shall his horn be exalted", indicating the Christ who was to come forth from him, who is named the horn not only of the prophets, but also of David himself; concerning whom he next adds: "And I will set his hand in the sea, and his right hand in the rivers. He shall call upon Me: Thou art my Father, my God and the helper of my salvation; and I will make him firstborn, high among the kings of the earth. For ever I will keep My mercy for him, and My covenant shall be faithful to him." If one attends carefully to the sense of what is said, one would find that these things are prophesied not about David, but about the horn that was to come forth from him. For having said, "And in My name shall his horn be exalted", the discourse joins on concerning the horn, and says: "I will set his hand in the sea", clearly the horn's, and what follows; and from here on all of it fits to be referred to the Christ who was to be born of the seed of David. If, then, someone does not take it in this way, but refers the words before us to David, the discourse would be incoherent for him. For how did God set the hand of David in the sea and his right hand in the rivers, the
PG 23:1101Read from the page
λόμενος ἑρμηνευέτω. Οὐδὲ γὰρ ἐκράτησεν ὁ Δαυῒδ τῆς παράλου χώρας. Ἢ πῶς περὶ τοῦ Δαυῒδ λέγοιτ' ἂν τὸ, Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν; Ἀντὶ τίνος γὰρ μᾶλλον τοῦ Ἀβραὰμ, ἢ τοῦ Ἰσαὰκ, ἢ τοῦ Ἰσραὴλ, ἢ αὐτοῦ Μωσέως, ἢ τοῦ Ἠλία, ἢ τῶν ἄλλων δικαίων τε καὶ προφητῶν, πρωτότοκος τοῦ Θεοῦ νομισθείη ἂν ὁ Δαυΐδ; Πῶς δὲ ἀληθεύσει περὶ αὐτοῦ φάσκων ὁ Θεὸς, Θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς; Πότ' οὖν ὁ Δαυῒδ παρὰ Πέρσαις φέρε, ἢ Σκύθαις, ἢ Ἰνδοῖς, ἢ Αἰθίοψιν, ἢ Μαύροις, ἢ Σπάνοις, ἢ Βρετανοῖς, ἢ παρὰ τοῖς λοιποῖς τῶν ἐθνῶν βασιλεῦσιν ὑψώθη; Εἰ δὲ ἐκλάβοις ταῦτα ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεγονότα, βεβαιότατα καὶ κυριώτατα εὕροις ἂν ἐφαρμόζοντα αὐτῷ τὰ λεγόμενα.
who wishes, let him explain. For David did not rule over the coastal country. Or how could it be said of David: "He shall call upon Me: Thou art my Father; and I will make him firstborn"? For on what account, rather than Abraham, or Isaac, or Israel, or Moses himself, or Elijah, or the other righteous men and prophets, would David be considered the firstborn of God? And how will God speak truly when He says of him, "I will make him high among the kings of the earth"? When, then, was David exalted, say, among the Persians, or the Scythians, or the Indians, or the Ethiopians, or the Moors, or the Spaniards, or the Britons, or among the other kings of the nations? But if you take these things of the one born of his seed, you would find what is said fitting him most surely and most properly.
Μαρτυρεῖ δὲ τῇ τῆς προφητείας ἐκβάσει καὶ τὸ Εὐαγγέλιον, ἐν ᾧ κατὰ τὸν Λουκᾶν Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ προφητικῇ δυνάμει καὶ αὐτὸς κέρας αὐτὸν ὠνόμασε. Λέγει δ' οὖν ὁ εὐαγγελιστής· Καὶ Ζαχαρίας ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε λέγων· Εὐλογητὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τοῦ λαοῦ αὐτοῦ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. Κέρας δὲ κυρίως ὠνόμασται ὁ Χριστὸς τοῦ Θεοῦ. Διὸ καὶ μονόκερως εἴρηται κατὰ τὴν φάσκουσαν Γραφήν· Καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων· ἐπείπερ δι' αὐτοῦ πᾶσα ἡ ἀντικειμένη καὶ ἐχθρὰ τοῦ Θεοῦ δύναμις ἐνετράπη κερατισθεῖσα καὶ κεραϊσθεῖσα. Μόνος γοῦν ὡς ἀληθῶς τῶν γενομένων τοῦ Δαυῒδ διαδόχων Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐκ σπέρματος αὐτοῦ προελθὼν τῷ κέρατι τῆς ἐν αὐτῷ θεότητος, πᾶσαν τὴν δαιμονικὴν καὶ εἰδωλικὴν ἀνατρέψας καθεῖλε πλάνην. Διὸ καὶ κέρας εἰκότως καὶ μονόκερως ἐν τοῖς ἱεροῖς ὠνόμασται λόγοις. Αὐτοῦ δὲ, καὶ οὐδὲ ἄλλου, ἡ χεὶρ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης πάσης, ἐν ποταμοῖς καὶ θαλάσσαις· ἐπεὶ καὶ τὰς νήσους τῶν ἐθνῶν ἐπλήρωσεν ἡ διδασκαλία αὐτοῦ καὶ πανταχοῦ γῆς Κύριον αὐτὸν καὶ Θεὸν καὶ βασιλέα, πᾶν γένος ἀνθρώπων ἀναγορεύει. Ὅμοιον δέ ἐστι τὸ ἐνταῦθα φάσκον, Θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, τῷ ἐν οα' ψαλμῷ αὖθις περὶ αὐτοῦ λέγοντι· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξάμενος οὖν ὁ Σωτὴρ ἀπὸ τοῦ βαπτίσματος τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τὴν βασιλείαν τοῦ Θεοῦ κηρύττειν, τὴν πᾶσαν ἐπλήρωσεν οἰκουμένην. Καὶ ἐν Ζαχαρίᾳ δὲ τῷ προφήτῃ λέλεκται· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι' ἐκβολὰς γῆς. Ἀνθ' οὗ τὸ Ἑβραϊκὸν περιέχει, Καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς γῆς. Εἴποι δ' ἄν τις ἀπορρητότερον καὶ ἄλλως διὰ τούτων, τὴν μὲν δεξιὰν αὐτοῦ ἐν ποταμοῖς λέγεσθαι, διὰ τὸ πάντας τοὺς ἐκ δεξιῶν αὐτοῦ διὰ λουτροῦ παλιγγενεσίας καθαίρεσθαι, καὶ τῆς ἐνθέου ἀναγεννή-
The Gospel too bears witness to the outcome of the prophecy, in which, according to Luke, Zacharias the father of John, by prophetic power, himself also named Him a horn. The evangelist, then, says: "And Zacharias was filled with the Holy Spirit, and prophesied, saying: Blessed be the God of Israel, for He has visited and wrought redemption for His people. And He has raised up a horn of salvation for us in the house of His servant David. As He spoke through the mouth of His holy prophets from of old." The Christ of God is properly named a horn. Therefore He is also called a unicorn, according to the Scripture that says: "And beloved as the son of unicorns"; since through Him every power opposed and hostile to God was turned back, gored and laid waste. Alone, then, truly of those who became David's successors, Jesus Christ our Saviour and Lord, coming forth from his seed, by the horn of the Godhead in Him overturned and pulled down all the demonic and idolatrous error. Therefore He is fittingly named in the sacred words both a horn and a unicorn. His hand and right hand, and no other's, ruled over the whole inhabited world, in rivers and seas; since His teaching filled even the islands of the nations, and everywhere on earth every race of men proclaims Him Lord and God and king. What is said here, "I will set his hand in the sea and his right hand in the rivers", is like what is said again of Him in the 71st Psalm: "And he shall have dominion from sea to sea, and from the river to the ends of the inhabited world." So the Saviour, beginning to preach the kingdom of God from the baptism at the river Jordan, filled the whole inhabited world. And in Zechariah the prophet it is said: "Rejoice and be glad, daughter of Zion; behold, thy king comes to thee, meek and mounted on a beast of burden and a young colt. And he shall rule from sea to sea, and from the rivers to the outlets of the earth." Instead of which the Hebrew contains, "And from the rivers to the ends of the earth." One might also say, more mystically and in another way, that by these words His right hand is said to be in the rivers because all who are on His right hand are cleansed through the washing of regeneration, and of the divine rebirth
PG 23:1104Read from the page
σεως διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιρροῆς καταξιοῦσθαι· δεξιοὺς αὐτοῦ νοεῖν ἐδιδάχθημεν ἐκείνους, οἷς ἐπηγγείλατο φήσας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τούτους γὰρ, οὓς πρόβατα ἑαυτοῦ ὠνόμασε, τοῖς δεξιοῖς στήσειν ἐπηγγείλατο· διόπερ κατὰ βαθύτερον λόγον καὶ ἀπορρητότερον, ἡ δεξιὰ αὐτοῦ λέλεκται ἐν ποταμοῖς ἔσεσθαι. Ποταμοὶ δὲ αὐτοῦ εἴρηνται καὶ οἱ λαοὶ αὐτοῦ κατὰ τὸ, Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· καὶ πάλιν· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. Καὶ ἐπὶ τούτους γὰρ τοὺς ἑαυτοῦ ποταμοὺς τὴν δεξιὰν αὐτοῦ θήσειν ἐπαγγέλλεται.
of rebirth through the outpouring of the Holy Spirit; for we have been taught to understand as those on His right hand the ones to whom He made the promise, saying: "Come, ye blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry, and ye gave Me to eat", and what follows. For these, whom He named His sheep, He promised to set on His right hand; wherefore, in a deeper and more mystical sense, His right hand is said to be in the rivers. And His peoples too are called His rivers, according to the words: "The rivers shall clap their hands together"; and again: "The rivers have lifted up, O Lord, the rivers have lifted up their voice; the rivers shall lift up their waves." For upon these His rivers too He promises to set His right hand.
Τὴν δὲ ἑτέραν αὐτοῦ χεῖρα, ἣν καταλέλοιπεν ἡμῖν νοεῖν ἀριστερὰν οὖσαν, θήσειν ἐν θαλάσσῃ φησὶν ἐν τοῖς ἁλμυροῖς τοῦ βίου κύμασιν· ἔνθα καὶ ὁ δράκων τὰς ἑαυτοῦ ποιεῖται διατριβὰς, κατὰ τὸ, Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Ἐπὶ τούτων γὰρ τῶν δρακόντων, καὶ τῆς οὕτω νοηθείσης θαλάσσης, οὐχ ἡ δεξιὰ, ἀλλ' ἡ ἑτέρα παρὰ τὴν δεξιὰν ἐπιτεθήσεται χεὶρ, κολάζουσα καὶ τιμωροῦσα τοὺς ἐχθροὺς, καὶ ταπεινοῦσα αὐτούς. Αὐτὸς δὲ οὗτος ὁ δηλούμενος (δῆλον δ' ὅτι κέρας Δαυῒδ), ὁ ἐκ σπέρματος αὐτοῦ γενηθησόμενος, πατέρα ἐπικαλέσεται τὸν Θεὸν, ἅτε κατηξιωμένος τῆς ἐν αὐτῷ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ κατοικήσεως, συναφείας τε καὶ ἑνώσεως τῆς πρὸς αὐτόν. Διὸ καὶ αὐτὸς ὁ Θεὸς Λόγος, ὁ Πρωτότοκος πάσης κτίσεως, προεπαγγειλάμενος καὶ εἰπὼν, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τῆς οἰκείας ὀνομασίας καὶ τοῦ οἰκείου ἀξιώματος μεταδοὺς τῷ ἐκ σπέρματος Δαυῒδ προελευσομένῳ, πρωτότοκον αὐτὸν θήσεται, ὅπως καὶ αὐτὸς ὁ κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γενηθεὶς χρηματίσῃ Υἱὸς Θεοῦ, καὶ ὀνομασθείη Πρωτότοκος διὰ τὴν συνάφειαν τὴν πρὸς τὸν Μονογενῆ τοῦ Θεοῦ. Ταῦτα γὰρ ἦν, δι' ὧν ὑψωθήσεσθαι αὐτὸν ἐπηγγείλατο, εἰπών· Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τὸ γὰρ ἴδιον ὄνομα ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς τῷ κατὰ σάρκα υἱῷ Δαυῒδ ἐπιτέθεικε, Πρωτότοκον καὶ Θεοῦ Υἱὸν καὶ αὐτὸν ἀναγορεύσας. Τοῦτον δὲ καὶ ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς θήσεσθαι ἐπηγγείλατο· ἢ κατὰ τὸν Σύμμαχον, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Πάντων γὰρ τῶν μελλόντων αὐτὸν καταπολεμεῖν ἀνώτερος καὶ κρείττων γεγένηται· θραύων μὲν τὰς κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπαναστάσεις καὶ τοὺς διωγμοὺς, δοξάζων δὲ καὶ ἰσχυροποιῶν τὸν τῆς διδασκαλίας αὐτοῦ λόγον. Ἀλλὰ καὶ εἰς τὸν αἰῶνα φυλάξειν αὐτῷ φησι τὸ ἔλεος αὐτοῦ, καὶ τὴν Διαθήκην αὐτοῦ πιστοποιήσειν αὐτῷ· πάντως που τὴν Καινὴν Διαθήκην, ἣν πᾶσι τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἐκήρυξεν, ἀντὶ τῆς παρὰ Μωσεῖ διαθήκης τὸ Εὐαγγέλιον παρασχὼν, ὅπερ πιστώσεσθαι καὶ βεβαιώσειν ἐπηγγείλατο.
And His other hand, which He has left us to understand as being the left, He says He will set in the sea, in the salt waves of life; where the dragon too makes his haunts, according to the words: "This is the great and wide sea; there are creeping things without number; this is the dragon whom Thou hast formed to mock him." For over these dragons, and over the sea so understood, not the right hand, but the other hand beside the right will be laid, punishing and chastising the enemies and humbling them. And this very one who is meant (clearly the horn of David), who was to be born of his seed, shall call God Father, inasmuch as he has been deemed worthy of the indwelling in him of the only-begotten Son of God, and of conjunction and union with Him. Therefore God the Word Himself, the Firstborn of all creation, having promised beforehand and said, "In My name shall his horn be exalted", imparting His own name and His own dignity to the one who was to come forth from the seed of David, will make him firstborn, so that he too who was born according to the flesh of the seed of David might be called Son of God, and be named Firstborn because of his conjunction with the Only-begotten of God. For these were the things through which He promised that he would be exalted, saying: "In My name shall his horn be exalted." For the only-begotten Son of God bestowed His own name on the son of David according to the flesh, proclaiming him too Firstborn and Son of God. And He promised to make him also high among the kings of the earth; or, according to Symmachus, "highest of the kings of the earth". For he has become higher and stronger than all who were to make war on him, shattering the uprisings and persecutions against his Church, and glorifying and strengthening the word of his teaching. And He says He will also keep His mercy for him for ever, and make His covenant faithful to him; doubtless the New Covenant, which He proclaimed to all the nations throughout the whole inhabited world, providing the Gospel in place of the covenant given through Moses, which He promised to make faithful and to confirm.
Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευ-
"And I will establish his seed for ever and ever, and his throne as the days of heaven. If his sons forsake My law, and walk not in My judgments