Migne Reading Room

PG 23 · cols. 1081–1092 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1081Read from the page
ἀλλ' ἢ τὸ ἐκλεκτὸν τοῦ Θεοῦ χρηματίσαι τὸν Δαυῒδ, καὶ τὸ ἐξ αὐτοῦ γενέσθαι σπέρμα θρόνον αἰώνιον καθέξον, καὶ τὸ διαθήκην αἰώνιον διατίθεσθαι πρὸς αὐτὸν τὸν Θεὸν, ἢ συνθήκην πρὸς αὐτὸν γενέσθαι; οὕτω γὰρ ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν, συνθήκην ἀντὶ διαθήκης εἰρηκότες. Θαυμάσιον ἦν καὶ τὸ ὀμνύναι τὸν Θεὸν ἀνθρώπῳ καὶ τὸ φάσκειν πρὸς τὸν αὐτόν· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, κατὰ τὸν Σύμμαχον· Καὶ οἰκοδομήσω εἰς ἑκάστην γενεὰν τὸν θρόνον σου, κατὰ τὸν αὐτόν. Τὸ δὲ μεῖζον ἁπάντων θαῦμα τοῦτο ἦν, τὸ τοιαῦτα ἐπαγγελλόμενον τὸν Θεὸν ὅρκῳ ταῦτα ἐπισφραγίσασθαι· καὶ τὸ πάντων θαυμασιώτερον τὸ μετὰ τὸν θεῖον ὅρκον δοκεῖν μὴ τέλος εἰληφέναι τοὺς τοῦ Θεοῦ λόγους, τἀναντία δὲ τῇ ὁρκωμοσίᾳ συμβῆναι. Ἐπιφέρει γοῦν ἑξῆς, ἐναντία ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις δηλῶν συμβεβηκέναι· δι' ἃ καὶ μάλιστα ἐκπλήττεται καὶ θαυμάζει ὁ Προφήτης· ἀποδυσπετεῖ γοῦν ἑξῆς λέγων· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; Ἀλλ' ἀποθεραπεύει τὴν ἑαυτοῦ ἀμηχανίαν, ἀνωτέρω μὲν εἰρηκώς· Ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, ἐν δὲ τοῖς μετὰ χεῖρας· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ἀντὶ τοῦ· ἐν νεφέλαις, ὁ Σύμμαχός φησι· Τίς γὰρ ἐν αἰθέρι; Σφόδρα δὲ ἀκολούθως ἐπήγαγε τὰ προκείμενα τοῖς προλεχθεῖσι· τὴν γὰρ ἀλήθειάν σου, φησὶ, καὶ τὰ θαυμάσιά σου, εἰ καὶ μὴ ἄνθρωποι συνεἶναι δύνανται· δι' ὃ μέλλω λέγειν μικρὸν ὕστερον· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ; Ἀλλ' οὐρανοὶ διηγήσονται καὶ Ἐκκλησία ἁγίων μαρτυρήσει, ὅτι μηδὲν ὧν ὤμοσας τῷ Δαυῒδ, διαπεσεῖται, οὐδὲ ψεύσονταί σου αἱ ἐπαγγελίαι· ἀδύνατον γάρ ἐστι τὸ σὲ ψεύσασθαι. Τίς γάρ σοι ἐξισωθήσεται ἐν ἀληθείᾳ, ἢ τίς ὁμοιωθήσεται ἐν τῷ λέγειν καὶ πιστοῦσθαί σου τὰς ἐπαγγελίας; Οὐδὲ γὰρ ἀντιστῆναί σου τῇ βουλῇ δύναταί τις, ὡς ἀνατρέπειν τὰ ἅπαξ ὑπὸ σοῦ ὡρισμένα, μήτιγε τὰ μεθ' ὅρκου ἐπηγγελμένα· ὥστε εἰ μὴ καὶ ἡμῖν ἔγνωσταί πω ἡ τῶν ἐπαγγελιῶν σου ἀλήθεια, ἀλλ' ἐκεῖνο ἀκριβῶς ἴσμεν, ὅτι δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Πάντ' οὖν ὅσα καὶ βεβούλησαι δύνασαι, καὶ τῶν λόγων σου τῶν περὶ τοῦ Δαυῒδ προῤῥηθέντων ἡ ἀλήθεια ἀμφὶ σὲ εἰλεῖται· ὡς πᾶσι μὲν τοῖς περὶ σὲ οὖσι καὶ τὴν σὴν θεότητα δορυφοροῦσι γινώσκεσθαι, ἀγνοεῖσθαι δὲ τοῖς μακρὰν ἀφεστηκόσιν ἀπὸ σοῦ.
save that David should bear the title chosen of God, and that from him there should arise a seed to possess an eternal throne, and that God should make an eternal covenant with him, or that a compact should come into being with him?—for so Aquila and Symmachus translated, having said compact instead of covenant. Wondrous also was it that God should swear to a man and declare to the same: Unto eternity I shall prepare your seed, according to Symmachus; And I shall build up unto each generation your throne, according to the same. Yet a wonder greater than all was this, that God, promising such things, sealed these things with an oath; and more wondrous than all was it that after the divine oath the words of God seemed not to have received fulfilment, while the things contrary to the swearing of the oath came to pass. Accordingly he adds next, showing that things contrary to the promises of God had happened; on account of which indeed the Prophet is exceedingly astounded and marvels; accordingly he grows impatient next, saying: Where are Thy ancient mercies, O Lord, which Thou swore to David in Thy truth? Yet he heals his own helplessness, having on the one hand said above: In the heavens shall Thy truth be prepared, and on the other hand in the words in hand: The heavens shall confess Thy wonders, and indeed Thy truth in the Church of the saints. For who in the clouds shall be made equal to the Lord, shall be likened to the Lord among sons of God? Instead of: in the clouds, Symmachus says: For who in the sky? And exceedingly consequently did he subjoin the words before us to those spoken beforehand: for Thy truth, he says, and Thy wonders, even if men are not able to understand—wherefore I am about to say a little later: Where are Thy ancient mercies, O Lord, which Thou swore to David?—yet the heavens will recount and the Church of the saints will bear witness that nothing of what Thou swore to David will fall to the ground, nor will Thy promises prove false; for it is impossible that Thou should lie. For who shall be made equal to Thee in truth, or who shall be likened [to Thee] in speaking and making sure Thy promises? For neither is anyone able to withstand Thy counsel, so as to overturn what has once been ordained by Thee, much less what has been promised with an oath; so that even if the truth of Thy promises is not yet known to us, nevertheless we know that accurately: that Thou art powerful, O Lord, and Thy truth is round about Thee. All things therefore whatsoever Thou hast also willed, Thou art able [to do], and the truth of Thy words spoken beforehand concerning David revolves around Thee; so that it is known to all those who are around Thee and attend as bodyguards upon Thy deity, while remaining unknown to those standing far away from Thee.
Δοκεῖ δέ μοι διὰ τούτων ὁ Προφήτης, ἁγίῳ Πνεύματι θεοφορηθεὶς, καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς φωτὶ νοερῷ καταυγασθεὶς, τὴν δόξαν ἑωρακέναι τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἐν μέσῳ τῆς Ἐκκλησίας τῶν ἁγίων ἑστῶτος, καὶ δορυφορουμένου ὑπὸ τῶν ἁγίων τῶν ἐν βασιλείᾳ αὐτοῦ. Μνημονεύσας γοῦν τῶν οὐρανῶν, καὶ τῷ θείῳ Πνεύματι ἐνατενίσας τῇ τῶν ἁγίων Ἐκκλησίᾳ, ἔοικεν ἑωρακέναι μέσον τὸν Υἱὸν τοῦ Θεοῦ· εἶτα μετὰ τὴν ἐκείνου κατανόησιν ἐπιστρέφειν τοὺς ὀφθαλμοὺς ἐπὶ τῶν πέριξ ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων, πνευμάτων τε θείων καὶ δυνάμεων
And it seems to me through these words that the Prophet, borne along by God in the Holy Spirit, and illumined in the eyes of his soul with intellectual light, has seen the glory of the Only-begotten of God standing in the midst of the Church of the saints, and attended as by bodyguards by the saints who are in His kingdom. Having accordingly made mention of the heavens, and in the divine Spirit having gazed intently upon the Church of the saints, he seems to have seen in the midst the Son of God; then after contemplating Him, to turn his eyes upon the surrounding holy angels and archangels, divine spirits too and powers
PG 23:1084Read from the page
χορόν· καὶ θαυμάζειν τὴν τούτων θειότητα· ὑπερεκπλήττεσθαι δὲ τὸν ἐπέκεινα πάντων, καὶ ὑπὲρ πάντας τὸν Μονογενῆ τοῦ Θεοῦ· εἶτ' ἐκ τοῦ θαύματος ἀναπεφωνηκέναι τό· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἢ κατὰ τὸν Σύμμαχον· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ταῦτα δὲ περὶ μὲν τοῦ Μονογενοῦς τοῦ Θεοῦ λεγόμενα σώζοι ἂν εὐσεβῆ τὴν διάνοιαν, οὐ μὲν περὶ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων· ἀνοίκειος γὰρ καὶ ἀσεβὴς ἡ παράθεσις. Τὸ γὰρ υἱοῖς Θεοῦ παραβάλλειν τὸ πάντων αἴτιον, καὶ τὸ συγκρίνειν ἑτέροις τολμᾷν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, πάντων ἂν γένοιτο ἀνοσιώτατον. Ἀκίνδυνος δ' ἂν εἴη ὁ λόγος υἱοῖς Θεοῦ συγκρίνων Υἱὸν Θεοῦ μονογενῆ, καὶ τὸ πρὸς πάντας ἀσύγκριτον αὐτοῦ καὶ ἀπαράθετον, καθ' ὑπερβολήν τε ὑπερέχον σημαίνειν διὰ τοῦ· Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; ἀντὶ τοῦ, οὐδείς. Εἰ γὰρ καὶ πολλοὶ ἅγιοι καὶ μυριάδες ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων, ἀρχαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πνεύματά τε ἅγια, καὶ δυνάμεις θεῖαι ἐν ταῖς κατ' οὐρανὸν στρατιαῖς πολιτεύονται, τὴν ἐπουράνιον συμπληροῦντες Ἐκκλησίαν· ἀλλὰ τίς, φησὶν, ἐν τῷ αἰθέρι τῷ ἐπέκεινα τοῦ στερεώματος ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ δὲ πολλοὶ υἱοὶ Θεοῦ καὶ θεοὶ κατὰ τό· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καί· Θεὸς θεῶν Κύριος ἐλάλησε, καί· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ἀλλὰ Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Μυρίων γὰρ ὄντων υἱῶν, οὐδεὶς, φησὶ, τούτῳ ὁμοιωθήσεται, οὐδὲ ἐξισωθήσεται, ἐκλεκτῷ ὅτι καὶ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως, Λόγῳ τε σοφίᾳ καὶ δυνάμει καὶ σοφίᾳ Θεοῦ. Καί μοι δοκεῖ τὴν τούτων γνῶσιν διὰ τῶν ἀνωτέρω σημαίνειν, ἐν οἷς ἔφη· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Ἕν γὰρ τῶν θαυμασίων καὶ τοῦτο ἦν, ὅπερ ἤμελλεν ἑξῆς ἐπιλέγειν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ· ἀναγκαίως δέ· ἐπειδὴ ἤμελλε τὸν ἐκ σπέρματος Δαυῒδ γενησόμενον διὰ τῆς προφητείας σημαίνειν, τὴν θεότητα τοῦ κατοικήσοντος ἐν αὐτῷ προθεωρεῖ· ὡς ἂν ὁμοῦ μάθοιμεν, τίς ἡ μέλλουσα κατοικεῖν ἐν αὐτῷ δύναμις, καὶ ὡς ὁ μὲν υἱὸς ἦν Δαυῒδ, ὁ δὲ ἐν αὐτῷ κατοικήσων Υἱὸς τοῦ Θεοῦ.
choir; and to marvel at the divinity of these, while being struck with exceeding amazement at the One beyond all, and above all, the Only-begotten of God; then out of wonder to have exclaimed the [verse]: For who in the clouds shall be made equal to the Lord? or according to Symmachus: For who in the sky shall set himself beside the Lord among sons of God? Now these things, when spoken concerning the Only-begotten of God, would preserve a pious meaning, yet not concerning the Father and God of the universe; for inappropriate and impious would be the comparison. For to set the Cause of all alongside sons of God, and to dare to compare with others the God Who is beyond the universe, would prove the most unholy of all things. Yet free from danger would the saying be when comparing with sons of God the Only-begotten Son of God, and signifying His incomparability towards all and unapproachability, and His surpassing pre-eminence, through the [clause]: Who in the clouds shall be made equal to the Lord? instead of, no one. For even if many saints and myriads of angels, and the Church of the firstborn, principalities too and authorities and thrones and lordships, holy spirits too and divine powers live as citizens in the heavenly hosts, filling up the heavenly Church; yet who, he says, in the sky beyond the firmament shall be made equal to the Lord? And if there are many sons of God and gods according to the [verse]: God stood in the synagogue of gods, and: The God of gods, the Lord, spoke, and: I said: You are gods, and all sons of the Most High; yet Who shall be likened to the Lord among sons of God? For though there are ten thousand sons, no one, he says, shall be likened to this One, nor made equal [to Him], since He is chosen and only-begotten and firstborn of all creation, Word too and wisdom, and power and wisdom of God. And He seems to me to signify the knowledge of these things through the words above, wherein He said: The heavens shall confess Thy wonders. For one of the wonders was this very thing too, which he was about to say next in addition concerning the Only-begotten of God; and necessarily so: since he was about to signify through the prophecy the One who was to be born from the seed of David, he contemplates beforehand the deity of the One Who will dwell in him; so that together we might learn what power it is that is about to dwell in him, and how the one indeed was son of David, while the One Who will dwell in him [was] Son of God.
Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Τὸν μὴ ἔχοντα σύγκρισιν, μηδὲ παράθεσιν, μηδὲ ὁμοίωσιν πρός τινα τῶν ὠνομασμένων υἱῶν Θεοῦ, ὁποῖός τίς ἐστι παρίστησι λέγων· Οὗτός ἐστιν ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν τῇ βουλῇ τῶν ἁγίων. Βουλὴν δὲ ἁγίων προσεῖπε τὴν ἀνωτέρω λεχθεῖσαν Ἐκκλησίαν ἁγίων· καὶ ἐῴκει τὴν Ἐκκλησίαν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς βουλὴν ὠνομακέναι, ἀναλόγως τοῖς κατὰ τόπον βουλευτηρίοις. Ἐν ταύτῃ δὲ τῇ βουλῇ τῶν ἁγίων ἐνδοξαζόμενός ἐστιν ὁ μὴ ἔχων σύγκρισιν, μηδὲ ὁμοίωσιν πρὸς τοὺς ὀνομαζομένους υἱοὺς Θεοῦ· καὶ οὐ μόνον ἐνδοξαζόμενός ἐστιν ἐν τῇ βουλῇ τῶν ἁγίων, ἀλλὰ καὶ φοβερὸς ὑπάρχει ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Τίνες δ' ἂν εἶεν οἱ περικύκλῳ αὐτοῦ ἀλλ' ἢ οἱ υἱοὶ
God, Who is glorified in the council of the saints, great and terrible over all who are round about Him. Of what sort He is Who has no comparison, nor juxtaposition, nor likeness towards any of those named sons of God, he establishes, saying: This is the God Who is glorified in the council of the saints. And he called council of the saints the Church of the saints mentioned above; and he seemed to have named council the Church of the firstborn who are enrolled in the heavens, analogously to local council-chambers. And in this council of the saints He is glorified Who has no comparison nor likeness towards those named sons of God; and not only is He glorified in the council of the saints, but He is also terrible over all who are round about Him. Now who could those round about Him be save the sons
Notes, col. 1084

On the reading

Printed ὅτι, for ὄντι.

PG 23:1085Read from the page
τοῦ Θεοῦ, καὶ αὐτοὶ θεοὶ χρηματίζοντες, δι' οὓς εἴρηται, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν; Καὶ γὰρ τὸ, Ἐν βουλῇ ἁγίων, καὶ τὸ, Ἐν ἐκκλησίᾳ πρωτοτόκων, καὶ τὸ, Ἐν συναγωγῇ θεῶν, ἓν καὶ ταυτὸν εἶναί μοι δοκεῖ. Τούτων τοιγαροῦν ἐν μέσῳ ἑστὼς καὶ ὑπὸ τούτων δορυφορούμενος ὁ Υἱὸς τοῦ Θεοῦ, ἐνδοξαζόμενος εἴρηται καὶ μέγας καὶ φοβερός. Ὅ γε μὴν Σύμμαχος τὰ προκείμενα τοῦτον ἐξέδωκε τὸν τρόπον· Θεὲ ἀήττητε ἐν ὁμιλίᾳ ἁγίων πολλῇ, καὶ ἐπίφοβος ἐν πᾶσι τοῖς περὶ σεαυτόν· ὁ δὲ Ἀκύλας φησί· Ἰσχυρὸς κατισχυρευόμενος ἐν ἀποῤῥήτῳ ἁγίων, πλῆθος, πλῆθος, καὶ ἐπίφοβος ἐπὶ πάντας κύκλῳ αὐτοῦ. Ἡ δὲ τοῦ λόγου διάνοια τὴν ἀκολουθίαν παρίστησιν. Ἐπειδὴ γὰρ δυνατὸς εἶ, Κύριε, φησὶν, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, εἰκότως μέγας εἶ, καὶ φοβερὸς εἶ, καὶ ἐνδοξαζόμενος εἶ ἐν βουλῇ ἁγίων, καὶ ἐν τοῖς τὴν σὴν θεότητα περιπολοῦσιν, οἳ, τῶν σῶν ἐπαγγελιῶν τὴν ἀλήθειαν συνορῶντες, τὰς πρεπούσας εὐχαριστίας μετὰ θαυμασμοῦ τῆς σῆς θεότητος ἀναπέμπουσι. Διὸ μικρῷ πρόσθεν ἔλεγον· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγιῶν.
of God, themselves also bearing the title gods, on whose account it has been said, God stood in the synagogue of gods? For indeed the [phrase], In the council of the saints, and the [phrase], In the church of the firstborn, and the [phrase], In the synagogue of gods, seem to me to be one and the same thing. Standing therefore in the midst of these and attended as by bodyguards by these, the Son of God has been called glorified and great and terrible. Symmachus, however, rendered the words before us in this manner: O invincible God in a great company of saints, and terrible among all those around Thyself; while Aquila says: Mighty One prevailing in might in the secret of the saints, multitude, multitude, and terrible over all round about Him. And the meaning of the saying establishes the sequence. For since Thou art powerful, O Lord, he says, and Thy truth is round about Thee, reasonably Thou art great, and Thou art terrible, and Thou art glorified in the council of the saints, and among those who move around Thy deity, who, beholding together the truth of Thy promises, send up fitting thanksgivings with wonder at Thy deity. Wherefore a little before I said: The heavens shall confess Thy wonders, and Thy truth in the Church of the saints.
Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Καὶ ἐν τούτοις οὐδὲν ἀφίησι τῶν γενητῶν εἶναι ὅμοιον τῷ θεολογουμένῳ Υἱῷ τοῦ Θεοῦ· αὐτὸν γὰρ εἶναι τὸν δυνατὸν, καὶ τὸν τῶν δυνατῶν Θεὸν, καὶ αὐτῶν τῶν δυνάμεων Κύριον, ὡς μηδένα αὐτῷ ἀντιλέγειν δύνασθαι, μηδὲ τῇ αὐτοῦ βουλῇ ἀνθίστασθαι· δι' ὃ λέγειν αὐτὸν καὶ ποιεῖν, ἅτε μόνον δυνατὸν, τὰ πάντα· τὸ γὰρ, Τίς ὅμοιός σοι; καὶ ἐνταῦθα οὐκ ἐπὶ τοῦ σπανίου, ἀλλ' ἐπὶ τοῦ μηδενὸς παρείληπται. Οὐδένα γοῦν ὅμοιον εἶναί φησι τῷ κυριολογουμένῳ, ἀντιπαραβάλλων αὐτῷ τοὺς ἀνωτέρω εἰρημένους υἱοὺς Θεοῦ. Τῆς γὰρ αὐτῆς ἔχεται διανοίας τὰ παρόντα καὶ τὰ πρότερα, ἐν οἷς εἴρητο· Ὅτι τις ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ νῦν δ' οὖν, Τις ὅμοιός σοι; φησὶν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθεια τῶν λόγων σου, αἵ τε ἐπαγγελίαι σου περὶ σὲ καὶ παρὰ σοὶ τυγχάνουσι. Παρὰ σοὶ γάρ ἐστι, καὶ παρὰ τοῖς κυκλοῦσί σε, ἡ ἀλήθειά σου· εἰ γάρ τινές σου πλησίον καὶ κύκλῳ περιεστῶτες εἶεν, οὗτοι αὐτοὶ τὴν ἀλήθειάν σου γινώσκουσιν. Ἡμεῖς δὲ οἱ ἐπὶ γῆς, ἔτι μακράν σου τυγχάνοντες, τὰς μεγαλουργίας σου ἀπὸ τῶν κατὰ θάλασσαν ἐνεργουμένων ὑπὸ τῆς σῆς προνοίας θεωροῦντες, ὁμολογοῦμεν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Τῆς τε γὰρ θαλάσσης καὶ τοῦ τοσούτου τῶν ὑδάτων κύτους σὺ μόνος δεσπόζεις, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ μόνος καταπραΰνεις, περιθεὶς αὐτῇ κλεῖθρα καὶ πύλας, καὶ ὅρια αὐτῇ πηξάμενος, ὡς ἂν μὴ ὑπερβᾶσα κατακλύσειε τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ὃ δὴ καὶ αὐτὸ ἕν τι τυγχάνει
O Lord God of hosts, who is like Thee? Powerful art Thou, O Lord, and Thy truth is round about Thee. Thou art master of the might of the sea, and the tossing of its waves Thou dost calm. Thou humbled the proud one as one wounded in the arm of Thy power Thou scattered Thy enemies. In these words too he suffers nothing among created beings to be like the Son of God Who is spoken of as God: for [he teaches] that He Himself is the Powerful One, and the God of the powerful, and Lord of the hosts themselves, so that no one is able to speak against Him, nor to withstand His counsel; wherefore He speaks and does all things, inasmuch as He alone is powerful; for the [question], Who is like Thee? here too has been taken not of what is rare, but of none at all. Accordingly he says that no one is like Him Who is addressed as Lord, setting in contrast with Him those called sons of God above. For the present words hold to the same meaning as the former ones, wherein it had been said: For who in the clouds shall be made equal to the Lord, shall be likened to the Lord among sons of God? and now too therefore, Who is like Thee? he says, because Thou art powerful, and the truth of Thy words and Thy promises happen to be around Thee and with Thee. For with Thee, and with those who encircle Thee, is Thy truth; for if there are any standing near Thee and round about, these very ones know Thy truth. Whereas we who are upon earth, happening still to be far from Thee, beholding Thy mighty works from the things wrought in the sea by Thy providence, confess that Thou art powerful, and Thy truth is round about Thee. For of both the sea and so great a hollow of waters Thou alone art master, and the tossing of its waves Thou alone dost calm, having set bars and gates around it, and having fixed boundaries for it, lest transgressing [them] it should flood the inhabited earth of men. Which very thing indeed happens itself also to be one
Notes, col. 1085

On the reading

Printed ἁγιῶν, for ἁγίων.

Printed τις, for τίς.

Printed Τις, for Τίς.

PG 23:1088Read from the page
μέγιστον τῆς σῆς δυνάμεως δεῖγμα. Ὡς γὰρ δεσπότῃ δουλεύουσα ἡ τοσαύτη τῶν ὑδάτων κίνησις, κυρτουμένη εἰς ὕψος καὶ ἐπαιρομένη πτήσσει, καὶ εἰς ἑαυτὴν καταράσσεται, εἴσω τῶν οἰκείων ὅρων ἀποκεκλεισμένη. Ὥσπερ δὲ τὰ κύματα καὶ τὰς ἀπειλὰς τῆς θαλάσσης ἐχαλίνωσας τῷ σῷ προστάγματι, καὶ τὰ ὑψώματα αὐτῆς, τάς τε ὁρμὰς καὶ τοὺς θυμοὺς κατεπράϋνας· οὕτω δὲ καὶ ἐπὶ τῶν ἀοράτων δυνάμεων, εἴ τινές ποτε εἶεν ἐχθραὶ καὶ ἐναντίαι τῇ βουλῇ τῆς σῆς προνοίας, καὶ ταύτας, ἅτε μόνος καὶ ὑπὲρ πάντας ὢν δυνατώτατος, διεσκόρπισας, τόν τε τούτων ἄρχοντα καὶ τύραννον καὶ ἀλαζόνα τινὰ ὄντα καὶ ὑπερήφανον, ἄρχοντα τοῦ αἰῶνος τούτου, σὺ τῇ σαυτοῦ δυνάμει ἐταπείνωσας, καὶ τραυματίαν εἰργάσω, πατάξας αὐτὸν τῇ ῥομφαίᾳ τῇ μεγάλῃ καὶ τῇ φοβερᾷ, ἀκολούθως τῇ φασκούσῃ προφητείᾳ· Ἐπάξει Κύριος τὴν ῥομφαίαν τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, φεύγοντα· καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Καὶ ἐπειδήπερ ἄλλος προφήτης τὸν τραυματίαν τοῦτον δράκοντα ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς ἐδίδαξε, φήσας· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ· ἐπίστησον μήποτε ταύτην αὐτὴν ᾐνίξατο τὴν θάλασσαν καὶ ὁ παρὼν λόγος φήσας· Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις· τούτοις γοῦν συνῆψε τὸ, Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Τὸ γὰρ χωρίον τῶν ἀντικειμένων δυνάμεων, τῶν τε δαιμόνων καὶ τῶν πνευμάτων πονηρῶν, θάλασσαν ἔοικεν ἀποκαλεῖν. Διὸ καὶ ἐπήγαγε τῷ περὶ τῆς θαλάσσης λόγῳ τὰ περὶ τοῦ τραυματίου καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ἄντικρυς τὰς ἀντικειμένας δυνάμεις καὶ τὸν τούτων ἄρχοντα σημήνας. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· Σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι· καὶ ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. Λαλήσει δέ σοι δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς, λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον. Καὶ ἑξῆς ἐπάγει· Αὐτὸς δέ ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι. Κατὰ τὸ αὐτὸ εἴρηται περὶ τοῦ αὐτοῦ δράκοντος ἐκ προσώπου τοῦ Κυρίου πρὸς τὸν Ἰώβ· Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι τὰ χοῦν; καὶ διὰ τῶν προκειμένων ἀναγκαίως τούτων ἐμνημόνευσε τὸ θεῖον Πνεῦμα, διδάσκον τοῦ Μονογενοῦς τοῦ Θεοῦ τὴν μέχρι τῆς δηλωθείσης θαλάσσης κάθοδον. Προθεολογήσας γοῦν αὐτὸν, καὶ τὴν πρώτην αὐτοῦ διατριβὴν τὴν ἐν τοῖς ἁγίοις εἰπὼν, τίς τέ ἐστι, καὶ μεθ' ὁποίων
greatest proof of Thy power. For serving Thee as master, so great a movement of the waters, arching itself on high and lifted up, cowers and dashes down into itself, shut off within its own boundaries. And just as Thou bridled the waves and the threats of the sea by Thy command, and calmed its upliftings, its onrushes too and its rages; so also in the case of the invisible powers, if ever there were any hostile and opposed to the counsel of Thy providence, these also, inasmuch as Thou alone art most powerful above all, Thou scattered, and their ruler and tyrant, being a certain boaster and proud one, the ruler of this age, Thou by Thine own power humbled, and rendered one wounded, having struck him with the great and terrible sword, conformably to the prophecy that declares: The Lord will bring the great and strong sword upon the dragon, the crooked, fleeing serpent; and He will slay the dragon that is in the sea. And seeing that another prophet taught that this wounded dragon makes his haunts upon the sea, having said: This great and wide sea: there are creeping things of which there is no number, this dragon whom Thou formed to mock at him; fix your attention on whether perhaps the present saying too hinted at this very sea when it said: Thou art master of the might of the sea, and the tossing of its waves Thou dost calm; to these words at any rate it subjoined the [verse], Thou humbled the proud one as one wounded; in the arm of Thy power Thou scattered Thy enemies. For it seems to call sea the region of the opposing powers, both of the demons and of the wicked spirits. Wherefore also it subjoined to the saying concerning the sea the things concerning the wounded one and the things concerning the enemies of God, expressly signifying the opposing powers and their ruler. And in another psalm too it has been said: Thou crushed the heads of the dragons upon the water. Thou crushed the head of the dragon, Thou gave him as food to the Ethiopian peoples; and in Job: And will you draw out a dragon with a hook, and will you put a halter around his nose, and will you pierce his lip with a ring? Will he speak to you with entreaty and supplication softly, and will you take him as an eternal servant? And next it adds: And he himself is king of all that are in the waters. In the same place it has been said concerning the same dragon from the person of the Lord to Job: Are you not afraid, because he has been prepared for me? and through the words before us the divine Spirit necessarily made mention of these things, teaching the descent of the Only-begotten of God even unto the sea that has been indicated. Having accordingly spoken of Him first as God, and having told of His first sojourn among the saints, both Who He is, and with what sort
PG 23:1089Read from the page
Σοί εἰσιν οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ. τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας, τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμῶν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἡ διάνοια τῶν προκειμένων τοιαύτη τίς ἐστι· Πεποίησαι μὲν, ὦ Κύριε, πρὸς τὸν Δαυῒδ ἐπαγγελίας περὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ εἰς αἰῶνα διαρκέσοντος θρόνου αὐτοῦ· καὶ ταύτας ὤμοσας τῷ Δαυῒδ ἐπιτελέσειν. Ὁρῶμεν δὲ ἡμεῖς οἱ ἄνθρωποι μὴ πληρουμένας αὐτὰς, ὅσον ἐπὶ τοῖς αἰσθητοῖς καὶ ὁρωμένοις· διό φαμεν, Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; πλὴν ἀλλὰ πεπείσμεθά σε ἐξ ἅπαντος ἀληθεύειν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Καὶ μάρτυρές γε τῆς ἀληθείας σου πάντες οἱ περὶ σέ· αἱ γοῦν οὐράνιοι δυνάμεις ἐξομολογήσονται τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ὁσίων. Καὶ εἰκότως αἱ οὐράνιοι δυνάμεις τὴν ἀλήθειάν σου ἐξομολογήσονται, ἐπειδὴ ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· ὡς μηκέτι δεῖν τὰς ἐπαγγελίας σου, τὰς πρὸς τὸν Δαυῒδ, ἐπιγείους εἶναι καὶ σωματικὰς νομίζειν· ἐν γὰρ τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ταῦτα δὲ καὶ αὐτὸς ἐκ τοῦ ἁγίου Πνεύματος μεμαθηκώς φημι· Τὰ ἐλέη σου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀληθεύειν δέ σε Θεὸν ὄντα καὶ Κύριον τῶν ὅλων πεπεῖσθαι χρὴ, διὰ τὸ μηδένα εἶναι ὅμοιον τῇ σῇ δυνάμει· καὶ γὰρ καὶ τῶν ἀσωμάτων καὶ θείων δυνάμεων Κύριος εἶ, καὶ δυνατὸς εἶ μόνος καὶ ὑπὲρ πάντας, ὡς τὴν ἀλήθειάν σου πιστοῦσθαι. Εἰ δὲ καὶ ἔστι τις ἐν τοῖς οὖσιν ὑπερήφανος, ὁ καλούμενος διάβολος ἀντικείμενος ἀεὶ, καὶ πολεμῶν τῇ σῇ ἀληθείᾳ, ἀλλὰ σὺ τοῦτον ἐταπείνωσας· εἴτε τινές εἰσιν ὑπὲρ τοῦτον ἐχθραὶ καὶ ἀντικείμεναι δυνάμεις, ἀλλὰ καὶ ταύτας διεσκόρπισας. Πάντοτε σὺ κρατεῖς, καὶ τῆς τῶν ὅλων οὐσίας σὺ δεσπόζεις, ἐπεὶ καὶ ποιητὴς τῶν ὅλων τυγχάνεις. Αὕτη γὰρ ἡ θάλασσα καὶ τὸ τοσοῦτον τῆς ὑγρᾶς οὐσίας στοιχεῖον ἔργον ὑπάρχει σὸν, καὶ σὲ κύριον ἐπιγράφεται. Εἰ δὲ καὶ οὐρανοί τινες ἀνώτεροι τοῦ στερεώματος νοοῦνται, θείων πνευμάτων καὶ δυνάμεων ἁγίων, τῶν τε τὴν σὴν θεότητα περιπολούντων ἀγγέλων καὶ ἀρχαγγέλων οἰκητήρια, καὶ οὗτοι σοί εἰσιν ἅμα πᾶσι τοῖς οἰκοῦσιν αὐτοῖς. Καὶ ἄλλο δὲ στοιχεῖον οὐ μικρὸν ἡ ξηρὰ οὐσία, καὶ ἡ τοῖς οὐρανοῖς ὑποκειμένη γῆ, σή ἐστι καὶ αὕτη. Ὅτε τοίνυν τὰ σύμπαντα τοῖς σοῖς νεύμασι δουλεύει, καὶ σὺ πάντων κρατεῖς, κύριος ὢν ἁπάντων καὶ βασιλεὺς καὶ Θεὸς, τίς ἀντιστήσεταί
Thine are the heavens, and Thine is the earth; the inhabited earth and its fulness Thou founded, the north and the sea Thou created. Tabor and Hermon in Thy name shall rejoice. The meaning of the words before us is somewhat such as this: Thou hast made indeed, O Lord, promises to David concerning his seed and his throne that will endure unto eternity; and these Thou swore to David to fulfil. Yet we men see them not being fulfilled, so far as concerns things perceptible to the senses and visible; wherefore we say, Where are Thy ancient mercies, O Lord? nevertheless we have been persuaded that in every way Thou speak truth, because Thou art powerful, and Thy truth is round about Thee. And witnesses at least of Thy truth are all those around Thee; the heavenly powers at any rate shall confess Thy wonders, and Thy truth in the Church of the holy ones. And reasonably will the heavenly powers confess Thy truth, since in heaven shall Thy truth be prepared; so that one ought no longer to suppose Thy promises to David to be earthly and bodily; for in heaven shall Thy truth be prepared. And having myself also learned these things from the Holy Spirit, I say: Thy mercies for ever I shall sing. Unto generation and generation I shall declare Thy truth in my mouth. And that Thou, being God and Lord of all, speak truth, one must be persuaded, because no one is like Thy power; for indeed of the incorporeal and divine powers too Thou art Lord, and Thou art powerful alone and above all, so as to make sure Thy truth. And even if there is someone proud among existing beings, he who is called the devil, always opposing and warring against Thy truth, yet Thou humbled this one; or if there are beyond this one certain hostile and opposing powers, yet these too Thou scattered. Always Thou prevail, and of the substance of all things Thou art master, since Thou also happen to be Maker of all things. For this sea and so great an element of moist substance is Thy work, and inscribes Thee as lord. And even if certain heavens higher than the firmament are conceived of, dwelling-places of divine spirits and holy powers, and of the angels and archangels who move around Thy deity, these too are Thine together with all who inhabit them. And another element also, no small one, the dry substance, and the earth lying beneath the heavens—Thine is this too. When therefore all things together serve Thy nods, and Thou prevail over all, being Lord of all and King and God, who shall withstand
Σφόδρα τοίνυν καὶ ἀκολούθως τοῖς ἔμπροσθεν εἰρημένοις διὰ τῶν προκειμένων ἐπήγαγε τὸ, Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Οὐ γὰρ μόνον τὸν οὐρανὸν, φησὶ, καὶ τὰς ἐν αὐτῷ δυνάμεις, ἀλλὰ καὶ τὴν γῆν σὺ ἐθεμελίωσας· συμφώνως τῇ ἐν
Exceedingly consequently therefore to what was said before, through the words before us he subjoined the [verse], Thine are the heavens, and Thine is the earth; the inhabited earth and its fulness Thou founded. For not only heaven, he says, and the powers in it, but also the earth Thou founded; in harmony with the
PG 23:1092Read from the page
ταῖς Παροιμίαις λεγούσῃ φωνῇ. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Κατ' ἐξαίρετον δὲ ἐνταῦθα τὸ οἰκούμενον μέρος τῆς γῆς οἰκουμένην ὠνόμασεν, ἀποδιαστείλας τῆς ἐρήμου καὶ τῆς οἰκητοῦ. Ἀλλα καὶ τὸ πλήρωμα τῆς οἰκουμένης προσέθηκεν, οὕτω σημήνας τὸ τῶν ἀνθρώπων γένος, τῶν τὴν οἰκουμένην πληρούντων. Πλήρωμα δὲ καὶ ἄλλως τῆς οἰκουμένης οὐκ ἂν ἁμάρτοις λέγων τὴν τοῦ Σωτῆρος Ἐκκλησίαν, ἣν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐθεμελίωσεν ἐπὶ τὴν πέτραν. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. Πῶς δὲ ἐθεμελίωσε τὴν οἰκουμένην, ἐπιλέγει ἑξῆς, Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας αὐτά· ἡ δὲ πέμπτη ἔκδοσις, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Δοκεῖ δέ μοι διὰ τῶν δύο πλευρῶν τε καὶ ἄκρων τῆς οἰκουμένης τὸν σύμπαντα κόσμον δηλοῦν, ὃν ἐπλήρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν δύναμις. Θέα δὲ τίνα τρόπον διὰ τούτων παρίσταται πρόσωπον τοῦ σύμπαντος κόσμου τὸ ἀνατολικὸν μέρος· ἀριστερὸν δὲ τὸ βόρειον, δεξιὸν δὲ τὸ μεσημβρινὸν καὶ νότιον. Ἐν τῷ γὰρ φάναι, Τὸν βοῤῥᾶν καὶ τὰ δεξιὰ σὺ ἔκτισας, τὸ βόρειον πλευρὸν ἀριστερὸν εἶναι ἐδίδαξεν· εἴ γε δεξιὸν τὸ νότιον. Εἰ δὴ οὖν ἑστῶτες ἔχοιμεν ἐν δεξιᾷ μὲν ἑαυτῶν τὸν νότον, ἐν δὲ τοῖς ἀριστεροῖς τὸν βοῤῥᾶν, ἀντιπρόσωπον σχήσομεν τὴν ἀνατολὴν, κατὰ νώτου δὲ τὴν δύσιν· ὥστε κατά τινα φυσικὴν θεωρίαν εἰρῆσθαι ταῦτα, τὴν θέσιν τοῦ παντὸς κόσμου παριστῶντα. Ἃ καὶ αὐτὰ ἀναγκαῖον ἐπισημήνασθαι εἰς παράστασιν τοῦ μηδὲ τὴν τούτων γνῶσιν παραλελοιπέναι τὴν τῶν θείων Γραφῶν διδασκαλίαν. Τὰ πάντα γὰρ, φησὶ, σὺ ἔκτισας, τά τε δεξιὰ τοῦ κόσμου μέρη, καὶ τὰ ἀριστερά. Ἀλλὰ τὰ μὲν δεξιὰ ὀνομαστὶ προσεἶπεν, ἐφυλάξατο δὲ χρήσασθαι τῷ τοῦ ἀριστεροῦ ὀνόματι. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Εἰς βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας· καὶ κατὰ τὸν Ἀκύλαν, Βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας. Ἡ δὲ πέμπτη ἔκδοσις σαφέστερον ἡρμήνευσε τίνα τὰ δεξιὰ φήσασα, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Τὸ δ' ἀριστερὸν πάντη σεσιώπηται παρὰ τοῖς πᾶσι, διὰ τὸ νομίζεσθαι σκαιὸν εἶναι καὶ ἐναντίον τῷ δεξιῷ· οὐδὲν δὲ ἐν τῷ παντὶ σκαιὸν, οὐδὲ τῷ καλῷ ἐναντίον. Πάντα μὲν οὖν, φησὶ, σὺ ἔκτισας. Ὄρη δὲ δύο, τὸ Θαβὼρ καὶ τὸ Ἑρμὼν ἐξαίρετόν τι κέκληται παρὰ πάντα· τῷ γὰρ ὀνόματί σου ταῦτα ἀγαλλιάσονται. Κατὰ δὲ τὸν Ἀκύλαν, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου αἰνέσουσι· κατὰ δὲ τὸν Σύμμαχον, Θαβὼρ καὶ τὸ Ἑρμὼν τὸ ὄνομά σου εὐφημήσουσι. Τούτων δὲ τῶν ὀρέων μέμνηται διαφόρως ἡ τῆς Παλαιᾶς Διαθήκης ἱστορία· καὶ οἶμαί γε ἐν τούτοις τοῖς ὄρεσι τὰς παραδόξους τοῦ Σωτῆρος ἡμῶν γεγονέναι μεταμορφώσεις, καὶ τὰς πλείους διατριβὰς, ὅτε σὺν ἀνθρώποις ἐπο-
utterance in Proverbs that says: God by wisdom founded the earth; and He prepared the heavens in prudence. And by way of eminence here he named the inhabited part of the earth the inhabited earth, distinguishing [it] off from the desert and the habitable [land]. Moreover, he also added the fulness of the inhabited earth, thus signifying the race of men, who fill the inhabited earth. Yet in another way too you would not err in calling the fulness of the inhabited earth the Church of the Saviour, which the Word of God Himself founded upon the rock. Wherefore in other places too it has been said: The Lord reigned, He clothed Himself with comeliness. For indeed He set right the inhabited earth, which shall not be shaken. And how He founded the inhabited earth, he says next in addition, The north and the sea, Thou created them; while the Fifth Edition [has], North and south Thou created. And it seems to me through the two sides and extremities of the inhabited earth to indicate the whole world together, which the power of our Saviour filled. And behold in what manner through these words the eastern part is presented as the face of the whole world together; and the northern as the left, and the midday and southern as the right. For in saying, The north and the right-hand parts Thou created, he taught that the northern side is the left, seeing that the southern is the right. If indeed therefore as we stand we have on our right hand the south, and on the left the north, opposite our face we shall have the east, and at our back the west; so that according to a certain natural contemplation these things have been spoken, presenting the position of the whole world. Which very things also it was necessary to point out in order to establish that the teaching of the divine Scriptures has not left aside even the knowledge of these things. For all things, he says, Thou created, both the right-hand parts of the world and the left. Yet the right-hand parts he addressed by name, whereas he guarded against using the name of the left. Wherefore it has been said according to Symmachus, Unto north and right hand Thou created; and according to Aquila, North and right hand Thou created. And the Fifth Edition translated more clearly what the right-hand parts are, saying, North and south Thou created. And the left has altogether been passed over in silence among them all, because it is supposed to be ill-omened and contrary to the right; yet nothing in the universe is ill-omened, nor contrary to the good. All things therefore, he says, Thou created. And two mountains, Tabor and Hermon, have been called forth in some especial way beyond all; for in Thy name these shall rejoice. And according to Aquila, Tabor and Hermon in Thy name shall praise; and according to Symmachus, Tabor and Hermon shall celebrate Thy name. Now of these mountains the history of the Old Testament makes mention in various places; and I suppose indeed that on these mountains took place the wondrous transfigurations of our Saviour, and His frequent sojourns, when among men He lived-
Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Δικαιοσύνη
Thine is the arm with might; let Thy hand be strengthened, let Thy right hand be exalted. Righteousness
Notes, col. 1092

On the reading

Printed Ἀλλα, for Ἀλλὰ.