Migne Reading Room

PG 23 · cols. 1069–1080 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1069Read from the page
φοβερισμοί σου ἐξετάραξάν με. Ὁρῶν δὲ μακρὰν ἐκπίπτοντας τῆς τοῦ Θεοῦ σωτηρίας τοὺς ὑπὲρ ὧν τὰς εὐχὰς ἐποιεῖτο φιλτάτους ὄντας αὐτοῦ καὶ ἀγαπητοὺς διὰ τοὺς πατέρας, ἔλεγεν· Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Δηλοῖ δὲ τοὺς ἐν τῷ ἔθνει γνωστοὺς ὄντας αὐτοῦ πρότερον καὶ φίλους· ἐπεὶ καῖ μέρος ἦσαν αὐτοῦ καὶ κληρονομία· ἀλλ' ἐμακρύνθησαν ἀληθῶς ἀπ' αὐτοῦ διὰ τῆς ἑαυτῶν ἀπιστίας· καὶ πάλαι ὄντες φίλοι, ἐχθροὺς ἑαυτοὺς κατέστησαν· καὶ γνωστοὶ τυγχάνοντες αὐτοῦ, ἐλθόντα αὐτὸν οὐκ
Thy terrors utterly troubled me. And seeing falling far away from the salvation of God those on whose behalf He made His prayers, though they were dearest to Him and beloved on account of the fathers, He said: Thou removed far from me friend and neighbour, and my acquaintances because of misery. And He indicates those in the nation who were formerly His acquaintances and friends, since they were also His portion and inheritance; yet they were truly removed far from Him on account of their own unbelief; and though of old being friends, they constituted themselves enemies; and though happening to be His acquaintances, when He came they did not
ΣΥΝΕΣΕΩΣ ΑΙΘΑΝ Τῼ ΕΣΔΡΑΙΤῌ. ΠΗʹ.
Of understanding, for Ethan the Ezrahite. 88.
Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἐπειδὴ προϊὼν ἑξῆς μέλλει λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; προθεραπεύει τὸ μέλλον ῥηθήσεσθαι διὰ τῶν προκειμένων, δυνάμει τοῦτο λέγων· Εἰ καὶ τὰ ἀνθρώπινα πράγματα τὴν ἐμὴν ψυχὴν εἰς ἀμηχανίαν ἐμβαλόντα ταράττει, ἴλιγγόν τέ μοι καὶ ἀπορίαν ἐμποιεῖ, τῶν σῶν, ὦ Κύριε, κριμάτων, ὡς μέλλειν μικρὸν ὕστερον ἀποτολμᾷν καὶ ἀπορεῖν, ὑπὲρ ὧν σὺ μὲν ὁ ἀψευδὴς Θεὸς πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν πεποίησαι· τἀναντία δὲ συμβέβηκε ταῖς σαῖς ὑποσχέσεσι· διὸ καὶ μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀλλ' ὅμως πεπεισμένος, ὅτι μὴ διαψεύσεταί σου ἡ ἐπαγγελία, οὐδὲ διαπεσεῖται ἡ τοῦ σοῦ λόγου ἀλήθεια, προλαβὼν τοὺς μέλλοντας ἐξ ἀνθρωπίνης ἀσθενείας ῥηθήσεσθαί μοι λόγους, τὴν ἐμαυτοῦ πίστιν καὶ τὸ εὐσεβὲς τῆς ἐμαυτοῦ γνώμης προασφαλίζομαι· διό φημι· Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Οὐ γὰρ νῦν μόνον, ὅτε ταῦτα λαλῶ καὶ φθέγγομαι, τὰ ἐλέη τοῦ Κυρίου ᾄσομαι, ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποτέροις καιροῖς, καὶ ἐν αὐτοῖς ἐκείνοις δι' οὓς μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Καὶ τότε γὰρ καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον, καὶ διὰ παντὸς τοῦ αἰῶνος οὐ παύσομαι ἀνυμνῶν τὰ ἐλέη σου, Κύριε, ἀκριβῶς εἰδὼς, ἔτι, ἅπαξ ἐπαγγειλάμενος τὰς ἐν τῷ ψαλμῷ προφητείας, οὐ διαψεύσεις, ἅτε Θεὸς ὢν ἀληθής. Διόπερ οὐ μόνον τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, ἀλλὰ καὶ τὴν ἀλήθειάν σου καθ' ἑκάστην γενεὰν ἀπαγγελῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα τοιαῦτά τινα μεταξὺ γενήσεται, ὡς δοκεῖ, ἐναντία ταῖς σαῖς πρὸς τὸν Δαυῒδ ἐπαγγελίαις συμβαίνειν, ἀλλὰ καὶ οὕτως ἐγὼ πεπίστευκα, καὶ ἀληθῶς ἐμαυτὸν πέπεικα, ὅτι τῶν λόγων σου, ὦ Κύριε, ἡ ἀλήθεια οὐδέποτε διαπεσεῖται. Διόπερ τὸν πάντα μου χρόνον τῆς ζωῆς οὐ παύσομαι ἐν τῷ στόματί μου τὴν ἀλήθειάν σου ἀπαγγέλλων. Ἀλλὰ καὶ παραδιδοὺς τῇ ἐμαυτοῦ γραφῇ ταύτην καταλείψω τοῖς μεταγενεστέροις, εἰς τὸ καὶ αὐτοὺς διδάσκεσθαί τε καὶ μανθάνειν ὁμοίως ἐμοὶ καθ' ἑκάστην γενεὰν τὴν ἀλήθειάν σου διὰ στόματος φέ-
The mercies of the Lord for ever I shall sing. Unto generation and generation I shall declare Thy truth in my mouth. Since proceeding next he is about to say: Where are Thy ancient mercies, O Lord, which Thou swore to David in Thy truth? he prepares a remedy beforehand for what is about to be spoken through the words before us, saying in effect this: Even if human affairs, casting my soul into helplessness, trouble it, and produce dizziness and perplexity in me at Thy judgements, O Lord, so that a little later I am about to venture even to be in doubt concerning the promises which Thou, the God free of falsehood, hast made to David, whereas the contrary things have happened to Thy promises—wherefore I am also about to say: Where are Thy ancient mercies, O Lord?—nevertheless, being persuaded that Thy promise will not prove false, nor will the truth of Thy word fall to the ground, anticipating the words that are about to be spoken by me out of human weakness, I secure beforehand my own faith and the piety of my own mind; wherefore I say: Thy mercies, O Lord, for ever I shall sing. For not now only, when I speak and utter these things, shall I sing the mercies of the Lord, but also in gloomier seasons, even in those very ones on account of which I am about to say: Where are Thy ancient mercies, O Lord? For both then and unto the time after these things, and throughout all eternity, I shall not cease celebrating in hymns Thy mercies, O Lord, knowing accurately that, having once promised the prophecies in the psalm, Thou will not prove false, inasmuch as Thou art a true God. Wherefore not only shall I sing Thy mercies, O Lord, for ever, but I shall also declare Thy truth in each generation. For even if ever so much some such things shall take place in the meantime, as it seems, happening contrary to Thy promises to David, yet even so I have believed, and have truly persuaded myself, that the truth of Thy words, O Lord, will never fall to the ground. Wherefore for the whole time of my life I shall not cease declaring Thy truth in my mouth. Nay more, handing this down by my own writing, I shall leave it behind to posterity, so that they too may both be taught and learn in like manner to me in each generation to bear Thy truth through their mouth-
Notes, col. 1069

On the reading

Printed καῖ, for καὶ.

Printed ἔτι, for ὅτι.

PG 23:1072Read from the page
ρειν, καὶ πεπεῖσθαι μηδέποτε δύνασθαι διαπίπτειν τὰς σὰς ἐπαγγελίας. Ὁ δὲ πᾶς λόγος τὴν ἐκ σπέρματος Δαυῒδ γένεσιν τοῦ Χριστοῦ καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει. Ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν ἡ εἰς ἀνθρώπους γένεσις αὐτοῦ προεφητεύετο κατὰ τὰ ἐν τῷ πʹ καὶ ϛʹ ψαλμῷ παραστάντα· ἐχρῆν δὲ πρὸς τῇ γενέσει μαθεῖν καὶ πόθεν προελεύσεται· διδάσκει τοῦτο ἀναγκαίως ἡ παροῦσα Γραφὴ, τὴν πρὸς τὸν Δαυῒδ ἐπαγγελίαν τοῦ Θεοῦ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι περιέχουσα· ὥστε ἔχειν ἀκολουθίαν καὶ τοῦτον πρὸς τοὺς πρὸ αὐτοῦ κατατεταγμένους ψαλμούς. Συνέσεως δὲ ἐπιγέγραπται αὐτὸς μόνον, οὔτε δὲ ψαλμὸς οὔτε ὕμνος. Εἴη δ' ἂν ᾠδὴ προφητική συνέσεως τῆς κατὰ Θεὸν δεομένη. Δι' ὃ λέλεκται· Εἰς τὸν αἰῶνα ᾄσομαι, καὶ, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου. Ἀπὸ μὲν γὰρ τοῦ· Εἰς τὸν αἰῶνα ᾄσομαι, ᾠδὴν αὐτὴν εἰκότως ἄν τις εἴποι· ἀπὸ δὲ τοῦ· Ἀπαγγελῶ τὴν ἀλήθειάν σου εἰς γενεὰν καὶ γενεὰν, καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, προφητείαν. Λέλεκται δὲ Αἰθὰν τοῦ Ἐσδραΐτου περὶ οὗ τὰ παραστάντα ἐν τοῖς προτεχνολογουμένοις τῶν ψαλμῶν διειλήφαμεν.
-ing, and to be persuaded that Thy promises can never fall away. And the whole discourse prophesies the birth of Christ from the seed of David and His kingdom. For since through the preceding [psalms] His birth among men was prophesied according to what was established in the 86th Psalm, and it was necessary beside the birth to learn also whence He will come forth, the present Scripture necessarily teaches this, containing the promise of God to David concerning the coming forth of Christ from his seed; so that this [psalm] too has sequence towards the psalms arranged before it. And it is inscribed Of understanding alone, and neither a psalm nor a hymn. And it would be a prophetic ode standing in need of the understanding that is according to God. Wherefore it has been said: For ever I shall sing, and, unto generation and generation I shall declare Thy truth. For from the [words]: For ever I shall sing, one might reasonably call it an ode; and from the [words]: I shall declare Thy truth unto generation and generation, and from the things said next in addition, a prophecy. And it is said to be of Ethan the Ezrahite, concerning whom we have discussed what presented itself in our preliminary treatise on the Psalms.
Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἀντὶ τοῦ· Ὅτι εἶπας, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· Ὅτι εἶπα· ὁ δὲ Σύμμαχος· Ὅτι εἶπον· καὶ ὁ Θεοδοτίων ὁμοίως· Ὅτι εἶπον· καὶ ἡ πέμπτη ἔκδοσις· Ὅτι εἶπα· ὡς ἐκ προσώπου τοῦ Προφήτου λεγομένου τοῦ λόγου. Οὗτος δὲ ἦν Αἰθὰν ὁ Ἐσδραῒτης, ὡς ἡ προγραφὴ παρίστησι. Τοιαύτην δέ τινα διάνοιαν ὑποβάλοι ἂν ὁ Προφήτης· Φθάσας ἤδη πρότερον εἶπον· ὅτι Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Τοῦτο δὲ πῶς ποτ' ἂν γένοιτο ἢ τοῦ πρώτου ἐλέους τοῦ Θεοῦ ἐξ ἀρχῆς καὶ ἀπὸ πρώτης κοσμογονίας καταβληθέντος εἰς ἀνθρώπους, ἐπίδοσιν κατὰ χρόνους λαμβάνοντος, καὶ δίκην οἰκοδομῆς αὔξοντος; Αὔξει γὰρ ὁσημέραι τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀνθρώπους, καὶ δίκην οἰκοδομῆς προκόπτει καὶ οἰκοδομεῖται κατὰ γενεὰν καὶ γενεάν. Ἐπειδὴ τοίνυν εἶπον καὶ διεβεβαιωσάμην, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος τοῦ Θεοῦ οἰκοδομηθήσεται, καὶ διὰ τοῦτο τὰ ἐλέη αὐτοῦ εἰς τὸν αἰῶνα ᾄσομαι, οὐ προσήκει ἀγνοεῖν, ὅτι τοῦ λόγου ἡ ἀλήθεια ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται. Τὰ γὰρ περίγεια πράγματα καὶ ἡ ἐν ἀνθρώποις κακία δόξειεν ἂν μὴ πάνυ τι ἐμφαίνειν τὸ ἀκριβὲς τοῦ λόγου, τῷ πολλὴν ἀνωμαλίαν εἶναι δοκεῖν κατὰ τὸν ἀνθρώπινον βίον. Ἀλλ' ἐπειδήπερ αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, αἱ πρὸς τὸν Δαυῒδ γεγενημέναι, θεῖαι καὶ οὐράνιοι τυγχάνουσι, καὶ οὐχ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαίων παῖδες, γεώδεις καὶ σωματικαί· εἰκότως διὰ τοῦτο προδιαστέλλεται ὁ Προφήτης, ὅτι μὴ ἐπὶ τῆς γῆς, ἀλλ' ἐν τοῖς οὐρανοῖς ἡ ἀλήθεια τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἑτοιμασθήσεται. Διόπερ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· Ἐν τοῖς οὐρανοῖς ἑδρασθήσεται ἡ ἀλήθειά σου.
Because Thou said: For ever mercy shall be built up, in the heavens shall Thy truth be prepared. Instead of: Because Thou said, Aquila translated: Because I said; and Symmachus: Because I said; and Theodotion likewise: Because I said; and the Fifth Edition: Because I said; as though the saying were spoken from the person of the Prophet. And this man was Ethan the Ezrahite, as the superscription shows. And some such meaning as this the Prophet might suggest: Anticipating already beforehand, I said that The mercies of the Lord for ever I shall sing. Yet how could this ever come to pass save through the first mercy of God, laid down from the beginning and from the first creation of the world towards men, receiving increase over the times, and growing after the manner of a building? For daily the mercy of God towards men grows, and after the manner of a building advances and is built up from generation to generation. Since, therefore, I said and affirmed that for ever the mercy of God shall be built up, and on account of this I shall sing His mercies for ever, it is not fitting to be ignorant that the truth of the word shall be prepared in the heavens. For earthly affairs and the wickedness among men might seem not very much to manifest the exactness of the word, in that there seems to be great unevenness in human life. Yet seeing that the promises of God which have been made to David happen to be divine and heavenly, and not, as the children of the Jews might suppose, earthly and bodily, reasonably on account of this the Prophet distinguishes beforehand that not upon the earth, but in the heavens, the truth of the promises of God shall be prepared. Wherefore Symmachus translated more clearly, saying: In the heavens shall Thy truth be established.
Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Διάψαλμα. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ
I have made a covenant with my chosen ones; I have sworn to David my servant: Unto eternity I shall prepare your seed, and I shall build up unto generation and generation your throne. Diapsalma. The heavens shall confess Thy wonders, O Lord, and
Notes, col. 1072

On the reading

Printed προφητική, for προφητικὴ.

Printed Ἐσδραῒτης, for Ἐσδραΐτης.

PG 23:1073Read from the page
γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Σαφῶς ταῦτα ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· διόπερ δοκεῖ μοι παρὰ τοῖς Ἑβδομήκοντα ἀνωτέρω εἰρῆσθαι τό· Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· οἷς ἐπισυνῆπτε τό· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ἵνα καθ' ὑπερβατὸν εἴη οὕτως ἔχων ὁ νοῦς τῶν προκειμένων· Ἐπειδὴ σὺ αὐτὸς, ὦ Κύριε, ἐν ταῖς περὶ τοῦ Δαυῒδ ἐπαγγελίαις εἶπας· Εἰς τὸν αἰῶνα τὸ ἔλεός μου τὸ πρὸς τὸν Δαυῒδ, ἢ καὶ τὸ εἰς πάντας ἀνθρώπους οἰκοδομηθήσεται· καὶ προσέθηκας λέγων· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ἤτοι ἐπιλέκτῳ μου, καί· Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου, καὶ τὰ τούτοις ἀκόλουθα· πέπεισμαι, ὅτι οὔποτε διαψευσθήσονταί σου αἱ ἐπαγγελίαι, μένουσι δὲ ἀληθεῖς καὶ ἀδιάπτωτοι· ἀλλ' οὐχ ὥστε ἐπὶ τῆς γῆς συνίστασθαι αὐτάς· οὐδὲ γὰρ ἐπίγειοι καὶ αἰσθηταὶ, οὐδὲ ὠνηταὶ καὶ ὀλιγοχρόνιοι τυγχάνουσιν, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, ἀλλ' ἀθάνατοι καὶ αἰώνιοι καὶ τῇ σῇ θεότητι πρέπουσαι. Διόπερ οὐκ ἐπὶ τῆς γῆς, ἀλλ' ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθεια τῶν σῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν. Ἀντὶ δὲ τοῦ· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, οἱ λοιποὶ πάντες ἑρμηνευταί· Τῷ ἐπιλέκτῳ μου, εἰρήκασι, Καὶ μᾶλλον ἁρμόζει τῇ διανοίᾳ ἡ τοιαύτη ἔκδοσις· οὐδὲ γὰρ περὶ πολλῶν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ μόνου τοῦ Δαυΐδ· αὐτῷ γὰρ, φησὶ, καὶ ὤμοσα, ἅτε δούλῳ μου ὄντι καὶ ἐπιλέκτῳ μου. Οὐ γὰρ ἤρκει ἁπλῶς διαθέσθαι αὐτῷ διαθήκην, ὥσπερ διεθέμην τῷ Νῶε, καὶ μετὰ ταῦτα τῷ Ἀβραὰμ, καὶ πάλιν μετ' ἐκεῖνον τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως· ἐκείνοις γὰρ δίχα ὁρκωμοσίας· τῷ δ' ἐπιλέκτῳ μου καὶ τῷ ἐμῷ θεράποντι καὶ δούλῳ Δαυῒδ διεθέμην μετὰ ὅρκου παραλήψεως· ὤμοσα γὰρ αὐτῷ περὶ τοῦ δεῖν τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα ἑτοιμάσειν καὶ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν, καὶ οὐκ εἰς μίαν γενεὰν, ἀλλ' εἰς γενεὰν καὶ γενεάν. Περὶ δὲ τοῦ ὀμνύναι τὸν Θεὸν, ὁ ἱερὸς Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φησίν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Κατ' ἐπίτασιν γὰρ μείζονος διαβεβαιώσεως καὶ ὅρκος παρείληπται τῷ Θεῷ. Κατὰ τίνος δὲ ὁ ὅρκος ἑξῆς προϊὼν διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ἔνθα καὶ ἐπιστήσεις, τίς ποτε ἄρα οὗτος ἦν ὁ ἅγιος τοῦ Θεοῦ, καθ' οὗ ὄμνυσιν ὡς κατὰ Υἱοῦ μονογενοῦς, εἰς τὸ ἐξ ἅπαντος τὰ τῆς ἐπαγγελίας κρατυνθῆναι. Τὸν μὲν οὖν ἅγιον ὡμολόγουν καὶ οἱ δαίμονες ἐν τοῖς Εὐαγγελίοις, ὅτε μὴ φέροντες αὐτοῦ τὴν ἔνθεον δύναμιν κολαστικὴν οὖσαν αὐτῶν καὶ ἀπελαστικὴν, ἐβόων λέγοντες· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρῆνε; Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Κατὰ τούτου τοίνυν ὀμνὺς ὁ Θεὸς, οἷα πατὴρ κατὰ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, τῷ Δαυῒδ τὴν ἐπαγγελίαν ἐποιεῖτο· Ὃ δὴ καὶ διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι. Ζητῶν δὲ παρ' ἐμαυτῷ τὴν αἰτίαν, δι' ἣν οὐδενὶ μὲν ἄλλῳ τῶν ἁγίων, μόνῳ δὲ τῷ Δαυῒδ δι' ὅρκου
indeed Thy truth in the Church of the saints. Clearly these things have been spoken from the person of God; wherefore it seems to me that among the Seventy there was said above the [verse]: Because Thou said: For ever mercy shall be built up, in the heavens shall Thy truth be prepared; to which he subjoined the [clause]: I have made a covenant with my chosen ones; so that by hyperbaton the sense of the words before us might run thus: Since Thou Thyself, O Lord, in the promises concerning David said: For ever my mercy towards David, or even that towards all men, shall be built up; and Thou added, saying: I have made a covenant with my chosen ones, that is to say, with my chosen one, and: I have sworn to David my servant, and what follows upon these things; I am persuaded that Thy promises will never be falsified, but remain true and unfailing; yet not so that they should be constituted upon the earth; for neither are they earthly and perceptible to the senses, nor do they happen to be purchasable and short-lived, such as is the life of men, but immortal and eternal and fitting to Thy deity. Wherefore not upon the earth, but in the heavens shall be prepared the truth of Thy promises to David. And instead of: I have made a covenant with my chosen ones, all the rest of the translators have said: With my chosen one. And such a rendering agrees better with the meaning; for neither is the discourse concerning many, but concerning David alone; for to him, He says, I also swore, inasmuch as he is my servant and my chosen one. For it did not suffice simply to make a covenant with him, just as I made [one] with Noah, and after these things with Abraham, and again after him with the sons of Israel in the wilderness through Moses—for with those men [it was] apart from the swearing of an oath—but with my chosen one and my attendant and servant David I made a covenant with the taking of an oath; for I swore to him concerning the necessity of preparing his seed for ever and of building up his throne, and not unto one generation, but unto generation and generation. And concerning God's swearing, the sacred Apostle in the [Epistle] to the Hebrews says: That through two immutable things, in which it is impossible for God to lie, we may have a strong encouragement. For by way of intensification of greater assurance, an oath also has been assumed by God. And by whom the oath [is sworn], proceeding next he teaches, saying: Once have I sworn by my holy one. Where also you will fix your attention on who ever then this holy one of God was, by whom He swears as by an only-begotten Son, to the end that in every way the things of the promise might be ratified. Now the demons also in the Gospels confessed Him as the Holy One, when, not bearing His divine power, which was punitive of them and expulsive, they cried out, saying: Let be, what have we to do with You, Jesus of Nazareth? We know You who You are, the Holy One of God. Swearing therefore by this One, as a Father by an only-begotten and beloved Son, God made the promise to David; which very thing indeed he teaches, saying: Once have I sworn by my holy one, whether I shall lie to David. And seeking within myself the reason on account of which to no other of the saints, but to David alone, through an oath
Notes, col. 1073

On the reading

Printed εἰρήκασι,, for εἰρήκασι..

PG 23:1076Read from the page
πεποίηται τὴν περὶ τοῦ σπέρματος αὐτοῦ ἐπαγγελίαν ὁ Θεὸς, δοκῶ μοι ταύτην εὑρηκέναι, καταλαβὼν καὶ αὐτὸν τὸν Δαυῒδ ὅρκῳ κεχρημένον πρὸ τῆς πρὸς αὐτὸν ἐπαγγελίας τοῦ Θεοῦ. Ὀμωμοκέναι δὲ αὐτὸν διδάσκει τὸ θεῖον Πνεῦμα ἐν ρλαʹ λέγον· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Τοιαῦτα εὐξαμένῳ καὶ ἐπαγγειλαμένῳ τῷ Δαυῒδ, καὶ ἐπὶ τοιούτοις ὀμωμοκότι, τὴν ἴσην ἀμοιβὴν ἀντιδιδοὺς ὁ Θεὸς αὐτῷ, ἀντομνύει καὶ αὐτὸς, καὶ ἀντεπαγγέλλεται ἓν ἀνθ' ἑνὸς διδοὺς, καὶ ὅρκῳ τὸν ὅρκον ἀμειβόμενος. Διόπερ ἐν αὐτῷ τῷ ρλαʹ, ἐν ᾧ λέγεται ὀμωμοκέναι ὁ Δαυῒδ, συνῆπται ἑξῆς ἡ τοῦ ἁγίου Πνεύματος μαρτυρία, ὧδέ πη λέγουσα· Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Οὐκοῦν πρῶτος ὤμοσεν ὁ Δαυῒδ, εἶτα ἀμειβόμενος αὐτὸν ὁ Θεὸς, ἀντωμοσίαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ πρῶτος ὁ Δαυῒδ, εὐσεβεῖ λογισμῷ κινηθεὶς, ἐπηγγείλατό τι τῷ Θεῷ· εἶτα πάλιν ὁ Θεὸς, ὥσπερ ἀντιδιδοὺς αὐτῷ χάριν ἀντὶ χάριτος, καὶ αὐτὸς ἀντεπηγγείλατο ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀκολούθως φωναῖς, δι' ὧν φησιν· Ὧ μέτρῳ μετρεῖτε, ἀν-
God has made the promise concerning his seed, I seem to myself to have found this [reason], having apprehended that David himself also had used an oath prior to the promise of God to him. And that he had sworn, the divine Spirit teaches in the 131st [Psalm], saying: Remember, O Lord, David, and all his meekness; how he swore to the Lord, he vowed to the God of Jacob: If I shall enter into the tabernacle of my house, if I shall go up onto the couch of my bed; if I shall give sleep to my eyes, and slumber to my eyelids, until I find a place for the Lord, a tabernacle for the God of Jacob. To David, who had vowed and promised such things, and had sworn upon such terms, God, rendering the equal recompense in return to him, swears in return Himself also, and promises in return, giving one thing in exchange for one, and requiting the oath with an oath. Wherefore in that very 131st [Psalm], in which David is said to have sworn, there is subjoined next the testimony of the Holy Spirit, speaking somewhat thus: The Lord swore truth to David, and He will by no means frustrate him: Of the fruit of your belly I shall set upon your throne. Accordingly David swore first, then God, requiting him, made a counter-oath to him; and David first, moved by a pious thought, promised something to God; then again God, as though rendering back to him grace in exchange for grace, Himself also promised in return, conformably to the words of our Saviour, through which He says: With what measure you measure, in re-
Τί δὲ βούλεται ἡ τοῦ Δαυῒδ μεθ' ὅρκου ἐπαγγελία, θεωρῆσαι καιρός. Ὁρῶν τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη τῇ δαιμονικῇ καὶ πολυθέῳ πλάνῃ δεδουλωμένα, καὶ πανταχοῦ γῆς ναοὺς καὶ τεμένη καὶ ἱερὰ τοῖς πονηροῖς δαίμοσιν ἀνεγηγερμένα, ἔν τε πόλεσι καὶ χώραις καὶ κώμαις, ἐν ὄρεσί τε καὶ βουνοῖς τὴν πονηρὰν καὶ ἀντικειμένην δύναμιν παρὰ πᾶσιν ἀνθρώποις τιμωμένην· Θεοῦ δὲ τοῦ πάντων ποιητοῦ τε καὶ δημιουργοῦ μηδαμοῦ μνήμην παρά τισι γιγνομένην· δηχθεὶς τὴν ψυχὴν ἐπὶ τῷ πράγματι, καὶ ζῆλον ἀγαθὸν ζηλώσας, κατὰ τὸν εἰπόντα· Ζῆλον ἐζήλωσα τῷ Κυρίῳ, εὐχὴν ηὔξατο, καὶ ἐπαγγελίαν ἐπηγγείλατο, καὶ ταύτην ὅρκῳ κατεδήσατο ἦ μὴν τῷ παμβασιλεῖ Θεῷ πρῶτος νεὼν ἐπὶ γῆς καὶ ἱερὸν ἅγιον οἰκοδομήσειν, ἔνθα τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς Διαθήκης τὴν ὑπὸ Μωϋσέως κατὰ τὴν ἔρημον ἐκ προστάγματος Θεοῦ κατασκευασθεῖσαν ἀποθέμενος ἀναπαύσειν. Περιήγετο γοῦν ὧδε κἀκεῖσε μέχρι τῶν τοῦ Δαυῒδ χρόνων τόπου μετακομιζομένη, ποτὲ μὲν ἐν Γαλγάλοις, ποτὲ δὲ ἐν Μανασῆφα, ποτὲ δὲ ἐν Σηλὼ, καὶ ἄλλοτε παρ' ἀλλοφύλοις, κἀκεῖθεν εἰς Βεσαμὺς, ἔνθεν εἰς Καρειαθιρείμ· εἶτα εἰς οἶκον Ἀμιναδάβ· κἀκεῖθεν εἰς οἶκον Ἀβεδδαρά· ἔνθεν εἰς Σιὼν τὴν πόλιν ὁ Δαυῒδ μετεστήσατο. Ὃ δὴ συνιδὼν γινόμενον, διενοήθη οἶκον ἱερὸν ἐγεῖραι καὶ ναὸν οἰ-
Now what the promise of David with an oath means, it is seasonable to consider. Seeing the nations throughout the whole inhabited earth enslaved to demonic and polytheistic error, and everywhere on earth temples and precincts and shrines raised up to the wicked demons, both in cities and countrysides and villages, and on mountains and hills the wicked and opposing power honoured among all men, while of God the Maker and Creator of all things nowhere was remembrance made among any; stung in soul at the matter, and being zealous with a good zeal, according to him who said: With zeal have I been zealous for the Lord, he vowed a vow, and promised a promise, and bound this fast with an oath, that assuredly to the all-ruling King, God, he first would build upon earth a temple and a holy sanctuary, where, depositing the tabernacle of witness and the ark of the Covenant that had been constructed by Moses in the wilderness by command of God, he would give it rest. Accordingly it was carried about hither and thither down to the times of David, being transferred from place [to place], at one time in Gilgal, at another in Mizpah, at another in Shiloh, and at another time among the Philistines, and thence to Beth-shemesh, thence to Kiriath-jearim; then to the house of Abinadab; and thence to the house of Obed-edom; whence David removed it to the city of Zion. Perceiving this very thing taking place, he purposed to raise up a sacred house and to build a tem-
PG 23:1077Read from the page
κοδομῆσαι, ἐνταῦθά τε τὴν κιβωτὸν ἱδρῦσαι τοῦ Θεοῦ. Καὶ περὶ τούτου ὤμοσε Δαυῒδ τῷ Κυρίῳ, καὶ ηὔξατο τῷ Θεῷ Ἰακὼβ λέγων· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ταῦτα δὲ αὐτοῦ διανοηθέντος, τὴν μὲν προαίρεσιν τῆς εὐσεβείας ἀποδέχεται ὁ Θεός· οὐ μὴν ἐπιτρέπει τὸν οἶκον γενέσθαι· μὴ γὰρ δεῖσθαι Θεὸν ὄντα οἴκου αἰσθητοῦ, μηδ' ἐξ ἀψύχων λίθων οἰκοδομῆς συστησομένου· ἀλλ' εἰ ἄρα ἐχρῆν Θεὸν οἰκεῖν ἐπὶ γῆς, ἐκ σπέρματος αὐτοῦ, τοῦ Δαυῒδ προελεύσεσθαι τὸν ὑποδεξόμενον αὐτοῦ τὴν θεότητα, ὃς καὶ οἰκοδομήσει τῷ Θεῷ ἐπάξιον ἱερὸν οἶκον καὶ ναὸν ἅγιον, οὗ τὸν θρόνον εἰς τὸν σύμπαντα διαρκέσειν αἰῶνα. Ἐδήλου δὲ ἄρα τὸν Χριστὸν αὐτοῦ τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενησόμενον, καὶ τὴν δι' αὐτοῦ καθ' ὅλης τῆς οἰκουμένης συστησομένην Ἐκκλησίαν. Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, ἡ τῶν Βασιλειῶν γραφὴ τοῦτον διδάσκει τὸν τρόπον· Καὶ ἐγένετο ὅτε ἐκάθισε Δαυῒδ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῷ· καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην· Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κάθηται ἐν μέσῳ τῆς σκηνῆς· ἢ, ἐν μέσῳ δέῤῥεως, ὡς ἡ Ἑβραϊκὴ λέξις σημαίνει. Καὶ εἶπε Ναθὰν πρὸς τὸν βασιλέα· Πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. Καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ναθὰν λέγων· Πορεύου πρὸς τὸν δοῦλον μου Δαυῒδ, καὶ εἰπέ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με· ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀφ' ἧς ἡμέρας ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης· καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ἰσραὴλ λέγων· Τί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυΐδ· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἀπὸ ὄπισθεν τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου· καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν καὶ κατασκηνώσει καθ' ἑαυτόν· καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ' ἀρχῆς ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου. Καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. Καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ
-ple, and there to establish the ark of God. And concerning this David swore to the Lord, and vowed to the God of Jacob, saying: If I shall enter into the tabernacle of my house, if I shall go up onto the couch of my bed, if I shall give sleep to my eyes and slumber to my eyelids, until I find a place for the Lord, a tabernacle for the God of Jacob. And when he had purposed these things, God indeed accepts the intention of his piety; yet He does not permit the house to come into being: for [He says] that, being God, He has no need of a house perceptible to the senses, nor of one to be put together out of lifeless stones of a building; rather, if indeed God ought to dwell upon earth, from his, David's, seed there would come forth the One Who would receive His deity, Who also will build for God a worthy sacred house and holy temple, Whose throne would endure unto the whole eternity. Now He was indicating, then, His Christ Who according to the flesh was to be born from the seed of David, and the Church that through Him was to be established throughout the whole inhabited earth. And that these things are so, the Scripture of the Kingdoms teaches in this manner: And it came to pass when David sat in his house, and the Lord had given him inheritance round about from all his enemies; and the king said to Nathan the prophet: Behold now, I dwell in a house of cedar, and the ark of God sits in the midst of the tent; or, in the midst of a skin curtain, as the Hebrew word signifies. And Nathan said to the king: All things whatsoever may be in your heart, go and do, because the Lord is with you. And it came to pass in that night, and the word of the Lord came to Nathan, saying: Go to my servant David, and say: Thus says the Lord: Not you shall build me a house for me to dwell in; because I have not dwelt in a house from the day that I brought up the sons of Israel out of Egypt unto this day; and I was walking about in a lodging-place and in a tent in all [places] through which I passed in all Israel; whether speaking I spoke to one tribe of Israel, whom I commanded to shepherd my people Israel, saying: Why have you not built me a house of cedar? And now thus you shall say to my servant David: Thus says the Lord Almighty: I took you from the fold from behind the flocks, for you to be for a ruler over Israel, and I was with you in all [places] wherein you went; and I utterly destroyed all your enemies from before your face; and I made you renowned according to the name of the great ones who are upon the earth. And I shall appoint a place for my people Israel, and I shall plant him, and he shall dwell by himself; and he shall be anxious no longer, and a son of iniquity shall not add to humble him, just as from the beginning, from the days when I appointed judges over my people Israel; and I shall give you rest from all your enemies. And the Lord will declare to you that you shall build a house for Him. And it shall be, when your days are fulfilled, and you shall sleep with
Notes, col. 1077

On the reading

Printed δοῦλον, for δοῦλόν.

PG 23:1080Read from the page
τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐν τῇ κοιλίᾳ σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν σου. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἐὰν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων. Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην. Οὕτως ἐλάλησε Ναθὰν πρὸς τὸν Δαυῒδ. Ταῦτα δὴ πάντα παρεθέμην, παραστῆσαι βουλόμενος, ὡς, πρώτου ἐπηγγειλαμένου τοῦ Δαυῒδ οἶκον κατασκευά-
your fathers, then I shall raise up your seed after you, who shall be in your belly, and I shall prepare your kingdom. He shall build me a house for my name, and I shall set upright his throne even for ever. I shall be to him for a father, and he shall be to me for a son. And if his iniquity comes, then I shall reprove him with a rod of men, and with stripes of sons of men. Yet my mercy I shall not remove away from him, just as I removed [it] from those from whom I removed [it] from before my face. And his house shall be made sure, and his kingdom for ever before me; and his throne shall be set upright for ever according to all these words, and according to all this vision. Thus spoke Nathan to David. Now all these things I have set forth, wishing to show how, when David first promised to construct a house-
Τί τοίνυν βούλεται ἡ ἐπαγγελία τοῦ Θεοῦ; Δύο ταῦτα προαγορεύει· πρῶτον μὲν τὸ σπέρμα τοῦ Δαυῒδ ἕως τοῦ αἰῶνος φυλάξειν· δεύτερον δὲ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεάν. Εἶτ' ἐπειδήπερ ἤμελλε ταῦτα μὴ ἐπὶ γῆς αἰσθητῶς συνίστασθαι, μηδὲ ἐν τῇ κατὰ ἄνθρωπον βασιλείᾳ, εἰς οὐρανοὺς ἑξῆς ἀναπέμπει τῶν ἐπαγγελιῶν τὰ ἀποτελέσματα. Δι' ὃ ὥσπερ ἀνωτέρω ἔφησεν· Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, οὕτω καὶ νῦν μετὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ ἐπιφέρει τό· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Οὐ γὰρ οἱ ἐπὶ γῆς ἄνθρωποι, φησὶ, δυνήσονται συνιέναι, ὁποῖον νοῦν ἔχουσιν, ὦ Κύριε, αἱ ἐπαγγελίαι, οὐδ' ὁποῖα τὰ ἀποτελέσματα τῶν προφητικῶν τυγχάνει λόγων· ἀλλ' οἱ οὐρανοὶ αὐτοὶ δηλαδὴ, καὶ αἱ κατ' οὐρανὸν θεῖαι δυνάμεις· διόπερ τοῖς οὐρανοῖς ἁρμόζει τὰ θαυμάσιά σου τὰ ἐμφερόμενα ταῖς ἐπαγγελίαις διηγεῖσθαι καὶ διερμηνεύειν. Ὥσπερ πάλιν τὴν ἀλήθειάν σου, τὴν ἐν ταῖς πρὸς τὸν Δαυῒδ ἐπαγγελίαις δεδοξασμένην, οὐκ ἄλλων ἦν νοεῖν καὶ διηγεῖσθαι ἀλλ' ἢ μόνων τῶν οὐρανῶν καὶ τῶν ἐν οὐρανοῖς ἀγγέλων· οὗτοι γὰρ καὶ τὴν ἀλήθειάν σου καὶ τὰ θαυμάσιά σου ἐν Ἐκκλησίᾳ ἁγίων ἐξομολογήσονται. Εἰ γάρ ποτε γένοιτο Ἐκκλησία τις τοιαύτη ἐπὶ γῆς, ὡς ἁγίων Ἐκκλησίαν αὐτὴν χρηματίζειν, παρὰ τούτοις οἱ οὐρανοὶ, εἴτε δυνάμεις θεῖαι, εἴτε καὶ οὐράνιοι ἄνδρες, τὰ θαυμάσιά σου καὶ τὴν ἀλήθειάν σου, τὴν ἐμφερομένην ἐν ταῖς προκειμέναις ἐπαγγελίαις, ἐξομολογήσονται. Εἰ δέ ἐστι καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς Ἐκκλησία τις πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, κυριώτερον καὶ ἀληθέστερον λεχθείη ἂν ἐκείνη Ἐκκλησία ἁγίων εἶναι Ἐκκλησία, ἐν ᾗ οἱ οὐρανοὶ τὴν ἀλήθειαν τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ τὰ θαυμάσια τὰ ἐν αὐταῖς ἀποκείμενα διηγήσονται. Θαυμάσια δὲ τίνα ἦν
What then does the promise of God mean? It foretells these two things: first, that He will keep the seed of David unto eternity; and second, that He will build up his throne unto generation and generation. Then, seeing that these things were about to be constituted not perceptibly upon earth, nor in a kingdom according to man, He next refers upward to the heavens the fulfilments of the promises. Wherefore, just as above he said: In heaven shall Thy truth be prepared, so now too after the promise of God he adds the [verse]: The heavens shall confess Thy wonders, O Lord. For men upon earth, he says, will not be able to understand what sort of meaning, O Lord, the promises hold, nor of what sort the fulfilments of the prophetic words happen to be; but clearly the heavens themselves, and the divine powers in heaven; wherefore it belongs to the heavens to recount and interpret Thy wonders that are contained in the promises. Just as again Thy truth, glorified in the promises to David, belonged to no others to understand and recount save to the heavens alone and the angels in the heavens; for these will confess both Thy truth and Thy wonders in the Church of the saints. For if ever some such Church should come into being upon earth, so that it bears the title Church of the saints, among these the heavens, whether divine powers or even heavenly men, will confess Thy wonders and Thy truth that is contained in the promises before us. And if there is also in the heavens themselves a certain Church of the firstborn enrolled in the heavens, more properly and more truly would that Church be said to be the Church of the saints, in which the heavens will recount the truth of the promises of God and the wonders laid up in them. Now what wonders were there