Migne Reading Room

PG 23 · cols. 1057–1068 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1057Read from the page
αὐτῷ, παντί τῳ οἶμαι φανερὸν τυγχάνειν· ὡς μὴ δύνασθαι ἐφ' ἕτερον ἄνθρωπον ἐφαρμόζειν τὰ ἐν τῷ ψαλμῷ λεγόμενα ἢ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ὥσπερ δὲ γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, οὕτω καὶ ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι. Διὰ δὲ τούτων καὶ ἡ ταφὴ αὐτοῦ σημαίνεται, ἧς καὶ ὁ θεῖος Ἀπόστολος μνημονεύει γράφων Κορινθίοις, λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη. Καὶ Ἠσαΐας δὲ τῆς ταφῆς αὐτοῦ μέμνηται λέγων· Ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ μέσου. Ἀντὶ δὲ τοῦ, Ὡσεὶ τραυματίαι, ὁ μὲν Ἀκύλας φησὶν, Ὅμοιος ἀνῃρημένοις· ὁ δὲ Σύμμαχος, Ὡσεὶ τετρωμένοι· καὶ σαφές τινα τρόπον καὶ τοῦτο ἐπληροῦτο, ὁπηνίκα ὁ στρατιώτης λόγχῃ ἔτρωσεν αὐτοῦ τὴν πλευράν. Ἀλλ' ὅτι μὲν τραυματίας γέγονε καὶ ἐν τάφῳ, σαφῶς παρίσταται· πλὴν εἰ λέγοι γεγονέναι ὡσεὶ τραυματίας, καὶ ὅμοιος τοῖς καθεύδουσιν ἐν τάφῳ, ἀλλ' οὐ μέχρι τούτου ἵσταται· ὅλον δὲ συνάψας, ὄψει τὴν διάνοιαν τοῦ λόγου. Γέγονα γάρ φησιν, ὡσεὶ τραυματίαι, ὧν οὐκ ἐμνήσθης ἔτι. Οἱ μὲν γὰρ λοιποὶ, μετὰ τὸν θάνατον ἐν τοῖς τάφοις γενόμενοι, ἀπελείφθησαν, καὶ ἀπέμειναν γῆ καὶ κόνις, μηκέτι μετὰ τὸν θάνατον μνημονεύσαντος αὐτῶν τοῦ Θεοῦ· ἐγὼ δὲ ἐγενήθην ὡς εἷς τῶν τοιούτων, μὴ ὢν ὅμοιος αὐτοῖς· ἐμοῦ γὰρ μετὰ τὴν τρῶσιν καὶ μετὰ τὸν θάνατον καὶ μετὰ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης, ζωῆς μετὰ ταῦτά με καὶ σωτηρίας τῆς παρὰ σοὶ καταξιώσας Διὸ καὶ ἀρχόμενος καὶ εὐχαριστήριον ἀνέπεμπεν ὕμνον, λέγων· Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Καὶ τὰ μὲν κατ' ἐμὲ τοιαῦτα ἦν. Ὅμως δ' οὖν γέγονα ὅμοιος τοῖς πολλοῖς τοῖς ἐν τάφῳ γενομένοις, καὶ μηκέτι τῆς σῆς κατηξιωμένοις μνήμης, διὰ τὸ ἀπὴ τῆς σῆς χειρὸς ἀπεῶσθαι. Ἀντὶ γὰρ τοῦ, Ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν, ὁ μὲν Ἀκύλας ἐξέδωκεν, Ὧν οὐκ ἐμνήσθης αὐτῶν ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπετμήθησαν· ὁ δὲ Σύμμαχός φησιν, Ὧν οὐ μνημονεύσεις ἔτι, οἵτινες ὑπὸ τῆς χειρός σου ἐξεκόπησαν.
by it, is, I suppose, evident to everyone; so that the things spoken in the psalm cannot be applied to any other man save to our Saviour alone. And just as He became as a man without help, so too as the wounded sleeping in the grave, whom Thou didst remember no more. And through these words His burial also is signified, of which the divine Apostle too makes mention when writing to the Corinthians, saying: For I delivered unto you first of all that which I also received: that Christ died for our sins according to the Scriptures, and that He was buried (1 Cor. 15:3-4). And Isaiah too makes mention of His burial, saying: In peace His burial has been taken out of the midst (Isa. 57:2; cf. 53:8). And instead of, As the wounded, Aquila says, Like the slain; while Symmachus says, As the pierced; and in a clear manner this too was fulfilled when the soldier pierced His side with a spear (John 19:34). Yet that He became wounded and in a grave is plainly presented; nevertheless, when He says that He has become as one wounded, and like those sleeping in a grave, He does not stop at this point; rather, if you join the whole together, you will see the meaning of the saying. For I have become, He says, as the wounded, whom Thou didst remember no more. For the rest, having come to be in their graves after death, were left behind, and remained earth and dust, God remembering them no more after death; whereas I became as one of such men, without being like them; for after the wounding and after death and after being laid in the grave Thou didst remember Me, counting Me worthy thereafter of life and of the salvation that is with Thee. Wherefore at the beginning too He sent up a hymn of thanksgiving, saying: O Lord God of my salvation, by day have I cried and in the night before Thee. Such, then, were the things concerning Me. Yet even so I became like the many who have come to be in the grave, and are no longer counted worthy of Thy remembrance, because they have been cast off from Thy hand. For instead of, Whom Thou didst remember no more, and they were cast off from Thy hand, Aquila rendered, Whom Thou didst remember no more, and they were cut off from Thy hand; while Symmachus says, Whom Thou wilt remember no more, who were hewn off by Thy hand.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Ἀντὶ τοῦ, Ἔθεντό με, ὁ μὲν Ἀκύλας, Ἔθου με, ὁ δὲ Σύμμαχος, Ἔταξάς με, ἐκδεδώκασι. Δι' ὧν παρίστησιν, ὅτι νεύματι τοῦ Πατρὸς καὶ βουλῇ, οὐχ ἁπλῶς εἰς τὸν θάνατον, οὐδὲ εἰς τὸν ᾅδην καὶ τὸν καλούμενον λάκκον κατελήλυθεν, ἀλλὰ καὶ εἰς τὰ βαθύτατα καὶ τὰ κατώτατα καὶ τὰ ἔσχατα, ὡς ἂν εἴποι τις, τῶν ἐκεῖ χωρίων. Παρίστησι δὲ τοῦτο καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις φάσκων· Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀντὶ δὲ τοῦ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου, ὁ Ἀκύλας, ἐν σκοτεινοῖς, φησὶ, καὶ ἐν βυθοῖς· ὁ δὲ Σύμμαχος, ἐν σκοτεινοῖς ἐσκεπασμένον· ἡ δὲ πέμπτη ἔκδοσις, ἐν σκοτεινοῖς, ἐν καταδύτοις. Τοῦτο δέ μοι παρα-
They laid me in the nethermost pit, in dark places, and in the shadow of death. Instead of, They laid me, Aquila rendered, Thou hast laid me, and Symmachus, Thou hast stationed me. Through which words He presents that by the nod and counsel of the Father He descended not simply into death, nor into Hades and what is called the pit, but even into the deepest and nethermost and, as one might say, farthest parts of the regions there. And He Himself too presents this in the Gospels, saying: The Son of Man must spend three days and three nights in the heart of the earth (Matt. 12:40). And instead of, in dark places, and in the shadow of death, Aquila says, in dark places, and in depths; while Symmachus has, covered over in dark places; and the Fifth Edition, in dark places, in subterranean recesses. And this has by me been ob-
Notes, col. 1057

On the reading

Printed ἀπὴ, for ἀπὸ.

PG 23:1060Read from the page
τετήρηται αναγκαίως, ὡς ἂν μή τις ὑπολάβῃ μὴ ἐν θανάτῳ αὐτὸν γεγονέναι, διὰ τὸ λέγεσθαι παρὰ τοῖς Ἑβδομήκοντα, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Δέδεικται γὰρ, ὅτι ἐν ἐσκοτισμένοις καὶ βυθοῖς καὶ καταδύτοις αὐτοῦ τοῦ θανάτου γέγονε· διόπερ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, σκιὰν θανάτου, ἡρμήνευσαν. Τὸν γὰρ παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν, πολλάκις ὁ λόγος σκιὰν θανάτου εἴωθεν ἀποκαλεῖν. Ἐνταῦθα δὲ ὁ Σωτὴρ, ἐν αὐτῷ τῷ θανάτῳ γεγονὼς, πᾶσαν αὐτοῦ τὴν οἰκονομίαν διαγράφει. Ἐπ' ἐμὲ ἐστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. Διάψαλμα. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην. Ἐπειδὴ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὸν Ἀπόστολον, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· δι' ὃ γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, καὶ ἐπειδὴ τὸν μὴ γνόντα ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, κατὰ τὸν αὐτὸν, εἰκότως τὴν ἡμῖν τοῖς πρότερον ἀσεβέσι καὶ ἁμαρτωλοῖς ἐπικειμένην ὀργὴν τοῦ Θεου, καὶ τὸν θυμὸν αὐτοῦ τὸν καθ' ἡμῶν εἰς ἑαυτὸν ἐπισπασάμενος, δι' ὑπερβάλλουσάν τε φιλανθρωπίαν ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν τιμωρίαν τε καὶ κόλασιν, τὰς προκειμένας προφέρεται φωνάς· ἅτε δὴ γενόμενος Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διό φησιν ὁ προφήτης περὶ αὐτοῦ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Τοῦτο τοίνυν καὶ αὐτὸς παρίστησι διὰ τοῦ ψαλμοῦ φάσκων· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ. Ἀνθ' οὗ φησιν ὁ Σύμμαχος, Ἐμοὶ ἐπέβρισεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσιν ἐκάκωσάς με. Οἷα γάρ τις φιλόστοργος πατὴρ ἐν ὥρᾳ χειμῶνος ἢ πολέμου, γνησίων υἱῶν προασπίζων, τοὺς μὲν ἐκάλυπτεν ἀποκρύπτων καὶ σκέπων ὑπὸ τὰς ἰδίας ἀγκάλας· ἑαυτὸν δὲ ἀντὶ πάντων ταῖς καταιγίσι καὶ τοῖς βέλεσι παρεῖχε, τῆς τῶν παίδων σωτηρίας τὸν αὐτοῦ θάνατον ἀντικαταλλαττόμενος, καὶ τὸν κατ' ἐκείνων θυμὸν εἰς ἑαυτὸν ἀποστρέφων. Δι' ὃ γέγονε κατάρα, ἡ εὐλογία τοῦ Θεοῦ αὐτὸς ὤν· καὶ γέγονεν ἁμαρτία, δικαιοσύνη τυγχάνων, καὶ τὸν κατ' ἀνθρώπων ἐπιβρίσαντα θυμὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν περισπάσας, τὸν μὲν ἐξ ἑαυτοῦ διεσκέδασεν, ὡς μηδὲν μήτ' αὐτὸν, μήθ' ἑτέρους ἀδικῆσαι· τὸν δ' οἷα Πατέρα ἵλεων τῷ τῶν ἀνθρώπων κατεστήσατο γένει. Ὅπως δὲ πάντες οἱ μαθηταὶ καταλελοίπασιν αὐτὸν παρὰ τὸν καιρὸν τοῦ πάθους, οἱ δὲ καὶ ἠρνήσαντο, οὐδὲν δεῖ λέγειν, τῶν τεσσάρων εὐαγγελιστῶν συμφώνως τὰ αὐτὰ διδασκόντων. Αὐτὰ δὴ οὖν ταῦτα προλέγει προφητεύων τὸ μέλλον διὰ τῶν προκειμένων φωνῶν, ἃς ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Μακρὰν ἐποίησας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ· ἔταξάς με βδελυκτὸν αὐτοῖς, φρουρούμενον καὶ μὴ προερχόμενον. Τότε γοῦν αὐτὸν καὶ ἠρνήσαντο οἱ μαθηταὶ, ἡνίκα ἐφρουρεῖτο ἐν τῇ οἰκίᾳ Καϊάφα τοῦ ἀρ-
served of necessity, lest anyone should suppose that He had not come to be in death, because among the Seventy it is said, in dark places and in the shadow of death. For it has been shown that He came to be in darkened places and depths and subterranean recesses of death itself; wherefore neither the Hebrew nor the rest of the translators rendered shadow of death. For Scripture is often accustomed to call the present life and our existing state the shadow of death; whereas here the Saviour, having come to be in death itself, sketches His whole dispensation. Upon me has Thy wrath been fixed fast, and all Thy billowing surges hast Thou brought upon me. Diapsalma. Thou hast removed mine acquaintances far from me; they made me an abomination unto themselves. I was delivered up, and went not forth. Since Christ died for us, according to the Apostle, having become a curse for us—wherefore it is written: Cursed is everyone who hangs upon a tree (Gal. 3:13; Deut. 21:23)—and since Him Who knew not sin God made sin on our behalf, according to the same Apostle (2 Cor. 5:21), reasonably drawing unto Himself the wrath of God resting upon us who formerly were ungodly and sinners, and His anger against us, and out of surpassing love for mankind taking upon Himself the punishment and chastisement on our behalf, He utters the present words, inasmuch as He had indeed become the Lamb of God Who takes away the sin of the world (John 1:29). Therefore the prophet says concerning Him: He bears our sins, and suffers pain for us; by His bruise we were healed, and the Lord delivered Him up for our sins (Isa. 53:4-6). This, accordingly, He Himself too presents through the psalm, saying: Upon me has Thy wrath been fixed fast, and all Thy billowing surges hast Thou brought upon me. Instead of which Symmachus says, Upon me has Thy wrath borne heavily, and with tempests hast Thou afflicted me. For like some tender-hearted father in a season of storm or war, shielding his true-born sons, He covered them, hiding and sheltering them beneath His own arms, while giving Himself up in place of all to the tempests and the darts, exchanging His own death for the safety of His children, and turning aside upon Himself the anger directed against them. Wherefore He became a curse, though Himself the blessing of God; and He became sin, though being righteousness; and having drawn off upon Himself the anger of God bearing heavily against mankind, He scattered that anger away from Himself, so that it wronged neither Him nor others in aught, while rendering Him, as Father, propitious to the race of mankind. And how all the disciples left Him at the time of the passion, and some even denied Him, there is no need to say, since the four evangelists harmoniously teach the same things. These very things, accordingly, He foretells, prophesying the future through the utterances before us, which Symmachus translated in this manner: Far off hast Thou made mine acquaintances from me; Thou hast set me as an abomination unto them, guarded and not going forth. Then at any rate the disciples also denied Him, when He was being guarded in the house of Caiaphas the high
Notes, col. 1060

On the reading

Printed αναγκαίως, for ἀναγκαίως.

Printed Θεου, for Θεοῦ.

PG 23:1061Read from the page
χιερέως. Οι ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Σαφέστερον καὶ ταῦτα ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως· ἐπεκαλεσάμην σε καθ' ἑκάστην ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Ἀπεκλάετο γὰρ ἀεὶ τὰς τῶν ἀνθρώπων ταλαιπωρίας, καὶ τοὺς ὀφθαλμοὺς ἑαυτοῦ κατεπόνει, δάκρυσι πενθῶν τὴν ἀπώλειαν τῶν μὴ καταδεξαμένων αὐτόν. Καὶ ὡς τὴν Ἰερουσαλὴμ ἀπεκλαύσατο, οὕτως εἰκὸς ἦν καὶ τοῦ προδεδωκότος αὐτὸν ἀποστόλου τὴν ἀπόπτωσιν καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν, καὶ τῶν λοιπῶν τῶν ἀπολλυμένων τὸν ὄλεθρον, οἷα φιλάνθρωπον καὶ παναγάθου Πατρὸς υἱὸν ἀποκλαύσασθαι· δι' οὗ καὶ τὰς χεῖρας ἐξήπλου καὶ φωνὰς ἀνέπεμπε, βοῶν ἐν ταῖς πρὸς τὸν Πατέρα προσευχαῖς, στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων τῷ Πατρί. Καὶ ἄλλως δὲ ὀφθαλμὸν αὐτοῦ ἢ ὀφθαλμοὺς ἀσθενήσαντας οὐκ ἂν ἁμάρτοις εἶναι εἰπὼν τοὺς ἀποστόλους, εἰ δὴ σῶμα αὐτοῦ πᾶς ὁ λαὸς αὐτοῦ τυγχάνει, ὡς ἐδίδαξεν ὁ εἰπών· Ὑμεῖς
priest. Mine eyes grew weak from poverty. I cried unto Thee, O Lord, all the day; I spread out my hands unto Thee. Symmachus rendered these words too more clearly, saying: Mine eye wasted away from affliction; I called upon Thee each day, I spread out my hands unto Thee. For He ever bewailed the miseries of mankind, and wore out His eyes, mourning with tears the ruin of those who did not receive Him. And just as He wept over Jerusalem, so it was natural that, as lover of mankind and Son of the all-good Father, He should also bewail the fall of the apostle who betrayed Him, and the rejection of the whole nation of the Jews, and the destruction of the rest of those perishing; on account of which He both spread out His hands and sent up cries, crying aloud in His prayers unto the Father, making intercession with the Father with groanings that cannot be uttered. And in another sense too you would not err in saying that His eye or eyes that grew weak are the apostles, seeing that His whole people is His body, as he taught who said: Now ye
Τίνα δὲ ἦν ἅπερ τὰς χεῖρας ἐξαπλῶν πρὸς τὸν Πατέρα προσηύχετο, καὶ κατ' ἐκείνην τὴν δηλουμένην ἡμέραν αὐτῷ πρὸς τὸν Πατέρα αὐτοῦ βεβοημένα, προϊὼν διδάσκει ἐν τούτοις· Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι; Διάψαλμα. Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ την ἀλήθειαν ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Ἀντὶ τοῦ, Μὴ ἐν νεκροῖς ποιήσεις θαυμάσια; φησὶν ὁ Σύμμαχος, Ἆρα νεκροῖς ποιήσεις τεράστια; Καὶ δι' ὅλων τῶν ἑξῆς, ἐν οἷς λέγεται, Μὴ διηγήσεταί τις ἐν τάφῳ; καὶ πάλιν, Μὴ γνωσθήσεται ἐν τῷ σκότει; ὁ Σύμμαχος, Ἢ διηγήσεται, ἢ γνωσθήσεται; ἐξέδωκεν. Οὐ γὰρ ἀπογινώσκων τὰ λεγόμενα, ταύτας προέφερε τὰς φωνὰς, κατ' ἐκείνην τὴν ἡμέραν δηλαδὴ τὴν τοῦ πάθους· τῷ Πατρὶ δὲ μόνῳ δύναται εἶναι ταῦτα πεπεισμένος, τὰς αἰτίας τῆς εἰς θάνατον αὐτοῦ ἐδίδασκε καθόδου λέγων· Ἆρα νεκροῖς ποιήσεις τεράστια; Ἢ τάδε, ἢ τάδε ποιήσεις; Οὐ γὰρ ἂν ἄλλως ἠθέλησας, ὦ Πάτερ, μέχρι τούτου με προελθεῖν, καὶ ἐν θανάτῳ γενέσθαι, καὶ ἐν τῷ λάκκῳ τῷ κατωτάτῳ, εἰ μὴ πάντως που καὶ ἐν τοῖς νεκροῖς θαυμάσια παρέχειν ἐβουλήθης, ἵν' ἅπερ μὴ δύνανται ἰατροὶ, ταῦτα ἡ σὴ δύναμις κατεργάσηται· τουτέστιν, ὅπως οἱ ἐν θανάτῳ γενόμενοι, ἀναστάντες, ἐξομολογήσονταί σοι. Οὐ γὰρ ιατρῶν ἦν ταῦτα δύνασθαι ἐνεργεῖν, ἀλλὰ τῆς σῆς ἐνθέου μεγαλουργίας. Ἄρ' οὖν διὰ ταῦτα ὑπελθεῖν με τὸν θάνατον ἐβουλήθης, ἵν' ἐν μὲν τοῖς τάφοις τὸ ἔλεός σου διηγηθῇ, ἐν δὲ τῇ ἀπωλείᾳ ἡ ἀλήθειά σου
And what the things were for which He prayed while spreading out His hands unto the Father, and which were cried aloud by Him unto His Father on that day set forth, He teaches as He proceeds in these words: Wilt Thou work wonders for the dead, or shall physicians raise them up, and shall they confess unto Thee? Diapsalma. Shall anyone recount Thy mercy in the grave, and Thy truth in perdition? Shall Thy wonders be known in the darkness, and Thy righteousness in a forgotten land? Instead of, Wilt Thou work wonders among the dead? Symmachus says, Wilt Thou indeed work portents for the dead? And throughout all that follows, where it is said, Shall anyone recount in the grave? and again, Shall they be known in the darkness? Symmachus rendered, Or shall one recount, or shall they be known? For it was not in despair of what is spoken that He uttered these words—on that day, namely, of the passion—but being persuaded that these things are possible [printed: it is possible] to the Father alone, He taught the causes of His descent into death, saying: Wilt Thou indeed work portents for the dead? Wilt Thou do either these things or those? For otherwise Thou wouldst not have willed, O Father, that I should advance thus far, and come to be in death, and in the nethermost pit, unless Thou hadst altogether purposed to grant wonders among the dead as well, so that what things physicians cannot do, Thy power might accomplish; that is, so that those who had come to be in death, rising up, shall confess unto Thee. For it did not belong to physicians to be able to effect these things, but to Thy divine magnificence. Was it not, then, on account of these things that Thou didst will Me to undergo death, in order that in the graves Thy mercy might be recounted, and in perdition Thy truth
Notes, col. 1061

On the reading

Printed Οι, for Οἱ.

Printed την, for τὴν.

Printed δύναται, for δυνατὰ.

Printed ιατρῶν, for ἰατρῶν.

PG 23:1064Read from the page
γνωσθῇ· ἐν δὲ τῷ σκότει τὰ θαυμάσιά σου κηρυχθῇ, ἔν τε τῇ ἐπιλελησμένῃ γῇ ἡ δικαιοσύνη σου μνημονευθῇ. Εἰ δέ τις τὸν νοῦν ἐπιστήσειε τοῖς καθ' ἡμᾶς ἀμφὶ τὸ μνῆμα, καὶ τὸ μαρτύριον τοῦ Σωτῆρος ἡμῶν ἐπιτελεσθεῖσι θαυμασίοις, ἀληθῶς εἴσεται ὅπως πεπλήρωται ἔργοις τὰ τεθεσπισμένα. Θέα δὲ διὰ τούτων ὅπως τὴν ἐν τῷ θανάτῳ χώραν διαφόρως ἑρμηνεύει. Πρῶτον μὲν νεκροὺς σαφῶς ἀποκαλῶν, δεύτερον τοὺς ἐν τάφῳ, τρίτον τοὺς ἐν ἀπωλείᾳ, τέταρτον τοὺς ἐν σκότῳ, πέμπτον τοὺς ἐν τῇ ἐπιλελησμένῃ γῇ. Ταῦτα γὰρ πάντα περὶ τῶν αὐτῶν διεξέρχεται, οἷς ἤμελλεν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς δεικνύναι τε καὶ παρέχειν θαυμάσια· τὸ ἔλεος αὐτοῦ δηλαδὴ καὶ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ διηγήσονται. Ἔστι δὲ ἐπιγνῶναι ὅπως πάντα ταῦτα, λέγω δὲ τὰ θαυμάσια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, καὶ ἡ ἀλήθεια αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἔφθασεν ἐπὶ τοὺς πάλαι νεκροὺς, καὶ ἐν τάφοις, καὶ ἐν ἀπωλείᾳ, καὶ ἐν σκότῳ, καὶ ἐν γῇ ἐπιλελησμένῃ, εἰ νοήσομεν ὅσων ἀγαθῶν αἴτιος γέγονεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῖς πάλαι ἐν τῷ θανάτῳ γεγενημένοις, δι' οὓς καὶ ἐν ἐκείνοις κατεληλύθει τοῖς τόποις, ἵνα μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσῃ. Τὰ γὰρ αἴτια τῆς μέχρι τοῦ θανάτου καθόδου αὐτοῦ διὰ τῶν προκειμένων τηλαυγῶς παρέστησεν· ἅπερ ἐπληροῦτο
might be known, and in the darkness Thy wonders might be proclaimed, and in the forgotten land Thy righteousness might be remembered? Now if anyone should direct his mind to the wonders accomplished in our own time around the tomb and the martyrium of our Saviour, he will truly know how the things divinely proclaimed have been fulfilled in deeds. And behold through these words how variously He interprets the region in death: first plainly calling them the dead, second those in the grave, third those in perdition, fourth those in darkness, fifth those in the forgotten land. For He goes through all these expressions concerning the same ones, to whom the philanthropic and good God was going both to show and to grant wonders; His mercy, namely, and the truth and the righteousness of God shall they recount. And it is possible to recognize how all these things—I mean the wonders of God and His mercy, and His truth, and His righteousness—reached unto those long dead, and in graves, and in perdition, and in darkness, and in a forgotten land, if we perceive of how many blessings our Saviour and Lord became the cause for those who had long been in death, for whose sake He had also descended into those places, that He might be Lord not only of the living, but also of the dead (Rom. 14:9). For through the words before us He radiantly presented the causes of His descent even unto death; which things were fulfilled
Καὶ ἐγὼ πρὸς σὲ κέκραξα, καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε. Ὥσπερ ἐν τῷ καʹ ψαλμῷ σαφῶς ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν εἰρημένῳ κατὰ τὴν προγραφὴν λέλεκτο, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, τοῦ λόγου τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν αἰνιττομένου κατὰ τὴν ἑωθινὴν ὥραν γεγενημένην· οὕτω καὶ νῦν ταὐτὸν σημαίνεσθαι ἡγοῦμαι διὰ τούτου, Πρωΐ ἡ προσευχή μου προφθάσει σε, δηλοῦντος τοῦ λόγου, ὅτι μὴ ἄλλῳ καιρῷ τὰ τῆς προσευχῆς τοῦ Σωτῆρος εἰς ἔργα ἐχώρει ἢ κατὰ τὴν ἕω καὶ τὸ πρωΐ, ὅτε καὶ τὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως γεγενῆσθαι μεμαρτύρηται. Δι' ὃ οὔτε ἑσπέρας, οὔτε μεσημβρίας, οὔτε ἄλλῳ τινὶ καιρῷ, ἀλλὰ τῷ πρωΐ, φησὶν, ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Καὶ ἐν τῷ καʹ ἔλεγε τὸ, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με; λέγει δὲ ἐν τούτοις, ἵνα τί, ἐρωτηματικῶς πυνθανόμενος δι' ἣν αἰτίαν ἐγκαταλέλειπται ὑπὸ τοῦ Πατρὸς, καὶ ἱνατί ἀπώσατο αὐτοῦ τὴν ψυχήν· ὡς ἂν καὶ ἡμεῖς, εἴ ποτε διαποροῖμεν δι' ἣν αἰτίαν ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ παρέδωκεν αὐτὸν θελήσας ὑποχείριον ἀνθρώποις γενέσθαι· τοῦτο γὰρ ἦν τὸ καταλιπεῖν αὐτὸν καὶ ἀπώσασθαι· μανθάνοιμεν, ὅτι τοῦτο ὑπὲρ ἡμῶν γέγονεν, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· Ἀλλ' ὑπὲρ ἡμῶν πάντων,
And unto Thee have I cried, and in the morning shall my prayer come before Thee. Just as in the 21st Psalm, plainly spoken from the person of our Saviour, it had been said in the superscription, For the help of the morning, the word hinting at the resurrection of our Saviour which came to pass at the morning hour; so now too I consider that the same thing is signified through this saying, In the morning shall my prayer come before Thee, the word setting forth that at no other time did the petitions of the Saviour's prayer advance to deeds save at dawn and in the morning, when the events of His resurrection from the dead are also attested to have come to pass. Wherefore neither in the evening, nor at midday, nor at any other time, but in the morning, He says, shall my prayer come before Thee. Why, O Lord, dost Thou cast off my soul, dost Thou turn Thy face away from me? In the 21st [Psalm] too He said, O God, my God, attend unto me, why hast Thou forsaken me? (Ps. 21:2); and in these words He says, why, inquiring by way of question for what cause He has been forsaken by the Father, and why He cast off His soul; in order that we too, should we ever be at a loss for what cause God spared not His own Son, but delivered Him up (Rom. 8:32), willing that He become subject to the hands of men—for this is what it meant to forsake Him and cast Him off—might learn that this came to pass on our behalf, as the Apostle taught, saying: But on behalf of us all,
PG 23:1065Read from the page
ἵνα γένηται ἀμνὸς Θεοῦ καὶ πρόβατον ἱερουργούμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Διόπερ ἔλεγε καὶ ὁ προφήτης· Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Καὶ οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Ἐπιφέρει δὲ λέγων ἐν καʹ· Ὁ Θεὸς, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούση, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί· καὶ ἐν τοῖς προκειμένοις· Ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Ὅμοια δὲ ἡγοῦμαι εἶναι ταῦτα τοῖς ἐν τῷ Εὐαγγελίῳ ἔργῳ τετελειωμένοις, ἔνθα διαστὰς τῶν
that He might become the Lamb of God and a sheep offered in sacrifice on behalf of the salvation of the world. Wherefore the prophet also said: And the Lord delivered Him up for our sins. And this One bears our sins, and suffers pain concerning us. And He Himself was wounded on account of our sins, and has been weakened on account of our iniquities; by His bruise we were healed. And he adds, saying in the 21st [Psalm]: O God, I shall cry out by day, and Thou will not hearken, and by night, and not unto folly for me; and in the words before us: Thou turn away Thy face from me. And I consider these things to be similar to those accomplished in deed in the Gospel, where, having withdrawn from the
Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερόν πως ἐξέδωκεν εἰπών· Πτωχὸς ὢν καὶ ἐκλείπων ἀπὸ νεότητος, ἀνέλαβον τὸν φόβον σου. Πρὸς τούτοις δι' ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, αἱ ἐκπλήξεις σου κατεσιώπησάν με. Περιῆλθόν με ὡς ὕδατα, πᾶσαν τὴν ἡμέραν περιεκύκλωσάν με. Καὶ ὁ Ἀκύλας, Ἐπ' ἐμὲ, φησὶ, παρῆλθον αἱ ὀργαί σου. Ὅπως δὲ πτωχὸς ἦν καὶ ἐν κόποις ἐκ νεότητος, διδάσκει αὐτὸς ἐν τοῖς Εὐαγγελίοις περὶ ἑαυτοῦ λέγων· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ὁ Ἀπόστολός φησιν· Ὅς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν· ὥστε εἶναι σαφὲς πῶς εἴρηται παρὰ τοῖς Ἑβδομήκοντα τὸ, Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Ἀλλ' ἐν μὲν τῇ νεότητι αὐτοῦ, καὶ ἄλλως ὑπὸ τὸν νομιζόμενον πατέρα τὸν Ἰωσὴφ, καὶ τὴν κατὰ σάρκα μητέρα τρεφόμενος, πτωχὸς ἦν ἐν πτωχοῖς· καὶ τὸν ἄλλον δὲ αὐτοῦ βίον πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ὅπως ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλυτήσωμεν. Ὅτε δὲ λοιπὸν παραδοξοποιῶν καὶ Θεοῦ δυνάμεις ἀποτελῶν, ὑψώθη τε καὶ διὰ τοῦ πάθους ὑψωθεὶς ἐταπεινώθη. Δι' ὃ ἔλεγεν· Ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· καὶ πάλιν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ ἐν τῷ προκειμένῳ· Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Τὸ δὲ, Δι' ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τὸν Ἀκύλαν· Ἐπ' ἐμὲ παρῆλθον αἱ ὀργαί σου, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, σαφῶς παρίστησιν, ὅτι οὐκ εἰς αὐτὸν ἐπέσκηψαν, ἀλλὰ δι' αὐτοῦ παρῆλθον· καὶ ὅτι μὴ ἔστησαν, ἀλλὰ διῆλθον. Τὸ δὲ, ἐξετάραξάν με, κατὰ τοὺς Ἑβδομήκοντα, ὅμοιόν ἐστι τῷ εἰρημένῳ ἐν τοῖς
Poor am I and in labours from my youth; and having been exalted, I was humbled and brought to perplexity. Upon me Thy wraths passed through, Thy terrors utterly troubled me. They surrounded me like water all the day, they encompassed me together. Thou removed far from me friend and neighbour, and my acquaintances because of misery. And Symmachus rendered these things somewhat more clearly, saying: Being poor and fainting from youth, I took up Thy fear. In addition to these things, through me Thy wraths passed by, Thy consternations silenced me. They came round me like waters, all the day they encircled me. And Aquila says: Upon me Thy wraths passed by. And how He was poor and in labours from youth, He Himself teaches in the Gospels, speaking concerning Himself: Learn from me, for I am meek and lowly in heart. And the Apostle says: Who, existing in the form of God, did not count it robbery to be equal to God, but emptied Himself; so that it is clear how among the Seventy is said the [verse], Poor am I and in labours from my youth. Now in His youth indeed, even otherwise being brought up under His supposed father Joseph and His mother according to the flesh, He was poor among the poor; and throughout His other life too, though being rich, for our sakes He became poor, so that we by His poverty might become rich. And when thereafter working wonders and accomplishing mighty works of God, He was both exalted and, having been exalted through the passion, was humbled. Wherefore He said: Just as Moses exalted the serpent in the wilderness, so must the Son of man be exalted; and again: When you have exalted the Son of man, then you will know that I am [He]; and in the passage before us: And having been exalted, I was humbled and brought to perplexity. And the [clause], Through me Thy wraths passed by, according to Symmachus, or according to Aquila: Upon me Thy wraths passed by, or according to the Seventy, Upon me Thy wraths passed through, clearly establishes that they did not fall upon Him, but passed by through Him; and that they did not stand still, but passed through. And the [word], utterly troubled me, according to the Seventy, is similar to what is said in the
Notes, col. 1065

On the reading

Printed εἰσακούση, for εἰσακούσῃ.

Printed πλυτήσωμεν, for πλουτήσωμεν.

PG 23:1068Read from the page
Εὐαγγελίοις· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ τὰ λοιπὰ δὲ κατὰ τὴν ἱστορίαν ἐπληροῦτο, ὅτε καταλιπόντες αὐτὸν οἱ ἀπόστολοι ᾤχοντο· ὁ δὲ Πέτρος καὶ τρίτον αὐτὸν ἠρνήσατο. Καὶ ἄλλως δὲ τὰ προκείμενα ἅπαντα ἔφασκεν, ἰδιοποιούμενος τὰ ἑτέρων κακά· λέγω δὲ τοῦ προδότου Ἰούδα τὴν ἀπώλειαν, καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀπόπτωσιν· ἐφ' οἷς δι' ὑπερβολὴν εὐσπλαγχνίας καὶ φιλανθρωπίας, ὡς ἐφ' υἱοῖς πονηροῖς, διὰ τὰς αὐτῶν κακίας ἀπολλυμένοις, ταῦτα εἰς ἑαυτοῦ πρόσωπον ἀναλαμβάνων, ἀπωδύρετο. Νοήσεις δὲ τοῦτο ἐπιστήσας τῷ λέγοντι προφήτῃ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Διὸ ὑπὲρ αὐτῶν ὀδυνώμενος ἐβόα λέγων· Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἑώρα γὰρ τὴν οὐκ εἰς μακρὸν ἐπελευσομένην αὐτοῖς ὀργὴν, ἥτις αὐτῶν ἀθρόως τὰ σεμνὰ πάντα ἐξηφάνισεν· ὡς τὰ μὲν Ἅγια τῶν ἁγίων, καὶ τὸ θυσιαστήριον ἐκ βάθρων ἀπολέσθαι, βασιλέας δὲ αὐτῶν, τοὺς ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο καιροῦ διαρκέσαντας, καταλυθῆναι, τήν τε αὐτονομίαν καθ' ἣν ἐξ αἰῶνος μακροῦ ἐπολιτεύοντο, καὶ τὴν κατὰ νόμους λατρείαν αὐτῇ ἱερωσύνῃ καὶ τοῖς λοιποῖς ἡγεμόσι τε αὐτῶν καὶ ἄρχουσιν ἀποσβεσθῆναι· ὡς μηδὲ ἴχνος αὐτῶν εἰσέτι νῦν περιλείπεσθαι. Ἃ δὴ πάντα πεπόνθασιν ὑπὸ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς οὐκ εἰς μακρὸν μετὰ τὸ πάθος αὐτοῦ τὸ πᾶν αὐτῶν ἔθνος καταλαβούσης διὰ τὰ τετολμημένα αὐτοῖς κατ' αὐτοῦ· ἃ δὴ ἐδήλου λέγων· Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου· ὡσεὶ ἔλεγε, Δι' ἐμέ· ἢ κατὰ τὸν Σύμμαχον, Δι' ἐμοῦ· ἐπεὶ καὶ κατὰ τὸν ἀληθῆ λόγον δι' αὐτὸν ταῦτα πάντα πεπόνθασιν. Ἀλλὰ καὶ προορῶν αὐτῶν τὸν ὄλεθρον ἔλεγεν· Οἱ φοβερισμοί σου ἐξετάραξάν με. Εἰ γὰρ καὶ τὰ μάλιστα διὰ τὴν ἀναισθησίαν οὐκ ἐτάραττον ἐκείνους οἱ διὰ τῶν προφητῶν ἀπειλούμενοι κατ' αὐτῶν φοβερισμοὶ τοῦ Θεοῦ, ἀλλ' ἐμὲ, φησὶν, ὁρῶντα τῶν φοβερῶν σου λόγων τὰς ἐκβάσεις, ἐξετάρασσον οἱ φοβερισμοί σου. Οὕτως οὖν διὰ τὰς ἐκείνων δυσσεβείας παρακαλῶν τὸν Πατέρα ὑπὲρ αὐτῶν, καὶ τὴν ψυχὴν ὑπεραλγῶν καὶ δι' αὐτοὺς ταραττόμενος, περίλυπος ἦν μέχρι θανάτου· ἐπειδὴ τὰ τῆς ὀργῆς τοῦ Θεοῦ σφοδρῶς ἐπέκειτο κατ' αὐτῶν, ὡς μηδὲ τυγχάνειν τῶν εὐχῶν, ὧν ἀνέπεμπεν ὑπὲρ αὐτῶν· δι' ὧν παρακαλῶν καὶ δεόμενος ἐν τοῖς Εὐαγγελίοις προσέπιπτεν πρηνής τε κατὰ προσώπου κείμενος ἐβόα, Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· εἶθ' ὁρῶν ἀνανεύουσαν τὴν βουλὴν τοῦ Πατρὸς, ἐπέφερε· Πλὴν ἀλλ' οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καὶ δεύτερον ἀπελθὼν, ἐπὶ πρόσωπον πίπτει, καὶ προσεύχεται λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· καὶ τρίτον δὲ πορευθεὶς τὸν αὐτὸν λόγον προὔφερε. Διὸ δὴ ταῦτα σημαίνων καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; καὶ τὸ, Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ
Gospels: Now is my soul troubled, and: Sorrowful is my soul even unto death; and the remaining things also according to the history were fulfilled, when the apostles, having left Him, departed, and Peter even a third time denied Him. And in another way too He spoke all the things before us, making His own the evils of others: I mean the perdition of the traitor Judas, and the falling away of the whole nation of the Jews; over whom, through an excess of compassion and love for mankind, as over wicked sons perishing on account of their own wickednesses, taking up these things onto His own person, He lamented. And you will understand this when you attend to the prophet who says: This One bears our sins, and suffers pain concerning us. Wherefore, suffering pain on their behalf, He cried out, saying: Upon me Thy wraths passed through, Thy terrors utterly troubled me. For He saw the wrath that after no long time would come upon them, which all at once wiped out all their revered things: so that on the one hand the Holy of holies and the altar were destroyed from the foundations, and on the other hand their kings, who by succession from their ancestors had lasted down to that point of time, were overthrown, and both the self-government according to which from a long age they had lived as citizens, and the worship according to the laws together with the priesthood itself and their remaining leaders and rulers, were extinguished; so that not even a trace of them is any longer left remaining now. All which things indeed they have suffered from the wrath of God, which not long after His passion overtook their whole nation on account of the things dared by them against Him; which things indeed He declared when saying: Upon me Thy wraths passed through; as if He were saying, On account of me; or according to Symmachus, Through me; since even according to the true account it is on account of Him that they have suffered all these things. Moreover, foreseeing also their destruction, He said: Thy terrors utterly troubled me. For even if ever so much, on account of their insensibility, the terrors of God threatened against them through the prophets did not trouble those men, yet me, He says, seeing the outcomes of Thy fearful words, Thy terrors utterly troubled. Thus therefore, on account of those men's impieties entreating the Father on their behalf, and grieving exceedingly in soul and being troubled on their account, He was sorrowful unto death; since the things of the wrath of God pressed vehemently against them, so that they did not even obtain the prayers which He sent up on their behalf; through which, entreating and beseeching in the Gospels, He fell down, and lying prostrate upon His face cried out, Father, saying, if it is possible, let this cup pass from me; then seeing the counsel of the Father refusing, He added: Nevertheless not as I will, but as Thou [will]. And going away a second time, He falls upon His face, and prays, saying: Father, if this cannot pass unless I drink it, Thy will be done; and going a third time also, He brought forth the same word. Wherefore indeed, signifying these things through the words before us as well, He said: Why, O Lord, dost Thou cast off my soul, dost Thou turn away Thy face from me? and the [verse], Upon me Thy wraths passed through,