Migne Reading Room

PG 23 · cols. 1045–1056 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1045Read from the page
Τῆς οὖν μεγίστης ταύτης καὶ θεοπρεποῦς πόλεως, λέγω δὲ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, καὶ τοῦ κατ' αὐτὴν ἀμφαινομένου θεοσεβοῦς πολιτεύματος, οἱ θεμέλιοι τυγχάνουσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἑρμηνεύει δὲ τὸν λόγον ὁ Ἀπόστολος φάσκων· Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἄλλως δὲ οἱ θεμέλιοι αὐτοῦ οὐκ ἐνταῦθα κάτω καὶ παρ' ἡμᾶς τυγχάνουσιν, ἀλλ' ἄνω που καὶ ἐν τοῖς καλουμένοις ἁγίοις ὄρεσι. Διὸ λέλεκται· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Εἶεν δ ἂν ταῦτα τὰ ὄρη οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἔνθα τὸ μέγα πολίτευμα τῆς ἐπουρανίου Σιὼν, καὶ τῆς ἀληθῶς μεγάλης τοῦ Θεοῦ πόλεως συνέστηκεν. Οὐκ ἐμὸς δὲ οὗτος ὁ λόγος, ἀλλὰ καὶ αὐτὸς τοῦ φήσαντος Ἀποστόλου· Ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καί· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτης οὖν τῆς μεγάλης πόλεως τοῦ Θεοῦ εἰκὼν μὲν εἴη ἂν ἡ ἐπὶ γῆς Ἐκκλησία τοῦ Θεοῦ· τὰ δὲ στηρίγματα αὐτῆς καὶ θεμέλιοι, οἱ ἐν τοῖς ἀποδεδομένοις ἡμῖν ἁγίοις ὄρεσιν ὑφεστήκασιν· αἱ δὲ εἴσοδοι καὶ αἱ πρῶται στοιχειώσεις αὐτῆς ἐκείνης τῆς οὐρανοπόλεως ἐνταῦθα τυγχάνουσι παρ' ἡμῖν. Ἅσπερ εἰσόδους καὶ εἰσαγωγὰς τοῦ θεοσεβοῦς πολιτεύματος πύλας ὠνόμασε Σιὼν ὁ λόγος φάσκων· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Σκηνώματα δὲ Ἰακὼβ αἱ Ἰουδαϊκαὶ παραδόσεις, καὶ αἱ κατὰ Μωϋσέως σωματικαὶ θρησκεῖαι ἐνταῦθά μοι δοκοῦσι λέγεσθαι· ὧν προτιμότεραι τυγχάνουσι παρὰ τῷ Θεῷ αἱ πύλαι τῆς Σιὼν, τουτέστιν αἱ εἴσοδοι καὶ εἰσαγωγαὶ τῆς ἐπουρανίου βασιλείας ἐπὶ τῆς Ἐκκλησίας ἱδρυμέναι. Ἐν μόνῃ γὰρ ταύτῃ κηρύσσεται ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τοῦ σωτηρίου γε Εὐαγγελίου ὁ πᾶς σκοπὴς ἐκεῖσε βλέπει. Ἐπεὶ καὶ αἱ σωτήριοι ἐπαγγελίαι, καὶ τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἡ πᾶσα ἐλπὶς τοῦ κατὰ Χριστὸν πολιτεύματος, τὴν βασιλείαν τῶν οὐρανῶν ὁρᾷ. Γέγραπται γοῦν, ὅτι ἐκήρυξεν ὁ Σωτὴρ λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐμακάριζέ τε τοὺς ἀξίους τῶν οἰκείων μακαρισμῶν, ἐπαγγελλόμενος αὐτοῖς βασιλείαν οὐρανῶν· ἀλλὰ καὶ ἐδίδασκεν εὔχεσθαι τοὺς αὐτοῦ μαθητὰς καὶ τὴν τῶν οὐρανῶν βασιλείαν ἐξαιτεῖσθαι φάσκοντας ἐν τῇ προσευχῇ· Γενηθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου. Εἰκότως τοίνυν πάντα τὰ τοιαῦτα πύλαι τῆς τῶν οὐρανῶν βασιλείας ὠνομάσθησαν, εἴσοδοί τινες καὶ εἰσαγωγαὶ τυγχάνουσαι τῆς ἐκεῖσε πορείας.
Of this greatest and God-befitting city, then—I mean the Church of God, and the godly commonwealth manifested according to her—the foundations are in the holy mountains. And the Apostle interprets the saying when he declares: Built upon the foundation of the apostles and prophets, Jesus Christ Himself being the chief cornerstone (Eph. 2:20). And in another sense too His foundations are not here below and with us, but somewhere above and in what are called the holy mountains. Wherefore it has been said: His foundations are in the holy mountains. Now these mountains would be the heavens of the heavens, where the great commonwealth of the heavenly Sion and of the truly great city of God is established. Nor is this discourse mine, but this very thing belongs to the Apostle who said: But the Jerusalem above is free, which is our mother (Gal. 4:26); and: Ye have come unto Mount Sion and unto the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal gathering, and to the Church of the firstborn enrolled in heaven (Heb. 12:22-23). Of this great city of God, therefore, the Church of God upon earth would be an image; while its supports and foundations subsist in the holy mountains explained by us; and the entrances and first rudimentary instructions of that very city of heaven are here with us. Which entrances and introductions to the godly commonwealth the word named gates of Sion, saying: The Lord loves the gates of Sion above all the tabernacles of Jacob. And by tabernacles of Jacob the Jewish traditions and the bodily observances of worship according to Moses seem to me to be meant here; more honoured than which with God are the gates of Sion, that is, the entrances and introductions to the heavenly kingdom established in the Church. For in her alone is proclaimed the kingdom of heaven, and the whole aim of the saving Gospel looks thither. Since the saving promises too, and the evangelical proclamation, and the whole hope of the commonwealth according to Christ, look to the kingdom of heaven. For instance, it is written that the Saviour proclaimed, saying: The kingdom of heaven has drawn near (Matt. 4:17; 10:7). And He pronounced blessed those worthy of His own beatitudes, promising them the kingdom of heaven; moreover He also taught His disciples to pray and to ask earnestly for the kingdom of heaven, saying in prayer: Thy will be done, Thy kingdom come (Matt. 6:10). Reasonably, therefore, have all such things been named gates of the kingdom of heaven, being certain entrances and introductions to the journey thither.
Ἀγαπᾷ τοίνυν ταύτας τὰς πύλας τῆς ἐπουρανίου Σιων ὑπὲρ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς συναγωγὰς, ἅσπερ ὠνόμασε σκηνώματα Ἰακώβ. Οὐδὲν γοῦν παρ' ἐκείνοις περὶ τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ μνημονεύεται, οὐδέ τις αὐτοῖς σκοπὸς περὶ βασιλείας οὐρανῶν ἔνεστι, κάτω δὲ δι' ὅλου νενευκότες τὰς ἐλπίδας ἐπὶ γῆς ἔχουσι, καὶ τὰς ἐπαγγελίας ἐνταῦθά που
He loves, therefore, these gates of the heavenly Sion above the legal and Jewish synagogues, which He named tabernacles of Jacob. Among them, at all events, no mention is made concerning the heavenly city of God, nor is there in them any aim concerning the kingdom of heaven, but bent wholly downwards they have their hopes upon earth, and somewhere here [expect] the promises
Notes, col. 1045

On the reading

Printed ἀμφαινομένου, for ἐμφαινομένου.

Printed δ, for δ'.

Printed σκοπὴς, for σκοπὸς.

Printed Σιων, for Σιὼν.

PG 23:1048Read from the page
Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Ἀντὶ τοῦ· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ὁ μὲν Ἀκύλας φησίν· Ἀναμνήσω ὁρμήματος καὶ Βαβυλῶνος· ὁ δὲ Σύμμαχος· Ἀναμνήσω ὑπερηφανίαν καὶ Βαβυλῶνα. Ἡγοῦμαι δὲ διὰ Βαβυλῶνος καὶ Τύρου καὶ Ῥαὰβ, διά τε τῶν ἀλλοφύλων καὶ τοῦ λαοῦ τῶν Αἰθιόπων, τὴν κλῆσιν τῶν ἐθνῶν αἰνίττεσθαι, τῶν μεταθεμένων καὶ μεταβεβλημένων ἀπὸ τῆς προτέρας ἀγωγῆς, καταξιωθέντων τε ἀναγεννήσεως τῆς ἐν τῇ πόλει τοῦ Θεοῦ· οὓς ὁ Λόγος ἀναμιμνήσκειν βούλεται τοῦ προτέρου ἑαυτῶν γένους. Τῷ γὰρ φάσκειν ἀλλοφύλους, καὶ Τύρον καὶ λαοὺς Αἰθιόπων γεγενῆσθαι ἐκεῖ, τί ἕτερον ἢ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐν τῇ πόλει τοῦ Θεοῦ ἀναγέννησιν; Καὶ ὁ Ἀκύλας δέ φησι· Φυλιστιαία καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ· ὁμοίως δὲ καὶ ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ἰδοὺ Φυλιστιαῖοι καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη ἐκεῖ. Ἐκεῖ δὲ, ποῦ φησι τετέχθαι τοὺς ἀλλοφύλους, ἀλλ' ἢ ἐν τῇ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς πύλαις αὐτῆς ταῖς νενοημέναις; Τοῦτο γὰρ ἡ ἀκολουθία τῆς συμφράσεως ὑποβάλλει νοεῖν. Προειπὼν γάρ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, ἐπιλέγει συνάπτων ἑξῆς, ὡς ἄρα οἵδε καὶ οἵδε ἀλλόφυλοι ἐγενήθησαν ἐκεῖ, καὶ ὁ λαὸς Αἰθιόπων ἐτέχθη ἐκεῖ· δηλονότι ἐν τῇ προειρημένῃ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς ταύτης τεθεωρημέναις πύλαις. Ἃ δὴ καὶ ἔργοις ἐπιτελεσθέντα τὴν τῶν λόγων ἀλήθειαν πιστοῦται τῆς σωτηρίου χάριτος, καὶ Βαβυλωνίους καὶ Τυρίους, καὶ πάντας τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας, καὶ τῶν τῆς Καινῆς Διαθήκης μυστηρίων ἀναγεννώσης ἐν τῇ δηλωθείσῃ πόλει τοῦ Θεοῦ. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Αἱ τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεις λευκότερον τὴν τῶν προκειμένων διάνοιαν παρέστησαν. Ὁ μὲν γὰρ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· Περί τε Σιὼν λεχθήσεται καθ' ἕκαστον· Ἄνθρωπος οὗτος ἐτέχθη ἐκεῖ· αὐτὸς ἥδρασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Καὶ ὁ Θεοδοτίων φησί· Καὶ τῇ Σιὼν ῥηθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν, καὶ ἡτοίμασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐν αὐτῇ. Καὶ πρόσχες τίνα τρόπον ἐν τούτοις οἷσπερ εἴρηται περὶ τῶν ἀλλοφύλων, τό· Ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.
I will make mention of Rahab and Babylon to those who know me. And behold, foreigners and Tyre and the people of the Ethiopians, these were born there. Instead of: I will make mention of Rahab and Babylon, Aquila says: I will make remembrance of rushing and of Babylon; while Symmachus says: I will call to remembrance pride and Babylon. And I consider that through Babylon and Tyre and Rahab, and through the foreigners and the people of the Ethiopians, the calling of the nations is hinted at, who have been transferred and transformed from their former manner of life, and counted worthy of regeneration in the city of God; whom the Word wishes to remind of their former race. For by declaring that foreigners and Tyre and peoples of the Ethiopians have come to be there, what else [does He signify] than the regeneration of the foreign nations in the city of God? And Aquila too says: Philistia and Tyre with Ethiopia, this one was brought forth there; and similarly Symmachus too rendered, saying: Behold, Philistines and Tyre with Ethiopia, this one was brought forth there. Now there—where does he say that the foreigners have been brought forth, save in the city of God, or in her spiritually understood gates? For the sequence of the context suggests understanding this. For having said beforehand: Glorious things were spoken concerning thee, O city of God, he adds, joining on next, that such and such foreigners came to be there, and the people of the Ethiopians was brought forth there: plainly in the aforesaid city of God, or in her contemplated gates. Which very things, having indeed been accomplished in deeds, confirm the truth of the words of saving grace, which through both the washing of regeneration and the mysteries of the New Testament regenerates Babylonians and Tyrians, and all who are of another race and aliens from the Israelite race, in the city of God that has been set forth. Mother Sion will say: A man and a man was born in her, and the Most High Himself founded her. The versions of the rest of the translators presented more clearly the meaning of the words before us. For Symmachus rendered in this manner: And concerning Sion it shall be said one by one: This man was brought forth there; the Most High Himself established her. The Lord shall number in writing the peoples: this one was brought forth there. And Theodotion says: And to Sion it shall be spoken: A man and a man was born in her, and He Himself founded her, and the Most High prepared her. The Lord shall recount in the writing of the peoples: This one was born in her. And attend to the manner in which in these words—just as it was said concerning the foreigners: Foreigners and Tyre and the people of the Ethiopians, these came to be there.
Οὕτω καὶ ἐνταῦθα, Λεχθήσεται, φησίν· Ἀνὴρ καὶ
So here too, It shall be said, he says: A man and
Σαφῶς δὲ ὁ Λόγος τὸν μὲν ἄνδρα τὸν τεχθέντα ἐκεῖ, τουτέστιν ἐν τῇ τοῦ Θεοῦ πόλει, τὸν ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν ἠνίξατο· τὸν δὲ Κύριον καὶ αὐτὸν τε-
Plainly the Word hinted at the human nature of our Saviour as the man brought forth there, that is, in the city of God; and as for the Lord, that He Himself too, having been brought-
PG 23:1049Read from the page
τέχθαι ἐκεῖ φάσκων, παρίστησι τὴν ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Λόγου κατοίκησιν. Ὥσπερ γὰρ ἡ Σιὼν, πόλις οὖσα τοῦ Θεοῦ, χώρα τυγχάνει τοῦ τεχθέντος ἐν αὐτῇ ἀνδρὸς, οὕτω καὶ αὐτὸς ὁ ἀνὴρ χώρα γίνεται καὶ δοχεῖον τοῦ ἐν αὐτῷ γεννηθέντος Θεοῦ Λόγου, ὡς ἐν ἱερῷ ἁγίῳ καὶ ναῷ, μᾶλλον δὲ ὡς ἐν ἀγάλματι καὶ δοχείῳ τῆς αὐτοῦ θεότητος ἐν αὐτῷ κατῳκηκότος. Καὶ ταῦτα δὲ ἀναγκαίως ὁ Λόγος ἐδίδαξεν εἰς τὸ γνωσθῆναι πῶς ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων ἐγενήθησαν ἐν τῇ τοῦ Θεοῦ πόλει, καὶ γεγόνασιν υἱοὶ Θεοῦ διὰ τῆς παρ' αὐτῷ ἀναγεννήσεως. Ὅπως γὰρ καὶ κατὰ τίνα τρόπον ἡ τοσαύτη εἰς οὐρανοὺς ἐξεχύθη χάρις, παρέστησεν εἰπὼν τὰ κατὰ τὸν ἄνδρα τὸν γεννηθέντα ἐκεῖ, καὶ τὸν ἐν τῷ ἀνδρὶ πάλιν γεννηθέντα Κύριον. Οἷς ἅπασιν ἐπιλέγει τὸ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησὶ, Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί· ὁ δὲ Σύμμαχος, Καὶ αἰνέσουσιν ὡς ἐν αὐλοῖς πᾶσαι αἱ πηγαὶ ἐν σοί. Οἶμαι δὲ σημαίνεσθαι καὶ διὰ τούτων τὴν τῶν πιστῶν ἁπάντων, τῶν δὴ τῆς ἁγίας τοῦ Θεοῦ πόλεως καταξιωθησομένων, ἐπισυναγωγὴν, καὶ τὴν εἰς ἕνα χορὸν ἀποκατάστασιν. Τῷ γὰρ λέγεσθαι, ἐν σοὶ, τὸν τόπον πάλιν σημαίνειν ὑπολαμβάνω τῆς τοῦ Θεοῦ πόλεως· ἧς οἱ μὲν θεμέλιοι ἦσαν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, αἱ δὲ πύλαι καὶ αἱ εἴσοδοι κάτω που καὶ παρ' ἡμῖν· ἐν μέσῃ δὲ αὐτῇ πάντες ὡς ἐν χορείᾳ καὶ ἁρμονίᾳ θείᾳ μετ' εὐφροσύνης συναγόμενοι κατοικήσειν προφητεύονται. Ὅρα δὲ τίνα τρόπον ὁ παρὼν ψαλμὸς, Θεοῦ γένεσιν θεσπίζων κατὰ τὴν ἀνάγνωσιν τῆς τῶν Ἑβδομήκοντα ἑρμηνείας, ἐπέκρυψε τὸ μυστήριον. Τὸ γὰρ, Κύριος ἀριθμήσει γράφων λαούς· Οὗτος ἐτέχθη ἐκεῖ, κατὰ Σύμμαχον· ἢ κατὰ Ἀκύλαν, Κύριος διηγήσεται ἐν τῷ γράφειν λαούς· Οὗτος ἐτέχθη ἐκεῖ· ἢ κατὰ τὸν Θεοδοτίωνα, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐκεῖ, οὐ τοῦτον ἡρμήνευται παρὰ τοῖς Ἑβδομήκοντα τὸν τρόπον· ἀλλ' εἴρηται, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ· ἐπικρυψάντων, ὡς οἶμαι, τὴν διάνοιαν τῶν τὴν ἑρμηνείαν πεποιημένων, διὰ τὸ ἔθνεσιν ἀλλοφύλοις μέλλειν ἐκδίδοσθαι τὴν Γραφὴν κατὰ τοὺς Πτολεμαίου χρόνους, οὔπω τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος τῷ βίῳ. Καὶ ὁ πᾶς δὲ ψαλμὸς σφόδρα αἰνιγματώδης καὶ σκοτεινῶς εἰρημένος τυγχάνει, θεμελίους αὐτοῦ λέγων σεσιωπημένως, τίνος δ' αὐτοῦ μὴ διασαφῶν· καὶ πάλιν ὄρη ἅγια ὀνομάζων, καὶ πύλας Σιὼν προτιμωμένας ὑπὸ τοῦ Κυρίου τῶν σκηνωμάτων Ἰακὼβ, καὶ πόλιν Θεοῦ δεδοξασμένως λαλουμένην· καὶ ἐπὶ πᾶν, ἐν τῇ πόλει, οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ Ῥαὰβ τήν ποτε πόρνην καὶ Βαβυλῶνα, Τυρίους τε καὶ Αἰθίοπας καὶ ἀλλοφύλους. Τούτους γὰρ πάντας τεχθήσεσθαι ἐν τῇ πόλει τοῦ Θεοῦ διὰ ποίαν αἰτίαν οὐκ ἂν ἔχοι τις ἄλλην εἰπεῖν ἢ διὰ τὴν γένεσιν τοῦ ἐν αὐτῇ τεχθέντος ἀνδρὸς, καὶ τοῦ Κυρίου τεχθέντος ἐκεῖ, δηλαδὴ ἐν αὐτῷ τῷ προλεχθέντι ἀνδρί· ἐφ' οἷς πᾶσαν εὐφροσύνην κοινὴν καὶ χορείας, ᾠδάς τε καὶ αἴνους καὶ πηγὰς θείων καὶ ἱερῶν λόγων ⟨…⟩ τέλει τοῦ ψαλμοῦ θεσπίζει. Ἐπὰν δὲ λέγῃ ἐν γραφῇ λαῶν ταῦτα παντα ἔσεσθαι, σημαίνειν
forth there, presents the indwelling of the Word of God in the man. For just as Sion, being the city of God, is the place of the man brought forth in her, so too the man himself becomes the place and vessel of the Word of God born in him, Who has dwelt in him as in a holy sanctuary and temple, or rather as in an image and vessel of His deity. And the Word necessarily taught these things so that it might become known how foreigners and Tyre and the people of the Ethiopians came to be in the city of God, and have become sons of God through the regeneration that is with Him. For how and in what manner so great a grace was poured forth unto heaven He presented by speaking the things concerning the man born there, and the Lord born in turn in the man. Unto all of which he adds, The dwelling of all in thee is as of those rejoicing; instead of which Aquila says, And singing as choirs are all springs in thee; while Symmachus says, And all the springs in thee shall praise as upon flutes. And I think that through these words also is signified the gathering together of all the faithful—those who shall indeed be counted worthy of the holy city of God—and their restoration into a single choir. For by its being said, in thee, I suppose that he again signifies the place of the city of God, whose foundations were in the holy mountains, while its gates and entrances are somewhere below and with us; and in the midst of her all are prophesied as going to dwell, gathered together with gladness as in a sacred dance and divine harmony. And observe in what manner the present psalm, while divinely proclaiming the birth of God, concealed the mystery according to the reading of the translation of the Seventy. For the saying, The Lord shall number in writing the peoples: This one was brought forth there, according to Symmachus; or according to Aquila, The Lord shall recount in writing the peoples: This one was brought forth there; or according to Theodotion, The Lord shall recount in the writing of the peoples: This one was born there, has not been translated in this manner among the Seventy; rather, it is said, The Lord shall recount in the writing of the peoples and of these princes who have come to be in her—those who made the translation having, as I suppose, concealed the meaning because the Scripture was going to be given out to foreign nations in the times of Ptolemy, when our Saviour had not yet shone forth upon human life. Indeed, the whole psalm is exceedingly enigmatic and darkly spoken, mentioning His foundations silently without making clear Whose; and again naming holy mountains, and gates of Sion honoured by the Lord above the tabernacles of Jacob, and a city of God gloriously spoken of; and to cap all, in the city, not Israel nor the nation of the Jews, but Rahab once a harlot and Babylon, Tyrians and Ethiopians and foreigners. For for what reason all these shall be brought forth in the city of God one could state no other cause than because of the birth of the man brought forth in her, and of the Lord brought forth there, namely in that very aforesaid man; over which things he divinely proclaims all common gladness and dances, songs and praises and springs of divine and sacred words [at] the end of the psalm. And whenever he says that all these things will come to pass in the writing of the peoples, to signify
Notes, col. 1049

On the reading

Printed παντα, for πάντα.

PG 23:1052Read from the page
ἡγοῦμαι τὸν καιρον τῆς ἀπογραφῆς τῶν ἐθνῶν, ἥτις ἐπληροῦτο ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως· τότε γὰρ ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην· ὅτε Κυρήνιος ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς ἀπογραφὰς ἐποιεῖτο. Ἐπισημαίνεται γοῦν ὁ εὐαγγελιστὴς λέγων· Αὕτη ἡ ἀπογραφὴ πρώτη· ὥστε καὶ τὸν καιρὸν αὐτὸν ἀκριβῶς διὰ τοῦ παρόντος ψαλμοῦ δηλοῦσθαι. Μήποτε δὲ καὶ διὰ τοῦτο ἀφώρισται ὁ ψαλμὸς, καὶ μακρὰν ἀπεσχοίνισται τῶν λοιπῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ, ἐπειδὴ κρύπτεσθαι ὁ λόγος τὰ δηλούμενα ἐν αὐτῷ μυστήρια περὶ τῆς τοῦ Κυρίου γενέσεως ἐβούλετο· ὥστε καὶ ταύτην ἑτέραν εἶναι αἰτίαν τῶν ἐζητημένων ἡμῖν κατὰ τὴν ἀρχὴν τῶν προκειμένων. Τὸ αὐτὸ δ' ἂν εἴποις καὶ ἐπὶ τοῦ πζʹ ἑξῆς τούτῳ ἐπιλεγομένου, ἐπιγεγραμμένου τε καὶ αὐτοῦ τῶν υἱῶν
I consider [him] the time of the enrolment of the nations, which was fulfilled at the birth of our Saviour Jesus Christ; for then went out a decree from Caesar Augustus that all the inhabited world should be enrolled (Luke 2:1), when Quirinius, set over Judaea, carried out the enrolments. At any rate, the evangelist points this out, saying: This was the first enrolment (Luke 2:2); so that the very time too is accurately set forth through the present psalm. And perhaps on this account too the psalm has been set apart, and separated far off from the rest of those inscribed of the sons of Korah, because the word wished the mysteries set forth in it concerning the birth of the Lord to be concealed; so that this too is another cause of the matters inquired into by us at the beginning of the discussion before us. And you might say the same thing also in the case of the 87th recited next after this one, itself too inscribed of the sons
ᾨΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΤΟΥ ΑΠΟΚΡΙΘΗΝΑΙ, ΣΥΝΕΣΕΩΣ ΑΙΜΑΝ Τῼ ΕΣΔΡΑΪΤῌ. ΠΖʹ.
A Song of a Psalm for the sons of Korah, unto the end, upon Mahalath, for answering, of understanding for Heman the Ezrahite. 87.
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σοῦ. Καὶ ὁ παρὼν ψαλμὸς Τῶν υἱῶν Κορὲ, ὡς καὶ ὁ πρὸ αὐτοῦ, τυγχάνει. Ἀλλ' ὁ μὲν πρὸ αὐτοῦ, Χριστοῦ γένεσιν ἠνίττετο φάσκων· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτὴν, ὡς ὁ Ἀκύλας ἡρμήνευσε· καὶ τὸν καιρόν γε σημαίνει τῆς γενέσεως τοῦ εἰρημένου ἀνδρὸς, προϊὼν ἑξῆς· ἔφασκε γοῦν· Ἐν τῷ γράφειν λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Τούτου δὲ τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ἡ πέμπτη ἔκδοσις, ἐν ᾗ εἴρηται· Ἐν ἀπογραφῇ λαῶν, οὗτος γεννηθήσεται ἐκεῖ. Σαφέστατα γὰρ τῆς ἀπογραφῆς ἐμνημόνευσε, καθ' ἣν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐγεννήθη, ὥσπερ οὖν δηλοῖ λέγων ὁ εὐαγγελιστής· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύσαντος τῆς Συρίας Κυρηνίου. Ἀλλ' ἐκεῖνος μὲν τὴν γένεσιν ἐσήμανεν αὐτοῦ, ὁ δὲ μετὰ χεῖρας τὸν θάνατον. Τὸ δὲ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ, ἡρμήνευσεν ὁ Σύμμαχος· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείας. Καί μοι δοκεῖ τὸν Χριστοῦ λαὸν αἰνίττεσθαι καὶ τὴν ἐκκλησιαστικὴν χορείαν, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν ὁ θάνατος ἀνυμνεῖται. Ἐπεὶ δὲ καὶ ἡ γένεσις αὐτοῦ διὰ τῆς χορείας ταύτης ᾄδεται, εἰκότως καὶ ὁ πρὸ τούτου ψαλμὸς τὴν γένεσιν αὐτοῦ θεσπίσας ἐπήγαγε λέγων· Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοὶ, τοὺς ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ χοροὺς ᾄδοντας αὐτοῦ καὶ ἀνυμνοῦντας τὰ μυστήρια δηλώσας. Τὸν δὲ λεγόμενον Αἰμὰν τὸν Ἐσδραΐτην φασὶν εἶναι ἕνα τῶν υἱῶν Ζαρὰ τοῦ υἱοῦ Ἰούδα, κεκλῆσθαί τε αὐτὸν παρ' Ἑβραίοις πατρωνυμικῶς Ζαραΐτην· εἶναι δὲ πέντε τοὺς πάντας· μαρτυρεῖν δὲ τῷ λόγῳ τὴν πρώτην τῶν Παραλειπομέ-
O Lord God of my salvation, by day have I cried and in the night before Thee. The present psalm too, like the one before it, is Of the sons of Korah. Yet the one before it hinted at the birth of Christ, saying: And to Sion it shall be said: A man and a man was brought forth in her, and He Himself shall establish her, as Aquila translated; and it signifies the time too of the birth of the aforesaid man as it proceeds next; at any rate it said: In the writing of the peoples, this one was brought forth there. And the Fifth Edition rendered the meaning of this more clearly, in which it is said: In the enrolment of the peoples, this one shall be born there. For most clearly it made mention of the enrolment at which our Saviour and Lord was born, even as the evangelist sets forth, saying: In those days went out a decree from Caesar Augustus that all the inhabited world should be enrolled. This was the first enrolment, when Quirinius was governor of Syria (Luke 2:1-2). Yet whereas that psalm signified His birth, the one in hand signifies His death. And the phrase upon Mahalath Symmachus translated through a choir; while Aquila translated upon a choral dance. And it seems to me to hint at the people of Christ and the ecclesiastical choral dance, in which the death of our Saviour is celebrated in hymns. And since His birth too is sung through this choral dance, reasonably the psalm before this one also, after divinely proclaiming His birth, added, saying: And singing as choirs are all springs in thee, setting forth the choirs in the Church of Christ singing and celebrating His mysteries in hymns. Now the one called Heman the Ezrahite they say is one of the sons of Zerah the son of Judah, and that among the Hebrews he was patronymically called a Zerahite; and that they are five in all; and that the first [book] of Chronicles bears witness to the account,
Notes, col. 1052

On the reading

Printed καιρον, for καιρὸν.

PG 23:1053Read from the page
νων, τοῦτον περιέχουσαν τὸν τρόπον· Υἱοὶ Ἰούδα Φαρὲς καὶ Ζαρά· καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰθὰμ καὶ Αἰμὰν καὶ Χαλχὰλ καὶ Δαρδά· πάντες πέντε. Τούτους ἔλεγεν ὁ Ἑβραῖος ἐν Αἰγύπτῳ προφητεῦσαι, πρὸ Μωϋσέως γενομένους, αὐτῶν τε εἶναι τοὺς ψαλμοὺς τοὺς εἰς ὄνομα αὐτῶν προγεγραμμένους· οἷον τὸν μετὰ χεῖρας, καὶ τὸν ἑξῆς αὐτῷ, καὶ αὐτὸν ἐπιγεγραμμένον, Αἰθὰμ τῷ Ἐσδραΐτῃ· ἀλλὰ καὶ περὶ αὐτῶν λελέχθαι ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· Καὶ ἐσοφίσατο Σολομὼν ὑπὲρ Αἰθὰν τὸν Ἐσδραΐτην, καὶ Αἰμὰν, καὶ τὸν Χαλχὰλ καὶ τὸν Δαρδάν. Ταῦτα μὲν οὖν εἰς τὴν ἱστορίαν εἰρήσθω. Εἰ δέ τι συμβάλλονται τῇ τοῦ ψαλμοῦ θεωρίᾳ αἱ τούτων τῶν ὀνομάτων ἑρμηνεῖαι, καὶ αὐτὸς ἐπιστήσεις. Ὕστατος δὲ ὢν ὁ παρὼν τῶν ἐπιγεγραμμένων Υἱῶν Κορὲ, τὴν κάθοδον τὴν εἰς τὸν ᾅδην τοῦ Σωτῆρος ἡμῶν περιείληφεν, ὥσπερ ἐξεπίτηδες ταμιευσαμένου τοῦ λόγου τὸ μυστήριον τοῦ θανάτου ἐπὶ τέλει τοῦ παντὸς παραδοῦναι. Καί μοι δοκοῦσιν οἱ δʹ οὗτοι Τῶν υἱῶν Κορὲ, λέγω δὲ ὁ τρίτος καὶ πʹ, καὶ ὁ δʹ καὶ πʹ, ὅ τε πςʹ καὶ ὁ πζʹ ἔχειν τινὰ πρὸς ἀλλήλους ἀκολουθίαν. Ὁ μὲν γὰρ πγʹ σαφῶς Θεοῦ παρουσίαν εἰς ἀνθρώπους καὶ Χριστοῦ προφητείαν ὀνομαστὶ περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ ᾗ τάχος ἐπιστῆναι τὰ τεθεσπισμένα ηὔχετο· ὁ δὲ
running in this manner: The sons of Judah: Perez and Zerah; and the sons of Zerah: Zimri, and Ethan and Heman and Calcol and Darda, five in all (1 Chr. 2:4, 6). The Hebrew used to say that these prophesied in Egypt, having lived before Moses, and that theirs are the psalms superscribed in their name—such as the one in hand, and the one next after it, itself too inscribed, For Ethan the Ezrahite; and moreover that concerning them it has been said in the third [book] of Reigns: And Solomon was wiser than Ethan the Ezrahite, and Heman, and Calcol and Darda (3 Kgdms. 4:31). Let these things, then, be stated with regard to the history. Whether the interpretations of these names contribute anything to the contemplation of the psalm, you yourself too will consider. Now being the last of those inscribed Of the sons of Korah, the present psalm has encompassed the descent of our Saviour into Hades, as though the word had purposely reserved delivering the mystery of His death at the end of the whole. And these 4 Of the sons of Korah—I mean the 83rd, and the 84th, and the 86th and the 87th—seem to me to have a certain sequence with respect to one another. For the 83rd plainly contained the coming of God unto men and a prophecy of Christ by name; the one next after it prayed that the things divinely proclaimed might come to pass as speedily as possible; and the
Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐναντίον σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς την δέησίν μου. Ἐν τῷ καʹ ψαλμῷ καὶ αὐτῷ εἰς τὸν Χριστὸν ἀναφερομένῳ, καὶ τὸ πάθος αὐτοῦ σαφῶς προφητεύοντι, ὅπερ διὰ τῆς ἀρχῆς παρίστησιν ὁ λόγος φάσκων· Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; ὃ καὶ μεμαρτύρηται κατὰ λέξιν ἐπὶ τοῦ πάθους ὁ Σωτὴρ ἡμῶν εἰρηκὼς, μετὰ τὴν ἀρχὴν ἑξῆς ἐπιλέγεται· Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καὶ ὁ παρὼν δὲ ψαλμός φησιν· Ἡμέρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Καί μοι δοκεῖ τὸ λόγιον τὸν βίον τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν ὑπογράφειν διὰ πάσης οὐ μόνον ἡμέρας ἀλλὰ καὶ νυκτὸς ἀνακειμένου τῷ Θεῷ. Ἔχει δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις ὅπως ταῖς εὐχαῖς διὰ παντὸς ἐσχόλαζεν. Ἐπὶ δὲ τοῦ παρόντος δέεται τοῦ Πατρὸς καὶ ἀξιοῖ κλῖναι τὸ οὖς πρὸς τὴν δέησιν αὐτοῦ· τουτέστιν ἐπινεῦσαι τοῖς αἰτήμασιν αὐτοῦ. Καὶ τοῦτ' εὔχεται, ὡς ἂν μέλλων ὑπὲρ ἁπάντων τῶν ἐθνῶν, αὐτὸς ἑαυτὸν τῷ Πατρὶ προσφέρειν θυσίαν. Πολλὰ δὲ περὶ τοῦ ἰδίου θανάτου μέλλων ἑξῆς διεξιέναι, ὁρῶν τε τὴν μετὰ θάνατον διαδεξομένην αὐτὸν σωτηρίαν, εἰκότως τὴν ἀπαρχὴν τοῦ ψαλμοῦ τῇ αὐτοῦ σωτηρίᾳ προλαβὼν ἀνατίθησι· διό φησι, Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε, προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Σαφῶς διὰ τούτων τὴν εἰς τὸν ᾅδην κάθοδον αὐτοῦ παρίστησι, καὶ τὰ κακὰ ὧν πεπληρῶσθαι ἑαυτοῦ ἔφασκε τὴν ψυχήν.
O Lord God of my salvation, by day have I cried, and in the night before Thee. Let my prayer enter before Thee, incline Thine ear unto my supplication. In the 21st Psalm, itself too referring to Christ and plainly prophesying His passion—which the word presents through the opening by saying: O God, my God, attend unto me, why hast Thou forsaken me? (Ps. 21:2), which our Saviour is also attested to have spoken word for word at His passion—next after the opening there is added: O my God, I shall cry by day, and Thou wilt not hearken, and by night, and not unto folly for me (Ps. 21:3). And the present psalm too says: By day have I cried, and in the night before Thee. And the oracle seems to me to sketch the life of the incarnation of our Saviour as being devoted to God throughout not only all the day, but the night as well. Indeed, in the Gospels too it is recorded how He continually devoted Himself to prayers. And in the present passage He beseeches the Father and asks Him to incline His ear unto His supplication, that is, to assent to His petitions. And this He prays as being about to offer Himself a sacrifice to the Father on behalf of all the nations. And being about next to recount many things concerning His own death, and beholding the salvation that would succeed Him after death, He reasonably anticipates and dedicates the firstfruits of the psalm to His salvation; therefore He says, O Lord God of my salvation. For my soul was filled with evils, and my life drew nigh unto Hades; I was reckoned with those who go down into the pit. Plainly through these words He presents His descent into Hades, and the evils wherewith He said His soul had been filled.
Notes, col. 1053

On the reading

Printed την, for τὴν.

PG 23:1056Read from the page
Κακὰ δὲ ἤτοι τὰς περιστάσεις ὀνομάζει, κοινότερον ἐξακουομένου τοῦ τῶν κακῶν ὀνόματος, ἢ καὶ τὴν τῶν ἀνθρώπων κακίαν, ἧς πεπληρῶσθαι τὴν ψυχὴν αὐτοῦ ἔλεγεν· ἀλλὰ καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας, ἃς εἰς ἑαυτὸν ἀνείληφε, δι' ἃς καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα κατὰ τὸν Ἀπόστολον, ὃς ἔφη· Κύριος ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Διὸ καὶ κατὰ τὸν ψαλμὸν, ἐπλήσθη κακῶν ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ζωὴ αὐτοῦ τῷ ᾅδῃ ἤγγισεν· ὃ δὴ καὶ αὐτὸ σαφῶς τὴν εἰς τὸν θάνατον κάθοδον αὐτοῦ δηλοῖ. Διόπερ ὁ μὲν Ἀκύλας ἐξέδωκεν εἰπὼν, Καὶ ἡ ζωή μου εἰς ᾅδην κατήντηκεν· ὁ δὲ Σύμμαχος, Καὶ ἡ ζωή μου ᾅδῃ ἥψατο. Ὥσπερ δὲ εἴρηται ἀλλαχοῦ τὸ, Μετὰ ἀνόμων ἐλογίσθη· Οὕτω καὶ ἐνταῦθα, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἀνθ' οὗ ἐξέδωκεν ὁ Σύμμαχος, Ἐλογίσθην μετὰ τῶν καταγομένων εἰς λάκκον. Οἱ μὲν γὰρ πάντες ἄνθρωποι καθέλκονται καὶ κατάγονται εἰς τὸ χωρίον τοῦ θανάτου, τὸ νῦν λάκκῳ παραβαλλόμενον· καὶ καταβαίνουσιν ἐκεῖ διὰ τὰς ἑαυτῶν ἁμαρτίας, τῆς αὐτόθι χώρας ἄξιοι εἶναι κριθέντες. Κἀγὼ δὲ ἐν τούτοις ἐλογίσθην, οὐκ ὢν ἄξιος, ἀλλ' ὑπήκοος γενόμενος τῷ Πατρὶ μέχρι θανάτου. Ἐνθάδε μὲν οὖν ἡ ζωή μου, φησὶ, τῷ ᾅδῃ ἤγγικε· καὶ, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐν ἑτέρῳ δὲ ψαλμῷ, τούτων αὐτῶν μνημονεύων, τὴν ἐκεῖθεν ἄνοδον σημαίνει φάσκων· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον· Καὶ πάλιν ἀλλαχοῦ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι· καὶ εἰσήκουσε τῆς
By evils He names either calamities, the word evils being understood in a more common sense, or else the wickedness of mankind, wherewith He said His soul had been filled; and moreover our sins as well, which He took upon Himself, on account of which He also became a curse on our behalf according to the Apostle, who said: The Lord died on our behalf, having become a curse on our behalf; for it is written: Cursed is everyone who hangs upon a tree (Gal. 3:13; Deut. 21:23). Wherefore according to the psalm too, His soul was filled with evils, and His life drew nigh unto Hades—which very thing also plainly sets forth His descent into death. Wherefore Aquila rendered, saying, And my life arrived at Hades; while Symmachus rendered, And my life touched Hades. And just as elsewhere has been said, He was reckoned with the lawless (Isa. 53:12), so here too, I was reckoned, He says, with those who go down into the pit; instead of which Symmachus rendered, I was reckoned with those who are brought down into the pit. For all men are dragged down and brought down into the region of death, which is here compared to a pit; and they go down there on account of their own sins, having been judged worthy of the place there. And I too was reckoned among them, not being worthy, but having become obedient unto the Father unto death. Here, then, My life, He says, has drawn nigh unto Hades; and, I was reckoned, He says, with those who go down into the pit; while in another psalm, making mention of these same things, He signifies the ascent from there, saying: O Lord, Thou hast brought up my soul out of Hades, Thou hast saved me from those who go down into the pit (Ps. 29:4); and again elsewhere: Waiting I waited for the Lord, and He attended unto me; and He hearkened unto the
Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν. Οἱ ἀληθῶς ἀβοήθητοι ὑπὸ τοῦ θανάτου κυριευόμενοι, κατάγονται καὶ ἀπάγονται ὑπ' αὐτοῦ. Μόνος δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἑαυτὸν ἐκένωσε καὶ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου· καὶ ὥσπερ γέγονεν ἐν ὁμοιώματι σαρκὴς ἁμαρτίας, οὕτως ἐγενήθη ὡς εἷς τῶν ἀβοηθήτων ἀνθρώπων. Ἀλλ' ἐπεὶ μὴ ἀληθῶς εἷς ἦν τῶν πολλῶν, μόνος ἐν νεκροῖς ἦν ἐλεύθερος, ἀδούλωτος τῷ θανάτῳ μείνας. Ἀντὶ δὲ τοῦ, Ἐν νεκροῖς ἐλεύθερος, ὁ Ἀκύλας, Ἐν τεθνηκόσιν ἐλεύθερος, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, Ἐντὸς νεκρῶν ἄφεις ἐλεύθερος. Ἀναγνώσῃ δὲ καὶ μετὰ ὑποδιαστολῆς, ἰδίως μὲν ἀφορίσας τὸ, Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· εἶτα ὑποστίξας εἰς τὸ, ἐν νεκροῖς, ἀποφατικῶς ἐπάξεις τὸ, ἐλεύθερος· τῆς διανοίας τοῦτο δηλούσης, ὅτι Ἐγὼ ὁ ἐλεύθερος καὶ μόνος ἀληθῶς ἁπάντων Κύριος γέγονα ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς· ἀλλ' οὐκ ἀληθῶς ἀβοήθητος, ἀλλ' ὡς ἀβοήθητος. Ταῦτα δὲ ὅτι μηδενὶ ἑτέρῳ λέγειν ἁρμόζει ἢ τῷ ἁψαμένῳ μὲν τοῦ θανάτου, καὶ εἰς ᾅδην καταβεβηκότι, μὴ καταδουλωθέντι δὲ
I became as a man without help, free among the dead; as the wounded sleeping in the grave, whom Thou didst remember no more, and they were cast off from Thy hand. Those truly without help, being lorded over by death, are brought down and led away by it. Only our Saviour and Lord emptied Himself and humbled Himself unto death; and just as He came to be in the likeness of flesh of sin, so He became as one of the men without help. Yet since He was not truly one of the many, He alone among the dead was free, remaining unenslaved to death. And instead of, Free among the dead, Aquila rendered, Free among those who have died; while Symmachus rendered, Set loose within the dead, free. And you will also read with a comma-pause, setting off by itself, I became as a man without help among the dead; then placing a slight stop at among the dead, you will add by way of contrast, free; the sense declaring this: I Who am free and alone truly Lord of all have become as a man without help among the dead—yet not truly without help, but as without help. And that to say these words befits none other than Him Who touched death indeed, and descended into Hades, yet was not enslaved
Notes, col. 1056

On the reading

Printed σαρκὴς, for σαρκὸς.

Printed ἄφεις, for ἀφεὶς.