σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Καὶ πᾶσαι μὲν ὠφέλιμοι καὶ ἀναγκαῖαι αἱ τῶν ἁγίων τοῦ Θεοῦ προσευχαί· νομίζω καὶ μὴ πάσας γεγράφθαι, ἀλλ' ἢ μόνας ἐκείνας ἐν αἷς προσευχόμενοι ἐκ θείου Πνεύματος ἐκινήθησαν, ὡς καὶ προφητικὰς ἀφεῖναι φωνάς. Ἡγοῦμαι δ' οὖν καὶ τὸν Δαυΐδ προσευχὰς πολλὰς ἀναπέμψαι τῷ Θεῷ, ὧν οὐδεμία γραφῇ ἠξιώθη, ἀλλ' αἱ μετέχουσαι προγνωστικῆς καὶ προφητικῆς δυνάμεως. Διόπερ καὶ ἡ παροῦσα προσευχὴ τῇ βίβλῳ τῶν Ψαλμῶν παρελήφθη, καὶ μέση τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν παρεμβέβληται, ὡς ἀνακεκραμένη προφητικοῖς λόγοις, καὶ κλῆσιν ἐθνῶν περιέχουσα. Ἄντικρυς γοῦν κλῆσις τῶν ἐθνῶν καὶ διὰ τούτων θεσπίζεται. Ἐπειδὴ γὰρ τὰ πολλὰ περὶ ἑαυτοῦ μόνου ηὔξατο, Ἐπάκουσόν μου, εἰπὼν, καὶ, Φύλαξον τὴν ψυχήν μου, καὶ, Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, καὶ τὸ, Ἐλέησόν με, καὶ, Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· ἐπεὶ τοίνυν τὰ τοσαῦτα περὶ ἑαυτοῦ ηὔξατο, ὁ πλούσιος καὶ μεγαλόδωρος Θεὸς δείκνυσιν αὐτῷ, ὅτι μὴ αὐτῷ μόνῳ τὰ τῆς προσευχῆς αἰτουμένῳ παρέξει, ἁπλωθήσεται δὲ ἡ θεία χάρις καὶ εἰς πάντα τὰ ἔθνη, ὡς καὶ αὐτῶν μελλόντων ἀπολαύειν τούτων, ὧν ὁ Δαυΐδ τυχεῖν ἠξίου. Ὅθεν τῷ Πνεύματι τῷ ἁγίῳ φωτισθεὶς καὶ τὸ μέλλον θεασάμενος, ὑπερεκπλήττεται τῆς τοῦ Θεοῦ χάριτος τὴν μεγαλοδωρίαν, καί φησι τὰ προλεγόμενα. Θεοὺς δὲ ἐνταῦθα λέγεσθαι ὁ μέν τις ἡγήσεται τοὺς ἐν ἀνθρώποις δικαίους καὶ θεοφιλεῖς ἄνδρας, διὰ τὸ λέγον· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὁ δὲ τὰς κατ' οὐρανὸν θείας δυνάμεις, διὰ τὸ φάσκειν τὸν Ἀπόστολον· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·) ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Ἐπεὶ τοίνυν οὔτε ἀγγέλων τις, οὔτε προφητῶν τὴν τῶν ἐθνῶν κλῆσιν ἐποιήσατο, εἰκότως εἰς πρόσωπον ἡγοῦμαι τοῦ Χριστοῦ λέγεσθαι τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Ἄλλος δέ τις φήσει, διὰ τὸ ψευδῶς μὲν καὶ πεπλανημένως παρὰ τοῖς πολλοῖς τῶν ἀνθρώπων νομίζεσθαι εἶναι θεοὺς, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἄλλον ἀλλαχοῦ θεοποιεῖσθαι, μόνον δὲ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν καθ' ὅλης τῆς οἰκουμένης Θεὸν ἀνηγορεῦσθαι, ἐξ ἁπάντων τε τῶν ἐθνῶν λαοὺς ἑαυτῷ περιπεποιῆσθαι· τούτου χάριν προφητικῶς εἰς πρόσωπον αὐτοῦ τὰς προκειμένας ἀναφωνεῖσθαι θεολογίας. Εἶτ' ἐπειδήπερ πολλοὶ προφῆται πρὸ τοῦ Σωτῆρος ἡμῶν παραδόξων ἔργων γεγόνασι ποιηταὶ, οὐδεὶς δὲ πώποτε τοιαῦτα πράξας ἀναγέγραπται, ὁποῖα ἐν τοῖς Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν ἐμφέρεται, καὶ ὁποῖα δέδεικται διὰ τῆς τῶν ἐθνῶν ἁπάντων ἐπιστροφῆς· διὰ τοῦτο λέγεσθαι καὶ τὸ, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα διδάσκει λέγων ἑξῆς· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐὰν δὲ ἐπιφέρηται τὸ, Σὺ εἶ Θεὸς μόνος, καὶ τοῦτο ἐφαρμόσεις τῷ Σωτῆρι, παραθεὶς τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· ὥσπερ γὰρ ἐπὶ συγκρίσει τῶν ἀποδοθέντων θεῶν οὐκ ἔστιν ὅμοιός σοι, οὕτως ἐν παραθέσει τῶν αὐτῶν σὺ εἶ Θεὸς
Thou, and doing wondrous things, Thou art God alone. Now all the prayers of the saints of God are beneficial and necessary; yet I suppose that not all have been written down, save only those in which, while praying, they were moved by the divine Spirit so as also to utter prophetic sayings. Accordingly I consider that David too sent up many prayers to God, none of which was counted worthy of writing save those partaking of foreknowing and prophetic power. Wherefore the present prayer also was received into the book of Psalms, and has been inserted in the midst of the prophecies concerning Christ, as being blended with prophetic words and containing the calling of the nations. Plainly, then, the calling of the nations is divinely proclaimed through these words as well. For since for the most part he prayed concerning himself alone, saying, Hearken unto me, and, Guard my soul, and, Save Thy servant, O my God, and, Have mercy on me, and, Gladden the soul of Thy servant—since, then, he prayed so many things concerning himself, the rich and munificent God shows him that He will grant the petitions of his prayer not to him alone as he asks, but the divine grace will be spread abroad unto all the nations as well, inasmuch as they too were going to enjoy those things which David asked to obtain. Hence, enlightened by the Holy Spirit and beholding the future, he is exceedingly amazed at the munificence of the grace of God, and speaks the aforesaid words. Now one person will consider that by gods here are meant righteous men beloved of God among mankind, because of the saying: I said, Ye are gods, and all of you sons of the Most High (Ps. 81:6); while another will take them as the divine powers in heaven, because the Apostle says: For even if there are so-called gods, whether in heaven or on earth (just as there are gods many, and lords many), yet for us there is one God, the Father (1 Cor. 8:5-6). Since therefore neither any of the angels nor any of the prophets accomplished the calling of the nations, I reasonably consider that it is spoken with reference to the person of Christ: There is none like unto Thee among gods, O Lord. Someone else will say that because among the multitude of mankind gods are falsely and erroneously supposed to exist, and among all the nations one is deified in one place and another in another, whereas our Saviour and Lord alone has been proclaimed God throughout the whole inhabited earth, and out of all the nations has acquired peoples for Himself, for this reason the present declarations of divinity are prophetically uttered with reference to His person. Next, inasmuch as many prophets before our Saviour became doers of marvellous works, yet no one has ever been recorded as having done such things as are related of our Saviour in the Gospels, and such as have been demonstrated through the conversion of all the nations, for this reason it is also said, There is naught according to Thy works. And what sort of works He teaches by saying next: All the nations whatsoever Thou hast made shall come and worship before Thee. And if there is added, Thou art God alone, you will apply this too to the Saviour, setting beside it, There is none like unto Thee among gods, O Lord; for just as in comparison with the gods who have been mentioned there is none like unto Thee, so in juxtaposition with those same ones Thou art God