Migne Reading Room

PG 23 · cols. 1021–1032 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1021Read from the page
Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Ἔτι καὶ ταῦτα ὁ Προφήτης εὔχεται, ἱκετεύων καταξιωθῆναι καὶ αὐτὸς ὀφθαλμοῖς παραλαβεῖν τὰ μέλλοντα ἔσεσθαι διὰ τοῦ ἐλέους τοῦ Θεοῦ, ἃ δὴ ἐν τοῖς ἀνωτέρω προεφητεύετο. Παρακαλεῖ δὲ καὶ τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιλάμψεως τυχεῖν, διὰ τοῦ φάσκειν· Καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Σαφῶς δὲ τὸ σωτήριον αὐτὸν εἶναι τὸν Χριστὸν ἐδίδαξεν ὁ Συμεὼν ἐν τοῖς Εὐαγγελίοις· λαβὼν γοῦν μετὰ χεῖρας ἔτι νήπιον ὄντα τὸν Ἰησοῦν, εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸν λόγον σου ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου. Τοῦτο οὖν αὐτὸ καὶ ὁ Προφήτης ἰδεῖν εὔχεται· διό φησιν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν. Εὐξάμενος ὁ Προφήτης, τῇ σιωπῇ ἑαυτὸν παραδίδωσι, πιστεύσας ἐπακουσθήσεσθαι. Εἶτα προσδοκήσας ἀποκρίσεως τυχεῖν φησιν αὐτὸς πρὸς αὐτόν· Τὰ μὲν τῆς εὐχῆς μοι τοιαῦτα γέγονε· καιρὸς δὲ λοιπὸν ἐπακοῦσαι τοῦ ἁγίου Πνεύματος, καὶ μαθεῖν παρ' αὐτοῦ τί μέλλοι θεσπίζειν περὶ τῆς εἰρήνης τοῦ λαοῦ αὐτοῦ, καὶ περὶ τῶν μελλόντων διὰ τοῦ Χριστοῦ αὐτοῦ ἐπιστρέφειν. Εἶτα βραχύ τι ἐφησυχάσας, πληροῦται τοῦ Πνεύματος τοῦ θείου, καὶ προφητεύει ἑξῆς ὧδέ πως λέγων· Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν· Παρίστησι δὲ διὰ τούτων, ὅσον οὐδέπω μέλλειν ἐπιστήσεσθαι ἀνθρώποις τὸ σωτήριον τοῦ Θεοῦ, περὶ οὗ ἀνωτέρω ηὔξατο εἰπών· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Αὐτὸ δὴ οὖν τοῦτό φησι τὸ Σωτήριον ἔγγιστα τυγχάνειν, καὶ πλησίον ἤδη καὶ ἐγγὺς τῶν φοβουμένων αὐτὸν εἶναι, αἴτιον ὑπάρχον τοῦ κατασκηνῶσαι δόξαν καὶ σκηνώματα συστῆσαι ἐν τῇ γῇ ἡμῶν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ σωτήριον ὀνομάζειν, πολλάκις διὰ πολλῶν ἀπεδείξαμεν. Ὅ δὴ καὶ νῦν θεσπίζων ὁ λάγος, παρίστη διδάσκων ἀντὶ τῆς προτέρας ἀτιμίας τῆς κατὰ τὴν εἰδωλολατρείαν ὑποστάσης ἐν τῇ γῇ δόξαν ἐν αὐτῇ κατασκηνώσειν, καὶ σκηνώματα πανταχοῦ γῆς ἱδρυθήσεσθαι δόξης τῆς τῷ Θεῷ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἀνατεθησομένης. Εἶτα τούτοις ἑξῆς τὸν τρόπον, καθ' ὃν ἔμελλεν ἀποπληρωθήσεσθαι τὰ ἐπηγγελμένα, διασαφεῖ λέγων· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Δύο δὴ διὰ τούτων συζυγίας φησὶν ἀλλήλαις συνηντηκέναι, ὧν ἡ πρώτη ἐλέους ἦν καὶ ἀληθείας, ἡ δὲ δευτέρα δικαιοσύνης καὶ εἰρήνης. Συνήντησαν ἀλλήλαις, φησὶ, καὶ φιλικοὺς ἀσπασμοὺς ἀποδεδώκασι· κατεφίλησάν τε ὁμοῦ τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην ἡ ἀλήθεια καὶ τὸ ἔλεος. Πόθεν δὲ ἀφικόμεναι ἀλλήλαις συνήντησαν, πάλιν ὑποβὰς διδάσκει λέγων· Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυ-
Show us, O Lord, Thy mercy, and mayest Thou grant us Thy salvation. Still further the Prophet prays these things also, entreating that he himself too may be deemed worthy to receive with his eyes the things going to come to pass through the mercy of God, which indeed were prophesied in the words above. And he beseeches also to attain the shining forth of Christ unto men, through saying: And mayest Thou grant us Thy salvation. Now Simeon in the Gospels clearly taught that the salvation is Christ Himself; having at any rate taken Jesus into his arms while He was still an infant, he said: Now dost Thou dismiss Thy servant, O Master, according to Thy word in peace; for mine eyes have seen Thy Salvation. This very thing, therefore, the Prophet too prays to see; wherefore the Saviour says: Many prophets and righteous men desired to see what you see, and did not see them. I will hear what the Lord God will speak in me, for He will speak peace unto His people, and unto His holy ones, and unto those who turn their heart. Having prayed, the Prophet delivers himself over to silence, trusting that he will be heard. Then expecting to obtain an answer he says to himself: Such have been the matters of my prayer; and now it is time to hearken to the Holy Spirit, and to learn from Him what He would foretell concerning the peace of His people, and concerning those who are going to turn through His Christ. Then having kept quiet for a brief while, he is filled with the divine Spirit, and prophesies next speaking somewhat thus: Yet near to those who fear Him is His salvation, that glory may dwell in our land. And through these words he presents that the salvation of God is all but about to come upon men, concerning which he prayed above, saying: Show us, O Lord, Thy mercy, and mayest Thou grant us Thy salvation. This very Salvation, accordingly, he says is very near, and already close at hand and near to those who fear Him, being the cause that glory should dwell and establish tabernacles in our land. And that it is the custom of divine Scripture to name the Christ of God salvation, we have often proved through many passages. Foretelling which very thing now also, the word set forth, teaching that instead of the former dishonour which subsisted in the land during idolatry, glory will dwell in it, and tabernacles will be established everywhere on earth of the glory to be dedicated to God through the evangelical teaching. Then next after these words he makes clear the manner in which the things promised were going to be fulfilled, saying: Mercy and truth met together, righteousness and peace kissed. Now through these words he says that two pairs have met one another, of which the first was of mercy and truth, and the second of righteousness and peace. They met one another, he says, and rendered friendly greetings; and truth and mercy together kissed righteousness and peace. And having come from whence they met one another, descending again he teaches, saying: Truth sprang up out of the earth, and righteousness looked down from heaven.
Notes, col. 1021

On the reading

Printed Ὅ, for Ὃ.

Printed λάγος, for λόγος.

PG 23:1024Read from the page
ψεν. Ὡς ἐκ μακροῦ τοιγαροῦν διαστήματος συντυχοῦσαι ἀλλήλαις, περιεπτύξαντο καὶ κατεφίλησαν· ἄνωθεν μὲν ἐξ οὐρανοῦ διακύψασα ἐπὶ τὴν γῆν ἡ δικαιοσύνη, κάτωθεν δὲ ἀπὸ τῆς γῆς ἀνατείλασα ἡ ἀλήθεια. Τούτοις ἀκολούθως ἑξῆς παραθησόμεθα καὶ συνάψομεν τὰ πρῶτα τοῦ ψαλμοῦ, ἐν οἷς ἐλέγετο· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὴν ἀνομίαν τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ταῦτα γὰρ πάντα μέλλειν ἔσεσθαι προεφητεύετο, τοῦ σωτηρίου τοῦ Θεοῦ ἐπὶ γῆς ὀφθέντος. Ἐπει σὺν τῷ
Having met one another, therefore, as from a long distance, they embraced and kissed: from above out of heaven righteousness having looked down upon the earth, and from below out of the earth truth having sprung up. Consistently with these things we shall next set beside them and join to them the first words of the psalm, in which it was said: Thou hast been well pleased, O Lord, with Thy land; Thou hast turned back the captivity of Jacob. Thou hast forgiven the iniquity of Thy people, Thou hast covered all their sins. For all these things were prophesied as going to come to pass when the salvation of God was seen upon earth. Since together with the
Σαφῶς δὲ διὰ τούτων ἡ θεοφάνεια τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρίσταται· δι' οὗ μόνου ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· ἐπειδήπερ αὐτὸς ἦν ἡ ἀλήθεια, ὅ τε τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος οὐκ ἔθ' ὡς τὸ παλαιὸν ἐν τύποις καὶ διὰ συμβόλων παραδέδοτο, ἀλλὰ δι' αὐτῆς ἀληθείας. Διὸ εἴρηται· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ πράξεις ἀλήθεια ἦσαν, ἥ τε γένεσις αὐτοῦ καὶ τὸ πάθος καὶ τὰ λοιπὰ, ἃ δὴ κατὰ δόκησιν καὶ φαντασίαν ὑπέλαβον γεγονέναι οἱ ἄθεοι αἱρεσιῶται. Εἰ δὲ καὶ πᾶς ἄνθρωπος ψεύστης, μόνος ἂν αὐτὸς εἰκότως, ἀλήθεια ὢν, ἀπὸ τῆς γῆς ἀνέτειλε, ξένον τι χρῆμα τῆς γῆς, καὶ οἷον οὐδεπώποτε ἐξηνέγκατο ἀγαθὸν, ἀποδούσης· ἐφ' ὃν καὶ ἡ ἐξ οὐρανοῦ διακύψασα δικαιοσύνη ἀνεπαύσατο. Τίς δ' ἂν εἴη ἡ δικαιοσύνη ἡ ἀναπαυσαμένη ἐπὶ τὴν ἀλήθειαν ἀλλ' ἢ αὐτὸς ὁ Θεὸς Λόγος, περὶ οὗ εἴρηται, Ὅς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις; Οὗτος γὰρ, ἐξ οὐρανῶν καταβὰς, ἐπανεπαύσατο τῇ ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ, ἡνώθη τε αὐτῇ, καὶ ὡς φίλῃ περιπλοκὰς ἔδωκε φιλικάς. Συνῆν δὲ τῇ μὲν ἀπὸ τῆς γῆς ἀνατειλάσῃ ἀληθείᾳ τὸ ἔλεος προτρέχον αὐτῆς· διὰ γὰρ τὸ τοῦ Θεοῦ ἔλεος ἡ πᾶσα τῆς ἀληθείας γέγονεν οἰκονομία· τῇ δὲ ἐξ οὐρανῶν κατελθούσῃ δικαιοσύνῃ εἶπετο ἡ εἰρήνη, ὅπως οἱ ἐπὶ γῆς οἰκοῦντες ἄνθρωποι μὴ μόνον ἐλέου Θεοῦ καὶ ἀληθείας ἀπολαύσωσιν, ἀλλὰ καὶ τῆς ἐξ οὐρανῶν δικαιοσύνης, ἅμα καὶ τῆς ταύτης φίλης εἰρήνης. Πάλαι μὲν γὰρ οἰκητήριον ἐτύγχανε τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης οὐρανός· νῦν δὲ καὶ ἡ γῆ, ὅτε ἐπὶ τῆς γῆς ὑπέστη τὸ ἔλεος τοῦ Θεοῦ. Τοῦτο γὰρ ἦν καὶ τῶν ἑξῆς αἴτιον· διὰ γὰρ τὸ ἔλεος τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα ἐπηκολούθησε· μετὰ γὰρ τὸ ἔλεος ἡ ἀλήθεια, ἔπειτα ἡ δικαιοσύνη, καὶ ἐπὶ πᾶσιν ἡ εἰρήνη. Γέγραπται δὲ σαφῶς περὶ τοῦ Σωτῆρος ἡμῶν, Ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ποιήσας τὰ ἀμφότερα ἕν· καὶ, Εἰρηνοποιήσας δι' αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Εἰκότως οὖν διὰ ταῦτα ἐν τῷ ψαλμῷ εἴρηται τὸ, Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. Πολλὴ γὰρ καὶ μεγάλη δόξα ἐν τῇ ἡμε-
And clearly through these words the divine manifestation of our Lord and Saviour Jesus Christ is presented; through Whom alone truth sprang up out of the earth; since He Himself was the truth, and the word of His evangelical teaching was no longer handed down as of old in types and through symbols, but through very truth. Wherefore it has been said: The law was given through Moses; grace and truth came through Jesus Christ. And all His actions too were truth, both His birth and the passion and the rest, which indeed the godless heretics supposed to have taken place in seeming and phantom. And even if every man is a liar, He Himself alone reasonably, being truth, sprang up from the earth, the earth rendering some strange thing, and such a good as it never yet brought forth; upon Whom also the righteousness that looked down from heaven rested. And who could the righteousness be that rested upon the truth except God the Word Himself, concerning Whom it has been said, Who became for us wisdom from God, and righteousness and sanctification and redemption? For He, having come down from the heavens, rested upon the truth that sprang up from the earth, and was united to her, and as to a friend gave friendly embraces. And with the truth that sprang up from the earth mercy was present running before her; for on account of the mercy of God the whole dispensation of the truth came to pass; while peace followed the righteousness that came down from the heavens, so that men dwelling upon earth might enjoy not only the mercy of God and truth, but also the righteousness from the heavens, together with peace her friend. For of old heaven was the dwelling-place of righteousness and peace; whereas now the earth too is, when the mercy of God subsisted upon the earth. For this was also the cause of the things next in order; for on account of the mercy of God all the remaining things also followed after: for after mercy came truth, next righteousness, and upon all peace. And it has been clearly written concerning our Saviour, That He Himself is our peace, Who made both one; and, Having made peace through Himself for the things in the heavens and the things upon the earth; and again: Having come He preached good tidings of peace to those far off and to those near. Reasonably therefore on account of these things in the psalm has been uttered the saying, Yet near to those who fear Him is His salvation, that glory may dwell in our land. For much and great glory in our
Notes, col. 1024

On the reading

Printed Ἐπει, for Ἐπεὶ.

Printed Ὅς, for Ὃς.

Printed εἶπετο, for εἵπετο.

PG 23:1025Read from the page
τέρᾳ γῇ, λέγω δὲ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ, διὰ τῆς τῶν προφητευομένων ἐκβάσεως συνέστη. Καὶ πῶς γὰρ οὐκ ἤμελλε κατασκηνοῦν δόξα ἐν τῇ γῇ ἡμῶν, ὅτε καὶ τὸ σωτήριον τοῦ αὐτοῦ, αὐτὸς ὁ Χριστὸς αὐτοῦ, καὶ ἡ ἐξ οὐρανοῦ δικαιοσύνη, ταύτης ἐπιβῆναι κατηξίωσε; Ταῦτα δὲ πάντα ἐπακούσας τοῦ Θεοῦ προορίσαντος καὶ προλαλήσαντος ἐπὶ τὸν λαὸν αὐτοῦ, θεσπίζει μετὰ τὴν εὐχὴν, εἰπών· Ἀκούσομαι τί λαλήσει Κύριος ὁ Θεός· διὸ ἐπήγαγεν ἑξῆς· Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ. Αὕτη δὲ ἡ εἰρήνη γέγονε τῷ λαῷ, ὅτε τὸ ἔλεος καὶ ἡ ἀλήθεια συνήντησαν, ἥ τε δικαιοσύνη καὶ ἡ εἰρήνη κατεφίλησαν. Ὧν οὕτως ἐχόντων, καὶ τὰ τῆς εὐχῆς ἀποδέδοται τοῦ Προφήτου, καὶ τὰ πρὸ τῆς εὐχῆς εἰρημένα. Καὶ γὰρ εὐδόκησε Κύριος τὴν γῆν αὐτοῦ, καταξιώσας αὐτὴν ἐλέους καὶ ἀληθείας καὶ τῶν λοιπῶν· ἀλλὰ καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν τῶν ἀνθρωπίνων ψυχῶν, λύσας μὲν πάντα πόλεμον, χαρισάμενος δὲ τὴν εἰρήνην, καὶ διαῤῥήξας τοὺς δεσμοὺς, καὶ τοὺς κλοιοὺς τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐγγενομένους. Διὸ καὶ συνῆπται τῷ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, τὸ, Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, καὶ τὸ, Ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἡ γὰρ ἐπιστροφὴ τῆς αἰχμαλωσίας οὐκ ἄλλως ἀπετελέσθη ἢ δι' ἀφέσεως τῶν ἁμαρτιῶν. Ὅτι δὲ καὶ ταῦτα διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τέλους ἔτυχεν, αὐτὸς ἐδίδαξεν ἐν τοῖς Εὐαγγελίοις, ὅτε, λαβὼν τὴν βίβλον τοῦ Ἠσαΐου, καὶ ἀναγνοὺς τὸ, Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰ ἑξῆς, ἐπήνεγκεν εἰπών· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Εἰ δ' οὖν ἐννοήσειέ τις, εἴποι ἂν τὸ γένος τῶν ἀνθρώπων πάλαι πρότερον αἰχμαλωσίαν ὑπὸ τῶν ἀοράτων πολεμίων, τῶν ἀληθῶς ἐχθρῶν τοῦ Θεοῦ, καθελκυσθὲν εἰς εἰδωλολατρείας, καὶ πάσας πράξεις αἰσχρὰς καὶ ἀθεμίτους, οὐκ ἂν ὀκνήσει δεινὴν ταύτην φάναι ψυχῶν αἰχμαλωσίαν, ἧς ἀπαλλάξας καὶ ἐλευθέρους καταστησάμενος ἡμᾶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἄφεσίν τε διὰ λουτροῦ παλιγγενεσίας παλαιῶν πλημ-
land, I mean the world inhabited by men, was established through the outcome of the things prophesied. For how indeed was glory not going to dwell in our land, when His salvation too, His very Christ, and the righteousness from heaven, deigned to set foot upon it? Having heard all these things from God Who foreordained and spoke beforehand unto His people, he foretells after the prayer, saying: I will hear what the Lord God will speak; wherefore he added next: For He will speak peace unto His people. And this peace came to pass for the people when mercy and truth met together, and righteousness and peace kissed. Which things being so, both the matters of the Prophet's prayer and the things spoken before the prayer have been rendered clear. For indeed the Lord was well pleased with His land, having deemed it worthy of mercy and truth and the rest; and moreover He turned back the captivity of human souls, having loosed all war, and graciously bestowed peace, and burst asunder the bonds and the fetters engendered from sin. Wherefore also there has been joined to the saying, Thou hast turned back the captivity of Jacob, the saying, Thou hast forgiven the iniquities of Thy people, and the saying, Thou hast covered all their sins. For the turning back of the captivity was accomplished in no other way than through forgiveness of sins. And that these things too reached fulfilment through the manifestation of our Saviour, He Himself taught in the Gospels when, having taken the book of Isaiah and read the passage, The Spirit of the Lord is upon Me, wherefore He has anointed Me; He has sent Me to preach good tidings to the poor, to proclaim release to captives, and the words following, He added, saying: Today has this Scripture been fulfilled in your ears. If therefore anyone should consider, he would say that the race of men of old formerly dragged down into captivity by the invisible foes, those truly enemies of God, unto idolatries and all shameful and unlawful deeds—he will not hesitate to call this a terrible captivity of souls, having delivered us from which and established us free, our Saviour and Lord, through the washing of regeneration granting forgiveness of ancient trans-
Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτης. Πάλαι μὲν, ὅτε ὑπὸ κατάραν ἦν ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἔφυε, κατὰ τὸ εἰρημένον· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· νῦν δ' ὅτε τοιαῦτα ἀγαθὰ εἰς αὐτὴν ἐλήλυθεν, ἀκολούθως καὶ αὐτὴ τὸν προσήκοντα καρπὸν ἀποδιδόναι λέγεται, ἅτε δὴ τυχοῦσα τῆς παρὰ τοῦ Κυρίου χρηστότητος. Καρπὸς δὲ ἐπάξιος Θεοῦ οὐκ ἄκανθαι καὶ τρίβολοι, ἀλλὰ πάντως που ταῦτα δι' ὧν καταξιοῦται εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Γῆ δὲ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, φέρουσά τε βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Εἰκότως οὖν
For indeed the Lord will give goodness, and our land will give its fruit. Of old indeed, when the earth was under a curse, it brought forth thorns and thistles, according to what was said: Cursed is the earth in your works; thorns and thistles shall it bring forth for you; whereas now, when such good things have come unto it, consistently it too is said to render its fitting fruit, inasmuch as it has obtained the goodness from the Lord. Now fruit worthy of God is not thorns and thistles, but doubtless those things through which it is deemed worthy of blessing from God. For earth that has drunk the rain coming often upon it, and brings forth herbage serviceable to those on whose account it is also tilled, partakes of blessing from God. Reasonably therefore
Notes, col. 1025

On the reading

Printed αὐτης, for αὐτῆς.

PG 23:1028Read from the page
τὰ καινὰ ᾄσματα ᾄδειν προστάττεται ἡ γῆ, ὡς ἂν τοιούτων ἀρτίως δεδηλωμένων κατηξιωμένη, τοῦ ἁγίου Πνεύματος ἐπιφωνοῦντος αὐτῇ καὶ λέγοντος· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· καὶ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ ὅσα τούτοις ὅμοια τυγχάνει. Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Τούτου τὴν διάνοιαν σαφέστερον ἐκδεδώκασιν οἱ λοιποὶ ἑρμηνευταὶ, καὶ μάλιστα ὁ Σύμμαχος εἰπών· Δικαιοσύνη ἑκάστου προελεύσεται αὐτὸν, καὶ θήσει εἰς ὁδὸν τοὺς πόδας αὐτοῦ. Μετὰ γὰρ τὰ τῇ γῇ κεχαρισμένα ἀγαθὰ ἕκαστος τῶν τὴν γῆν κατοικούντων, ὡς ἂν τῆς ἐξ οὐρανῶν διακυψάσης δικαιοσύνης μετασχὼν, καὶ αὐτὸς ἰδίαν κτησάμενος δικαιοσύνην, ἕξει αὐτὴν προάγουσαν αὐτὸν εἰς τὴν ἄνω φέρουσαν ὁδὸν, καὶ τὰ διαβήματα αὐτῆς κατατάττουσαν· ὅπως ὁδεύσας τὴν εἰς οὐρανοὺς φέρουσαν, ἐπιστηριζόμενός τε καὶ χειραγωγούμενος ὑπὸ τῆς προαγούσης αὐτὸν δικαιοσύ-
the earth is commanded to sing the new songs, as having been deemed worthy of such things just now indicated, while the Holy Spirit calls out to it and says: Sing to the Lord, all the earth, sing to the Lord a new song; and, The Lord has reigned, the earth shall exult, and as many sayings as are like these. Righteousness shall go before Him, and shall set His steps in the way. The sense of this the rest of the translators have rendered more clearly, and above all Symmachus, saying: Each man's righteousness shall go before him, and shall set his feet in the way. For after the good things graciously bestowed upon the earth, each of those who inhabit the earth, as having partaken of the righteousness that looked down from the heavens, and having himself acquired his own righteousness, will have it leading him forward unto the way that leads upward, and ordering his steps; so that having journeyed along the way that leads into the heavens, both supported and led by the hand by the righteous-
ΠΡΟΣΕΥΧΗ Τῼ ΔΑΥΙΔ. ΠΕʹ.
A PRAYER FOR DAVID. 85.
Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τεσσάρων ὄντων ἐφεξῆς ψαλμῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ κατὰ τοὺς παρόντας τόπους, πρώτου μὲν τοῦ πγʹ, ἔπειτα τοῦ πδʹ, καὶ τρίτου τοῦ πςʹ, καὶ τελευταίου τοῦ πζʹ, πῶς ἡ προσευχὴ τοῦ Δαυῖδ ἀκαίρως, ὡς ἂν εἴποι τις, παρεμβέβληται μέση, εὐλόγως ἄν τις ἐξετάσειεν. Ἡγοῦμαι τοίνυν οὐκ ἀλόγως, ἀλλ' εὐκαιρότατα ταῖς περὶ τοῦ Χριστοῦ προφητείαις παραμεμίχθαι τὴν προκειμένην εὐχήν. Ἐπειδὴ γὰρ ἀγαθῶν ἐπαγγελίας καὶ ἀφέσεις ἁμαρτημάτων, Θεοῦ τε εἰς ἀνθρώπους παρουσίαν καὶ Χριστοῦ ἄφιξιν λυτρωτοῦ καὶ Σωτῆρος ἀνθρώπων, οἱ πρῶτοι τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ προεφήτευον, ὅτε πγʹ καὶ πδʹ. Ἀλλὰ καὶ οἱ ἑξῆς ἐπιλεγόμενοι τῶν υἱῶν Κορὲ, καὶ αὐτοὶ ἐθνῶν κλῆσιν εὐηγγελίζοντο, καὶ Χριστοῦ γένεσιν, καὶ τὸν ὑπὲρ ἀνθρώπων αὐτοῦ θάνατον· ἀναγκαίως ἡγοῦμαι τῆς περὶ τούτων προφητείας μέσην παρεμβεβλῆσθαι τὴν προσευχὴν τοῦ Δαυῖδ, δι' ἧς ἱκετεύει τυχεῖν καὶ αὐτὸς τῶν διὰ τοῦ Σωτῆρος πᾶσιν ἀνθρώποις προξενουμένων ἀγαθῶν· ὡς ἂν, καὶ αὐτὸς γενόμενος κοινωνὸς τῶν προφητευομένων, τύχοι μὲν ἀφέσεως ἁμαρτιῶν, ἀπολαύσοι δὲ τῆς σωτηρίου μεγαλοδωρεᾶς τῆς πᾶσι τοῖς ἔθνεσι εὐαγγελιζομένης. Μνημονεύει γοῦν ἐν τῇ αὐτοῦ προσευχῇ ὁ Δαυῖδ τῆς εἰς τὰ ἔθνη χυθείσης τοῦ Θεοῦ χάριτος, ἀποθαυμάζων καὶ ἐκπληττόμενος τὴν χάριν, δι' ὧν φησιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐπεὶ τοίνυν καὶ αὐτὸς ηὔχετο τοῦ ἴσων ἀγαθῶν τυχεῖν, εἰκότως τὴν ἑαυτοῦ προσευχὴν μέσην τῶν εὐαγγελικῶν ψαλμῶν παρεμβάλλει. Ταῦτα μὲν οὖν εἰς τὴν
Incline Thine ear, O Lord, and hearken to me, for poor and needy am I. Whereas there are four consecutive psalms inscribed of the sons of Korah in the present places, first the 83rd, next the 84th, and third the 86th, and last the 87th, one might reasonably inquire how the prayer of David has been inserted in the middle unseasonably, as someone might say. I consider, accordingly, that not unreasonably, but most seasonably the prayer before us has been mingled with the prophecies concerning Christ. For since the first ones of those inscribed of the sons of Korah, both the 83rd and 84th, prophesied promises of good things and forgivenesses of sins, and the coming of God unto men and the arrival of Christ as Redeemer and Saviour of men, and moreover those of the sons of Korah recited next themselves also proclaimed good tidings of the calling of the nations, and the birth of Christ, and His death on behalf of men, I consider that of necessity in the middle of the prophecy concerning these matters the prayer of David has been inserted, through which he entreats that he himself too may attain the good things procured through the Saviour for all men; so that, having himself also become a partaker of the things prophesied, he might attain forgiveness of sins, and enjoy the saving munificence proclaimed as good tidings to all the nations. At any rate David in his prayer makes mention of the grace of God poured out unto the nations, marvelling and being struck with amazement at the grace, through the words in which he says: There is none like Thee among gods, O Lord, and there is none according to Thy works. All the nations, as many as Thou hast made, shall come and worship before Thee. Since therefore he himself also prayed to attain equal good things, he reasonably inserts his own prayer in the middle of the evangelical psalms. Let so much then concerning the
Notes, col. 1028

On the reading

Printed αὐτῆς, for αὐτοῦ.

Printed ὅτε, for ὅ τε.

PG 23:1029Read from the page
λεχθεῖσαν πρότασιν εἰρήσθω. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι καὶ ἄλλοι πλείους εἰσὶ Προσευχῆς ἐπιγεγραμμένοι ψαλμοί· ἀλλ' οὗτος μετὰ προσθήκης, τοῦ Δαυῖδ, εἴρηται· ἕτερος δὲ ἐπιγέγραπται, Προσευχὴ τοῦ Μωϋσῆ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἄλλος, Προσευχὴ τοῦ πτωχοῦ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον τοῦ Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. Ἀλλ' ὡς ἐπαναβεβηκότες τὰς ἐν τῇ Παλαιᾷ Γραφῇ προσευχὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι προσελθόντες ἠξίουν αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι· ὁ δὲ διδάσκει, μόνοις αὐτοῖς καὶ τοῖς ὁμοίοις κατάλληλον παραδιδοὺς προσευχήν. Διό φησι πρὸς αὐτούς· Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς. Ἕκαστος οὖν ἑαυτὸν δοκιμαζέτω, εἴτε ἄξιός ἐστιν, ὡς ἤδη υἱὸς Θεοῦ γεγονὼς, τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι Πατέρα, καὶ λέγειν τὸ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς. Εἰ μὴ τοσοῦτος εἴη, ἀναλέγεσθαι ἑαυτῷ σπουδαζέτω τὴν ἁρμόζουσαν τῇ αὐτοῦ καταστάσει προσευχὴν ἀπό τε τῆς βίβλου τῶν Ψαλμῶν καὶ ἀπὸ τῶν προφητικῶν φωνῶν. Ἡ μέντοι παροῦσα προσευχὴ τοῦ Δαυῖδ οὖσα τυγχάνει· οὕτως γὰρ ἡρμήνευσεν ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ, τῷ Δαυῖδ, τοῦ Δαυῖδ, εἰρηκότες. Δοκεῖ δὲ ὁ Δαυῖδ τῷ θείῳ Πνεύματι μὴ ἠγνοηκέναι τὸν περὶ τῶν πτωχῶν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον μακαρισμόν· διὸ πτωχὸν ἑαυτὸν καὶ πένητα ὑπάρχειν ὁμολογεῖ, καὶ ταῦτα βασιλεὺς ὢν καὶ πλούτῳ πολλῷ περιῤῥεόμενος. Ἀλλ' ἐπειδὴ τῷ πνεύματι τοιοῦτος ἦν, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, εἰκότως ἐν τῇ προσευχῇ, ὡς ἀρετὰς ἑαυτοῦ καὶ τὰ κατορθώματα προβάλλεται τὴν πτωχείαν καὶ πενίαν. Καὶ ἄλλως δὲ ἐρεῖς, ὅτι, ὥσπερ Μωϋσῆς, φωνῆς ἀκούσας Θεοῦ, ἰσχνόφωνον ἑαυτὸν εἶναι ὡμολόγει, κατὰ παράθεσιν τῆς θείας φωνῆς τοῦτο φήσας· οὕτω καὶ ὁ Δαυῖδ, εἰ καὶ μέγας ἦν καὶ πλούσιος καὶ σοφὸς ἀνθρώποις συγκρινόμενος, ἀλλ' ἀνατείνας πρὸς τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ὁρᾷ ἑαυτὸν τὸ μηδὲν ὄντα· καὶ ἐπεὶ μήπω ἦν δυνατὸς πατέρα τὸν Θεὸν ὀνομάζειν, Κύριον αὐτὸν καλεῖ, δούλου χώραν ἑαυτὸν ἐπέχειν σημαίνων. Εἶθ' ὡς αὐτὸς μένων κάτω που καὶ ἐν βυθῷ, τοῦ δὲ Θεοῦ ὄντος ἐν ὕψει, κλῖναι τὸν Θεὸν ἱκετεύει τὸ οὖς ἑαυτοῦ· ἅτε μὴ τοσοῦτον βοᾷν δυνάμενος διὰ τὴν οἰκείαν
question stated have been said. Yet one must not be ignorant that there are also several other psalms inscribed of Prayer; but this one has been spoken with an addition, of David; while another has been inscribed, A Prayer of Moses the man of God; and another, A Prayer of the poor man, when he grows faint-hearted and pours out his supplication before the Lord. Yet as having ascended above the prayers in the Old Scripture, the apostles of our Saviour came to Him and asked Him to teach them to pray; and He teaches them, handing down a prayer suitable only to them and to those like them. Wherefore He says to them: Thus therefore pray you: Our Father Who art in the heavens, hallowed be Thy name, and the words following. Let each man therefore prove himself, whether he is worthy, as having already become a son of God, to call upon the Father Who is in the heavens, and to utter the saying, Our Father Who art in the heavens, and the words following. If he should not be so great, let him be earnest to select for himself from both the book of Psalms and the prophetic voices the prayer fitting his own state. Now the present prayer happens to be David's; for thus both Aquila and Symmachus rendered it, having said instead of, for David, of David. And David seems by the divine Spirit not to have been ignorant of the beatitude spoken by our Saviour concerning the poor; wherefore he confesses himself to be poor and needy, and that though he was a king and surrounded with abundant wealth. Yet since he was such in spirit, according to the saying, Blessed are the poor in spirit, reasonably in his prayer he puts forward poverty and neediness as his virtues and righteous deeds. And otherwise too you will say that, just as Moses, having heard the voice of God, confessed himself to be weak-voiced, having said this by comparison with the divine voice; so David also, even though he was great and wealthy and wise when compared with men, yet having lifted up his eyes towards God, sees himself to be nothing; and since he was not yet able to name God Father, he calls Him Lord, signifying that he himself holds the place of a servant. Then as himself remaining somewhere below and in the deep, while God is on high, he entreats God to incline His ear; inasmuch as he is not able to cry aloud so much on account of his own
Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐν οἷς ἦν, ἐν τούτοις φυλαχθῆναι ἀξιοῖ ὑπὸ τοῦ Θεοῦ, ὡς ἂν μὴ συληθείη αὐτοῦ ἡ ψυχὴ ὧν ἐκέκτητο ἀρετῶν· ἃς ἐδήλωσε πρῶτον εἰπὼν, Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· δεύτερον, Ὅτι ὅσιός εἰμι· διὸ καὶ ἀλλαχοῦ φάσκει· Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Ἐπεὶ δὲ συνῄδει ἑαυτῷ μηδέπω ὄντι υἱῷ, εἰκότως δοῦλον ἑαυτὸν ὁμολογεῖ καί φησι· Σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Δοῦλος δὲ Θεοῦ ἐστιν ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μηδέ τινι πάθει ὑποκείμενος, μόνῳ δὲ Θεοῦ Λόγῳ ὑποτεταγμένος, καὶ
Guard my soul, for I am holy; save Thy servant, O God, who hopes in Thee. In the things wherein he was, in these he asks to be guarded by God, so that his soul might not be despoiled of the virtues which he possessed; which he showed first by saying, For poor and needy am I; second, For I am holy; wherefore elsewhere too he says: Let not a foot of pride come to me. And since he was conscious of not yet being a son, he reasonably confesses himself a servant and says: Save Thy servant, O God, who hopes in Thee. Now a servant of God is he who does not serve sin, nor is subject to any passion, but is subordinated to the Word of God alone, and
PG 23:1032Read from the page
ὁ ἐπὶ μηδένα ἕτερον ἐλπίζων ἢ ἐπὶ μόνον τὸν Θεόν.
who hopes in no other save in God alone.
Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Εἰ καὶ ὅσιός εἰμι, φησὶν, εἰ καὶ πτωχὸς καὶ πένης τῷ πνεύματι· ἀλλ' οὔπω θαρσῶν ἐμαυτῷ τὴν εὐχὴν ἀναπέμπω. Δέομαι δὲ καὶ ἱκετεύω ἐλέου τοῦ παρὰ σοῦ τυχεῖν, καὶ αὕτη μού ἐστιν ἡ διηνεκὴς προσευχή.
Have mercy on me, O Lord, for unto Thee will I cry all the day; gladden the soul of Thy servant, for unto Thee, O Lord, have I lifted up my soul. Even though I am holy, he says, even though poor and needy in spirit, yet not trusting in myself do I send up my prayer. Rather, I beg and supplicate to obtain the mercy that comes from Thee, and this is my continual prayer.
Ἀντὶ γοῦν τοῦ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος ἐξέδωκεν, Ὅτι πρὸς σὲ βοῶν καθ' ἑκάστην ἡμέραν. Οὐ γὰρ πρὸς μίαν ἡμέραν δεῖ τῇ προσευχῇ σχολάζειν, ἀλλὰ διὰ πάσης τῆς ἑαυτῶν ζωῆς. Καὶ ἐπειδήπερ ἐπ' οὐδενὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔχαιρε μέγα, ἠξίου διὰ τῆς προσευχῆς παρασχεθῆναι αὐτῷ ὑπὸ τοῦ Θεοῦ· τοῦτο δὲ ἦν τὸ εὐφροσύνης τῆς παρ' αὐτῷ τῷ Θεῷ καταξιωθῆναι τὴν ἑαυτοῦ ψυχήν· τὸ μὲν γὰρ σῶμα ἑαυτοῦ καὶ τὴν σάρκα τοῖς σωματικοῖς χαίρειν ἠπίστατο. Διὸ ταῦτα μὲν παραιτεῖται· μόνην δὲ τὴν παρὰ τοῦ Θεοῦ εὐφροσύνην αἰτεῖ τῆς κατὰ ψυχὴν τρυφῆς μεταποιούμενος. Εἰδὼς δὲ, ὅτι οὐ πάντων ἐστὶ δύνασθαι ταύτης τυχεῖν ἀλλ' ἢ τῶν μακρυνόντων μὲν ἑαυτοὺς τοῦ θνητοῦ βίου καὶ τῶν σωματικῶν ἐπιθυμιῶν, μόνῳ δὲ αὐτῷ τῷ Θεῷ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς πλησιαζόντων, εἰκότως ἐπιλέγει, Ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἀντὶ τοῦ, καὶ ἐπιεικὴς, ὁ μὲν Ἀκύλας καὶ Θεοδοτίων, καὶ ἱλαστὴς, εἰρήκασιν· ὁ δὲ Σύμμαχος, καὶ ἀφίων. Καὶ ταῦτα δὲ χρησίμως ἐλέχθη τῷ Δαυΐδ, θεραπεύοντι τὸ νομισθὲν φορτικὸν ῥῆμα· τοιοῦτον δὲ ἦν τὸ πρὸς σὲ τὴν ψυχήν μου ἦρα· καὶ πάλιν ἀνωτέρω τὸ, Ὅτι ὅσιός εἰμι. Καὶ ταῦτα γάρ μοι, φησὶν, οὐκ ἐξ ἐμῆς δυνάμεως ἐπορίσθη, ἀλλ' ἐκ τῆς σῆς χάριτος. Σὺ γάρ με ἐπὶ ταῦτα ἤγαγες, χρηστὸς ὢν καὶ ἀφίων ἁμαρτίας, σὺ μόνον ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις σε· πολυέλεος γὰρ τυγχάνεις. Κοινοποιήσας δὲ τὸν λόγον διὰ τοῦ, καὶ πᾶσιν τοῖς ἐπικαλουμένοις σε, προτρέπει πᾶσιν ἡμῖν ἐπὶ τῷ τὰ ἴσα αὐτῷ προσεύχεσθαί τε καὶ ἐλπίζειν. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου πρὸς σὲ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου. Καὶ ἐντεῦθεν παρίσταται, ὅτι προσευχὴ τυγχάνει ὁ ψαλμὸς, ὡς καὶ διὰ τῆς προγραφῆς. Ἐπεὶ δὲ κατὰ παρῳχηκότα χρόνον εἴρηται τὸ, ἐκέκραξα, καὶ τὸ, ἐπήκουσας, σημειώσῃ, ὅτι ὁ Ἀκύλας φησὶν, Ἐπικαλέσομαί σε, ὅτι εἰσακούσεις μου· ὥστε εἶναι τὰ τῆς προσευχῆς ἀναπεμπόμενα εἰς μέλλοντα χρόνον αἰτοῦντα παρὰ τοῦ Θεοῦ βοήθειαν· ἵν', εἴποτε καιρὸς γένοιτο περιστατικὸς, καὶ εἴποτε θλίψις ἐπέλθοι, ἐπικαλούμενος τὸν Κύριον ἐν ταῖς θλίψεσιν, ἐπήκοον αὐτὸν σχοίη. Καλὸν δὲ πρὸ θλίψεως καὶ πρὸ τῶν σκυθρωπῶν καιρῶν μὴ ὑπτιοῦ-
Instead, then, of all the day, Symmachus rendered, Because unto Thee crying out each day. For one ought not to devote oneself to prayer for a single day, but throughout the whole of one's life. And inasmuch as he rejoiced greatly in none of human affairs, he asked through prayer that this be granted him by God; and this was that his own soul be counted worthy of the gladness that is with God Himself; for he knew that his own body and flesh rejoice in bodily things. Therefore he declines these, and asks only for the gladness that comes from God, laying claim to delight of soul. And knowing that it does not belong to all to be able to obtain this, save only those who remove themselves far from mortal life and bodily desires, and draw near in mind and thoughts to God Himself alone, he fittingly adds, For unto Thee, O Lord, have I lifted up my soul. For Thou, O Lord, art good and gentle and plenteous in mercy unto all who call upon Thee. Instead of and gentle, Aquila and Theodotion said, and propitious; while Symmachus said, and forgiving. And these words too were usefully spoken by David, softening the expression that might be thought presumptuous: of such a kind was unto Thee have I lifted up my soul; and again above, For I am holy. For these things too, he says, were procured for me not out of my own power, but out of Thy grace. For Thou didst lead me unto these things, being good and forgiving sins, not [printed: thou] only to me, but also to all who call upon Thee; for Thou art plenteous in mercy. And having made the saying common through the words, and unto all who call upon Thee, he exhorts us all to pray and to hope in like manner with himself. Give ear, O Lord, unto my prayer, and attend unto the voice of my supplication. In the day of my affliction I cried unto Thee, for Thou didst hearken unto me. From this too it is shown that the psalm is a prayer, just as also through its superscription. And since I cried and Thou didst hearken are spoken in the past tense, you will note that Aquila says, I shall call upon Thee, for Thou wilt hearken unto me; so that the words sent up in the prayer ask help from God for future time, in order that, if ever a time of distress should arise, and if ever affliction should come on, calling upon the Lord in afflictions, he might find Him attentive. And before affliction and before gloomy times it is good not to be slack-
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας
There is none like unto Thee among gods, O Lord, and there is naught according to Thy works. All the nations whatsoever Thou hast made shall come and worship before Thee, O Lord, and shall glorify Thy name. For great art
Notes, col. 1032

On the reading

Printed σὺ, for οὐ.