Migne Reading Room

PG 23 · cols. 1033–1044 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1033Read from the page
σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Καὶ πᾶσαι μὲν ὠφέλιμοι καὶ ἀναγκαῖαι αἱ τῶν ἁγίων τοῦ Θεοῦ προσευχαί· νομίζω καὶ μὴ πάσας γεγράφθαι, ἀλλ' ἢ μόνας ἐκείνας ἐν αἷς προσευχόμενοι ἐκ θείου Πνεύματος ἐκινήθησαν, ὡς καὶ προφητικὰς ἀφεῖναι φωνάς. Ἡγοῦμαι δ' οὖν καὶ τὸν Δαυΐδ προσευχὰς πολλὰς ἀναπέμψαι τῷ Θεῷ, ὧν οὐδεμία γραφῇ ἠξιώθη, ἀλλ' αἱ μετέχουσαι προγνωστικῆς καὶ προφητικῆς δυνάμεως. Διόπερ καὶ ἡ παροῦσα προσευχὴ τῇ βίβλῳ τῶν Ψαλμῶν παρελήφθη, καὶ μέση τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν παρεμβέβληται, ὡς ἀνακεκραμένη προφητικοῖς λόγοις, καὶ κλῆσιν ἐθνῶν περιέχουσα. Ἄντικρυς γοῦν κλῆσις τῶν ἐθνῶν καὶ διὰ τούτων θεσπίζεται. Ἐπειδὴ γὰρ τὰ πολλὰ περὶ ἑαυτοῦ μόνου ηὔξατο, Ἐπάκουσόν μου, εἰπὼν, καὶ, Φύλαξον τὴν ψυχήν μου, καὶ, Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, καὶ τὸ, Ἐλέησόν με, καὶ, Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· ἐπεὶ τοίνυν τὰ τοσαῦτα περὶ ἑαυτοῦ ηὔξατο, ὁ πλούσιος καὶ μεγαλόδωρος Θεὸς δείκνυσιν αὐτῷ, ὅτι μὴ αὐτῷ μόνῳ τὰ τῆς προσευχῆς αἰτουμένῳ παρέξει, ἁπλωθήσεται δὲ ἡ θεία χάρις καὶ εἰς πάντα τὰ ἔθνη, ὡς καὶ αὐτῶν μελλόντων ἀπολαύειν τούτων, ὧν ὁ Δαυΐδ τυχεῖν ἠξίου. Ὅθεν τῷ Πνεύματι τῷ ἁγίῳ φωτισθεὶς καὶ τὸ μέλλον θεασάμενος, ὑπερεκπλήττεται τῆς τοῦ Θεοῦ χάριτος τὴν μεγαλοδωρίαν, καί φησι τὰ προλεγόμενα. Θεοὺς δὲ ἐνταῦθα λέγεσθαι ὁ μέν τις ἡγήσεται τοὺς ἐν ἀνθρώποις δικαίους καὶ θεοφιλεῖς ἄνδρας, διὰ τὸ λέγον· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὁ δὲ τὰς κατ' οὐρανὸν θείας δυνάμεις, διὰ τὸ φάσκειν τὸν Ἀπόστολον· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·) ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Ἐπεὶ τοίνυν οὔτε ἀγγέλων τις, οὔτε προφητῶν τὴν τῶν ἐθνῶν κλῆσιν ἐποιήσατο, εἰκότως εἰς πρόσωπον ἡγοῦμαι τοῦ Χριστοῦ λέγεσθαι τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Ἄλλος δέ τις φήσει, διὰ τὸ ψευδῶς μὲν καὶ πεπλανημένως παρὰ τοῖς πολλοῖς τῶν ἀνθρώπων νομίζεσθαι εἶναι θεοὺς, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἄλλον ἀλλαχοῦ θεοποιεῖσθαι, μόνον δὲ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν καθ' ὅλης τῆς οἰκουμένης Θεὸν ἀνηγορεῦσθαι, ἐξ ἁπάντων τε τῶν ἐθνῶν λαοὺς ἑαυτῷ περιπεποιῆσθαι· τούτου χάριν προφητικῶς εἰς πρόσωπον αὐτοῦ τὰς προκειμένας ἀναφωνεῖσθαι θεολογίας. Εἶτ' ἐπειδήπερ πολλοὶ προφῆται πρὸ τοῦ Σωτῆρος ἡμῶν παραδόξων ἔργων γεγόνασι ποιηταὶ, οὐδεὶς δὲ πώποτε τοιαῦτα πράξας ἀναγέγραπται, ὁποῖα ἐν τοῖς Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν ἐμφέρεται, καὶ ὁποῖα δέδεικται διὰ τῆς τῶν ἐθνῶν ἁπάντων ἐπιστροφῆς· διὰ τοῦτο λέγεσθαι καὶ τὸ, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα διδάσκει λέγων ἑξῆς· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐὰν δὲ ἐπιφέρηται τὸ, Σὺ εἶ Θεὸς μόνος, καὶ τοῦτο ἐφαρμόσεις τῷ Σωτῆρι, παραθεὶς τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· ὥσπερ γὰρ ἐπὶ συγκρίσει τῶν ἀποδοθέντων θεῶν οὐκ ἔστιν ὅμοιός σοι, οὕτως ἐν παραθέσει τῶν αὐτῶν σὺ εἶ Θεὸς
Thou, and doing wondrous things, Thou art God alone. Now all the prayers of the saints of God are beneficial and necessary; yet I suppose that not all have been written down, save only those in which, while praying, they were moved by the divine Spirit so as also to utter prophetic sayings. Accordingly I consider that David too sent up many prayers to God, none of which was counted worthy of writing save those partaking of foreknowing and prophetic power. Wherefore the present prayer also was received into the book of Psalms, and has been inserted in the midst of the prophecies concerning Christ, as being blended with prophetic words and containing the calling of the nations. Plainly, then, the calling of the nations is divinely proclaimed through these words as well. For since for the most part he prayed concerning himself alone, saying, Hearken unto me, and, Guard my soul, and, Save Thy servant, O my God, and, Have mercy on me, and, Gladden the soul of Thy servant—since, then, he prayed so many things concerning himself, the rich and munificent God shows him that He will grant the petitions of his prayer not to him alone as he asks, but the divine grace will be spread abroad unto all the nations as well, inasmuch as they too were going to enjoy those things which David asked to obtain. Hence, enlightened by the Holy Spirit and beholding the future, he is exceedingly amazed at the munificence of the grace of God, and speaks the aforesaid words. Now one person will consider that by gods here are meant righteous men beloved of God among mankind, because of the saying: I said, Ye are gods, and all of you sons of the Most High (Ps. 81:6); while another will take them as the divine powers in heaven, because the Apostle says: For even if there are so-called gods, whether in heaven or on earth (just as there are gods many, and lords many), yet for us there is one God, the Father (1 Cor. 8:5-6). Since therefore neither any of the angels nor any of the prophets accomplished the calling of the nations, I reasonably consider that it is spoken with reference to the person of Christ: There is none like unto Thee among gods, O Lord. Someone else will say that because among the multitude of mankind gods are falsely and erroneously supposed to exist, and among all the nations one is deified in one place and another in another, whereas our Saviour and Lord alone has been proclaimed God throughout the whole inhabited earth, and out of all the nations has acquired peoples for Himself, for this reason the present declarations of divinity are prophetically uttered with reference to His person. Next, inasmuch as many prophets before our Saviour became doers of marvellous works, yet no one has ever been recorded as having done such things as are related of our Saviour in the Gospels, and such as have been demonstrated through the conversion of all the nations, for this reason it is also said, There is naught according to Thy works. And what sort of works He teaches by saying next: All the nations whatsoever Thou hast made shall come and worship before Thee. And if there is added, Thou art God alone, you will apply this too to the Saviour, setting beside it, There is none like unto Thee among gods, O Lord; for just as in comparison with the gods who have been mentioned there is none like unto Thee, so in juxtaposition with those same ones Thou art God
PG 23:1036Read from the page
μόνος. Ἐπειδήπερ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν ἀρχῇ ἦν, καὶ Θεοῦ Λόγος ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν· διόπερ οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν θεοῖς, καὶ μόνος αὐτὸς ὡς ἐν θεοῖς εἴη ἂν Θεὸς, οὐδενὸς τῶν λεγομένων πολλῶν θεῶν ἐν τῇ αὐτοῦ παραθέσει δυναμένου χρηματίζειν Θεοῦ. Ἄλλος δὲ διὰ τὸ ἐπιφέρεσθαι πᾶσι τούτοις τὸ, ὅτι Σὺ εἶ Θεὸς μόνος, εἴποι ἂν πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων τὰ προκείμενα πάντα διὰ τῆς εὐχῆς ἀναπέμπεσθαι· τῇ γὰρ αὐτοῦ δωρεᾷ καὶ χάριτι ἡ κλῆσις τῶν ἐθνῶν διὰ τοῦ Υἱοῦ αὐτοῦ γέγονε· καὶ αὐτὸς ἦν ὁ τῶν ὅλων κτίστης καὶ δημιουργὸς καὶ ποιητὴς διὰ τοῦ Υἱοῦ τὰ πάντα συστησάμενος, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς ἦν ὁ πάντα θαυματουργήσας διὰ τοῦ Υἱοῦ, τά τε κατὰ τὴν Παλαιὰν Διαθήκην ἱστορούμενα, καὶ τὰ ἐν τῇ Καινῇ ἀναγεγραμμένα· διὸ λέγεσθαι, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου· καὶ, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος. Τὸ δὲ, μόνος, εἴρηται καὶ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν πρὸς τὸν Πατέρα ἐν τῷ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν.
alone. Inasmuch as our Saviour and Lord alone was in the beginning, and was the Word of God, and was with God, and was God (John 1:1); wherefore there is none like unto Him among gods, and He alone, as among gods, would be God, none of the many so-called gods being able in juxtaposition with Him to bear the title of God. Another, however, because unto all these things there is added, that Thou art God alone, might say that all the present words are sent up through the prayer unto the Father and God of all; for by His gift and grace the calling of the nations came to pass through His Son; and He Himself was the Founder and Framer and Maker of all things, having constituted all things through the Son, both the things in heaven and the things upon the earth; and He Himself was the One Who wrought all wonders through the Son, both those recounted in the Old Testament and those recorded in the New; wherefore it is said, There is naught according to Thy works; and, Great art Thou, and doing wondrous things, Thou art God alone. And the word alone has also been spoken by our Saviour unto the Father in the saying, That they may know Thee, the only true God (John 17:3).
Ἐπεὶ δὲ τῆς τοῦ Πατρὸς θεότητος κοινωνὸς ὑπάρχ⟨…⟩ι ὁ Υἱὸς, τῆς αὐτῆς μέτοχος ὢν βασιλείας, ἅτε μονογενὴς Υἱὸς ὢν καὶ Θεοῦ Λόγος, καὶ Θεοῦ σοφία, εἰκότως ἂν καταλέγοιτο καὶ αὐτὸς τῇ παρούσῃ θεολογί⟨…⟩ διδασκούσῃ, ὅτι οὐκ ἔστιν ὅμοιος τῷ ἐπὶ πάντων Θεῷ ἐν τοῖς πολλοῖς ὀνομαζομένοις θεοῖς· ἐν ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ αὐτοῦ Λόγῳ ἡ τοῦ Πατρὸς ὁμοιώτης σώ-
And since the Son is sharer of the Father's deity, being partaker of the same kingdom, inasmuch as He is Only-begotten Son and Word of God, and Wisdom of God, He Himself too would reasonably be reckoned in the present declaration of divinity, which teaches that among the many who are named gods there is none like unto the God over all; for in His Only-begotten Word alone is the Father's likeness pre-
Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Εἰς τὸ μὴ ἀποσφαλῆναι τῆς ἀληθείας Θεοῦ, ποδηγοῦ δεόμεθα· διόπερ ὁ μὲν Ἀκύλας, Φώτισόν με, φησὶ, Κύριε, τῇ ὁδῷ σου, περιπατήσω ἐν ἀληθείᾳ σου· ὁ δὲ Σύμμαχος, Ὑπόδειξόν μοι, Κύριε, τὴν ὁδόν σου, ἵνα ὁδεύσω τῇ ἀληθείᾳ σου. Καὶ πάλιν ἀντὶ τοῦ, Εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου, ὁ μὲν Ἀκύλας φησί· Μονάχωσον τὴν καρδίαν μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου· ὁ δὲ Σύμμαχος, Ἕνωσον τὴν καρδίαν μου εἰς φόβον τοῦ ὀνόματός σου. Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου, ἐν ὅλῃ τῇ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Πολλὰ χρηστὰ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς, ἀναγκαίως ἀναφέρει τῇ μνήμῃ τὴν περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν ἐξομολόγησιν, ὡς ἂν μὴ δοκοίη διὰ τῆς παρασχεθείσης αὐτῷ συγχωρήσεως καὶ τῶν μετὰ ταῦτα ὑπαρχθέντων αὐτῷ, χαυνοῦσθαι, καὶ ῥᾳθυμότερον ἀναστρέφειν. Ἐπιστρέφει τοίνυν αὐτὸς ἑαυτὸν, καὶ μνήμην ποιεῖται τῆς αὐτοῦ ἁμαρτίας, ἵνα μείζων γένηται ἡ πρὸς τὸν Θεὸν εὐχαριστία· διό φησιν· Ἐξομολογήσομαί σοι· καὶ ἐπάγει· Ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ἡ γὰρ πρὸς θάνατον ἁμαρτία τοιαύτη τυγχάνει, εἰς τὸν κατώτατον ᾅδην κατασπῶσα. Πολλῶν γὰρ οὐσῶν ἁμαρτιῶν, ἐοίκασιν αἱ μὲν τοῦ ᾅδου εἰς τὰ ἐπιπόλαια φέρειν, αἱ δὲ εἰς τὰ κατώτατα, καὶ, ὡς ἂν εἴποι τις, εἰς αὐτὸν
Guide me, O Lord, in Thy way, and I will walk in Thy truth; let my heart be gladdened to fear Thy name. So as not to stray from the truth of God, we stand in need of a guide; wherefore Aquila says, Enlighten me, O Lord, in Thy way; I will walk in Thy truth; while Symmachus says, Show me, O Lord, Thy way, that I may journey in Thy truth. And again, instead of, Let my heart be gladdened to fear Thy name, Aquila says: Make my heart single to fear Thy name; while Symmachus says, Unite my heart unto the fear of Thy name. I will confess unto Thee, O Lord my God, with my whole heart, and I will glorify Thy name for ever. Having spoken many good things in what precedes, he necessarily recalls to memory the confession concerning the sin which he sinned, lest through the pardon granted him and the blessings subsequently bestowed upon him he might seem to grow lax and conduct himself more carelessly. Accordingly he turns himself back, and makes mention of his sin, in order that his thanksgiving towards God may become greater; therefore he says: I will confess unto Thee; and he adds: Thou hast delivered my soul out of nethermost Hades. For sin unto death is of such a kind, dragging down into nethermost Hades. For as there are many sins, some seem to lead to the upper parts of Hades, and others to the lowest parts, and, as one might say, to the very
PG 23:1037Read from the page
τὸν πυθμένα, περὶ οὗ εἴρηται· Ὁδοὶ ἀνδρὸς αἱ δοκοῦσαι ὀρθαὶ εἶναι, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Ἀλλ' ἐκεῖθεν, φησὶν, ἐῤῥύσω με, ἐπειδὴ γέγονε τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ. Εὐξάμενος γὰρ μεγάλου τυχεῖν ἐλέους ἐν τῷ νʹ ψαλμῷ, ἐν ᾧ εἴρηκεν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, ἐν τούτοις ὁμολογεῖται τετυχηκέναι τῆς εὐχῆς· διὸ καὶ ἐξομολογεῖται οὐχ ἁπλῶς, ἀλλ' ἐν ὅλῃ αὐτοῦ τῇ καρδίᾳ. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησε τὴν ψυχήν μου, καὶ οὐ προέθετό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε ὁ Θεὸς, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Μεταβαλὼν ἀπὸ τῆς προσευχῆς εἰς τὴν ἐξομολόγησιν, καὶ ὁμολογήσας τῷ Θεῷ τὴν χάριν, ὅτι ἐῤῥύσατο τὴν ψυχὴν αὐτοῦ ἐξ ᾅδου κατωτάτου, ἀπολογεῖται τὴν αἰτίαν ἐξαγορεύων δι' ἣν ἥμαρτε, καί φησιν, ὅτι ἐξ ἐπιβουλῆς πολλῶν ἀοράτων ἐχθρῶν τοῦτο πέπονθε, φθονησάντων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ. Διό φησιν· Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ. Οἱ δὲ λοιποὶ πάντες ἑρμηνευταὶ, ὑπερήφανοι, εἰρήκασι, τὰς ἀοράτους καὶ ὑπερηφάνους δυνάμεις αἰνιξάμενοι. Ὁποίαν δὲ βίαν πέπονθεν ἡ τοῦ Δαυΐδ ψυχὴ οὐχ ὑπὸ μιᾶς δυνάμεως, ἀλλ' ὑπὸ πλειόνων, διδάσκει λέγων· Καὶ συναγωγὴ κραταιῶν· ἢ ὡς ὁ Ἀκύλας, Καὶ συναγωγὴ κατισχυρευομένων· ἢ ὡς Σύμμαχος, Καὶ συναγωγὴ ἀνυποστάτων ἐζήτησε τὴν ψυχήν μου. Ἀλλ' ἡ μὲν τῶν ἐχθρῶν συναγωγὴ ἐζήτησε τὴν ψυχήν μου, μὴ θεμένων πρὸ ὀφθαλμῶν τὸν Θεὸν, σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν, συνεχώρησας καὶ ἐδωρήσω, ῥυσάμενός μου τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου· καὶ τοῦτ' ἔπραξας, ὡς οἰκτίρμων καὶ ἐλεήμων καὶ μακρόθυμος καὶ πολυέλεος, καὶ ἐν πᾶσι τούτοις ἀληθινὸς ὑπάρχων.
bottom, concerning which it is said: There are ways of a man that seem to be right, yet their ends look into the bottom of Hades (Prov. 16:25). But from there, he says, Thou hast delivered me, because Thy mercy has been great towards me. For having prayed to obtain great mercy in the 50th Psalm, in which he said, Have mercy on me according to Thy great mercy (Ps. 50:3), in these words he confesses that he has obtained his prayer; wherefore he also confesses not simply, but with his whole heart. O God, transgressors rose up against me, and an assembly of mighty ones sought my soul, and did not set Thee before them. And Thou, O Lord God, art compassionate and merciful, long-suffering and plenteous in mercy and true. Having passed over from prayer to confession, and having acknowledged gratitude to God because He delivered his soul out of nethermost Hades, he makes his defence by declaring the cause through which he sinned, and says that he suffered this from the plotting of many invisible enemies, who envied his progress according to God. Therefore he says: O God, transgressors rose up against me. And all the rest of the translators said, proud ones, hinting at the invisible and proud powers. And what sort of violence the soul of David suffered not from one power, but from several, he teaches by saying: And an assembly of mighty ones; or as Aquila has it, And an assembly of violent ones; or as Symmachus, And an assembly of irresistible ones sought my soul. Yet while the assembly of enemies sought my soul, since they did not set God before their eyes, Thou, O Lord, he says, didst pardon and freely grant the very things they did not expect, having delivered my soul out of nethermost Hades; and this Thou didst do, as being compassionate and merciful and long-suffering and plenteous in mercy, and true in all these things.
Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ὁρῶν με, φησὶν, ἐλέησόν με. Δείκνυσι δὲ ἑαυτοῦ ὁ Δαυΐδ τὴν ταπείνωσιν καὶ τῆς ψυχῆς τὴν κάκωσιν, ἣν παρίστη καὶ ἀρχόμενος τῆς προσευχῆς ἐν οἷς ἔλεγε· Πτωχὸς καὶ πένης ἐγώ εἰμι. Ἀντὶ δὲ τοῦ, Δὸς τὸ κράτος τῷ παιδί σου, σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπὼν, Δὸς ἰσχὺν παρὰ σοῦ τῷ δούλῳ σου. Ἵνα γὰρ μὴ ἐξασθενήσας ὀλισθήσω, μετὰ τῶν ἄλλων ὧν παρέσχου, δυναμωθῆναι ἀξιῶ, πρὸς τὸ μὴ αὖθις καταπαλαισθῆναι ὑπὸ τῆς συναγωγῆς τῶν κραταιῶν. Οὕτω δέ με ἰσχυροποιήσας σώσεις, ὡς ἄν σου δοῦλον γενόμενον, υἱὸν δὲ τῆς παιδίσκης σου, ἤτοι τῆς Ἐκκλησίας σου, ἢ καὶ τῆς ἐν τῇ κατὰ Θεὸν παιδείᾳ θρεψαμένης αὐτὸν μητρός. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. Ὥσπερ τῷ Κάϊν σημεῖον ἔθετο ὁ Θεὸς τῆς πονηρίας αὐτοῦ δηλωτικὸν, ὅπερ σημεῖον οἱ θεωροῦντες εἴργοντο τοῦ ἀνελεῖν αὐτὸν, διὰ τὸ κρῖναι τὸν Θεὸν στένειν καὶ τρέμειν αὐτὸν ἐπὶ γῆς· οὕτω καὶ τοῖς τελείοις αὐτοῦ σημεῖον εἰς ἀγαθὸν δίδωσιν, ὅπερ ὁρῶντες, οἱ μὲν
Look upon me and have mercy on me; give Thy strength unto Thy servant, and save the son of Thine handmaid. Looking upon me, he says, have mercy on me. And David shows his own lowliness and the affliction of his soul, which he also presented at the beginning of the prayer where he said: Poor and needy am I. And instead of, Give Thy strength unto Thy servant, Symmachus translated more clearly, saying, Give strength from Thee unto Thy bondservant. For lest growing weak I slip, along with the other things which Thou hast granted, I ask to be strengthened, so as not to be wrestled down again by the assembly of the mighty. And having thus made me strong Thou wilt save me, as having become Thy bondservant, and the son of Thine handmaid, that is, of Thy Church, or also of the mother who reared him in godly training. Work with me a sign unto good, and let those who hate me see, and be put to shame, because Thou, O Lord, hast helped me, and hast comforted me. Just as God set upon Cain a sign indicative of his wickedness, on beholding which sign people were restrained from slaying him, because God had judged that he should groan and tremble upon the earth (Gen. 4:15); so too unto His perfect ones He gives a sign unto good, on seeing which, their
PG 23:1040Read from the page
φίλοι χαίρουσιν, οἱ δὲ ἐχθροὶ καὶ οἱ μισοῦντες αἰσχύνονται, γνώρισμα λαβόντες διὰ τοῦ σημείου, ὅτι βεβοήθηται καὶ παρακέκληται ἐπὶ τῷ συμβεβηκότι. Καὶ τάχα ἐπὶ μὲν τοῦ Κάϊν αἱ ἐχθραὶ δυνάμεις, ὁρῶσαι τὸ ἐπιτεθὲν αὐτῷ σημεῖον ὑπὸ τοῦ Θεοῦ, ἐπέχαιρον αὐτῷ, ἅτε ἐπιχαιρησίκακοι οὖσαι· οἱ δὲ τοῦ Θεοῦ ἄγγελοι ἐπέστενον αὐτῷ διὰ τοῦ σημείου τὴν ἐπηρτημένην αὐτῷ ἐκ Θεοῦ ὀργὴν ἐπιγινώσκοντες. Ἐπὶ δὲ τῆς θεοφιλοῦς ψυχῆς τοὐναντίον, αἱ μὲν ἐχθραὶ δυνάμεις καταισχύνονται τὸ ἀγαθὸν σημεῖον ἐπικείμενον ὁρῶσαι αὐτῇ· οἱ δὲ θεῖοι καὶ ἀγαθοὶ ἄγγελοι χαίρουσι καὶ συνευφραίνονται αὐτῇ. Τοῦτο καὶ ὁ Σωτὴρ ἡμῶν ἐδίδαξεν εἰπὼν, χαρὰν γίγνεσθαι ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
friends rejoice, whereas their enemies and those who hate them are put to shame, receiving proof through the sign that one has been helped and comforted in what befell him. And perhaps in the case of Cain the hostile powers, seeing the sign set upon him by God, exulted over him, maliciously gloating over evil as they are; whereas the angels of God groaned over him, recognizing through the sign the wrath from God hanging over him. In the case of the God-loving soul, on the contrary, the hostile powers are put to shame when they see the good sign resting upon it; whereas the divine and good angels rejoice and share in gladness with it. This our Saviour too taught, saying that there is joy in heaven over one sinner who repents (Luke 15:7).
ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ ᾨΔΗΣ.
For the sons of Korah, a Psalm of a Song.
ΠϚʹ.
86.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Ἀντὶ τοῦ, Τοῖς υἱοῖς Κορὲ, ὁ Ἀκύλας καὶ Σύμμαχος, Τῶν υἱῶν Κορὲ, ἐκδεδώκασιν, ὡς ὑπ' αὐτῶν πεποιημένου, ἢ διὰ τούτων εἰρημένου τοῦ ψαλμοῦ καὶ λεχθέντος, οὐ μόνον διὰ ψαλτηρίου, ἀλλὰ καὶ μετ' ᾠδῆς. Ζητῶν δὲ παρ' ἐμαυτῷ, τίνι λόγῳ μὴ πάντες ἦσαν ἐφ' ἑνὶ συνημμένοι οἱ ἐπιγεγραμμένοι Τῶν υἱῶν Κορὲ, ἀλλ' οὕτω μὲν ἰδίως πρῶτοι οἱ ἀπὸ τοῦ μαʹ· καὶ πάλιν ἰδίως ἀφωρισμένοι δύο ὁ πγʹ, ὁ δʹ καὶ πʹ· καὶ πάλιν ἕτεροι δύο, ὁ μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ· μέσος δὲ παρεμβέβληται τούτων ὁ πεʹ ἐπιγεγραμμένος Προσευχὴ τοῦ Δαυΐδ· τὰ μὲν ἐμοὶ παραστάντα εἰς τὴν τῶν τελευταίων θεωρίαν διὰ τῶν εἰρημένων ἤδη πρότερον δεδήλωται. Εἴποι δ' ἄν τις καὶ ἄλλως, ὅτι πάντες οἱ ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν φερόμενοι λόγοι, ὑπὸ διαφόρων ἀνδρῶν προφητικῷ Πνεύματι λελαλημένοι, ἰδιάζοντες ἦσαν, ὡς ἂν μήτε ὑφ' ἕνα καιρὸν λεχθέντες, μήτε ὑπὸ τῶν αὐτῶν προφητευθέντες. Αὐτίκα γοῦν ἐπιγέγραπταί τις Μωϋσέως, καὶ ἕτεροι τοῦ Ἀσὰφ, καὶ τοῦ Δαυΐδ πάλιν ἕτεροι, καὶ ὁ Σολομῶντος ἄλλος, καὶ πάλιν Αἰθὰν τοῦ Ἐσδραΐτου· καὶ ἕτεροι δὲ πλεῖστοι ὅσοι παρὰ τούτους φέρονται ἀνεπίγραφοι, οὐ δυναμένων ἡμῶν εἰδέναι τίνος ἄρ' εἶεν. Διαφόρως οὖν εἰρημένων τὸ παλαιὸν σποράδην ὑπῆρχε παρὰ τοῖς περὶ ταῦτα σπουδαίοις πεφυλαγμένον. Εἶθ' ὕστερον συναχθῆναι τοὺς ρνʹ ὑπὸ μίαν βίβλον. Μήποτ' οὖν ὁ συναγαγὼν, εἴτ' Ἔσδρας οὗτος ἦν, ὥς φασιν Ἑβραίων παῖδες, εἴτε τις ἕτερος παρὰ τοῦτον, τοὺς πρώτους εἰς αὐτὸν ἐχομένους πρώτους ἐν τῇ βίβλῳ κατέταττεν. Οὐκ ἀθρόως γὰρ τοὺς πάντας ὑφ' ἕνα καιρὸν εὑρὼν, ἐξ ἀνάγκης τοὺς πρὸς χεῖρα παρεμπίπτοντας συνῆπτε τοῖς προειληφόσι. Διόπερ καὶ τοὺς πρώτους ηʹ Τῶν υἱῶν Κορὲ εἰκὸς τότε κατατάξαι, ὅτε καὶ ἀθρόως ὁμοῦ πάντες εὕρηνται· μετ' ἐκείνους δὲ συνάψαι τοὺς μετὰ ταῦτα εἰς αὐτὸν ἐλθόντας. Εἶτα πολλῶν ἐν τῷ μεταξὺ εὑρημένων, καὶ εἰς τὴν βίβλον τῶν Ψαλμῶν ἀναληφθέντων μετὰ τὸν πβʹ ψαλμὸν, εὑρῆσθαι πάλιν ἄλλους δύο Τῶν
His foundations are in the holy mountains; the Lord loves the gates of Sion above all the tabernacles of Jacob. Glorious things were spoken concerning thee, O city of God. I will make mention of Rahab and Babylon to those who know me. Instead of, For the sons of Korah, Aquila and Symmachus rendered, Of the sons of Korah, as though the psalm had been composed by them, or spoken and recited through them, not only with the psaltery, but also with song. Now as I inquired within myself for what reason all those inscribed Of the sons of Korah were not joined together in one place, but first those from the 41st stand apart by themselves; and again two are set apart by themselves, the 83rd and the 84th; and again two others, the one in hand and the one next after it; while in the midst of these has been inserted the 85th, inscribed A Prayer of David—what occurred to me regarding the contemplation of the last ones has already been set forth earlier through what was said. Yet someone might also say otherwise, that all the discourses transmitted in the book of Psalms, having been spoken in the prophetic Spirit by diverse men, stood individually apart, as having neither been uttered at one time nor prophesied by the same men. For instance, one is inscribed of Moses, and others of Asaph, and others again of David, and another of Solomon, and again of Ethan the Ezrahite; and very many others besides these are transmitted uninscribed, without our being able to know whose they might be. Having thus been spoken in diverse ways, in ancient times each was preserved scattered here and there among those zealous for these matters; and then afterwards the 150 were gathered under a single book. Perhaps, therefore, the compiler—whether this was Ezra, as the children of the Hebrews say, or someone else besides him—arranged first in the book those that first came to him. For since he did not find them all together at a single time, he necessarily joined those falling to hand onto those that had preceded. Wherefore it is likely that he arranged the first 8 Of the sons of Korah at the time when they were all found together in a body, and after them joined on those that came to him subsequently; then, after many had been found in the meantime and taken up into the book of Psalms after the 82nd Psalm, two others Of the
Notes, col. 1040

On the reading

Printed ἐχομένους, for ἐρχομένους.

PG 23:1041Read from the page
υἱῶν Κορὲ, οὓς καὶ ἀκολούθως συνάψας ἐν τῷ τρίτῳ καὶ πʹ καὶ τῷ πδʹ κατέταξεν. Εἶτα μεταξὺ τοῦ χρόνου τῆς τοῦ Δαυΐδ Προσευχῆς εὑρεθείσης, ἐνθεῖναι καὶ ταύτην μετὰ τὸν πδʹ. Καὶ πάλιν μετὰ τὴν Προσευχὴν τοῦ Δαυΐδ, ἐν πεʹ τόπῳ καταλεχθεῖσαν, εὑρεθῆναι ἑτέρους δύο Τῶν υἱῶν Κορὲ, τὸν μετὰ χεῖρας καὶ τὸν ἐφεξῆς αὐτῷ· ἐξ ἀνάγκης τε καὶ αὐτοὺς συναχθῆναι
sons of Korah were found again, which he accordingly joined together and arranged in the 83rd and the 84th places; then, when in the interval of time the Prayer of David was found, he inserted this too after the 84th; and again after the Prayer of David, enrolled in the 85th place, two others Of the sons of Korah were found, the one in hand and the one next in order after it, and of necessity they too were brought together
Πιστώσεται δὲ τὸ λελεγμένον ἀπὸ προφητικῶν ἀποδείξεων· ἐπεὶ γὰρ ἐν ταῖς πραφητικαῖς βίβλοις πολλάκις ἐστὶν εὑρεῖν τὰ τῷ χρόνῳ προλεχθέντα δεύτερα κείμενα τῇ τάξει, καὶ τὰ προφητευθέντα ὕστερα προτεταγμένα τῶν προαγόντων τοῖς χρόνοις. Ὁ γοῦν Ἰερεμίας προφητεύειν μὲν ἄρχεται ἐπὶ Ἰωσίου, παρατείνει δὲ μέχρι Σεδεκίου καὶ τῆς αἰχμαλωσίας· Σεδεκίας δ' ἦν τέταρτος ἀπὸ Ἰωσίου βασιλεύς. Μετὰ γὰρ Ἰωσίαν δεύτερος Ἰωακεὶμ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν· μεθ' ὃν τρίτος Ἰεχωνίας υἱὸς Ἰωακείμ· μεθ' ὃν τέταρτος Σεδεκίας ἀδελφὸς Ἰωακείμ· καθ' οὓς ἅπαντας τοῦ Ἰερεμίου προφητεύσαντος, ἡ ἐπώνυμος αὐτοῦ γραφὴ ἄρχεται μὲν ἀπὸ Ἰωσίου· εἶτα προϊοῦσα μέμνηται Ἰεχωνίου τοῦ τρίτου ἀπὸ Ἰωσίου· εἶτα προφητεύει τὰ ἐπὶ Σεδεκίου, ὃς ἦν τέταρτος ἀπὸ Ἰωσίου· οἷς ἑξῆς τίθησι τὰ ἐν τῷ τετάρτῳ ἐπὶ Ἰωακεὶμ προφητευθέντα, ὃς ἦν δεύτερος μετὰ Ἰωσίαν. Εἶθ' ἑξῆς ἐπάγει τὰ ἐν ἀρχῇ τοῦ αὐτοῦ Ἰωακείμ· εἶτα τὰ ἐπὶ Σεδεκίου, καὶ πάλιν τὰ ἐπὶ Ἰωακείμ. Εἶτα μέμνηται τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, καὶ ὡς μετὰ Σεδεκίαν κατέστη ἡγούμενος τῶν ἀπολειφθέντων Γοδολίας, καὶ ὡς Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, μεθ' ὃν Ἰωανᾶν υἱὸς Καριὲ ἡγεῖται. Καὶ μετὰ τούτους ἅπαντας ἑξῆς ἐπάγει τὰς ἐν τῷ δʹ ἔτει Ἰωακεὶμ λεχθείσας προφητείας, καὶ πάλιν τὰς ἐν ἀρχῇ βασιλείας Σεδεκίου εἰρημένας. Εὕροις δ' ἂν καὶ παρὰ τῷ Ἐζεκιὴλ τὰ παραπλήσια. Ἐπεὶ καὶ ἐν τῇ τούτου γραφῇ οὐχ ἑξῆς τοῖς χρόνοις σύγκεινται αἱ προφητεῖαι· ἀλλ' εἰσὶν αἱ μὲν κατὰ τὸ κζʹ ἔτος τῆς αἰχμαλωσίας προτεταγμέναι τῷ ιαʹ τῆς αἰχμαλωσίας εἰρημένῳ· μετὰ γὰρ τὰς ἐν τῷ κζʹ ἔτει φέρονται αἱ λεχθεῖσαι ἐν τῷ ιαʹ τῆς αἰχμαλωσίας ἔτει· καὶ πάλιν μετὰ τὰς ἐν τῷ ιαʹ ἄλλαι φέρονται ἐν τῷ ιʹ ἔτει εἰρημέναι, καὶ ἑξῆς αἱ ἐν τῷ κεʹ ἔτει. Καὶ τούτων ἁπάντων εἴποι ἄν τις τὴν αἰτίαν οὐκ ἄλλην εἶναι τῆς ἀποδεδομένης. Σποράδην γὰρ, ὡς εἰκὸς, τῶν κατὰ χρόνους καὶ καθ' ἕκαστον βασιλέα μερικῶς προπεφητευμένων, τὸ παλαιὸν παρὰ τοῖς σπουδαίοις σωζομένων, ἤτοι τὸν Ἔσδραν, ἢ καί τινας ἑτέρους, ὑπὸ μίαν περιγραφὴν συνάγοντας τὰ ἑκάστῳ τῶν προφητῶν κατὰ χρόνους διαφόρους λεχθέντα, τοὺς πρώτους εὑρισκομένους λόγους κατατάσσειν πρώτους· εἶθ' ἑξῆς συνάπτειν τοὺς μετὰ ταῦτα εὑρισκομένους, εἰ καὶ προῆγον τῷ χρόνῳ. Τὸν δ' αὐτὸν εἶναι λόγον καὶ ἐπὶ τῆς τάξεως τῶν Ψαλμῶν, καθόλου μὲν ἁπάντων, ἰδίως δὲ καὶ τῶν μετὰ χεῖρας ἡμῖν ἐξεταζομένων· εἰ μὴ ἄρα τις βαθύτερος νοῦς λανθάνων ἡμᾶς ἑτέρους τινὰς λογισμοὺς παραστήσει τῆς τῶν ἐζητημένων αἰτίας Τά γε μὴν ἡμῖν ὑποπεσόντα εἴς τε την τάξιν Τῶν υἱῶν Κορὲ, καὶ περὶ τῆς Πρησευχῆς τοῦ Δαυΐδ τῆς πρὸ τοῦ μετὰ χεῖρας
And what has been said will be confirmed from prophetic proofs; for in the prophetic books one may often find things spoken earlier in time placed second in order, and things prophesied later set in front of those that preceded them in times. Jeremiah, for instance, begins to prophesy in the time of Josiah, and extends down to Zedekiah and the captivity; and Zedekiah was the fourth king from Josiah. For second after Josiah, Jehoiakim his son succeeds to the rule; after whom third is Jeconiah the son of Jehoiakim; after whom fourth is Zedekiah the brother of Jehoiakim; and though Jeremiah prophesied under all of these, the scripture named after him begins from Josiah; then as it proceeds it makes mention of Jeconiah the third from Josiah; then it prophesies the things under Zedekiah, who was fourth from Josiah; next after which it sets the things prophesied in the fourth year under Jehoiakim, who was second after Josiah. Then next it brings in the things at the beginning of the same Jehoiakim; then the things under Zedekiah, and again the things under Jehoiakim. Then it makes mention of the captivity into Babylon, and how after Zedekiah Gedaliah was appointed leader of those left behind, and how Ishmael slays Gedaliah, after whom Johanan the son of Kareah leads. And after all these it next brings in the prophecies spoken in the 4th year of Jehoiakim, and again those spoken at the beginning of the reign of Zedekiah. And you would find similar things in Ezekiel as well. Since in his scripture too the prophecies are not put together consecutively according to their times; rather, those belonging to the 27th year of the captivity are placed before what was spoken in the 11th of the captivity; for after those in the 27th year are transmitted those spoken in the 11th year of the captivity; and again after those in the 11th others are transmitted that were spoken in the 10th year, and next those in the 25th year. And of all these things someone might say the cause is none other than the one that has been given. For as the things prophesied piecemeal at various times and under each king were in ancient times preserved scattered here and there, as is likely, among the zealous, either Ezra or else certain others, gathering under a single compass the things spoken by each of the prophets at diverse times, arranged first the discourses first found, and then next joined on those found afterwards, even if they preceded in time. And the same principle holds also in the case of the order of the Psalms, both of all in general, and specifically of those being examined in hand by us; unless indeed some deeper sense escaping our notice shall present certain other explanations of the cause of the matters inquired into. What has occurred to us, however, both regarding the order Of the sons of Korah, and concerning the Prayer of David before the one in hand
Notes, col. 1041

On the reading

Printed πραφητικαῖς, for προφητικαῖς.

Printed την, for τὴν.

Printed Πρησευχῆς, for Προσευχῆς.

PG 23:1044Read from the page
ψαλμοῦ κειμένης, καὶ μέσης Τῶν υἱῶν Κορὲ παρεμβεβλημένης, πρόκειται τοῖς ἐθέλουσιν ἐντυγχάνειν τοῖς εἰρημένοις ἡμῖν ἔμπροσθεν. Ταῦτα μὲν οὖν ἡμῖν ὧδέ πη προγεγυμνάσθω.
Psalm as it lies, and inserted in the midst Of the sons of Korah, lies open to those who wish to peruse what has been said by us above. Let these matters, then, be exercised thus far by us by way of preliminary inquiry.
Ἐπεὶ δὲ ἀορίστως ἀρχόμενος ὁ λόγος ἐν τῷ ψαλμῷ φησιν· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· εἰκότως ἄν τις ζητησειε, τίνος αὐτοῦ. Προχείρως μὲν αὖν εἴποι τις ἂν νοεῖσθαι τοῦ Θεοῦ· ἐπειδὴ ἑξῆς ἐπιλέγεται, ἡ πόλις τοῦ Θεοῦ. Ἐγὼ δὲ, ἐπιστήσας τῇ ἀκολουθίᾳ τοῦ ψαλμοῦ, καὶ εὑρὼν ἑξῆς εἰρημένον τό· Μὴ τῇ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν ἀνθ' οὗ ὁ Ἀκύλας πεποίηκε· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτήν· Ὁ δὲ Σύμμαχος· Περὶ δὲ Σιὼν λεχθήσεται· Καθ' ἕκαστον ἄνθρωπον αὐτὸς ἐτέχθη ἐκεῖ· αὐτὸς δὲ ἥδρασεν αὐτήν· ἡγοῦμαι σφόδρα ἀκολούθως εἰρῆσθαι τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι, καὶ μὴ προκεῖσθαι τὸ, τοῦ Θεοῦ· ἵν', ἐπιζητήσαντες τίνος αὐτοῦ, εὕρωμεν ἀπὸ τῶν ἑξῆς τὸν λεγόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα, τὸν καὶ γεννηθέντα ἐκεῖ· Ἄνθρωπος, γάρ φησιν, ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἢ καὶ αὐτὸς ἥδρασεν αὐτήν. Λεγομένου τοιγαροῦν τοῦ· Οἱ θεμέλιοι αὐτοῦ, προσυπακούσωμεν ἡμεῖς τὸ τοῦ ἀνδρὸς τοῦ θεμελιώσαντος αὐτήν· δῆλον δ' ὅτι τὴν τοῦ Θεοῦ πόλιν. Πόλιν δὲ ταῦ Θεοῦ νομίζειν τὴν κατὰ Παλαιστίνην τὰ πάλαι συνεστῶσαν Ἰουδαίων μητρόπολιν οὐ μόνον ταπεινὸν, ἀλλὰ καὶ δυσσεβές. Τὸ γὰρ περὶ τῆς νῦν ὑπὸ ἀλλοφύλων ἐθνῶν οἰκουμένης ἐν τῇ Ἰουδαίᾳ πόλεως λέγεσθαι νομίζειν τό· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, τὰς νῦν ἐρήμους καὶ ἠφανισμένας· καὶ τό· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ· καὶ πάλιν ἀλλαχοῦ· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· καὶ πάλιν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ· καὶ ταῦτα πάντα νομίζειν λέγεσθαι περὶ πόλεως ἣν ἄνδρες οἰκοῦσι νῦν Ἕλληνες καὶ ἀλλόφυλοι καὶ εἰδωλολάτραι, σφόδρα μοι δοκεῖ ταπεινῆς εἶναι, καὶ μικροπρεποῦς διανοίας. Εἰ δέ τις νοήσειεν ὅπως εἰώθασιν αἱ θεῖαι καὶ προφητικαὶ φωναὶ πόλιν Θεοῦ καλεῖν τὸ θεοσεβὲς πολίτευμα, ὄψεται τίνα τρόπον καθ' ὅλης τῆς οἰκουμένης τὴν θεοφιλῆ ταύτην καὶ θεοσεβῆ πολιτείαν τε καὶ πόλιν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ Θεοῦ, ἐθεμελίωσέ τε καὶ ἥδρασε. Διὸ καὶ ποικίλως κηρύττεται ὑπὸ τῶν προφητῶν ἐν οἷς λέγεται περὶ αὐτοῦ, καὶ τά· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου. Τὴν γὰρ τοῦ Θεοῦ πόλιν, δηλαδὴ τὴν κατὰ Θεὸν πολιτείαν καὶ τὸ θεοσεβὲς πολίτευμα καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης μόνος αὐτὸς γεννηθεὶς ἐν αὐτῇ ἱδρύσατο, καὶ κατεπήξατο διὰ τῆς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ καὶ πόλει συνεστώσης αὐτοῦ καθολικῆς
Now since the discourse in the psalm begins indefinitely and says: His foundations are in the holy mountains, someone might reasonably inquire, Whose? Offhand, then, someone might say that God's is understood, since next there is added, the city of God. I, however, having attended to the sequence of the psalm, and having found spoken next: Shall one not say to Sion: A man and a man was born in her, and He Himself founded her—instead of which Aquila rendered: And to Sion it shall be said: A man and a man was brought forth in her, and He Himself shall establish her; while Symmachus rendered: And concerning Sion it shall be said: Man by man He Himself was brought forth there; and He Himself established her—consider that it has been said very consistently: His foundations are in the mountains, without of God being set beforehand, in order that, seeking Whose?, we might find from what follows the man who is said to have founded Sion, who was also born there; for A man, it says, was brought forth in her, and He Himself founded her; or also He Himself established her. When therefore it is said: His foundations, let us supply in thought: of the man who founded her—plainly, that is, the city of God. Now to suppose the city of God to be the anciently established metropolis of the Jews in Palestine is not only base, but even impious. For to suppose that concerning the city in Judaea now inhabited by foreign nations is spoken the saying: The Lord loves the gates of Sion, which are now desolate and obliterated; and: Glorious things were spoken concerning thee, O city of God; and again elsewhere: The streams of the river gladden the city of God (Ps. 45:5); and again: Great is the Lord and exceedingly to be praised in the city of our God, in His holy mountain (Ps. 47:2)—to suppose all these things to be spoken concerning a city which Greek and foreign and idolatrous men now inhabit seems to me to belong to an exceedingly base and petty-minded understanding. But if anyone should perceive how the divine and prophetic utterances are accustomed to call the godly commonwealth the city of God, he will see in what manner throughout the whole inhabited earth our Saviour and Lord Jesus the Christ of God both founded and established this God-loving and godly polity and city. Wherefore He is also proclaimed in manifold ways by the prophets where there is spoken concerning Him this too: He shall build My city (Isa. 45:13). For the city of God, namely the polity according to God and the godly commonwealth throughout the whole inhabited world of mankind, He alone, having been born in her, set up and fixed firm through His catholic [Church] established in every place and every country and city
Notes, col. 1044

On the reading

Printed ζητησειε, for ζητήσειε.

Printed αὖν, for οὖν.

Printed ταῦ, for τοῦ.