σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπό λόγου ταραχώδους, καὶ ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι.» Διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ Ὑψίστου βοήθειαν, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλὰ οὐδὲ ἐκ τῶν ἑξῆς ἐπιφερομένων· «Ἐπεὶ» γὰρ «σὺ, Κύριε, τὸν Ὕψιστον ἔθου καταφυγήν σου, διὰ τοῦτο οὐ προσελεύσεται πρός σε κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.» Μάστιγας δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς Εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾷν τῷ σκηνώματι τοῦ Χριστοῦ, τουτέστι τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησι. Πῶς γὰρ, ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλασε; Περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε «ὤμοσε τῷ Κυρίῳ, καὶ ηὔξατο τῷ Θεῷ Ἰακὼβ,» λέγων· «Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, ει δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.» Καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο· «Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ,» καὶ τὸ, «Αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους,» καὶ τὸ, «Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου,» καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται· ὡς καὶ τὸ, «Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε·» καὶ τὸ, «Ἐπὶ χειρῶν ἀροῦσί σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.» Ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς Θεὸν λέγεσθαι ἁρμόσοι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ, ὅπερ δι' ἡμᾶς ἀνείληφεν, ὅτε «ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς· ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν· «Ὅτι σὺ, Κύριε ἐλπίς μου, Ὕψιστον ἔθηκας οικητήριόν σου. Οὐ μεταχθήσεται πρὸς σὲ κακὰ, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖται, τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·» ὁ δὲ Σύμμαχος· «Σὺ γὰρ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου. Οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ὁδοῖς.» Οὐκοῦν διὰ τούτων αὐτῶν τῷ Κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ, «Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς. Ἐπὶ χειρῶν ἀροῦσί σε, δηλαδὴ σὲ τὸν Κύριον, μήποτε σὺ ὁ Κύριος προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.» Ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ Σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται, ὅτε, «Παραλαβὼν αὐτὸν εἰς την ἁγίαν πόλιν, ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Ει Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. Γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Πρὸς ὃν ὁ Κύριος ἡμῶν ἀποκριθεὶς εἶπε· Γέγραπται· Οὐκ ἐκπειράσεις Κύριον τὸν
you from the snare of the hunters and from a troubling word, and with his shoulders he will overshadow you." Therefore, having such paternal help from the Most High, you will not fear the terror of night, nor any of the things previously listed, nor even those added next; "for since you, O Lord, have made the Most High your refuge, therefore no evils shall come upon you, and no scourge shall draw near to your dwelling." Now you may find demonic workings called "scourges" in the Gospels as well, which he says are not even able to dare approach the dwelling of Christ — that is, his body. For how could they, when by a word alone he drove them out of human beings? Concerning this dwelling David too once "swore to the Lord and vowed to the God of Jacob," saying: "If I climb upon the couch of my bed, if I give sleep to my eyes, slumber to my eyelids, and rest to my temples, until I find a place for the Lord, a tabernacle for the God of Jacob." And it was on account of this very dwelling that it was said, "You will not fear the terror of night," and "He himself will deliver you from the snare of the hunters and from a troubling word," and "No evils shall come upon you, and no scourge shall draw near to your dwelling," along with all the more human expressions spoken of him — such as "He will command his angels concerning you, to guard you," and "On their hands they will bear you up, lest you strike your foot against a stone." For such words could not fittingly be spoken as to God, whereas they do apply to his dwelling, which he assumed for our sake when "the Word became flesh and dwelt among us." Moreover, for the exact confirmation of what has been said, it seems good to me to set down the renderings of the other translators as well. Of these, Aquila spoke thus: "Because you, O Lord, my hope, have made the Most High your habitation; evils shall not be brought over to you, and no plague shall draw near in your shelter; for he will command his angels to guard you in all your ways." And Symmachus: "For you, O Lord, my fearlessness, have set your dwelling most high; evil shall not prevail over you, nor shall any plague draw near to your tent; for he will command his angels concerning you, to guard you in all ways." By these very words, therefore, it is spoken to the Lord as concerning another who is greater: "He will command his angels concerning you, to guard you in all the ways; on their hands they will bear you up" — namely you, the Lord — "lest you, the Lord, strike your foot against a stone." And the devil too made use of these words in his temptation against our Savior, when, "taking him into the holy city, he set him upon the pinnacle of the temple and said to him: 'If you are the Son of God, throw yourself down from here; for it is written that he will command his angels concerning you, and on their hands they will bear you up, lest you strike your foot against a stone.' To whom our Lord answered and said: 'It is written, You shall not put to the test the Lord