ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ·» καὶ ἐπειδήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται· «Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ·» περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων, τὸ, «Ἀπὸ βέλους πετωμένου ἡμέρας·» καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτί· «Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου·» περὶ δὲ τῶν ἐν ἡμέρᾳ· «Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.» Εἶτ' ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτὸν, καὶ αἱ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κρατερώτερα μὲν τὰ δεξιὰ, εἰκότως αὐτῷ ἐπιλέγεται· «Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου· πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ.» «Κλίτους» ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος τοῦ ἀριστεροῦ, τῷ μηδὲν σκαιὸν, μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. Καὶ ἐπειδὴ ὅλη μυριάς. ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, εἰκότως ἐπὶ τούτοις ἑξῆς εἴρηται· «Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.» Καὶ ἔσται ταῦτα, φησὶ, περὶ σὲ τὸν Χριστὸν τοῦ Θεοῦ, «ἐπειδήπερ σὺ» αὐτὸς, ὦ Κύριε, ὃς τυγχάνεις ὢν ἡ «ἐμὴ ἐλπὶς, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Ἔνθα καὶ ἐπιστήσεις, τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν Κύριόν φησιν· «Ὅτι σὺ, Κύριε ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου,» διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως Κύριον, καὶ τὸν τούτου Πατέρα Θεὸν ὕψιστον· διὸ ἐπειδήπερ αὐτὸν, ὡς Πατέρα καὶ Θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ, «Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.» Καὶ ἐπιμελῶς γε τήρει τίνα τρόπον ἐν τῷ, «Ὅτι σὺ, Κύριε ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου,» τὸ, «Κύριε,» διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ανεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες, ἐπὶ μόνου τοῦ Θεοῦ παραλαμβάνειν ειώθασιν· ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ Λόγου θεότητος ἐν πλείσταις κείμενον Γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ Κυρίου· «Ὅτι σὺ, Κύριε ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου·» μονονουχὶ λέγων· Ὅτι σὺ αὐτὸς, ὦ Κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν Θεὸν τὸν ὕψιστον εἰδὼς ἐκεῖνον, αὐτὸν ἔθου καταφυγήν σου· ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ ψαλμοῦ περὶ τοῦ αὐτοῦ· «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Ἐπειδὴ τοίνυν σὺ, ὦ Κύριε, τὸν Ὕψιστον ἔθου καταφυγήν σου,» τούτου χάριν αὐτὸς ὁ Ὕψιστος, φησὶ, «ῥύσεταί
you shall find hope; his truth will surround you with a shield." And since he was tempted for forty days and as many nights, concerning those that assailed him by night it is said, "You will not fear the terror of night," while concerning those that warred against him by day, "nor the arrow that flies by day"; and again, concerning those in the night, "nor the thing that stalks in darkness," and concerning those in the daytime, "nor mishap and the midday demon." Next, since during the temptation evil powers encircled him, and those pressing upon his right side far outnumbered those on the left — inasmuch as the right side is stronger — it is fittingly added to him: "A thousand will fall at your side, and ten thousand at your right hand, yet it will not come near you" — "side" being named instead of the left, and the word "left" fittingly passed over in silence because nothing awkward or sinister is found in him. And since a whole myriad, together with a thousand, are said to fall both from his side and from his right hand, after this it is fittingly said next: "Only with your eyes you shall observe, and you shall see the recompense of sinners." And these things, he says, will happen concerning you, the Christ of God, "because you" yourself, O Lord, who are "my hope, have made the Most High your refuge." Here too you will note how the prophet addresses the Lord himself when he says, "Because you, O Lord, my hope, have made the Most High your refuge," carefully distinguishing one who is Lord in his own right and his Father, God Most High. Wherefore, since Christ has made him — as Father and God Most High — his refuge, it is said to him: "No evils shall come upon you, and no scourge shall draw near to your dwelling; for he will command his angels concerning you, to guard you in all your ways. On their hands they will bear you up, lest you strike your foot against a stone." Observe carefully too how in the verse, "Because you, O Lord, my hope, have made the Most High your refuge," the word "Lord" is represented in the Hebrew by the four-letter name, which the children of the Hebrews say is unpronounceable and are accustomed to apply to God alone; yet we have previously demonstrated that in very many Scriptures it is also used of the divinity of the Word, just as in the psalm now in hand, which speaks to the person of the Lord himself: "Because you, O Lord, my hope, have made the Most High your refuge" — all but saying: Because you yourself, O Lord, who are the hope of me who prophesy these things, knowing that God Most High to be greater than yourself, have made him your refuge — whence at the beginning of the psalm too it was said of this same one: "He who dwells in the help of the Most High shall abide under the shelter of the God of heaven. He will say to the Lord: You are my protector and my refuge, my God, my helper, and I will hope in him. Since, therefore, you, O Lord, have made the Most High your refuge," for this reason the Most High himself, he says, "will deliver