Migne Reading Room

PG 22 · cols. 692–701 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:692Read from the page
μοθεσίαν. Θειοτέρᾳ γοῦν ἢ κατὰ Μωϋσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὐτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὐτοῦ διετάξατο, μείζονι ἢ κατὰ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπών· « Ἠκούσατε, ὅ τι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι » εἰκῆ, καὶ τὰ τούτοις ἀκόλουθα ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ' οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς, ὅτι ἐξεπλήττοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ « διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν. » Τὸν δὲ τρόπον τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν Χριστιανισμὸν, ὅ τί ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ' ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. Ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι' ὃν ὁ Κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς. Ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωϋσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ' ἡμέραις τρισὶν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς ἐνθέου ἐπιφανείας, οἱ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ Θεοῦ χάριν· διὸ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας, παρῃτοῦντο λέγοντες τῷ Μωϋσεῖ· « Σὺ λάλει πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν. » Εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ Κύριος τῆς εὐλαβείας, φησὶ δέ· « Ὀρθῶς πάντα ὅσα ἐλάλησαν· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν, ὥσπερ σέ. » Οὐκοῦν τὸ αἴτιον ἐδίδαξε τοῦ δίκην προφήτου μέλλειν αὐτὸν εἰς ἀνθρώπαυς ἐπιφάνειαν ποιεῖσθαι· τοῦτο δ' ἦν ἀσθένεια ἀνθρώπων, καὶ τῆς κρείττονος θεωρίας παραίτησις. Ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. Εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἱ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου, καὶ ἔλεγον· « Ὁ προφήτης εἶ σύ; Ὁ δὲ ἔφη· Οὔκ. » Ἀλλ' ὁ Ἰωάννης, τἀληθὲς ὁμολογῶν, οὔτε προφήτης εἶναι ἠρνήσατο, ἦν γὰρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μωϋσέως δεδηλωμένος· ἄτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκε. Καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, « Οὐχ ἦλθον, φησὶν, εἰ μὴ εἰς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ. » Τοῖς δὲ ἀποστόλοις αὐτοῦ παρήνει λέγων· « Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· » σαφῶς διδάσκων, ὅτι δὴ αὐτοῖς προηγουμένως ἀπέσταλτο, τῇ προφητείᾳ ἀκολούθως. Ἐπειδὴ δὲ οὐκ ἐδέξαντο τὴν χάριν, ἀπελέγχει μὲν αὐτοὺς ἐν ἑτέροις, λέγων· « Διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὑπακούων. » Φησὶ δὲ πρὸς αὐτούς· « Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. » Καὶ τοῖς γε αὐτοῦ μαθηταῖς μετὰ τὴν ἐκείνων παραίτησιν προστάττει· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου. » Οὕτω δῆτα ἡμεῖς μὲν τὰ ἔθνη
lation. By a power more divine, therefore, than that according to Moses, He ordained His sacred laws throughout the whole world through His evangelists, legislating with an authority greater than belongs to man, saying: "You heard whatever was said to the ancients: You shall not murder; but I say to you not even to be angry" without cause, and all that follows upon these words as is contained in His written teachings, over which the evangelist bears witness, saying that all were astonished at His teaching; for He was "teaching them as one having authority, and not as their scribes." Having gone through the manner of our Saviour's teaching and legislation at the beginning of the present treatise, when we brought into the open what Christianity ever is, we shall refer our readers even now to those passages. Yet it is worthwhile to attend to the reason on account of which the Lord promises to raise up a prophet for them. For since He Himself had commanded Moses to sanctify all the people for three days, so that they might become at once beholders and hearers of the divine manifestation, yet they proved too weak for the grace of God; wherefore, finding themselves at the beginning of the vision, they begged off, saying to Moses: "You speak to us, and let not God speak to us, lest we die." Reasonably on this account the Lord commends them for their reverence, yet says: "Rightly have they spoken all that they spoke; a prophet I will raise up for them from the midst of their brothers, just like you." Therefore He taught the cause why He was going to make His manifestation among men after the manner of a prophet; and this was human weakness and the declining of the higher vision. You have, accordingly, the cause also of the incarnation of the prophesied prophet. Reasonably, therefore, awaiting Him, those of the circumcision inquired of John the Baptist, and said: "Are you the prophet? And he answered: No." Yet John, confessing the truth, did not deny being a prophet, for he was one, but denied being himself the prophet signified by Moses; and he taught that he had been sent before that prophet. And inasmuch as the oracle prophesied that the prophet would be raised up for those very men of the circumcision, reasonably our Saviour and Lord, since He Himself was the One proclaimed beforehand, says, "I did not come save unto the lost sheep of the house of Israel." And to His apostles He gave charge, saying: "Go not off into the way of the Gentiles, and enter not into a city of the Samaritans; but go rather to the lost sheep of the house of Israel," clearly teaching that He had been sent primarily to them, in keeping with the prophecy. But since they did not receive the grace, He rebukes them elsewhere, saying: "Because I came, and there was no man; I called, and there was none who obeyed." And He says to them: "The kingdom of God shall be taken away from you, and shall be given to a nation producing the fruits thereof." And to His disciples, after their refusal, He commands: "Having gone forth, make disciples of all the nations in My name." Thus indeed we the Gentiles
Notes, col. 692

On the reading

Printed ἀνθρώπαυς, for ἀνθρώπους.

Printed ἄτι, for ὅτι.

PG 22:693Read from the page
τὸν προαναφωνηθέντα καὶ πρὸς τοῦ Πατρὸς ἀπεσταλμένον προφήτην, ἅτε νομοθέτην ἅπασι γενόμενον ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων Θεὸν εὐσεβείας, διὰ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας ἔγνωμεν καὶ κατεδεξάμεθα, πληρουμένης κατὰ τὸ αὐτὸ καὶ ἑτέρας προῤῥήσεως, δι' ἧς εἴρηται· « Κατάστησον, Κύριε, νομοθέτην αὐτοῖς, γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι· » τὸ δὲ Ἰουδαίων ἔθνος μὴ παραδεξάμενον τὸν προφητευόμενον, δίκην ἔτισε τὴν ἀξίαν, κατὰ τὴν θείαν πρόῤῥησιν φήσασαν· « Καὶ ὁ ἄνθρωπος ὃς ἐαν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ. » Ἐκδεδίκηται γοῦν ἐκ τοῦ λαοῦ ἐκείνου πᾶν αἷμα ἐκχυθὲν ἐπὶ τῆς γῆς, ἀπὸ αἵματος Ἄβελ ἕως αἵματος Ζαχαρίου, καὶ αὐτοῦ γε ἐπὶ πᾶσι τοῦ Χριστοῦ, οὗ τὸ αἷμα καθ' ἑαυτῶν ἐξαιτησάμενοι καὶ κατὰ τῶν ἰδίων παίδων, εἰσέτι νῦν τῆς τολμηθείσης αὐτοῖς ἀσεβείας τὴν τιμωρίαν ὑπέχουσιν.
have come to know and welcomed through His saving and evangelical teaching the prophet proclaimed beforehand and sent by the Father, seeing that He became for all men the lawgiver of godliness towards the God of the universe, another prediction also being fulfilled at the same time, through which it has been said: "Appoint, O Lord, a lawgiver over them; let the nations know that they are men;" whereas the nation of the Jews, not having accepted the One prophesied, paid the due penalty, according to the divine prediction which said: "And the man who does not hear all that the prophet speaks in My name, I will exact vengeance from him." Vengeance has accordingly been exacted from that people for all blood shed upon the earth, from the blood of Abel unto the blood of Zechariah, and above all of Christ Himself, Whose blood having demanded upon themselves and upon their own children, even until now they undergo the punishment of the impiety dared by them.
Ἀπὸ τοῦ Ἰώβ. — Περὶ τῆς ἐν θαλάττη πορείας τοῦ Χριστοῦ.
From Job. — Concerning Christ's walking upon the sea.
« Ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ' ἐδάφους. » Καὶ ταῦτα μόνῳ τῷ Σωτῆρι καὶ Κυρίῳ ἡμῶν, ὡς ἂν Θεοῦ Λόγῳ, δημιουργῷ τῶν ὅλων τυγχάνοντι ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀνθρώπινον ἀναλαβὼν, ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λέγεται, ὅτε τοὺς ἑαυτοῦ μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους· καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, κατ' ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θαλάσσης. Ἰδόντες δὲ αὐτὸν ἐπὶ τῆς θαλάσσης, ἐταράχθησαν, λέγοντες, ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς, λέγων· « Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. » Ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκεῖν περιέχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον. Τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων περιπατεῖν λέγεσθαι ἐπὶ τῆς θαλάσσης; Πῶς δὲ καὶ νοηθείη περίπατος ἐπὶ τῆς θαλάσσης τοῦ τὰ πάντα περιέχοντος, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος; καὶ μονονουχὶ λέγοντος· « Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· » καί· « Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος. » Ὁ δέ γε Σωτὴρ καὶ Κύριος ἡμῶν, ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως ἑαυτοῦ παρέχων ὁρᾷν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις
"Who speaks to the sun, and it does not rise, and seals up against the stars, Who alone stretched out the heaven, and walks upon the sea as upon dry ground." These words too would fit our Saviour and Lord alone, inasmuch as He is the Word of God and Artificer of the universe; for alone of all who ever lived, during the times of His incarnation, having taken up a human body and form, He is said to have walked upon the sea, when He compelled His own disciples to embark into a boat and go ahead of Him to the other side, until He Himself should dismiss the crowds; and having dismissed the crowds, He went up onto the mountain by Himself to pray. And when evening came, He was there alone. Meanwhile the boat was already in the midst of the sea. And seeing Him upon the sea, they were troubled, saying that it is an apparition, and they cried out from fear. Straightway He spoke to them, saying: "Take courage, it is I; be not afraid." Otherwise it could not appear to contain a worthy theology, if one were to take the oracle as referring to the supreme God and Father of the universe. For what has it of majesty and note in the case of the God of the universe to be said to walk upon the sea? And how indeed could a walk upon the sea be conceived of Him Who encompasses all things, and fills heaven and earth, and all but says: "Heaven is My throne, and the earth is the footstool of My feet;" and: "Heaven and earth do I fill, says the Lord"? Yet our Saviour and Lord, having emptied Himself, and taken the form of a servant, and been found in fashion as a man, offering to His own disciples to behold a token of His divine power that escaped the notice of the many, upon the sea's
Notes, col. 693

On the reading

Printed ἐαν, for ἐὰν.

Printed θαλάττη, for θαλάττῃ.

PG 22:696Read from the page
ἐπιβαίνων κύμασι, καὶ τῷ κλύδωνι καὶ τοῖς ἄνεμοις ἐπιτιμῶν ἀναγέγραπται· ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες· « Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούει; » ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον νοουμένης ἑτέρας θαλάσσης, ἐν ᾗ λέγεται δράκων τις εἶναι, πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων τοῦ Θεοῦ, ἐφ' ἣν καὶ αὐτὴν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐμπεριπατήσας, τὴν κεφαλὴν τοῦ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι, κατὰ τό· « Σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος· » σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν ἐν ψαλμῷ φησιν· « Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης· » καὶ πρὸς τὸν Ἰὼβ τὰ περὶ ἑαυτοῦ διεξιών· « Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; » Εἰκότως οὖν κὰν τῷ καθ' ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι, τὰ σύμβολα τῶν ἀποῤῥητοτέρων ἐπιτελεῖ.
waves walking, and rebuking the surge and the winds, is recorded; when those also who beheld marvelled, saying: "What sort of man is this, that even the winds and the sea obey Him?" Moreover, this too was a symbol of something else greater, another sea understood spiritually, in which a certain dragon is said to be, made to be mocked by the angels of God, walking upon which very sea also our Saviour and Lord is said to have crushed the head of the dragon there and of the remaining subordinate dragons, according to the saying: "Thou crushed the heads of the dragons upon the water, and Thou crushed the heads of the dragon;" another sea clearly being understood, concerning which He Himself says again in a psalm: "I came into the depths of the sea;" and recounting to Job the things concerning Himself: "Have you come upon the fountain of the sea, and have you walked in the footsteps of the abyss? Do the gates of death open to you in fear, and did the gatekeepers of Hades cower upon seeing you?" Reasonably, therefore, in this life among us as well, having stepped upon the sea and rebuked the winds and the surge, He accomplishes the symbols of more ineffable mysteries.
Ἀπὸ τοῦ Ἠσαΐου. — Περὶ τῶν ἐπιτελεσθέντων ὑπ' αὐτοῦ παραδόξων.
From Isaiah. — Concerning the marvels accomplished by Him.
« Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι, τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. » Καὶ τούτων ἔχεις ἐν τοῖς Εὐαγγελίοις τὰ ἀποτελέσματα· τούτου μὲν, ὁπηνίκα τῷ Σωτῆρι καὶ Κυρίῳ ἡμῶν προσέφερον παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο· τούτου δὲ, ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο· οὐ μὴν ἀλλὰ καὶ δι' ὧν εἰσέτι νῦν καθ' ὅλης τῆς οἰκουμένης μυρία πλήθη πολυτρόποις κακίας εἴδεσι δεδεμένα, ἀγνωσίας τε τοῦ ἐπὶ πάντων Θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὐτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει Πλὴν ὅτι καὶ Θεὸς ἐν τούτοις ἀνηγόρευται κατὰ καιρὸν, ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται. Καὶ ἔπρεπέ γε νῦν γοῦν, εἰ καὶ ἄλλοτε, Θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτι καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο. Θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκροὺς, σωτηρίαν τε ἀσθενοῦσι παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν, καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾷν· ἅπερ ἅπαντα ὑπὸ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται, οἷα ὑπὸ Θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ
"Be strong, slackened hands and palsied knees; comfort one another, you faint-hearted in mind; be strong, fear not: behold, our God renders judgement, and will render it; He Himself will come and save us. Then shall the eyes of the blind be opened, and the ears of the deaf shall hear; then shall the lame man leap like a deer, and the tongue of stammerers shall be clear." And of these things you have the fulfilments in the Gospels: on the one hand, when they brought to our Saviour and Lord a paralytic laid upon a bed, whom by a word He restored sound; on the other hand, when countless blind men and demoniacs, and furthermore those distressed by diverse diseases and infirmities, were rid of their afflictions by His saving power; nay more, through the things whereby even until now throughout the whole inhabited earth He marvellously and beyond all reckoning heals and cures with the medicines of His teaching countless multitudes bound in manifold forms of wickedness and filled in their souls with ignorance of the God over all. Moreover, that He has also been proclaimed God in these words seasonably, inasmuch as He works such deeds, has already been demonstrated by us previously in the testimonies concerning His deity. And it was fitting now at all events, if ever at any other time, that He should be confessed to be God, because He also displayed works of divine and truly God-inspired power. For it belonged to God alone and to none other to strengthen the palsied, to give life to the dead, to grant healing to the sick, to open the eyes of the blind, and likewise to heal the hearing of the deaf, to set upright the lame, and to restore those bound in tongue to clear speech; all of which things have been wrought by our Saviour Jesus Christ, as by God, and have been attested by
Notes, col. 696

On the reading

Printed ἄνεμοις, for ἀνέμοις.

Printed θεραπεύει, for θεραπεύει..

PG 22:697Read from the page
πλειόνων τῶν καθ' ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν· ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται ἡ διὰ βασάνων πεῖρα, καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων, ἀρχόντων τε καὶ ἡγεμόνων, καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ' αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες. Τούτοις δὲ αὐτοῖς ἡγοῦμαι τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ, « Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. » Ἐπεὶ γὰρ τὰς χεῖρας καὶ τὰς πρακτικὰς δυνάμεις οὗτοι, τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωϋσέως νόμον λὰτρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν· « Ἰσχύσατε, φησὶ, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, » εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ Εὐαγγέλιον δρόμου. Ἰσχύσατε δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους, καὶ παρορμᾷν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας, ὑμεῖς οἱ τὸ πρὶν ὀλιγόψυχοι, καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι· ἀλλὰ καὶ πρὸς τούτους ἰσχύσατε, καὶ μὴ φοβεῖσθε. Θεὸς γὰρ ἦν καὶ Θεοῦ Λόγος, ἀλλ' οὐ Μωϋσεῖ τις παραπλήσιος, οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνων τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος. Πίστις δ' ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου Σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι' ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς, καὶ λεπροὺς, καὶ παρειμένους ἰάσατό ποτε λόγῳ, κατὰ τὰς περὶ αὐτοῦ Γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι' ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε, τοῖς οἵοις τε συνορᾷν ἐπιδείκνυται· ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος, καὶ ὡς ἀληθῶς Θεοῦ Λόγος, ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἁπάσης τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς Θεοῦ γνῶσιν, ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων Θεοῦ. Οὗτος δὲ αὐτὸς ὁ Θεὸς ἡμῶν, ἅτε τυγχάνων Θεοῦ Λόγος, « Κρίσιν, φησὶν, ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. » Κατὰ γὰρ τὸν ψαλμὸν φήσαντα· « Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δός, » καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι' ἧς εἴρηται· « Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, » παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀπεδέδωκε, πάντας δὲ ἁπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο· ὧν τὰ ὦτα τῆς δὶανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν.
very many who have proclaimed Him throughout the whole inhabited earth; the unfeignedness and truth of whose testimony are confirmed by their trial through tortures and their steadfastness unto death, which they displayed before kings, rulers, and governors, and whole nations, bearing witness to the truth of the things proclaimed by them. And to these very evangelists and apostles of His I consider the prophetic Spirit to address the words beginning from, "Be strong, slackened hands and palsied knees." For since they had grown slack in their hands and active powers, as well as in their steps and walking, from the long circuit of worship according to the law of Moses, rousing them up to the way of life according to the Gospel, he says, "Be strong, slackened hands and palsied knees," for readiness, plainly, of the course according to the Gospel. Be strong also for exhorting others and urging them on to lay hold of the evangelical salvation, you who formerly were faint-hearted, and let no fear seize you of those from outside who oppose the evangelical proclamation; rather, against these too be strong, and fear not. For He was God and the Word of God, and not someone comparable to Moses, nor someone like the prophets—not a maker of marvellous wonders only, but One Who has also become the author of strength for you yourselves. And the clearest proof of the divine power of our prophesied Saviour, through which He truly once healed by a word the lame, the blind, lepers, and the palsied according to the Scriptures concerning Him, would be the virtue even until now wrought by His deity throughout the whole world of mankind, through which by the very deeds themselves He is shown to those able to perceive what sort of One He was then also; seeing that even over so many ages afterwards He Who was proclaimed by Him is proved enduring and invincible, and truly the Word of God, overcoming all who from the beginning even until now have been arrayed to make war on His teaching, bringing under Himself countless multitudes out of all the inhabited earth, freeing those who come to Him from every sin and from the passions and maladies of the soul, calling unto His godly teaching every race of Greeks and barbarians, and leading countless numbers unto the knowledge of the only and true God and unto a sound and temperate life, such as would indeed befit a profession of the worship of the God over all. And this very God of ours Himself, inasmuch as He is the Word of God, "renders judgement," it says, "and will render it; He Himself will come and save us." For according to the psalm which said: "O God, give Thy judgement to the king," and according to the evangelical teaching through which it has been said: "The Father judges no one, but has given all judgement to the Son," having received from the Father the authority to judge, judging in righteousness, to the people of the circumcision He rendered the fitting penalty for the things dared against Himself and His prophets, whereas all men without exception who come to Him He saved equally according to what is just; whose ears of understanding and eyes He opened.
Notes, col. 697

On the reading

Printed λὰτρείας, for λατρείας.

Printed δὶανοίας, for διανοίας.

PG 22:700Read from the page
Διὸ καὶ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ, καιρὸν ἀνταποδόσεως ὁ θεῖος ἀποκαλεῖ λόγος, ἐν ἑτέροις φάσκων· « Καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. » Οὗτος δὲ ἦν καιρὸς τῆς ἀνταποδόσεως, καὶ καθ' ὃν πᾶν αἷμα ἐκχυθὲν ἀπὸ αἵματος Ἄβελ ἕως αἵματος Ζαχαρίου, καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεᾶς τῶν εἰς αὐτὸν πεπλημμεληκότων, ὡς ἐξ ἐκείνου τὸν ἔσχατον αὐτοὺς ὑπομεῖναι ὄλεθρον, καὶ τὴν ἐσχάτην πολιορκίαν. Καὶ ἡ μὲν κατ' ἐκείνους κρίσις τοιαύτην ἐποιήσατο κατ' αὐτῶν τὴν ἀνταπόδοσιν· διό φησιν ἡ προφητεία· « Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. » Ἡ δὲ περὶ τῶν δι' αὐτοῦ σωθησομένων ἑξῆς δηλοῦται διὰ τοῦ· « Αὐτὸς ἥξει, καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, » καὶ τὰ ἑξῆς. Ταύτην δὲ τὴν σωτήριον κρίσιν καὶ ἄλλη προφητεία ἐξοίσειν τὸν Χριστὸν ἐπαγγέλλεται φάσκουσα· « Ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. » Διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς Διαθήκης εἴρηται· « Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. » Κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀῤῥήτοις, καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπιστρεφόντων εἰκὸς αὐτὸν ἐνεργεῖν. Ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν λέγεται.
Wherefore also the divine word calls the time of His coming a time of recompense, saying in other places: "To proclaim an acceptable year of the Lord, and a day of recompense." And this was the time of recompense, even that in which all blood poured out from the blood of Abel unto the blood of Zechariah, and indeed of the precious blood itself of Jesus, has been avenged upon the generation of those who trespassed against Him, so that from that time they underwent utter destruction and the final siege. And the judgement against them wrought such a recompense against them; wherefore the prophecy says: "Behold, our God renders judgement and will render recompense." And that concerning those who are to be saved through Him is next declared through this: "He Himself shall come, and shall save us. Then shall the eyes of the blind be opened, and the ears of the deaf shall hear," and what follows. And this saving judgement another prophecy also promises that Christ shall bring forth, saying: "Behold My servant, I will uphold Him; My chosen, My soul has accepted Him; He shall bring forth judgement to the nations." Wherefore also concerning the word of the New Covenant it has been said: "For out of Sion shall go forth a law, and the word of the Lord out of Jerusalem, and He shall judge amidst the nations." For by divine judgement and by reasons ineffable to us, it is fitting that He works also the things of the calling of those who turn towards Him. Moreover, both teaching us the divine judgement, and training us to do all things with discernment, He is said to bring forth judgement to the nations.
Ἀπὸ τοῦ αὐτοῦ. — Περὶ τῶν σημείων καὶ τεράτων, ὧν κατειργάσατο.
From the same. — Concerning the signs and wonders which He wrought.
Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον, τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών· καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν. Οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν. »
Then shall those be manifest who seal up the law, so as not to learn. And he will say: I will wait for God, Who has turned away His face from the house of Jacob, and I will put my trust in Him. Behold, I and the children whom God gave me. And there shall be signs and wonders in Israel from the Lord Sabaoth, Who dwells on Mount Sion; and if they say to you: Seek the ventriloquists, and those who utter sounds out of the earth, the vain speakers, who utter sounds out of the belly: is not a nation with its God? Why do they inquire of the dead concerning the living? For He gave a law for a help."
Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ Ἀπόστολος τὴν φάσκουσαν λέξιν· « Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, » ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ λέγων· « Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. » Παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ' ὧν σημεῖα καὶ
In the Epistle to the Hebrews, having adduced the passage that says: "Behold, I and the children whom God gave me," the Apostle expounds it concerning Christ, saying: "Since therefore the children have shared in blood and flesh, He Himself also likewise partook of the same, that through death He might bring to nought him who holds the power of death." And His children in these words he calls the apostles, in whose case signs and
PG 22:701Read from the page
τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν τὸν Κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιὼν, διδάσκει· τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωϋσέως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν, καὶ τῷ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ τοῦ Θεοῦ· ἀσαφῶς δὲ παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένον· « Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. » Σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· « Δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασί μου. Καὶ προσδοκήσω τὸν Κύριον τὸν κρυβόντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ἀναμενῶ αὐτόν. » Καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκε τὸν τρόπον· « Ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου, καὶ προσδέξομαι τὸν Θεὸν τὸν ἀποκρυβόντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ὑπομενῶ αὐτόν. » Ταῦτα δ' οὖν οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν, οἷς ἑξῆς ἐπιλέγει· « Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαώθ. » Ὁ τοῦ Θεοῦ Λόγος ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος ἐν τῷ ὄρει Σιὼν, σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὐτοῦ μαθηταῖς, καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἁπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ' εἰ καὶ παρασαλεύοιεν αὐτοὺς, ἢ καὶ ἀναγκάζοιεν οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν τοὺς ἐγγαστριμύθους, καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια, καὶ κατ' οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει· « Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκε, » καὶ τὰ τούτοις ἀκόλουθα. Τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας.
wonders in the house of Israel the Lord Sabaoth, Who dwells on Mount Sion, will work, he teaches; and that these very men will be manifest who, as is customary with us, seal their faces with the seal of Christ, and are instructed no longer to learn the law of Moses, because it no longer stands, and because what is called the house of Jacob has been forsaken by God; though obscurely expressed in the Septuagint: "Then shall those be manifest who seal up the law so as not to learn. And he will say: I will wait for God Who has turned away His face from the house of Jacob, and I will put my trust in Him." More clearly Symmachus rendered it, saying: "Bind a testimony, seal a law among My ordinances. And I will look for the Lord Who hides His face from the house of Jacob, and I will await Him." And Aquila too himself rendered it in this manner: "Bind up a testimony, seal a law among My instructed ones, and I will await God Who has hidden His face from the house of Jacob, and I will endure for Him." These things, then, the apostles of our Saviour are taught to do, to which he next adds: "Behold, I and the children whom God gave me. And they shall be for signs and wonders in Israel from the Lord Sabaoth." The Word of God in the man whom He has assumed, having also made His stay on Mount Sion and wrought signs and wonders, together with His disciples exhorts also all those from among all the former idolaters who have believed in Him no longer in any way to fear superstitious error; rather, even if the idolaters from the nations should try to unsettle them, or even compel them to seek the ventriloquists and the oracles of the demons as marvellous and in no respect falling short of the prophetic way of life of divine men beloved of God, He teaches that they ought to answer and say: "Why do they inquire of the dead concerning the living? For He has given a law for a help," and what follows upon these words. For to those who have once received a law and saving commandments for the help and healing of their own life, it is superfluous to busy themselves with divinations wrought through demonic deceit.
Ἀπὸ τοῦ αὐτοῦ. — Περὶ τοῦ μὴ φανητιᾷν ἐν τῷ παραδοξοποιεῖν τὸν Χριστόν.
From the same. — Concerning Christ's making no ostentatious display in working miracles.
« Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι
"Jacob is My servant, I will uphold Him; Israel is My chosen, My soul has accepted Him. He shall bring forth judgement to the nations, He shall not cry aloud, nor relax, nor shall His voice be heard outside. A bruised reed He shall not break, and smoking flax He shall not quench, but unto truth shall He bring forth judgement. He shall shine forth and shall not be shattered, until He sets judgement upon the earth, and in His name shall nations hope. Thus says the Lord God, Who made heaven and fixed it, Who established the earth and the things in it, and gives breath to the people upon it, and spirit to those who tread it. I the Lord God called you in righteousness, and I will take hold of your hand, and I will strengthen you, and I gave you for a covenant of a race, for a light of nations, to open