ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος· μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια παραγγέλματα διὰ τῶν οἰκείων μαθητῶν προβέβληται. Ἔνθεν καὶ ἡμεῖς τὸ μὲν Ἰουδαῖζειν παρητήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον, μηδὲ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον· τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἀσμένως κατεδεξάμεθα, ὡσὰν περιεχούσας τὰς προῤῥήσεις. Ὁ δέ γε Σωτὴρ, καὶ διδάσκαλος ἡμῶν, καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου, καὶ τῶν μετ' αὐτὸν προφητῶν. Ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔλιπε, τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δήπου καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι. Οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησι προφητεία· « Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος. » Τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου, δεύτερος κατὰ Μωσέα νομοθέτης ἀναφανεὶς ἀνθρώπων τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων Θεοῦ. Τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς, ὡς αὐτὸν (« προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησὶν, Κύριος ὁ Θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε »), τί ἕτερον ἐδήλου, ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν ὁ θεσπιζόμενος; Μωσῆς δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων Θεοῦ. Οὐκοῦν καὶ τὸν προφητευόμενον, ὅσπερ ἔμελλεν ὅμοιος γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῦναι εἰκὸς ἦν. Μυρίων γοῦν μετὰ ταῦτα προφητῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται· πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμπον τοὺς ἀκροωμένους. Μαρτυρεῖ δ' οὖν ἡ Γραφὴ, ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσέως· οὔτε οὖν Ἱερεμίας, οὔτε Ἠσαῖας, οὔτε τις ἕτερος τῶν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομοθέτης ἀναδέδεικται. Προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου, παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, νομοθετῶν πᾶσι τοῖς ἔθνεσι, καὶ τὰ ὑπὲρ νόμον διαπραττόμενος. Τὸ γάρ· « Ἐλέχθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ἐπιθυμεῖν· » καὶ τό· « Ἐλέχθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι· καὶ τὸ μηκέτι ἐν Ἱεροσολύμοις, ἀλλ' ἐν παντὶ τόπῳ προσκυνεῖν· καὶ τὸ μὴ λιβανωτῷ καὶ θυσίαις, « ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ » θρησκεύειν· καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανσόφου ἦν ἄντικρυς καὶ τελειοτάτου νομοθέτου. Διὸ καὶ οἱ ἀκροώμενοι « ἐξεπλήττοντο, » φησὶν ἡ θεία Γραφὴ, « ὅτι ἐδίδασκεν αὐτοῖς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι. » Καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωσέως προφητείᾳ λόγιον ἀπεπλήρου· ὡσαύτως δὲ καὶ τὰ λοιπὰ τῶν προφητειῶν τῶν περὶ αὐτοῦ, καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως θεσπίσματα. Γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ προῤῥήσεις εἰς πέρας ἀγαγών· καὶ μέχρι μὲν αὐτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀναφανεὶς δευτέρου τοῦ τοῖς
Who was testified to by the prophets who arose of old among the Jews; after these things He has put forward for all the nations the fitting precepts through His own disciples. Hence we too have declined to Judaize, as neither enacted as law for us nor able to be adapted to the nations; whereas the prophecies among the Jews we have gladly accepted, inasmuch as they contain the predictions. Moreover our Saviour and Teacher is in another way also the fulfiller of the law of Moses, and of the prophets after him. For since the conclusions were lacking to the things divinely decreed, as well as the outcomes of the words, He surely had to become the fulfiller of these very things also. Thus, by way of example, the prophecy in Moses says: "A prophet shall the Lord your God raise up for you, like me; Him shall you hear in all things, whatever that prophet may speak to you." This very thing that was lacking He fulfilled, having appeared to mankind as a second lawgiver, after Moses, of the true piety towards the God of the universe. For the fact that Moses did not simply say that a prophet would rise up, but with the addition of "like himself" ("for a prophet," he says, "shall the Lord your God raise up for you, like me; Him shall you hear"), what else did it signify than that He Who was foretold would be someone made equal to Moses himself? Now Moses was a lawgiver of piety towards the God over all. Therefore it was fitting that He also Who was prophesied, Who was to become like Moses, should arise as a lawgiver resembling him. Accordingly, although countless prophets arose thereafter after Moses, none is testified to have been like Moses; for they all referred their hearers back to him. And indeed Scripture testifies that there has not risen a prophet like Moses; neither Jeremiah, therefore, nor Isaiah, nor any other of the prophets would be like him, since not even one of these has been shown forth as a lawgiver. When, therefore, the prophet and lawgiver Who according to Moses was to rise up was being awaited, this One was present, Jesus the Christ of God, giving laws to all the nations, and accomplishing the things above the law. For the saying: "It was said to the ancients: You shall not commit adultery; but I say to you, not even to lust;" and the saying: "It was said to the ancients, You shall not kill; but I say to you not even to be angry;" and the precept no longer in Jerusalem, but in every place to worship; and not with frankincense and sacrifices, "but in spirit and truth" to render religious service; and all such things as are transmitted in His teaching, belonged outright to an all-wise and most perfect lawgiver. Wherefore also the hearers "were astonished," says the divine Scripture, "because He taught them as having authority, and not as their scribes and the Pharisees." This oracle too, therefore, which was lacking to the prophecy of Moses, He fulfilled; and likewise also the remaining divine decrees of the prophecies concerning Him, and concerning the calling of the nations. He has therefore become the fulfiller of the law and of the prophets, having brought the predictions concerning Himself to their end; and having stayed the former law up to Himself, while having appeared as the founder of a second, that which to