Migne Reading Room

PG 22 · cols. 56–65 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:56Read from the page
τοῦ φήσαντος· «Ξένος ἤμην, καὶ συνηγάγετέ με.» Οἷα δὲ αὐτοῦ καὶ τὰ περὶ τῶν ἀκουσίων πλημμελημάτων, ἐπάκουσον λέγοντος· «Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. Εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ, χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δὲ ἣν εἶχον κατά τινος, εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου.» Ταῦτα ἦν καὶ τὰ τοιαῦτα τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν (ἐξ ἑνὸς γὰρ καὶ τὸν τῶν λοιπῶν τεκμαίρεσθαι προσήκει βίον), τὰ περιύμνητα τῆς θεοσεβείας ἄθλα, δι' ἃ φίλοι Θεοῦ καὶ προφῆται κατηξιώθησαν. Τοιούτοις δ' οὖσι, τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδομένων; Οὐκοῦν διὰ τούτων ἁπάντων τὸν ἀρχαιότατον, τῆς τῶν προπατόρων θεοσεβείας τρόπον, ὁ Χριστοῦ Λόγος πᾶσι καταγγείλας τοῖς ἔθνεσι προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν Καινὴν Διαθήκην οὐδ' ἄλλην ἐκείνης τῆς ἀρχαιοτάτης τῶν Μωσέως χρόνων εὐσεβοῦς πολιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν· παλαιοτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ, μακροῖς τοῖς μεταξὺ χρόνοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώπων, αὖθις ἀναβεβιωκέναι διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας. Τοῦτόν γέ τοι τὸν μεταξὺ δηλούμενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους, καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς Καινῆς Διαθήκης τρόπον, ὁ Μωσέως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος, οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος, ἢ καὶ ἰατρὸς, δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ Ἀβραὰμ ἀπογόνοις μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου. Ἐπειδὴ γὰρ ἐν τῇ παρ' Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τῶν θεοφιλῶν προπατόρων τελευτὴν, ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπαχθέντες, ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν, γεγονέναι δὲ κατὰ πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην, ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν· εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μωσῆς, ἀφίστη μὲν τῆς ἀθέου πολυθεΐας, ἀνῆγε δὲ ἐπὶ τὸν πάντων δημιουργὸν Θεὸν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας, ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις, τῶν τελεωτέρων προβεβλημένος. Ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορκεῖν, οὐκ ἄῤῥενας ἄῤῥεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν, οὐκ ἀδελφαῖς, οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ' ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν, ἀφόβως συνεχώρει. Παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν, πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω τότε πᾶσιν ἀνθρώποις ἐκφανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου. Εἶτα δὲ ὡσὰν ἀτελέσιν ἀπειπὼν τὴν εἰδωλολατρείαν, θυσίαις καί τισι σωματικωτέροις τὸν ἕνα καὶ ἐπὶ
of Him Who said: "I was a stranger, and you gathered me in." And of what sort are his words also concerning involuntary transgressions, hearken to him saying: "And if even having sinned involuntarily I hid my sin—for I did not shrink before the tumult of a multitude, so as not to confess before them—and if too I suffered a powerless man to go out of my door with an empty bosom, and if I did not fear the hand of the Lord, and as for a bond which I held against anyone, if I did not tear it up and give it back, taking nothing from a debtor." Such were these and the like much-hymned contests of godliness of the God-loving men before Moses (for from one it is fitting to judge also the life of the rest), on account of which they were deemed worthy to be friends of God and prophets. Now for those who were such, what further need was there of the precepts among Moses delivered to base and wicked men? Therefore through all these things the Word of Christ, having proclaimed to all the nations the most ancient manner of the godliness of the forefathers, has manifestly been shown to be such that the New Covenant is none other than that most ancient godly polity of the times before Moses, so that the same is at once both old and new: most old indeed on account of the things demonstrated, and new again on account of its having, as it were, been hidden away from men during the long intervening times, and having come to life again through the teaching of our Saviour. During this very intervening time here indicated, while the manner of the New Covenant happened to lie hidden from men and, as it were, to keep silent, the law of Moses having come in alongside in the meantime, like some guardian and steward of infant and imperfect souls, or even a physician, delivered the lower and imperfect way of life to the whole nation of the Jews worn down by a grievous and Egyptian disease—to those very descendants of Abraham who were not able to walk uprightly in like manner with their forefathers. For since in their sojourn among the Egyptians after the decease of their God-loving forefathers these men, carried away by Egyptian conformities of custom, had fallen away into polytheistic superstition, as I said, so as to seem to have no advantage over the Egyptians, but to have become like them in all respects, both in the error of idols and in their other practices; reasonably Moses, drawing them up as it were out of an abyss of evils, set them apart from godless polytheism, and led them up unto God the Creator of all, putting forward that first step of piety, as in introductions and forecourts, of more perfect things. Next, he did not allow them without fear to murder, nor to commit adultery, nor to steal, nor to swear falsely, nor for males to rage with lust after males, nor to mingle with mothers, nor with sisters, nor with daughters, nor to practise whatever such things it was lawful for men of that time to do. And taking over out of a savage and beastly life a more rational and well-ordered polity in those times, he first on earth established it through writing, when not even such a manner was as yet manifest to all men. Then, forbidding idolatry to them as to imperfect men, by sacrifices and certain more bodily observances the one and over
PG 22:57Read from the page
πάντων Θεὸν θεραπεύειν παρεκέλευε, διά τινων ἀποῤῥητοτέρων ἰδίᾳ συμβόλων τὴν κατ' αὐτὸν θρησκείαν ἐπιτελεῖν νομοθετήσας, ἣν καὶ θαυμασίως τῷ θείῳ Πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, ὑφ' ἕνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλαχόσε συντελεῖν τὰ κατ' αὐτὸν νόμιμα ἢ ἐν μόνῳ ἑνὶ τόπῳ· οὗτος δ' ἦν ὁ ἐν Ἱεροσολύμοις· ἔξω δὲ τούτου μηκέτι· ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν, οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας, οὔτε βασιλέας, οὔτε τὰς κατὰ Μωσέα πανηγύρεις καὶ ἑορτὰς ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμελείας ἀπολύεσθαι, οὐ δῶρα τῷ Θεῷ προσφέρειν, οὐχ ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα. Διόπερ καὶ τῇ Μωσέως εἰκότως ὑποβέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαῤῥήδην Μωσέως ἀποφηναμένου· «Ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τῷ νόμῳ, τοῦ ποιῆσαι αὐτά.» Τούτοις δὲ πᾶσι περιπεπτώκασιν, αὐτοῦ Μωσέως θείῳ Πνεύματι προειληφότος, ὅτι δὴ, τῆς διὰ Χριστοῦ Καινῆς Διαθήκης ἀνανεωθείσης, καὶ τοῖς πᾶσιν ἔθνεσι καταγγελθείσης, περιττή τις ἔσται ἡ κατ' αὐτὸν νομοθεσία· ἣν εἰκότως ὑφ' ἕνα τόπον περιώρισεν, ἵνα, εἴποτε τούτου στερηθεῖεν, καὶ ἀποκλεισθεῖεν τῆς οἰκείας ἐλευθερίας, μηκέτ' αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ' αὐτὸν νόμιμα συντελεῖν, ὡς καὶ ἐξ ἀνάγκης τὴν δευτέραν Διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον. Αὐτὸ δὴ οὖν τοῦτο Μωσέως προηγορευκότος, ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ, καὶ τῆς Καινῆς Διαθήκης προεβάλλετο τοῖς ἔθνεσι διδασκαλία, παραχρῆμά τε Ῥωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ καθεῖλον τὰ Ἱεροσόλυμα, καὶ τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μωσέως διάταξις, καὶ τὰ τῆς Παλαιᾶς περιῄρητο Διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μωσέως πράττειν παρανομοῦντας, εἰς αὐτὰ βιαζομένους· ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδασκαλίας τὰ νόμιμα. Διόπερ εἰκότως ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῖς οἰομένοις ἐν μόνῃ τῇ Ἱερουσαλὴμ, ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν Θεὸν προσκυνεῖν, φησίν· «Ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηται προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱερουσαλὴμ· τῷ Πατρί· πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορκηθέντων τῶν Ἱεροσολύμων, τοῦ τ' αὐτόθι ἁγιάσματος, καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου, τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μωσέως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι' αὐτῆς πᾶσι τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον
all God he exhorted them to serve, having legislated that they should perform the worship according to him through certain more mystic symbols privately; which worship he, marvellously perceiving by the divine Spirit that one ought not to maintain endlessly, circumscribed under one place, ordaining that they should celebrate the ordinances according to him nowhere else than in one single place alone—and this was the one in Jerusalem—and outside of this no longer; whence even to this day it is not lawful for the children of the Hebrews anywhere else outside of their demolished metropolis either to sacrifice according to the law, or to raise up a temple or an altar, or to anoint priests or kings, or to celebrate the assemblies and feasts according to Moses, nor to be cleansed of defilement, nor to be absolved of trespass, nor to offer gifts to God, nor to make propitiation according to the things enacted by law. Wherefore also they have reasonably been subjected to the curse of Moses, attempting in part indeed to keep certain things, yet transgressing the law in the whole, Moses having expressly declared: "Cursed indeed is everyone who shall not abide in all the things written in the law, to do them." And into all these things they have fallen, Moses himself having foreseen by the divine Spirit that, when the New Covenant through Christ should be renewed and proclaimed to all the nations, the legislation according to him would be something superfluous; which he reasonably restricted under one place, so that, if ever they should be deprived of this and shut out of their own freedom, it might no longer be permitted to them in a foreign land to celebrate the ordinances according to him, so that even of necessity the second Covenant proclaimed through Christ must be admitted to have come to pass. When Moses, then, had foretold this very thing, both Christ at once sojourned in human life, and the teaching of the New Covenant was put forward to the nations, and forthwith the Romans, having taken the city by siege, pulled down Jerusalem and the temple therein; and straightway the whole ordinance of Moses had been dissolved, and the things of the Old Covenant had been taken away, and the things of the curse pursued those who transgressed in practising unseasonably the things of Moses, forcing themselves into them; while at once and at the very same time the ordinances of the new and complete teaching were introduced in their stead. Wherefore reasonably our Saviour and Lord says to those who supposed that one ought to worship God in Jerusalem alone, or in certain mountains or set-apart places: "An hour is coming, and now is, when the true worshippers will worship the Father neither in this mountain nor in Jerusalem; for God is spirit, and those who worship Him must worship in spirit and truth." And upon His saying these things, forthwith and before long, when Jerusalem had been besieged, and the sanctuary therein, and the altar beside it, and the service according to Moses had been taken away according to the ordinance of Moses himself, there shone forth unto all men and beamed out the archetypal piety of the God-loving men before Moses, and the blessing promised through it to all the nations, leading from the first step and from the first elementary instruction of the service according to Moses unto the better and more perfect
Notes, col. 57

On the reading

Printed προσκυνηται, for προσκυνηταὶ.

Printed Ἱερουσαλὴμ·, for Ἱερουσαλὴμ.

PG 22:60Read from the page
προσάγουσα τοὺς προσιόντας αὐτῇ βίον. Αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν Ἀβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσκυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ' ᾗ φησιν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐν πνεύματι καὶ ἀληθείᾳ, ἣ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξε, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων. Λέγει δ' οὖν ἄντικρυς Σοφονίας· «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν.» Ὁ δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφωνεῖ, φάσκων· «Οὐκ ἔστι μου θέλημα, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ' ἀνατολῆς, καὶ μέχρι δυσμῶν, τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσίαν ἀναφέρεσθαι Θεῷ, τί ἕτερον παρίστησιν, ἢ ὅτι μὴ ἐν Ἱεροσολύμοις, μηδ' ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι, μέλλουσι τὸ δι' εὐχῶν θυμίαμα, καὶ τὴν οὐ δι' αἱμάτων, ἀλλὰ δι' ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν Θεῷ; Βοᾷ δὲ διαῤῥήδην, καὶ κέκραγεν ὁ Ἠσαΐας, θεσπίζων ἅμα καὶ λέγων· «Ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς.» Ἆρά σοι δοκοῦμεν ἀληθῆ λέγειν μετάθεσιν τοῦ Μωσέως νόμου, μᾶλλον δὲ παῦλαν καὶ λύσιν φάσκοντες διὰ τῶν προφητικῶν φωνῶν θεσπίζεσθαι; Ὁ μέν γε Μωσῆς θυσιαστήριον καὶ θυσίας οὐδ' ἀλλαχόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ, καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ Κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ Κυρίῳ τῶν προφητῶν, ἀλλ' οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα αἴτιον, οὐδ' ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον. Μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μωσέως νόμου μεταβολὴν γενέσθαι. Εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων Θεῷ, πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. Ἱερωμένων δῆτα Αἰγυπτίων τὰ περὶ Λευϊτῶν καὶ τῶν ἐκ διαδοχῆς Ἀαρὼν Μωϋσεῖ διατεταγμένα, οὐκέτ' ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα. Ὥρα δὴ οὖν καινῆς νομοθεσίας δεῖν εἰς τὴν τῶν δηλουμένων σύστασιν. Τί δὲ ἄρα; εἰκῇ ταῦτ' ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενήνεκται τοῖς λόγοις; Σκέψαι δ' οὖν εἰ μὴ σήμερον, λέγω δὴ καθ' ἡμᾶς αὐτοὺς,
life, bringing forward those who approach it. Directly, at any rate, since those blessed and God-loving men—those around Abraham, I mean—worshipped not in a set-apart manner in some place, nor through symbols and types, but just as our Saviour and Lord says, in spirit and truth, this worship came to belong through the epiphany of our Saviour to all the nations, the prophets of old having beheld this too. Zephaniah, at any rate, says outright: "The Lord shall appear upon them, and shall utterly destroy all the gods of the nations of the earth, and they shall worship Him, each one out of their own place." And Malachi at once addresses himself to those of the circumcision and proclaims these things beforehand concerning the nations, saying: "My will is not in you, says the Lord Almighty, and I will not accept sacrifices out of your hands; because from the rising of the sun even unto its setting My name has been glorified among the nations, and in every place incense is offered to My name, and a pure sacrifice." For that in every place incense and sacrifice are offered up to God, what else does it establish than that not in Jerusalem, nor in a set-apart manner in this particular place, but in every land and among all the nations, they are going to offer up to the God over all the incense through prayers and the sacrifice called pure—not through bloods, but through godly works? And Isaiah cries aloud expressly and has proclaimed, prophesying at once and saying: "There shall be an altar to the Lord in the land of Egypt, and the Lord shall be known to the Egyptians, and He shall send to them a man who shall save them, and the Egyptians shall know the Lord in that day, and they shall make sacrifices, and shall vow vows to the Lord, and shall pay them, and they shall turn back to the Lord, and He shall hearken to them, and shall heal them." Do we then seem to you to speak truly in affirming that a transference of the law of Moses—or rather a cessation and dissolution—is prophesied through the prophetic voices? Moses, for his part, legislates to set up an altar and sacrifices nowhere else on earth than in Judaea alone, and in one city of it; whereas the prophecy says that in the land of Egypt an altar shall be founded to the Lord, and that the Egyptians themselves shall offer auspicious sacrifices to the Lord of the prophets, and no longer to their ancestral gods, and that neither Moses nor another of the prophets shall become the author of the knowledge of God for them, but a certain new and fresh man sent from God. Now when the altar is transferred contrary to the things approved by Moses, there is every necessity that a change of the law of Moses also take place. And then, when Egyptians sacrifice to the God over all, altogether surely they too will be deemed worthy of priesthood. Once Egyptians, indeed, are admitted to the priesthood, the things appointed by Moses concerning Levites and those of the succession of Aaron would no longer be useful to the Egyptians. It is high time, then, that there be need of a new legislation for the establishment of the things indicated. What then? Have these things been uttered in vain? Or has fulfilment indeed been brought upon the words? Consider, then, whether not today—I mean right in our own times,
PG 22:61Read from the page
ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ πᾶν γένος τῶν πρὶν εἰδωλολατρῶν ἀνθρώπων, οὓς ἡ πρόῤῥησις διὰ τῶν Αἰγυπτίων ᾐνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν Θεὸν ἀνακαλούμενον. Καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἑνὶ δὲ τῷ μόνῳ Κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν, κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς Διαθήκης, καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται, ἐν αὐτῇ τε Αἰγύπτῳ, καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρόπον Αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην· νῦν καθ' ἡμᾶς ἡ τοῦ τῶν ὅλων Θεοῦ γνῶσις διαλάμπουσα, τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. Ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν, ἀλλ' οὐκέτ' ἀκοῇ προσδοκώμενα, τὸν καιρὸν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ' ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφανείας. Αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστελεῖν τὸν τῶν ὅλων Θεὸν, καὶ Κύριον τοῖς Αἰγυπτίοις ἄνθρωπον, ὃς σώσει αὐτούς· ὃν καὶ τὰ Μωσέως ἐδήλου λόγια, δι' ὧν ἔφησεν· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·» ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ' ἄν. Ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ' οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος· τό γε μὴν παρὸν ἐπιτετηρήσθω, ὅτι τὰ προηγούμενα οὐδ' ἄλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο. Ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο παρὰ τοῖς Αἰγυπτίοις, καὶ παρὰ Πέρσαις, Σύροις τε καὶ Ἀρμενίοις, καὶ παρὰ τοῖς τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦσι βαρβάροις, αὐτοῖς τε τοῖς τὸ πρὶν ἀνημερωτάτοις καὶ θηριωδεστάτοις ἔθνεσι, ναὶ μὴν καὶ παρὰ τοῖς τὰς νήσους οἰκοῦσιν (ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι), αὐτὴ ἐκείνη ἡ κατὰ τὸν Ἀβραὰμ πολιτεία, καὶ ὁ παλαιότατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράγματος, εἰ δὴ οἱ ἐξ αἰῶνος λίθοις, καὶ ξύλοις, καὶ δαίμοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζώοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοιχείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον Θεὸν, τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, αὐτὸν δὴ τὸν τῶν προφητῶν Κύριον, τὸν Θεὸν Ἀβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται; καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις, καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μηδέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, νυνὶ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες, καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς, καὶ σωφροσύνης παιδεύματα, συνιόντες εἰς τὰ κοινὰ ⟨…⟩ιδασκαλεῖα, μανθάνουσιν· ὡς τὴν ἀνωτάτω φιλοσο⟨…⟩ίαν, τὴν μηδ' ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς,
with our eyes—not only Egyptians are seen, but also the whole race of men formerly idolaters, whom the prediction hinted at through the Egyptians, freed indeed from polytheistic and demonic error, and calling upon the God of the prophets? And they pray no longer to many lords, but to the one Lord alone according to the sacred oracle; and to Him an altar of bloodless and rational sacrifices, according to the new mysteries of the fresh and new Covenant, has been raised up throughout the whole inhabited world of men, both in Egypt itself and among the rest of the nations imitating the Egyptians in manner according to superstitious error; now in our own day the knowledge of the God of the universe shining forth seals the indisputable trustworthiness of the things prophesied beforehand. And seeing these things accomplished in deeds, and no longer awaited by hearing, if you seek out the season whence the affairs took their beginning, you will find none other than that of the saving epiphany. He Himself, therefore, was that One Whom the oracle indicated when it said that the God and Lord of the universe would send to the Egyptians a man Who will save them; Whom also the oracles of Moses indicated, through which he said: "A man shall come forth out of his seed, and shall rule over many nations;" among which nations the Egyptians too would doubtless be reckoned. Yet concerning these things the discourse would be long, to be rendered more completely at a fitting leisure; for the present, however, let it have been observed that the foregoing things were fulfilled at no other time than after the epiphany of Jesus our Saviour. For from that time even to this day among the Egyptians, and among Persians, both Syrians and Armenians, and among the barbarians inhabiting the uttermost parts of the earth, and those very nations that formerly were most savage and most beast-like, yea indeed even among those inhabiting the islands (since of these too the prophecy deemed it worthy to make mention), that very polity according to Abraham, and the oldest and of all most ancient manner of godliness, is earnestly practised. And who would not be astounded at the paradox of the matter, if indeed those who from of old invested stones, and pieces of wood, and demons, and man-devouring beasts, and venomous reptiles, and animals of all sorts, and loathsome creatures, both fire and earth, and the lifeless elements of the universe with reverend honour, after the coming of our Saviour call upon the Most High God, the Creator of heaven and earth, the very Lord of the prophets, the God of Abraham and of his forefathers; and those who a little before wallowed in marriages with mothers, and unions with daughters, both mutual corruptions and blood-guiltiness of all sorts, differing in nothing in their manner from savage beasts, now transformed through the divinely inspired power of our Saviour, and having become as it were other men from what they were, coming together into the common schools, learn discourses of virtue and precepts of temperance—so that the supreme philosophy, which counsels not even to look with licentious eyes,
PG 22:64Read from the page
μηδὲ μέχρι λόγων ἀδιαφορεῖν, μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραινοῦσαν, οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πένητάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων, καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ' ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ' ὃν τὸν ἐπὶ πάντων προσήκει Θεὸν σέβειν, καὶ θεραπεύειν ἐν παντὶ τόπῳ, κατὰ τὴν φήσασαν προφητείαν· «Καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.» Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων Θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ τὰ Ἱεροσόλυμα, οὐδ' αἵμασι καὶ θυσίαις ἀφοσιούμενος, οἴκοθεν δὲ καὶ ἐφ' ἑαυτῷ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν. Καὶ αὐτή γε ἦν ἡ Καινὴ Διαθήκη, οὐ κατὰ τὴν παλαιὰν τυγχάνουσα. Παλαιὰν δὲ μήτοι νομίσῃς λέγεσθαι τὴν τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μωσέως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένην.
nor to be indifferent as far as words, nor to commit the things common and customary with all—is taught in the schools throughout city and countryside not only to men, but also to women, both poor and rich, both learned and unlearned, down even to children and slaves, and they learn a true manner according to which it is fitting to revere and serve the God over all in every place, according to the prophecy that said: "And they shall worship Him, each one out of his own place." Every barbarian and Greek, therefore, worships the God over all, not running unto Jerusalem, nor making expiation with bloods and sacrifices, but abiding at home and by himself, and rendering to Him in spirit and truth the bloodless and pure service. And this very thing was the New Covenant, not happening to be according to the old. Yet do not suppose that the old is called that of the God-loving men before Moses, but rather that legislated by Moses himself for the nation of the Jews.
Ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν, τίνα ἔφησεν εἶναι τὴν παλαιὰν, ᾗ μηδὲν ὅμοιον σχήσειν διδάσκει τὴν καινὴν, λέγων· «Διαθήσομαι Διαθήκην Καινὴν, οὐ κατὰ τὴν Διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Οὐ κατὰ ταύτην γοῦν φησι τὴν ὑπὸ Μωσέως νενομοθετημένην. Αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ' Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. Ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν Καινὴν Διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν, εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο, φήσας· «Οὐ κατὰ τὴν Διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Οὐ κατὰ τὴν ὑπὸ Μωσέως ἄρα ἐπὶ τῆς ἐξόδου, καὶ ἐπὶ τῆς κατὰ τὴν ἔρημον διατριβῆς νενομοθετημένην, ἔσεσθαι τὴν Καινὴν ἐθέσπιζεν, ἀλλὰ κατ' ἐκείνην δηλαδὴ τὴν πρόπαλαι πολιτευσαμένην, δι' ἧς κατορθώσαντες ἀνεφάνησαν οἱ πρὸ Μωσέως. Δι' ἃ δὴ λοιπὸν ἤδη θαῤῥῶν, τὰς τῶν θεοσεβεῖν ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο, ἀλλὰ τρία διαιροῦ τάγματα· τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην ἀποπεπτωκότων, καὶ τὸ τῶν ἐκ περιτομῆς διὰ Μωσέως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμόν· καὶ τρίτον τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλὼν, μηκέθ' ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ' Ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι· τῶν δὲ μέσων ἑλὼν τὸν τρόπον, εὑρήσεις ἄνω που ἑστῶτα, καὶ ὥσπερ ἐφ' ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, ἑκατέρωθεν δὲ κάτω τοὺς λοιποὺς ἀπολελοιπότα. Ἑλλήνων μὲν γὰρ ἐκπέφευγε τὴν ἄθεον καὶ πολυπλανῆ δεισιδαιμονίαν, καὶ τὰς ἀνειμένας πορνείας τε καὶ ἀκοσμίας· Ἰουδαίων δὲ ὡσαύτως τὴν ὑπὸ Μωσέως ἀτελῆ καὶ οἷα νηπίοις καὶ ἀσθενέσι κατάλληλον ἐθελοθρησκείαν. Τὸν οἰκεῖον δὲ ἄνωθεν οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ Ἕλλησι καὶ βαρβάροις, καὶ τοῖς ὑφ' ἡλίῳ πᾶσιν ἔθνεσιν
The word, at any rate, adds in clarification which one it said was the old, to which it teaches that the new will have nothing similar, saying: "I will make a New Covenant, not according to the Covenant which I made with their fathers, in the day when I took hold of their hand to lead them forth out of the land of Egypt." Not according to this one, at any rate, it says—the one legislated by Moses. For this was the one delivered to the Jews at the exodus from Egypt. It would therefore have seemed to introduce the New Covenant as contrary to the manner of the godliness of the God-loving men around Abraham, had it not precisely pointed this out, saying: "Not according to the Covenant which I made with their fathers at that season in which I led them forth out of the land of Egypt." Not, therefore, according to that legislated by Moses at the exodus and during the sojourn in the wilderness did it prophesy that the New would be, but plainly according to that one which was practised of old long ago, through which those before Moses shone forth as men who walked uprightly. On account of which things henceforth taking courage, divide the schools of thought of those who profess to be godly not into two, but into three orders: both that of the utter idolaters, who have fallen away into polytheistic error, and that of those of the circumcision who through Moses have ascended to the first step of piety; and third, that of those who have ascended higher through the evangelical teaching—which very order interposing in the middle of the two, no longer suppose that those who withdraw from the Jews must altogether fall away unto Hellenism, nor that those who retire from the Greeks must of necessity become Jews; but taking the manner of those in the middle, you will find it standing somewhere on high, and as it were having ascended upon a loftiest mountain ridge, and having left the rest down below on either side. For on the one hand it has escaped the godless and manifoldly erring superstition of the Greeks, and their unrestrained fornications and disorders; and of the Jews likewise, the imperfect self-chosen worship under Moses suited as it were to infants and weaklings. And summoning from above the law natively fitting not only for Jews, but also for Greeks and barbarians, and for all nations under the sun
PG 22:65Read from the page
ἐπιβοώμενος νόμον, ὅρα τί φησιν· Ὦ ἄνθρωπε, καὶ σύμπαν τὸ θνητῶν γένος, ὁ μὲν δὴ Μωσέως νόμος, ἀφ' ἑνὸς γένους ἀνθρώπων ἀρξάμενος, πρῶτον ἁπάντων τὸ Ἰουδαίων γένος, τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς Θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺς ὑπακούοντας ἀπαλλάττων· ἐγὼ δὲ πᾶσιν ἀνθρώποις, καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι τὴν ἐπαναβεβηκυῖαν τοῦ Θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ, καὶ τοὺς ἔτι παλαιοτέρους πρὸ Μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδαπῶν ἐθνῶν πλείους ἐπ' εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες. Καὶ πάλιν· Ὁ μὲν Μωσέως νόμος, ἐφ' ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο· ἐγὼ δὲ τοῖς πᾶσιν ἂν εἰς τὴν ἐλευθερίαν, οὐκ ἐν γωνίᾳ γῆς, οὐδ' ἐν ὄρεσιν, ἤ τισι χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων Θεὸν, οἴκοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω. Καὶ πάλιν· Ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζώων σφαγαῖς, λιβανωτοῦ τε καὶ πυρὸς, καί τινων ἄλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρησκεύειν τὸν ἐπὶ πάντων Θεὸν παρεκελεύετο· ἐγὼ δὲ τὰ ψυχῆς παραδιδοὺς ὄργια διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ' ἀρετὴν βίῳ, δόγμασί τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραίρειν προστάττω. Καὶ πάλιν· Μωσῆς μὲν ὡσὰν μιαιφόνοις οὖσι τοῖς τότε μὴ φονεύειν παρήνει· ἐγὼ δὲ τοῖς ἐν τούτῳ προπαιδαγωγηθεῖσι, καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι, νομοθετῶ τὴν τελειοτέραν, μηδ' ὀργῆς ἐνέχεσθαι πάθει προστάττων. Καὶ αὖθις· Ὁ μὲν Μωσῆς μοιχοῖς, καὶ ἀκολάστοις διετάττετο τὸ μὴ μοιχεύειν, μηδὲ ἀρσενοκοιτεῖν, μηδὲ τὰς παρὰ φύσιν ἡδονὰς διώλειν, θάνατον τὴν τιμωρίαν τοῖς παραβαίνουσιν ἐπάγων· ἐγὼ δὲ μηδ' ἐμβλέπειν γυναῖκα μετ' ἐπιθυμίας ἀκολάστου τοὺς ἐμοὺς βούλομαι μαθητάς. Καὶ πάλιν· Ὁ μὲν ἔλεγεν· «Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Θεῷ τοὺς ὅρκους σου· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὁμόσαι ὅλως, ἀλλ' ἔσται ὁ λόγος ὑμῶν ναὶ, ναί· οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι.» Καὶ πάλιν· Ὁ μὲν τοὺς ἀδικοῦντας ἀμύνασθαι καὶ ἀνταδικεῖν παρεκελεύετο, λέγων· «Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ' ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.» Καὶ πάλιν· Ὁ μὲν παρήνει τὸν μὲν φίλον ἀγαπᾷν, μισεῖν δὲ τοὺς ἐχθρούς· ἐγὼ δὲ καθ' ὑπερβολὴν φιλανθρωπίας καὶ ἀνεξικακίας, ἀγαπᾷν τοὺς ἐχθροὺς ὑμῖν νομοθετῶ, καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ὅστις τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ ἐπὶ τούτοις· Ὁ μὲν πρὸς τὴν τῶν πολλῶν σκληρίαν ἡρμόζετο, καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον
—see what it says: O man, and all the race of mortals, the law of Moses indeed, having begun from one race of men, first of all called back the race of the Jews, for the sake of the promise towards their God-loving forefathers, unto the knowledge of the one God, delivering those who obeyed from the bitter slavery of demons; whereas I, proclaiming forth to all men and to the nations throughout the whole inhabited world the higher knowledge of God and piety, exhort them to live according to those around Abraham and the still more ancient men before the times of Moses, among whom several out of foreign nations are recorded to have shone forth in piety. And again: The law of Moses indeed exhorted those who had chosen to be godly to hasten from every quarter unto some one set-apart place of the earth; whereas I, having released freedom to all, teach them to seek the God over all not in a corner of the earth, nor in mountains, or in certain temples made with hands, but each one at home to revere Him and worship. And again: The old law indeed exhorted men to worship the God over all by sacrifices through slaughters of animals, both of frankincense and of fire, and certain other similar purifications of the body; whereas I, delivering the sacred rites of the soul, command men to honour the divine with purest thought and clear mind, in temperance and the life according to virtue, and with upright and pious doctrines. And again: Moses indeed counselled men of that time, as being murderers, not to murder; whereas I legislate for those trained beforehand in this and having fulfilled the first commandment the more perfect one, commanding them not even to be held fast by a passion of anger. And once more: Moses indeed ordained for adulterers and licentious men not to commit adultery, nor to lie with males, nor to pursue pleasures contrary to nature, bringing death as the punishment upon those who transgressed; whereas I wish my disciples not even to look upon a woman with licentious desire. And again: He indeed said: "You shall not swear falsely, but shall render to God your oaths; whereas I say to you, not to swear at all, but let your word be yes, yes; no, no; and what is more than these is from the evil one." And again: He indeed exhorted men to ward off wrongdoers and retaliate, saying: "An eye for an eye, and a tooth for a tooth; whereas I say to you, not to resist the evil one, but whoever shall slap you upon your right cheek, turn to him the other also; and to him who wishes to go to judgement with you and take your tunic, let go to him your cloak also." And again: He indeed counselled to love one's friend, and to hate one's enemies; whereas I, out of an abundance of love for mankind and forbearance, legislate for you to love your enemies, and to pray on behalf of those who persecute you, so that you may become sons of your Father Who is in heaven, Who makes the sun rise upon evil and good, and sends rain upon just and unjust. And in addition to these things: He indeed adapted himself to the hardness of the many, and ordained things suited to those subject to passions, a changed
Notes, col. 65

On the reading

Printed ἂν εἰς, for ἀνεὶς.

Printed διώλειν, for διώκειν.