καὶ δι' ἡμᾶς; Ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως, ἀπουσίᾳ τῶν κρειττόνων, τοῖς συμβόλοις προσανεῖχον. Ὡς καὶ τοῦτο αὐτὸ ὁ Σωτὴρ ἡμῶν διδάσκει, λέγων· «Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ οὐκ ἤκουσαν.» Ἡμεῖς δὲ, τὰ ἀληθῆ καὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα διὰ τῆς μυστηριώδους οἰκονομίας τοῦ Χριστοῦ παρειληφότες, οὐκ ἔτι τῶν παλαιῶν δεησόμεθα. Μόνος δ' οὖν αὐτὸς τῶν πώποτε Λόγος ὢν Θεοῦ, προκόσμιος, καὶ ἀρχιερεὺς πάσης νοερᾶς καὶ λογικῆς κτίσεως, τὸν ἡμῖν ὁμοιοπαθῆ, οἷα πρόβατον καὶ ἀμνὸν ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ, τὴν ἐν τῷ Μωσέως νόμῳ προστετιμημένην, περιάψας (ὅτι δὴ Μωσέως ἀνειπόντος· «Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου»), τοῦτο πέπονθεν αὐτὸς δι' ἡμᾶς γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι' ἡμᾶς ποιήσας· «ἐπεὶ τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε,» πάσας τε αὐτῷ δι' ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθεὶς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις, μάστιγάς τε καὶ ἐκτόπους πληγὰς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον. Μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα, καὶ σφάγιον ἐξαίρετον τῷ Πατρὶ καλλιερησάμενος, ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς, ἀντὶ θυσίας τῷ Θεῷ διηνεκῶς προσφέρειν, Τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ Πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν, εἰπών· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι· καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκων ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, κατεύθυνε τὰ διαβήματά μου, καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν.» Καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει, διασαφεῖ, λέγων ἑξῆς· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας. Τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου. Ἐβουλήθην.» Καὶ ἐπιλέγει· «Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ μεγάλῃ.» Ἄντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρουσίαν, καὶ τὸ καταρτισθὲν αὐτοῦ σῶμα προσενηνέχθαι τῷ Θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ Ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἂν μέγα μυστήριον ἐν κεφαλίδι βιβλίου τῇ προφητικῇ φωνῇ προαναπεφωνημένον. Τούτου δῆτα τοῦ θύματος τὴν μνήμην ἐπὶ τραπέζης ἐκτελεῖν διὰ συμβόλων, τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς Καινῆς Διαθήκης παρειληφότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν· «Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον.» Διαῤῥήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν σημαίνε-
and for our sake? Whence the ancient and God-beloved men reasonably, in the absence of the better things, held fast to the symbols. Even as our Saviour Himself also teaches this very thing, saying: "Many prophets and righteous men desired to see the things which you see, and did not see them; and to hear the things which you hear, and did not hear them." But we, having received the true things and the archetypes of the images through the mysterious dispensation of the Christ, shall no longer stand in need of the ancient things. Alone, then, of all who ever were, He Himself being the pre-cosmic Word of God, and High Priest of all intellectual and rational creation, having set apart out of the flock of men one of like passions with us, like a sheep and a lamb, and having inscribed upon him the sins of us all, and having fastened upon him also the curse assessed as penalty in the law of Moses (since Moses indeed proclaimed: "Accursed is everyone who hangs upon a tree"), He Himself suffered this for our sake, having become a curse on our behalf; and indeed having also made him sin for our sake — "since Him Who knew not sin, on our behalf He made sin," — and having laid upon him for our sake all the punishments hanging over us, bonds and dishonours and outrages, scourges and extraordinary stripes, and upon all these the trophy of the curse. After all things, then, having auspiciously sacrificed as it were a marvellous victim and a choice sacrificial offering to the Father, He offered it up on behalf of the salvation of us all, having also delivered to us a memorial, instead of a sacrifice, to offer continually to God. This also the marvellous David among the prophets, anticipating the future by the divine Spirit, prophesied, saying: "Waiting I waited for the Lord, and He attended to me; and He hearkened to my supplication, and brought me up out of pits of misery, and from miry clay; and He set my feet upon a rock, directed my steps, and put into my mouth a new song, a hymn to our God." And what the new song happens to be, he makes clear, saying next: "Sacrifice and offering Thou didst not will, but a body Thou didst fashion for me; whole burnt-offerings and [offerings] concerning sin Thou wast not well pleased with. Then I said: Behold, I come. In the heading of the book it is written concerning me, to do, O God, Thy will. I willed it." And he adds: "I proclaimed good tidings of righteousness in a great Church." Expressly having taught that instead of the sacrifices and whole burnt-offerings of old the incarnate coming of the Christ, and His fashioned body, has been offered to God, He proclaims this very thing as good tidings to His Church, as being a great mystery foretold beforehand in the heading of the book by the prophetic voice. Having received, then, according to the ordinances of the New Covenant, the performance upon a table of the memorial of this very victim through symbols both of His body and of the saving blood, again we are instructed by the prophet David to say: "Thou didst prepare before me a table over against those who afflict me. Thou didst anoint my head in oil, and Thy cup intoxicating me, how surpassing!" Expressly, therefore, in these words the mystical