ουσίαν τοῦ Σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ τοῦ Χριστοῦ, μὴ πέπαυται βασιλευομένη ἡ των Δαμασκηνῶν ἀρχὴ καὶ τῶν Ἰουδαίων, καὶ εἰ μὴ ἐν ὄψεσιν ἡμῖν αὐταῖς νῦν θεωρεῖται καταλελειμμένη ὑπ' αὐτῶν ἡ γῆ, καὶ ὑπ' ἐθνῶν ἀλλοφύλων καὶ εἰδωλολατρῶν κατοικουμένη· καὶ πρὸς τούτοις εἰ μὴ γέγονεν εἰς χέρσον καὶ ἄκανθαν πᾶσα ἡ πάλαι σεμνοτάτη, αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος ὥρα, καὶ εἰ μὴ εἰδωλολάτραι, ἀκάθαρτοι ἄνδρες, οἵ τε πολέμιοι αὐτῶν κατὰ βέλους καὶ τοξεύματος ἐπελθόντες, ὑπ' αὐτοῦ γε τοῦ Κυρίου παρορμηθέντες ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν, ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὐτῶν πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι· καὶ ἔμπαλιν, εἰ μὴ ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ Θεὸν λογικὴν ἀπείληφε καρποφορίαν· καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος. Εἰ δὲ καὶ τυφλῷ, ὥς φασι, δῆλα τὰ τῶν λόγων ἀποτελέσματα, οὐκ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ πεπληρωμένα, τί χρὴ λοιπὸν καὶ περὶ τῆς ἐκ Παρθένου γενέσεως αὐτοῦ ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώμενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ' ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, (ἐναργῶς κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα· «Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου·») καὶ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ, καὶ τοῦ πάλαι αὐτῶν ἁγιάσματος ἡ παντελὴς ἐρήμωσις, τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοίκησις, μετὰ κέντρων αὐτοὺς, τοῦτ' ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων, καταδουλουμένων, (τοῦτο γὰρ ἐδήλου τῶν μυιῶν καὶ μελιττῶν τὰ παραδείγματα·) καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημίας εἰς τὴν κατὰ Θεὸν γεωργίαν μεταβολή; Ταῦτα δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δὲ οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόῤῥησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν; Ει δὴ οὖν θαυμάσιος ἡ πρόῤῥησις, καὶ ἔτι θαυμασιωτέρα, καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προῤῥήσεως ἔκβασις, τί δεῖ ἀπιστεῖν εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν θαυμάτων ἐναργὴς ὄψις, οὐχ ἥττων οὖσα, ἀπὸ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ' αὐτὸν πραχθέντων ἀποδέχεσθαι μαρτυρίαν; Ἀλλὰ γὰρ τούτοις ἑξῆς μετὰ τὸ, «Εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοὸς,» συνῆπται δευτέρα τις πρόῤῥησις συγγενὴς τῇ προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ, «Καὶ εἶπε Κύριος πρὸς μέ· Λάβε
vent of our Saviour, even of Jesus the Christ Himself, the rule of the Damascenes and of the Jews has not ceased to be governed by kings, and if the land is not now seen before our very eyes left behind by them, and inhabited by foreign and idolatrous nations; and in addition to these things, if all the formerly most august beauty, even of their sacred sanctuary itself, has not become dry land and thorn, and if idolaters, unclean men, and their enemies having come against them by way of arrow and bow-shot, urged on by the Lord Himself, have not come from a foreign land, and rested in their lands, appropriating to themselves every place and all their cities; and conversely, if all the nations that have believed in Him, changed from the dry land and thorn of their former lack of cultivation through the teaching of our Saviour, have not received pious and rational fruitfulness according to God; and upon these things, if having seen the Christ with their eyes they did not disbelieve, and having heard Him teaching if they did not disobey, and if the rest of the prophecy is not most clearly shown to have reached fulfilment from the times of Jesus our Saviour, He would not be the One prophesied. But if even to a blind man, as they say, the outcomes of the words are manifest, having been fulfilled at no other time than from the times of His manifestation, what need is there henceforth even concerning His birth from a Virgin to remain in doubt, and not rather by fair-minded reasoning from the things still seen even now to confirm also the beginning of the events? And what could the things still seen even now be other than the unbelief of the Jews in Him, (clearly being fulfilled according to the oracle that declares: "With hearing you shall hear, and you shall by no means understand, and seeing you shall see, and you shall by no means perceive; for the heart of this people has grown thick;") and the siege of Jerusalem, and the utter desolation of their ancient sanctuary, and the settlement of foreign nations upon their land, enslaving them with stings, that is, with harsh commands, (for this is what the examples of the flies and bees signified;) and above all, the transformation of the nations from their former desolation unto cultivation according to God? Seeing these things, then, with his eyes, who would not be struck with amazement in marvelling? And who would not confess the prediction to be truly divine, hearing these things laid up in books and studied from of old a whole thousand years before, yet brought to fulfilment at no other time than after the advent of our Saviour? If indeed, then, the prediction is marvellous, and still more marvellous, and beyond all reason, the outcome of the prediction, why should one disbelieve if also the first coming of Him Who is prophesied has obtained a beginning of birth paradoxical and beyond all human nature, seeing that also the clear sight of the remaining miracles, being no less than His birth, compels one to accept also the testimony of the other things done in connexion with Him? Yet indeed next after these words, following "For a pasture of a sheep and a treading-place of an ox," there is joined a certain second prediction akin to the one set forth, beginning from the words, "And the Lord said to me: Take