Migne Reading Room

PG 22 · cols. 500–509 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:500Read from the page
ἢ ὁ κόπος τοῦ προφητευομένου Θεοῦ, ἢ τὸ εἰς ἀνθρώπων γένεσιν ἐλθεῖν; κατὰ μὲν ἡμᾶς καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν, ἐκ Παρθένου γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην, ἐκ νεάνιδος. Εὕροις δ' ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογουμένως Παρθένον νεᾶνιν προσηγορευμένην. Τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην, ὑφ' ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι. Ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν ἢ γνῶναι πονηρὰ, καὶ ἀπειθῶν πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ, ἀλλ' ἐν τῇ τοῦ παιδίου. Διὸ εἴρηται· « Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· » δι' ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. Ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ μεθ' ἡμῶν ὑπάρχων Θεός· διὸ καὶ τὸ περὶ αὐτοῦ σημεῖον βάθος ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ ὕψος· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον, ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν, ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν. Τίς δ' ἂν εἴη ὁ μεθ' ἡμῶν Θεὸς ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος Θεὸς Κύριος; ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι' ἀνθρώπου μορφῆς τεθεαμένος; Εἰ δ' ἀναφέροιεν ἐπὶ τὸν Ἐζεκίαν οι ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα, τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, ἀλλ' οὔτε ὁ μεθ' ἡμῶν Θεὸς Ἐζεκίας ἦν, οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ' αὐτῷ· ἀλλ' οὐδὲ ἀγὼν ἢ μόχθος τῷ Θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν· καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας ἀποκλειόμενος τῶν χρόνων τῆς προφητείας. Ταῦτα μὲν γὰρ βασιλεύοντος αὐτοῦ δὴ τοῦ πατρὸς Ἄχαζ περὶ μελλόντων ἐθεσπίζετο· ὁ δὲ Ἐζεκίας πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ συνίσταται γεγεννημένος. Εἰ δὲ μὴ ἐπὶ τοῦτον ἀναχθείη τὰ τῆς προκειμένης προῤῥήσεως, πολλοῦ δεῖ ἐφ' ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρόνους γενομένων. Ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουὴλ, τοῦτ' ἔστι τοῦ γεγονότος μεθ' ἡμῶν Θεοῦ γενέσεως, καὶ ἐπὶ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιδημίας· τῶν γὰρ δυεῖν βασιλέων καθηρημένων, κατελείφθη ἔρημος ἡ τῶν Ἰουδαίων γῆ, ὥσπερ ἔσεσθαί φησιν ὁ χρησμὸς εἰπών· « Καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων· » ὃ καὶ αὐτὸ ῥητῶς καὶ κατὰ λέξιν οὕτως ἂν ἀποδοθείη. Κατὰ γὰρ βασιλέα Ἄχαζ, καὶ Ἠσαΐαν υἱὸν Ἀμὼς, καὶ τοὺς τῆς προφητείας χρόνους, βασιλεὺς Συρίας ὁ ἐν Δαμασκῷ, καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ, οὐχ ὁ ἐν Ἱερουσαλὴμ, ἀλλ' ὁ τοῦ πλήθους τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου, συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις τοῦ Δαυῖδ βασιλευομένους ἐπολιόρκουν. Τούτων οὖν ἀμφοῖν τὴν καθαίρεσιν ἡ προφητεία θεσπίζουσα, αὐτοὺς μὲν τοὺς κατ' ἐκεῖνο καιροῦ Ἰουδαίους τε καὶ ἀλλοφύλους, κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ δεξιὰς ἀλλήλοις δεδωκότας, αὐτίκα μάλα διαλυθήσέσθαι καὶ ἀποχωρήσειν τοῦ πολέμου
or the toil of the God Who is prophesied, other than coming into human birth—according to us and the translation of the Seventy, being born from a Virgin, and according to that now current among Jews, from a young woman? Yet you would find in Moses too one who is confessedly a Virgin called a young woman; at any rate, he has called by this appellation one betrothed to one man and violated by another. Moreover, Emmanuel Who is to be born from her who is signified brings with Him a power greater than is according to common man, choosing out the good before knowing evil things, and disobeying wickedness so as to choose out the good; and this not in the age of manhood, but in that of childhood. Wherefore it has been said: « Before the child knows good or evil, He disobeys wickedness, so as to choose out the good; » through which words His being wholly untried by wickedness Who is signified is set forth. Nay more, He Who is God with us also brings upon Himself a surname superior to what is according to man; wherefore also the sign concerning Him was said to contain depth, and at the same time height: depth because of His descent unto men, or even His presence unto death; and height because of His divine restoration out of the depth, or because of the theology of His divine pre-existence. Now Who might God with us be other than the God and Lord demonstrated through what went before, Who also was beheld by Abraham in no other way than through the form of a man? And if those of the circumcision should refer these things to Hezekiah, the son of Ahaz, affirming that this one was he who was signified beforehand to his father, yet neither was Hezekiah God with us, nor has any God-befitting sign been wrought in his case; nor yet did God have a contest or labour concerning his birth; and besides, apart from these things Hezekiah is shown to be excluded by the times of the prophecy. For these things were divinely foretold concerning things to come while his father Ahaz himself was reigning; whereas Hezekiah is established to have been born before Ahaz became king. And if the matters of the present prediction could not be referred to this man, far less to any other of those who arose among Jews after the times of the prophecy. Yet at the birth of the true Emmanuel—that is, of Him Who became God with us—and solely at the sojourn among men of our Saviour God the Word [they came to pass]; for when the two kings had been overthrown, the land of the Jews was left desolate, just as the oracle says it will be when saying: « The land shall be forsaken from before the face of the two kings; » which very thing too might expressly and word for word be explained thus. For in the time of King Ahaz, and Isaiah the son of Amoz, and the times of the prophecy, the king of Syria in Damascus, and the king of Israel in Samaria—not the one in Jerusalem, but the king of the multitude of the Jews who had revolted from the divine law—having made treaties with one another, were besieging those ruled under the successors of David. Foretelling, therefore, the overthrow of both of these, the prophecy says that those very Jews and foreigners of that time, who had given right hands to one another against the people of God, would straightway be disbanded and withdraw from the war,
Notes, col. 500

On the reading

Printed οι, for οἱ.

Printed διαλυθήσέσθαι, for διαλυθήσεσθαι.

PG 22:501Read from the page
φησί· τήν γε μὴν βασιλείαν αὐτῶν καὶ τὴν διαδοχὴν εἰς τὸ παντελὲς καταλυθήσεσθαι, καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου, μεθ' ἡμῶν Θεοῦ, γενέσεως. Ἐπίστησον τοίνυν πότε ἡ Δαμασκηνῶν ὁμοῦ καὶ Ἰουδαίων κατελύθη βασιλεία, καὶ κατὰ ποίους χρόνους κατελείφθη ἡ γῆ τῶν Ἰουδαίων ἀβασίλευτος, καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη Δαμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα. Ἐπὶ γὰρ τῆς τούτων καθαιρέσεως τὸν Ἐμμανουὴλ πάντως που γεννηθήσεσθαι εἰκὸς, καὶ τὸν προφητευόμενον ἐληλυθέναι. Εἰ μὲν οὖν τῶν δηλουμένων παρῆν ὁρᾷν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρῆν περαιτέρω ζητεῖν, μόνον δὲ ἔτι καὶ νῦν εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δὲ ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν Δαμασκῷ, μήτε ἐν τῇ Ἰουδαίᾳ, καθ' ἡμᾶς αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχε τὸ λόγιον φῆσαν· « Καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν· » τῶν βασιλέων, ἀντὶ τῶν βασιλειῶν ὠνομασμένων. Ὁ γοῦν Σύμμαχός φησιν· « Ἐγκαταλειφθήσεται ἡ γῆ, ἀφ' ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς· » καὶ ὁ Ἀκύλας· « Ἐγκαταλειφθήσεται ἡ χθὼν, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς. » Καὶ ὁ Θεοδοτίων δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον· « Ἐγκαταλειφθήσεται ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς. » Ὁρᾷς ὅπως τὴν γῆν καταλειφθήσεσθαι ἀβασίλευτον θεσπίζει; Ποίαν δὲ γῆν, ἢ τὴν τῶν Δαμασκηνῶν, καὶ τὴν τοῦ Ἰσραήλ; τούτων γὰρ ἦσαν οἱ δύο βασιλεῖς, οἱ περὶ ὧν ὁ λόγος· ὧν ὁ Ἄχαζ τὴν γῆν ἐσίκχαινεν, ἢ ἐβδελύσσετο, ἀποκάμνων ἢ ἐγκακῶν ἀπ' αὐτῆς. Πότ' οὖν τοῦτο γέγονε; τούτων γὰρ συμπερασθέντων, πᾶσα ἀνάγκη καὶ τὸ προλεγόμενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν Παρθένον τεκεῖν τὸν μεθ' ἡμῶν Θεόν. Καὶ δὴ πρόδηλον τοῖς τὰς ἱστορίας ἐξετάζουσιν, ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμασκοῦ συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον. Μέμνηται γοῦν ὁ ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν· καὶ τοῦ Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος, καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενε βασιλεία. Οὐ γὰρ ἀπὸ γένους Δαυΐδ ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης καὶ οἱ μετ' αὐτὸν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν γενόμενοι. Μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ εὐαγγελικὸν εἰς πάντας ἀνθρώπους τοῦ ἐκ τῆς Παρθένου παιδὸς κήρυγμα, καταλέλειπται αὐτίκα ἡ γῆ ἀπὸ προσώπου τοῖν δυεῖν βασιλέων. Ἐξ ἐκείνου γὰρ τῆς Ῥωμαίων μοναρχίας τῶν ἐθνῶν ἐπικρατησάσης, ἐλέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία· τέλος δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας. Ῥητὰ μὲν οὖν τάδε· πρὸς δὲ διάνοιαν ὁ τῆς προφητείας λόγος ἁπάσης ψυχῆς τὸ εὐσταθὲς καὶ γαληναῖον, καὶ εἰρηναῖον σημαίνει τῆς τὸν γεννηθέντα Θεὸν αὐτὸν δὴ τὸν Ἐμμανουὴλ παραδεξαμένης. Ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς τῶν ἀνθρώπων
while their kingdom and succession would be completely abolished and extinguished at the birth of the God with us Who is prophesied. Consider, then, when the kingdom of the Damascenes together with that of the Jews was abolished, and at what times the land of the Jews was left kingless, as well as that very land of the Damascenes which formerly had great power, ruling of old with a mighty hand over all Syria. For at the overthrow of these it is altogether likely that Emmanuel was born, and that He Who is prophesied had come. If, then, it were possible to see the kingdoms of those signified still standing, there would be no need to seek further, save only still even now to suspend hopes upon a future time; but if in deed the overthrow of those mentioned is manifest, so that neither in Damascus nor in Judaea, in our own time, does a king appear, it is plain that the oracle has reached fulfilment which said: « And the land shall be forsaken from before the face of the two kings, whom you fear, from before their face »—the kings being named instead of the kingdoms. Symmachus, at any rate, says: « The land shall be left behind, on account of which you lose heart, from before the face of its two kings; » and Aquila: « The land shall be left behind, which you loathe, from before the face of its two kings. » And Theodotion too translated it in this manner: « The land shall be left behind, which you abhor, from before the face of its two kings. » Do you see how it foretells that the land shall be left kingless? And what land, other than that of the Damascenes, and that of Israel? For of these were the two kings concerning whom the speech is, whose land Ahaz loathed, or abhorred, growing weary or losing heart on account of it. When, then, has this come to pass? For since these things have been brought to completion, there is every necessity that the previously stated part of the prophecy as well has passed into deed; and this was that the Virgin should bring forth God with us. And indeed it is plain to those who examine the histories that right down to the times of the manifestation of our Saviour Jesus Christ even over Damascus there had stood together the kingdom of ancestral succession. At any rate, the sacred apostle makes mention of Aretas the king of the Damascenes; and of the nation of the Jews as well the disorderly and non-lawful kingdom still remained at that time. For Herod and those after him who lived in the time of our Saviour did not derive the succession of rule from the race of David. Yet after His manifestation, and the evangelical proclamation unto all men of the Child born from the Virgin, immediately the land has been forsaken from before the face of the two kings. For from that time, when the monarchy of the Romans prevailed over the nations, every local ethnarchy and city-rulership had been dissolved; and along with the rest the matters of the prophecy in hand also received fulfilment. Such, then, is the literal sense; while as to the spiritual meaning, the word of the prophecy signifies the steadfast, calm, and peaceful state of every soul that has received the God Who was born, even Emmanuel Himself. For when the one Christ and the word proclaimed by Him of men's
Notes, col. 501

On the reading

Printed ἀπ', for ἀφ'.

Printed πολιαρχία, for πολυαρχία.

PG 22:504Read from the page
ψυχῆς βασιλεύοντος, οἱ πρὶν ἀποπεφεύγασι πολέμιοι, δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρείαν καὶ τὴν ἐν πολυτρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις, καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν. Τούτων δὲ οὖν ἔφερον οἱ πάλαι δηλούμενοι σωματικοὶ βασιλεῖς τὰ σύμβολα· ὧν ὁ μὲν Δαμασκηνῶν τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης εἰκὼν ἦν, ὁ δ' ἕτερος τῶν ἀποστάντων τῆς Ἱερουσαλὴμ, δηλαδὴ τῶν ἀποπεπτωκότων τῆς κατὰ τὸν νόμον τοῦ θεοῦ λατρείας. Ὅτι δὲ ταῦτα κατὰ διάνοιαν τροπικῶς ἀποδέχεσθαι προσήκει, μάθοι ἄν τις καὶ ἀπὸ τῶν ἑξῆς ἐπιλεγομένων, δι' ὧν ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ μυίας τινὰς καὶ μελίσσας ἐπελεύσεσθαι τῷ Ἰουδαίων ἔθνει καὶ ὁ λόγος θεσπίζει, τὰς μὲν ἀπ' Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων, τὴν κεφαλὴν, καὶ τοὺς πόδας, καὶ τὸν πώγωνα ἀποξυρήσειν· ἄνθρωπον δὲ δάμαλιν βοῶν, καὶ δύο πρόβατα θρέψειν, καὶ ἄλλα τινὰ καθ' ἕνα καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι οὐδαμῶς πρὸς λέξιν νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα. Ταῦτα μὲν οὖν τοιαῦτα· ὅπως δὲ ἡ παροῦσα γραφὴ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως προεσήμαινε τὸν τρόπον, μαρτυρήσει ὧδέ πως ὁ εὐαγγελιστὴς γράφων· «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων παραδειγματίσαι αὐτὴν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῖδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου. Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστὶν ἁγίου. Τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ' ἡμῶν ὁ Θεός.» Οὕτω δὴ καθ' ἡμᾶς τὰ τῆς θείας προγνώσεως ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως πιστοῦται, ἄλλως οὐκ ἂν τῆς προφητείας ἀληθοῦς ἀποφανθησομένης.
ruling over the soul, the former enemies have fled away, two modes of impiety: both the one that suggests to human beings idolatry and heterodoxy in manifold doctrines, and the one that works perversion in morals. Of these, therefore, the bodily kings indicated of old bore the symbols: of whom the one of the Damascenes was an image of the error of the nations concerning idols, while the other was of those who had revolted from Jerusalem, namely of those who had fallen away from the worship according to the law of God. And that it is fitting to understand these things figuratively according to the deeper sense, one might learn also from the words added next, through which the oracle also prophesies that in the day of Emmanuel certain flies and bees will come against the nation of the Jews, the former from Egypt and the latter from the Assyrians, and that He will shave off the head, and the feet, and the beard; and that a man will nourish a heifer of oxen and two sheep, and that certain other things will take place at one and the same time, by no means understood according to the letter, but contemplated according to the deeper sense alone. Such, then, are these matters; and how the present Scripture foresignified the manner of the birth of our Saviour Jesus Christ, the evangelist will bear witness, writing somewhat thus: "Now the birth of Jesus Christ was in this way: When His mother Mary had been betrothed to Joseph, before they came together, she was found to be with child from the Holy Spirit. And Joseph her husband, being a righteous man, and not wishing to expose her to public disgrace, resolved to send her away secretly. But as he considered these things, behold, an angel of the Lord appears to him in a dream, saying: Joseph, son of David, do not fear to take Mariam your wife. For that which is begotten in her is from the Holy Spirit. And she shall bear a Son, and you shall call His name Jesus. For He Himself shall save His people from their sins." And all this came to pass, that what was spoken by the Lord through the prophet might be fulfilled, saying: Behold, the Virgin shall conceive in the womb, and shall bear a Son, and you shall call His name Emmanuel, which is, being translated, God with us." Thus indeed among us the matters of divine foreknowledge are confirmed from the outcome of events, since otherwise the prophecy would not be shown to be true.
Notes, col. 504

On the reading

Printed ἐστὶν, for ἐστιν.

PG 22:505Read from the page
Ἐξῆς δὲ τούτων τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι εν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δὲ, ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουὴλ, φέρε, κατανοήσωμεν· «Συριεῖ,» φησὶ, «Κύριος μυίαις, αἳ κυριεύουσι μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων, καὶ ἐλεύσονται, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ, τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα, καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα· φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος, οὗ ἂν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν, μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται. Οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου σου καὶ ἀκάνθης εις βόσκημα προβάτου, καὶ καταπάτημα βοός.» Τοσαῦτα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ ἡ παροῦσα προφητεία περιέχει· ἅπερ ὁποίας ἔχεται θεωρίας ὥρα διελθεῖν, τὴν διάνοιαν ἐπιτεμνομένους. «Συριεῖ,» φησὶ, «Κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, αἳ κυριεύουσι μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων·» ταῖς μὲν προτέραις εἰδωλολατρῶν ἀνδρῶν ψυχαῖς ἢ καὶ δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνομαζομέναις, καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις· τῇ δὲ μελίσσῃ ζώῳ κέντρον ἐπιφερομένῳ, βασιλεύειν τε καὶ βασιλεύεσθαι, καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώσκειν εἰδότι τοὺς ἀνθισταμένους. Ταύτας οὖν ὁμοῦ συνελθούσας, τὰς μὲν ἐκ τῆς τῶν εἰδωλολατρῶν χώρας, τὰς δὲ ἀπὸ τῆς τῶν κατευθυνόντων γῆς (κατευθύνοντες γὰρ οἱ Ἀσσύριοι ἑρμηνεύονται), κελεύσει ὥσπερ σύρισμά τι τοῦ Κυρίου καὶ Θεοῦ τῶν ὅλων τῆς Ἰουδαίας ἁπάσης ἐπικρατήσειν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ, φησί. Σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν γῆν· ὅπερ καὶ ὁ Σωτὴρ ἡμῶν λευκοτέροις ὀνόμασιν ἐθέσπιζεν, εἰπὼν, «Καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν·» ὃ καὶ τέλους ἔτυχε, μετ' οὐ πολὺν χρόνον τῶν τοῦ Σωτῆρος ἡμῶν φωνῶν, Ῥωμαίων τὴν πόλιν ἑλόντων, ἀλλοφύλους τε ἄνδρας αὐτόθι κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων. Πάλιν δὲ ὁ αὐτὸς Κύριος ξυρήσειν λέγεται ἐν τῷ τοῦ βασιλέως Ἀσσυρίων ξυρῷ, ἤτοι τῇ κολαστικῇ δυνάμει τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τὴν κεφαλὴν, καὶ τοὺς πόδας, καὶ τὸν πώγωνα, οὐκ ἄλλου τινὸς ἢ αὖθις τοῦ Ἰουδαίων ἔθνους, τοῦτ' ἔστι τὸν κόσμον αὐτῶν καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς. Ῥωμαίους δὲ εἶναι τούτους αἰνίττεται. Διὰ γὰρ τοῦ τῶν Ἀσσυρίων
Next after these things, come, let us consider what and how many things are said to come to pass in that day, manifestly meaning in the time of the manifestation of Emmanuel: "The Lord," it says, "shall whistle for the flies, which rule over a part of the river of Egypt, and for the bee, which is in the land of the Assyrians, and they shall come, and shall rest in the ravines of the land, and in the clefts of the rocks, and into the caves, and into every fissure, and in every piece of wood. In that day the Lord shall shave with the great razor, the one hired beyond the river of the king of the Assyrians, the head, and the hairs of the feet, and shall take away the beard. And it shall be in that day, a man shall nourish a heifer of oxen, and two sheep, and it shall be from the producing of abundant milk: he shall eat butter, because everyone who is left behind upon the land shall eat butter and honey. And it shall be in that day, every place where there may be a thousand vines at a thousand shekels, into dry land shall they become and into thorn; with arrow and bow-shot shall they enter there, because all the land shall be dry land and thorn, and every ploughed mountain shall be ploughed. No fear shall come there; for from your dry land and thorn it shall become a pasture for a sheep, and a treading-place for an ox." So many things does the present prophecy contain as going to take place in the day of Emmanuel; and it is time to go through what sort of contemplation they pertain to, abridging the sense. "The Lord," it says, "shall whistle for the flies in that day, which rule over a part of the river of Egypt, and for the bee, which is in the land of the Assyrians:" the former, as I suppose, being souls of idolatrous men or even powers, unclean and unpleasant, called flies, and Egyptian flies, rejoicing in sacrifices and blood of idols; and the bee being an animal bearing a sting, knowing both how to rule as king and to be ruled by a king, and how to wage war, and knowing how both to defend itself and to wound those who resist. These, therefore, having come together at the same time, the ones out of the country of the idolaters, and the others from the land of those who direct (for the Assyrians are translated 'those who direct'), as it were a certain whistling of the Lord and God of the universe will command to prevail over all Judaea because of their unbelief in Christ, in the day of Emmanuel, it says. And through these things it signifies that foreign and warlike nations will inhabit Jerusalem and the land of Judaea; which very thing our Saviour also prophesied in clearer terms, saying, "And Jerusalem shall be trampled down by the nations;" which also reached fulfilment not long after the utterances of our Saviour, when the Romans took the city, and settled foreign men right there and established them upon the place. And again the same Lord is said to shave with the razor of the king of the Assyrians, that is, by the punitive power of the ruler of this age, the head, and the feet, and the beard, of none other than again the nation of the Jews, that is, to strip away their adornment and glory through the rule of those who prevail universally. And it hints that these are the Romans. For by the Assyrians'
Notes, col. 505

On the reading

Printed Ἐξῆς, for Ἑξῆς.

Printed εν, for ἐν.

Printed χέρσου σου, for χέρσου.

Printed εις, for εἰς.

PG 22:508Read from the page
ὀνόματος ἡγοῦμαι τὴν καθ' ἕκαστον χρόνον ἐπικρατοῦσαν τῶν ἐθνῶν βασιλείαν σημαίνεσθαι, διὰ τὸ κατευθύνοντας ἀπὸ τῆς Ἑβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους· ὥστε εἶναι Ῥωμαίους τοὺς νῦν κατευθύνοντας. Ἐπεὶ καὶ ἀληθῶς τῷ Ῥωμαίων ξυρῷ, ἤτοι τῇ πολιτικῇ καὶ πολεμικῇ δυνάμει, πᾶσαν τὴν δόξαν τοῦ Ἰουδαίων ἔθνους, ἐν ᾗ τὸ πρὶν ἐκόμα, καὶ πᾶσαν αὐτῶν τὴν ἀνδρείαν διὰ τοῦ πώγωνος καὶ τῶν τριχῶν καὶ τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν ὅλων Θεός. Οὐδὲ ἄλλοτε γοῦν πω πρότερον ἐξ αἰῶνος ἢ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ Ἐμμανουὴλ γένεσιν, περιεῖλεν αὐτῶν ὁ Θεὸς πάντα τὸν κόσμον, διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. Ἀντὶ δὲ, τοῦ βασιλέως Ἀσσυρίων, ὁ μὲν Ἀκύλας, «ἐν βασιλείᾳ Ἀσσυρίων,» ὁ δὲ Θεοδοτίων, «ἐν τῷ βασιλεῖ τῶν Ἀσσυρίων,» ἐκδέδωκεν· ὁμοίως δὲ καὶ Σύμμαχος· σαφὲς ποιοῦντες, ὅτι μὴ τοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ' ἐν τῷ αὐτοῦ ξυρῷ, καὶ ἐν αὐτῷ τε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος. Τούτοις οὖν καὶ ἡ ἔκβασις ἐπιμαρτυρεῖ τῶν λόγων. Ἐπὶ σχολῆς δέ τις καὶ πλεῖστα ἕτερα, ὥσπερ εἰς Ἀσσυρίων πρόσωπον ἐν ταῖς προφητείαις εἰρημένα εὕροι ἂν ἐπιτηρήσας, οὐδαμῶς μὲν τοῖς Ἀσσυρίοις ἐφαρμόσαι δυνάμενα, τῇ δὲ ἐπικρατούσῃ καθόλου τῶν κατὰ χρόνους ἐθνῶν βασιλείᾳ. Ἤδη γοῦν καὶ Πέρσας εὕρομεν παρὰ Ἑβραίοις Ἀσσυρίους ὠνομασμένους. Διὸ καὶ νῦν ὑπειλήφαμεν αἰνίττεσθαι τὸν λόγον τὴν Ῥωμαίων ἀρχήν· κατευθύνουσαν γὰρ καὶ κατευθυνομένην ὑπὸ τοῦ Θεοῦ μετὰ τὴν Σωτῆρος ἡμῶν παρουσίαν ὁρῶμεν. Μηδεὶς δὲ ὑπολαμβανέτω πάντα ἡμᾶς λέγειν τὰ περὶ Ἀσσυρίων ἐν ταῖς θείαις φερόμενα Γραφαῖς ἐπὶ Ῥωμαίους ἀνάγεσθαι (ἠλίθιον γὰρ καὶ ἀναιδὲς τοῦτο), ἀλλά τινας εἶναι προφητικὰς φωνὰς ταῖς περὶ τοῦ Χριστοῦ μαρτυρίαις συμπεριπεπλεγμένας, ἃς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προσηγορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας αἰεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσήκοντος παραστήσομεν. Καὶ ἔγωγε τὸν λογισμὸν τῆς αὐτῆς ἀποδόσεως πρὸς ἐμαυτὸν διερευνώμενος, οἶμαι δι' οὐδὲν ἕτερον μὴ ὀνομαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους διδασκαλίαν, καὶ τὰς προφητικὰς Γραφὰς ἐπ' αὐτῆς τε τῆς Ῥωμαίων πόλεως, καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσι δημοσιεύεσθαι. Ἵν' οὖν τοῖς τῆς ἀρχῆς κρατοῦσι δυσαρέστησις μηδεμία γένηται ἐκ τῆς προδήλου περὶ αὐτῶν ἀναγραφῆς, δι' αἰνιγμάτων ὁ λόγος ἐπεκρύψατο, ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ Δανιὴλ θεωρίαις, ὥσπεροῦν καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ κατευθύνοντας αὐτοὺς ὀνομάζει προσειπὼν Ἀσσυρίους. Τῷ τούτων τοιγαροῦν ξυρῷ τὸν σύμπαντα κόσμον τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν τοῦ Ἐμμανουὴλ γένεσιν ἀφανισθήσεσθαι θεσπίζει. Ἔτι δὲ, ἐν τῇ δηλουμένῃ ἡμέρᾳ, (δῆλον δὲ ὅτι τῇ τοῦ Ἐμμανουὴλ, τοῦτ' ἔστι τῆς τοῦ Χριστοῦ ἐπι-
name I consider that the kingdom of the nations prevailing at each time is signified, because the Assyrians are translated 'those who direct' from the language of the Hebrews; so that the Romans are those who now direct. Since indeed truly with the razor of the Romans, that is, by their civil and military power, all the glory of the nation of the Jews, in which it formerly prided itself, and all their bravery signified through the beard and the hairs and the feet, the God of the universe stripped away. Never at any rate at any other time previously from of old than after the birth of our Saviour, even of Emmanuel Himself, did God strip away from them all their adornment, through the rule of the Romans. And instead of "of the king of the Assyrians," Aquila has rendered, "in the kingdom of the Assyrians," and Theodotion, "in the king of the Assyrians," and likewise Symmachus also; making it clear that the oracle threatens not to shave the head of the king of the Assyrians, but with his razor, and in the king of the Assyrians himself, to inflict the things prophesied upon the nation of the Jews. To these words, therefore, the outcome also bears witness. And at leisure one might find upon close observation very many other things as well, spoken as if with reference to the person of the Assyrians in the prophecies, which can by no means apply to the Assyrians, but rather to the universally prevailing kingdom of the nations from time to time. Already, at any rate, we have found the Persians also named Assyrians among the Hebrews. Wherefore now also we have supposed the oracle to hint at the rule of the Romans; for we see it directing and being directed by God after the advent of our Saviour. Yet let no one suppose us to say that all the things transmitted concerning the Assyrians in the divine Scriptures are to be referred to the Romans (for that would be foolish and shameless), but that there are certain prophetic utterances interwoven with the testimonies concerning the Christ, which we say hint at the Romans through the appellation of the Assyrians, since from the translation of the name there is always indicated the kingdom of the nations prevailing from time to time, as we shall establish at the fitting season. And I myself, examining within myself the reason for this same rendering, suppose that for no other cause did the prophetic oracles refrain from mentioning the Romans by name than because under the kingdom of the Romans the teaching of our Saviour Jesus Christ was going to shine forth unto all human beings, and the prophetic Scriptures were going to be published both in the city of the Romans itself and in all the nations subject to the Romans. In order, therefore, that no displeasure might arise among those holding sovereignty from an explicit record concerning them, the word concealed itself through riddles, both in many other passages, and moreover in the visions of Daniel, just as also in the prophecy in hand, in which it names them 'those who direct' by addressing them as Assyrians. With their razor, accordingly, it prophesies that the entire adornment of the nation of the Jews will be obliterated after the birth of Emmanuel. Furthermore, in the day indicated, (manifestly meaning that of Emmanuel, that is, of Christ's manifes-
Notes, col. 508

On the reading

Printed ὥσπεροῦν, for ὥσπερ οὖν.

PG 22:509Read from the page
φανείας,) «Θρέψει,» φησὶν, «ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα· καὶ ἔσται, ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.» Δι' ὧν φαίη ἄν τις ἤτοι λιμὸν αἰνίττεσθαι, καὶ πτωχείαν ὑπερβάλλουσαν τοῦ ἐκ περιτομῆς λαοῦ, μὴ εὐποροῦντος μὲν τῆς ἀπὸ σίτου κατὰ φύσιν τροφῆς, μηδὲ γῆν ἀροῦντος, καὶ σπείροντος, καὶ θερίζοντος, μηδὲ ποίμνας προβάτων, μηδὲ βοῶν ἀγέλας κεκτημένου, ἐχομένου δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς, τὸ τούτων γάλα ποριζομένου. Ἢ ἄλλως τροπολογῶν, τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν πεπιστευκότων αποστόλων τε καὶ εὐαγγελιστῶν χορόν· ὧν ἕκαστος, λεῖμμα κατ' ἐκλογὴν χάριτος γεγονὼς, καὶ διὰ τοῦτο ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς ὠνομασμένος, θρέψειν λέγεται δάμαλιν βοῶν, καὶ δύο πρόβατα, τρία καθ' ἑκάστην Ἐκκλησίαν τάγματα, ἓν μὲν τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν, καὶ τῶν μηδέπω τῆς διὰ λουτροῦ παλιγγενεσίας ἠξιωμένων, οἷς καί φησιν ὁ θεῖος Ἀπόστολος· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα.» Τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτας ἕξει, δάμαλιν βοῶν εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ Ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;» ἢ δι' ἡμᾶς πάντως λέγει; Εἴη δὲ ἂν καὶ πᾶν τὸ τάγμα τῶν τῆς Ἐκκλησίας προεστώτων, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμένων, δάμαλις ὠνομασμένη βοῶν, γεννήματα τυγχάνουσα τῶν ἀποστολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς ἐπιδώσειν λέγονται, ὡς ἐκ πολυγονίας τοσοῦτον προβάλλεσθαι γόνιμον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν. Τούτων δὲ περὶ τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς γενησομένων, ἕτερόν τι συμβήσεσθαι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, (δῆλον δὲ ὅτι ἐν τῷ χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας,) προαναφωνεῖ. Τί δὲ τοῦτο; «Πᾶς τόπος,» φησὶ, «τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ' οὗ ἦσαν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ γὰρ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ (δῆλον δ' ὅτι οἱ πολέμιοι), ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ.» Καὶ θέα γε ὅσα ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ, λέγω δὲ ἐν τῷ τῆς ἀνατολῆς καιρῷ λογικοῦ φωτὸς, τοῦ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους ἐπιλάμψαντος, περὶ τὸ Ἰουδαίων ἔθνος ἔσεσθαι ὁ λόγος θεσπίζει, δυνάμεις τε ἀκαθάρτους, καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων· ἃς τοῦ Κυρίου συρίσαντος, καὶ ὡσπερεὶ παρορμήσαντος, καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ τὸ τοιούτων ἀξίαν γεγονέναι· καὶ ἀναπαύσεσθαι τὰς εἰρημένας δυνάμεις φησὶν ἐν φάραγξι, καὶ ἐν τρώγλαις πετρῶν, εἴς τε τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα αὐτῶν,
tation,) "A man shall nourish," it says, "a heifer of oxen, and two sheep; and it shall be, from the producing of abundant milk, everyone who is left behind upon the land shall eat butter and honey." Through which words one might say that famine is hinted at, and surpassing poverty of the people of the circumcision, not abounding in natural nourishment from grain, nor ploughing the land, and sowing, and reaping, nor possessing flocks of sheep, nor herds of oxen, but clinging to two sheep and a single heifer, procuring the milk of these. Or interpreting figuratively in another way, one might say that he who is left behind upon the land hints at the choir of apostles and evangelists from the circumcision who have believed in our Saviour and Lord; each of whom, having become a remnant according to the election of grace, and on this account named he who is left behind upon the land, is said to nourish a heifer of oxen, and two sheep, three orders in each Church, one being that of the leaders, and two being those of the subordinates, since the people of the Church of Christ is divided into two orders: both into that of the faithful, and that of those not yet deemed worthy of the regeneration through the washing, to whom also the divine Apostle says: "I gave you milk to drink, not solid food." While those already established in a more perfect state, he fittingly calls a heifer of oxen, being offspring of more perfect oxen, such as the Apostle himself was, speaking concerning himself and those labouring similarly to him: "Is it for the oxen that God cares?" Or does He altogether speak for our sakes? And the whole order of those who preside over the Church, entrusted with ploughing and cultivating the souls of human beings, might also be named a heifer of oxen, being offspring of the apostolic ways and teachings, who are also said to advance to such a degree of virtue as from fruitfulness to put forth so much fertile and rational milk by their introductory instructions that countless others also are nourished from them. And while these things are going to take place concerning those left behind upon the land, it proclaims beforehand that something else will happen in that day, (manifestly meaning in the time of Emmanuel's advent.) And what is this? "Every place," it says, "of the people of the circumcision, upon which there were a thousand vines at a thousand shekels, shall become dry land and thorn. For with arrow and bow-shot they shall enter there (manifestly meaning the enemies), because all the land shall be dry land and thorn." And behold indeed how many things in the day of Emmanuel, I mean in the season of the rising of rational light, which through our Saviour shone forth unto all human beings, the oracle prophesies will come to pass concerning the nation of the Jews: both unclean and warlike powers that of old were at work among the nations both in Egypt and in the land of the Assyrians; which, when the Lord has whistled, and as it were urged on and exhorted them, it says will come against their land, because it has become worthy of such things; and it says that the aforesaid powers will rest in ravines, and in clefts of rocks, and into the caves, and into every fissure of theirs,
Notes, col. 509

On the reading

Printed αποστόλων, for ἀποστόλων.