πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν ει ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. » Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοῦ αὐτοῦ ποικίλως σημαινομένου. Ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον τῆς εἰς ἀνθρώπους τοῦ Θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι' ὅσων οὗτος καὶ ὅπως παρίσταται. Ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ, Θεὸς ἐκ παρθένου γεννώμενος· δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου Πνεύματος παιδίον, οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου· τρίτον ὁ μετὰ χεῖρας, εἷς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις. « Καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται, κατὰ μὲν τοὺς Ἑβδομήκοντα « μεγάλης βουλῆς ἄγγελος, » καὶ ὥς τινα τῶν ἀντιγράφων ἔχει, « θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· » κατὰ δὲ τὸ Ἑβραϊκὸν, ὡς ὁ μὲν Ἀκύλας φησίν· «Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ' ὤμου αὐτοῦ. Καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Θαυμαστὸς σύμβουλος, ἰσχυρὸς, δυνατὸς, πατὴρ, ἔτι ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας· » ὡς δὲ ὁ Σύμμαχος· « Νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν. Καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας. » Οὐκοῦν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς Ἑβδομήκοντα, ἀλλὰ « τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς, καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος » γεννηθήσεσθαι, καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. Ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῦ Θεοῦ Λόγον, καὶ Θεὸν, καὶ Κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνημασμένον τοῦ Πατρὸς, καὶ ἀρχιστράτηγον δυνάμεως Κυρίου. Τίς δ' ἂν οὖν γένοιτο κατὰ μὲν τὴν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερομένας παρ' Ἑβραίοις μαρτυρίας, ἐν ἀνθρώποις γεννώμενος, καὶ « παιδίον » γινόμενος, « θαυμαστὸς σύμβουλος, καὶ ἰσχυρὸς. δυνατὸς, καὶ πατὴρ, ἔτι καὶ ἄρχων εἰρήνης,» οὐ ποτέ φησιν ἔσεσθαι τέλος· κατὰ δὲ τὸν Σύμμαχον « Παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου· » καὶ κατὰ Θεοδοτίωνα, « θαυμαστῶς βουλεύων, ἰσχυρὸς, δυνάστης, πατὴρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστι πέρας. » Καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν,
every robe gathered together by deceit, and garment with restitution they shall repay, and they shall wish if they had been burned with fire; because a child has been born to us, and a son has been given to us, Whose government is upon His shoulder; and His name is called Angel of great counsel, wonderful counsellor, mighty God, potentate, ruler of peace, father of the age to come. For I will bring peace upon the rulers, and health to Him. Great is His government, and of His peace there is no bound, upon the throne of David, and His kingdom, to establish it rightly, and to uphold it in judgement and righteousness from now and for ever. The zeal of the Lord Sabaoth shall perform these things." Here for the third time now the child is prophesied, the same One being signified in manifold ways. Since, therefore, it now lies before us to show the manner of the coming of God unto men, behold through how many titles and in what way this is set forth. First there was pointed out He Who was surnamed Emmanuel, God born of a virgin; second, the child from the prophetess and the Holy Spirit, proving to be none other than the One foretold; third, He Who is now in hand, being one and the same with the former. To Him too, at any rate, the name is said to be, according to the Seventy, "Angel of great counsel," and as some of the copies have it, "wonderful counsellor, mighty God, potentate, ruler of peace, father of the age to come;" while according to the Hebrew, as Aquila indeed says: "Because a child was born to us, a son was given to us, and a measure came to be upon His shoulder. And His name was called Wonderful counsellor, mighty, powerful, father, moreover ruler of peace, and of His peace there is no end;" and as Symmachus says: "For a youth was given to us, a son was given to us. And His discipline shall be upon His shoulder, and His name shall be called Marvel, deliberative, mighty, powerful, father of the age, ruler of peace, and of His peace there is no end." Therefore through these words it was divinely declared that not simply an angel according to the Seventy, but "the Angel of great counsel, and wonderful counsellor, and mighty God, and potentate, and ruler of peace, and father of the age to come" should be born, and should be a child. And you have in what went before the Word of God proclaimed in diverse ways both God and Lord, and at the same time the selfsame One named Angel of the Father, and Captain of the host of the Lord. Who then could He be Who, according to Aquila and the testimonies still even now current among the Hebrews, is born among men, and becomes a "child," "wonderful counsellor, and mighty, powerful, and father, moreover also ruler of peace," of Whose peace, he says, there shall never be an end; and according to Symmachus, "Marvel, deliberative, mighty, powerful, father of the age, ruler of peace, and of a peace infinite and unending;" and according to Theodotion, "wonderfully counselling, mighty, sovereign, father, ruler of peace, for multiplying discipline, of Whose peace there is no end"? And what follows I leave to you yourself to examine,