Migne Reading Room

PG 22 · cols. 416–425 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:416Read from the page
τὴν κλῆσιν τῶν ἐθνῶν προθεσπίζει, δι' ὧν φησι· «Ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὰς ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Ταῦτα δὲ ὁποίας διανοίας ἔχεται, κατὰ τὸν προσήκοντα καιρὸν ἐξετασθήσεται.
the calling of the Gentiles, through the words in which He says: "Thou shalt deliver Me from the gainsayings of the people, Thou shalt set Me at the head of nations. A people whom I did not know served Me; strange sons lied to Me, strange sons grew old, and limped away from their paths." What sort of meaning these words hold shall be examined at the fitting season.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
Ψαλμοῦ μϛʹ. — Ἀνάβασις Θεοῦ προκατεληλυθότος, καὶ ἐπίκλησις ἐθνῶν ἁπάντων, τὸν ἕνα καὶ μόνον Θεὸν ἐπιγνωσομένων.
Of Psalm 46. — Ascension of God Who had previously come down, and invocation of all nations, who will recognize the one and only God.
«Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Καὶ τί ἕτερον βούλεται σημαίνειν ἡ διὰ τούτων δηλουμένη Κυρίου τοῦ Θεοῦ ἄνοδος, ἢ τὴν πρὸ τῆς ἀνόδου κάθοδον αὐτοῦ; ἐφ' ᾗ πάλιν ἡ τῶν ἐθνῶν πάντων κλῆσις θεσπίζεται, χαρᾶς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν εὐαγγελίζεται, ὅτε Κύριος αὐτὸς ὁ ὕψιστος, μόνος Θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθεὶς, ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται. Ἡμῖν δὲ τίσιν ἢ δηλαδὴ τοῖς ταῦτα προφητεύουσιν; ὃ καὶ ἔστιν ἐναργῶς ἰδεῖν πεπληρωμένον, ὅτε πάντα τὰ εἰς Χριστὸν πεπιστευκότα ἔθνη τοῖς λόγοις τῶν προφητῶν ὑποτέτακται. Λέγοιτο δ' ἂν ταῦτα καὶ ἐκ προσώπου τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, οἳ καὶ εἴποιεν ἂν τό· «Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ.» Κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἁπάντων; ἣν αὐτὸς ὁ Χριστὸς τοῦ Θεοῦ παριστὰς ἔφησε· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταύτην οὖν τὴν ὑπὸ τοῦ Πατρὸς δεδομένην αὐτῷ κληρονομίαν, ὑπέταξε τοῖς ἀποστόλοις αὐτοῦ καὶ προφήταις, τῷ τοὺς εἰς αὐτὸν πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις, ἀκολούθως τοῖς προκειμένοις θεσπίσμασι. Καὶ ταῦτα δὲ πάντα κατορθώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ Θεὸς Λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, ἀνέβη ἐν ἀλαλαγμῷ. Τοῦτο δὲ ἑρμηνεύων Ἀπόστολός φησι· «Τὸ δὲ ἀνέβη τί ἐστιν, ει μὴ ὅτι καὶ κατέβη πρῶτον; εἰς τὰ κατώτατα μέρη τῆς γῆς ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.» Ἐν ἀλαλαγμῷ δὲ αὐτόν φησιν ἀνεληλυθέναι διὰ τὴν εἰς αὐ-
"All you nations, clap your hands, shout aloud to God with a voice of exultation, because the Lord Most High is terrible, a great King over all the earth. He subjected peoples to us, and nations under our feet; He chose for us His inheritance for Himself, the beauty of Jacob, which He loved. God ascended with a shout of triumph, the Lord with a sound of a trumpet. Sing praises to our God, sing praises, sing praises to our King, sing praises, because God is King of all the earth, sing praises with understanding; God reigned over the nations; God sits upon His holy throne. Rulers of peoples were gathered together with the God of Abraham, because God's mighty ones of the earth were exceedingly lifted up." And what else does the ascension of the Lord God set forth through these words mean to signify than His descent prior to the ascension? Upon which again the calling of all the nations is foretold, and signs of joy and gladness at the coming knowledge of God are proclaimed as good tidings to all the nations, when the Lord Himself the Most High, confessed as only God and King of all the earth, has been said to be going to subject peoples to us. And to "us" — to whom other than manifestly to those who prophesy these things? Which very thing one may manifestly see fulfilled, now that all the nations that have believed in Christ have been subjected to the words of the prophets. Yet these things might also be spoken from the person of the apostles of our Saviour, who might also say: "He chose for us His own inheritance." And what must one understand His inheritance to be other than the calling of all the nations? Presenting which, the Christ of God Himself declared: "The Lord said to Me: Thou art My Son, today have I begotten Thee. Ask of Me, and I shall give Thee nations for Thine inheritance, and the ends of the earth for Thy possession." This inheritance, therefore, given to Him by the Father, He subjected to His apostles and prophets, in that those who have believed in Him have been subjected to their words, in accordance with the foretellings set before us. And having accomplished all these things at His coming among men, God the Word, concerning Whom very many things have been treated by us, ascended with a shout of triumph. Interpreting this, the Apostle says: "Now what is 'He ascended,' except that He also descended first? He Who descended into the lowest parts of the earth, He Himself is also the One Who ascended far above the heavens." And in a shout of triumph he says that He went up because of the theol-
Notes, col. 416

On the reading

Printed ει, for εἰ.

PG 22:417Read from the page
τὸν θεολογίαν τῶν δορυφορούντων αὐτὸν ἀνιόντα ἀγγέλων· οἳ καὶ ἔλεγον· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.» Φωνὴν δὲ σάλπιγγος οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν, εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην. Παντὸς γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι' ἧς ὥσπερ διὰ σάλπιγγος εἰς ἐξάκουστον πάντων τῶν ἀνθρώπων βοᾷ καὶ κέκραγε τὸ Πνεῦμα τὸ ἅγιον τὰ ἑξῆς τοῦ ψαλμοῦ, δι' ὧν εἴρηται· «Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς» οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ «πάσης, φησὶ, τῆς γῆς ὁ Θεός· ψάλατε συνετῶς.» Οὐκέτι γὰρ οἱ πρὶν δαίμονες, φησὶ, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ' αὐτὸς «ὁ Θεὸς ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη·» ὁ Θεὸς αὐτὸς, «ὃς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.» Ἤδη δὲ πρότερον τοῦ Θεοῦ Λόγου τὸν θρόνον, ἐφ' ὃν καθέζεσθαι ὁ Πατὴρ αὐτῷ παρεκελεύσατο, εἰπὼν, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,» διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν. Τὸ δὲ, «Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ,» ἔτι σαφέστερον δηλοῖ μετατεθεῖσθαι εἰς τὸν κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ Θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν ἄρχοντας τῆς Χριστοῦ Ἐκκλησίας, οἳ, καὶ τῇ δυνάμει τοῦ Σωτῆρος ἡμῶν κραταιωθέντες, σφόδρα ἐπήρθησαν οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δεδυνημένου, διὰ τὴν ἀνυψοῦσαν αὐτοὺς καὶ δυναμοῦσαν τοῦ Θεοῦ δεξιάν. Καὶ ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως.
ogy addressed to Him of the angels escorting Him as He went up; who also said: "Lift up your gates, you rulers, and be lifted up, eternal gates, and the King of glory shall enter in." And you would not err in calling the evangelical proclamation, which has sounded forth unto the whole inhabited earth, the sound of a trumpet. For since the trumpet is louder-voiced than every musical instrument, the example has been fittingly taken to present the fact that the teaching concerning Christ has been proclaimed to all men mightier and louder-voiced than all things from of old, through which, as though through a trumpet, into the hearing of all men the Holy Spirit cries aloud and shouts what follows in the psalm, whereby it has been said: "Sing praises to our God, sing praises, sing praises to our King, sing praises; because King" no longer of the nation of the Jews alone, but "of all the earth," he says, "is God; sing praises with understanding." For no longer the former demons, he says, nor the terrestrial and deceitful spirits, but Himself, "God reigned over all the nations;" God Himself, "Who sits upon His holy throne." Already earlier, through the book preceding this one, we have presented the throne of God the Word, upon which the Father bade Him sit down when He said, "Sit Thou at My right hand, until I make Thine enemies a footstool of Thy feet." And the saying, "Rulers of peoples were gathered together with the God of Abraham," makes still clearer that there have been transferred into the lot of the God-beloved prophets of God of old those from the Gentiles who are rulers of the Church of Christ, who, strengthened also by the power of our Saviour, were exceedingly lifted up, no man having been able to cast them down and humble them, because of the right hand of God that exalts and empowers them. And these matters too at leisure shall obtain a complete exposition.
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ἀπὸ ψαλμοῦ μθʹ. — Ὡς ἐμφανῶς ἥξειν ὁ Θεὸς εἰς ἀνθρώπους λέγεται, καὶ πᾶν γένος ἀνθρώπων πρὸς ἑαυτὸν ἀνακαλέσασθαι.
From Psalm 49. — How God is said to be coming manifestly unto men, and to call back every race of men to Himself.
«Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.» Καὶ μεθ' ἕτερα· «Ἄκουσον, φησὶ, λαός μου, καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Ὁ Θεὸς ὁ θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε. Τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου εἰσὶ διὰ παντός. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους, ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες· ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη, καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα
"The God of gods, the Lord, spoke, and called the earth from the rising of the sun even unto its setting. Out of Sion is the comeliness of His beauty. God shall come manifestly, our God, and shall not keep silence." And after other things: "Hear, My people," He says, "and I shall speak to you, O Israel, and I testify against you. God, your God, am I. Not for your sacrifices shall I reprove you. And your whole burnt-offerings are before Me continually. I shall not accept calves out of your house, nor he-goats out of your flocks, because Mine are all the wild beasts of the woodland, cattle on the mountains, and oxen; I have known all the birds of the sky, and the beauty of the field is with Me. If I am hungry, I will by no means tell you; for Mine is the inhabited earth, and the fulness thereof. Shall I eat the flesh of bulls, or the blood
PG 22:420Read from the page
τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως.» Κἀνταῦθα ἡ θεία πρόῤῥησις σαφῶς Θεὸν ἐμφανῶς ἥξειν θεσπίζει, οὐκ ἄλλον ἢ τὸν τοῦ Θεοῦ Λόγον δηλοῦσα. Καὶ τὸ αἴτιον δὲ τῆς παρουσίας αὐτοῦ σαφέστατα παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν· «Ἐκάλεσε γοῦν, φησὶ, τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.» Σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν, τὴν παραίτησιν τῆς κατὰ τὸν Μωσέως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχε μετὰ τὴν τοῦ Θεοῦ Λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν. Ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο κέκληνται μὲν πάντες οἱ ἐπὶ πάσης τῆς οἰκουμένης ἄνθρωποι, καὶ πάντα τὰ ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἔθνη. Πέπαυται δὲ καὶ καθῄρηται ἡ κατὰ Ἰουδαίους θρησκεία, κατὰ τὴν καινὴν Διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀλλ' οὐ Κατὰ τὸν Μωσέως νόμον, πάντων ἀνθρώπων εὐσεβεῖν παρηγγελμένων. Ταῦτα δὲ καὶ ἐπὶ τὴν δευτέραν καὶ ἔνδοξον ἐπιφάνειαν τοῦ Σωτῆρος ἀναφέροιτο ἄν.
drink the blood of goats? Sacrifice to God a sacrifice of praise, and pay to the Most High your vows, and call upon me in the day of affliction." Here too the divine prediction clearly decrees that God will come manifestly, signifying none other than the Word of God. And it also sets forth most clearly the cause of His coming, again indicating the calling of the nations throughout the whole inhabited world: "He called, therefore," it says, "the earth from the rising of the sun even unto its setting." And quite consistently, after His manifestation and after the calling of the nations, it teaches the rejection of the more bodily worship according to the law of Moses, which itself also reached its end after the manifestation of the Word of God unto all mankind. For indeed from that time even up to the present, all men upon the whole inhabited earth have been called, and all the nations from the rising even unto the setting of the sun. And the religion observed among the Jews has ceased and been abolished, since all men have been commanded to practise piety according to the new Covenant of the evangelical proclamation, and not according to the law of Moses. Yet these things might also be referred to the second and glorious manifestation of the Saviour.
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Ἀπὸ ψαλμοῦ πγʹ. — Ὡς ἐπὶ γῆς ὀφθήσεσθαι ὁ Θεὺς λέγεται διὰ τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας.
From Psalm 83. — How God is said to be about to be seen upon earth through the manifestation of Christ unto mankind.
«Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ· ὑπερασπιστὰ ἡμῶν, ἴδε, ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου.» Τὸν Θεὸν τῶν θεῶν ὀφθήσεσθαι προειπὼν, εὔχεται τὴν ἐπιφάνειαν αὐτοῦ ᾗ τάχος ἐπιστῆναι, καθ' ὃν ὀφθήσεται τρόπον διδάσκων διὰ τοῦ· «Ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου·» ὡσεὶ σαφέστερον εἰρήκει· Διὰ τοῦ προσώπου τοῦ Χριστοῦ σου ἐπιφάνηθι. Ἐπεὶ γὰρ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα τὸν πέμψαντα αὐτὸν, εἰκότως διὰ τοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφανήσεσθαι τὸν ἐν τῷ Χριστῷ κατοικοῦντα Θεὸν τῶν θεῶν ἐπαγγέλλει.
"The God of gods shall be seen in Zion. O Lord God of hosts, hear my prayer; give ear, O God of Jacob; O our protector, behold, O God, and look upon the face of Thy Christ." Having foretold that the God of gods shall be seen, he prays that His manifestation may arrive as swiftly as possible, teaching the manner in which He shall be seen through the words: "Look upon the face of Thy Christ"; as though he had said more clearly: Manifest Thyself through the face of Thy Christ. For since he who has seen the Son has seen the Father Who sent Him, reasonably does he promise that the God of gods Who dwells in Christ shall be manifested through the face of Christ.
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ἀπὸ ψαλμοῦ ϟεʹ. — Παρουσία Κυρίου ἐπὶ γῆς, βασιλεία τε αὐτοῦ ἐπὶ τῶν ἐθνῶν, καινόν τε ᾆσμα οὐ τῷ Ἰσραὴλ, ἀλλὰ τοῖς ἔθνεσι δοθησόμενον.
From Psalm 95. — The coming of the Lord upon earth, and His kingdom over the nations, and a new song to be given not to Israel, but to the nations.
«Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. Ἄσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ· ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς.» Καὶ πάλιν· «Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν.» Καὶ πάλιν· «Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε.» Καὶ ἐπὶ πᾶσιν ἐπιλέγει· «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι
"Sing to the Lord a new song; sing to the Lord, all the earth. Sing to the Lord, bless His name. Proclaim the good news of His salvation from day to day; declare His glory among the nations, His marvellous works among all the peoples; for great is the Lord and exceedingly to be praised, He is terrible above all the gods." And again: "Bring to the Lord, O families of the nations." And again: "Say among the nations that the Lord has reigned." And upon them all he adds: "Then shall all the trees of the forest rejoice before the face of the Lord, because He comes; because
Notes, col. 420

On the reading

Printed Κατὰ, for κατὰ.

Printed Θεὺς, for Θεὸς.

PG 22:421Read from the page
ἥκει κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.» Κἀνταῦθα πάλιν ἐρχόμενος εἰς ἀνθρώπους Κύριος προφητεύεται, καινόν τε ᾆσμα ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ ᾄσεσθαι, τὴν Καινὴν Διαθήκην, οὐ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ πᾶσαν τὴν γῆν· εὐαγγελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ, ἀλλὰ πάντα τὰ ἔθνη· ἐπειδήπερ αὐτῶν ἔσεσθαί φησι βασιλέα τὸν ἐρχόμενον Κύριον. Τίς δ' ἂν εἴη οὗτος ἢ ὁ Θεὸς Λόγος; ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην, καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν ἐξίσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους, τῆς αὐτοῦ κλήσεως, καὶ τῆς ἐπὶ ταύτη παρὰ τῷ Θεῷ σωτηρίας κατηξίωσεν.
He is come to judge the earth. He shall judge the inhabited world in righteousness, and the peoples in His truth." Here too again the Lord coming unto mankind is prophesied, and that at His coming a new song—the New Covenant—shall be sung not by the nation of the Jews, but by all the earth; and that no longer Israel, but all the nations shall have the good news proclaimed to them, inasmuch as it says that the coming Lord shall be their King. And who could this be other than God the Word? Who, being about to judge the inhabited world in righteousness and humanity in truth, deemed all men upon the inhabited earth equally worthy of His calling, and of the salvation from God that follows upon it.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ἀπὸ ψαλμοῦ ϟςʹ. — Ἆσμα καινὸν, γνῶσίς τε ἐθνῶν τῆς τοῦ Κυρίου δικαιοσύνης, ἐρχόμενός τε αὐτὸς κριτὴς τῶν ὅλων.
From Psalm 96. — A new song, and the nations' knowledge of the righteousness of the Lord, and He Himself coming as Judge of all.
«Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε,» καὶ τὰ ἑξῆς· «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον πάντων τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.» Καὶ πάλιν· «Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.» Καὶ ἐπὶ πᾶσι· «Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται, ὅτι ἥκει κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν εὐθύτητι.» Πολλῶν ἀγαθῶν αἰτία καὶ διὰ τούτων ἡ τοῦ Κυρίου παρουσία τοῖς ἔθνεσι γεγενῆσθαι προφητεύεται· ἃ καὶ διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἐπὶ πέρας ἀχθέντα δείκνυται. Ἐξ ἐκείνου γάρ τοι καὶ οὐ πρότερον, τὸ καινὸν ᾆσμα τῆς Καινῆς Διαθήκης εἰς πάντας ἀνθρώπους ᾄδεται, καὶ τὰ θαυμάσια αὐτοῦ διὰ τῆς τῶν Εὐαγγελίων γραφῆς γνώριμα καὶ ἐξάκουστα τοῖς πᾶσι γίνεται. Οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον, τὸ κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, πᾶσιν ἀπεκαλύφθη τοῖς ἔθνεσι, καὶ ἡ ἀληθὴς δικαιοσύνη, δι' ἧς ἐναργῶς ἀπεδείχθη, ὅτι μὴ Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· «Ἐπείπερ εἷς ὁ Θεὸς,» κατὰ τὸν ἱερὸν Ἀπόστολον, «ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως.» Τὸ δὲ, «Ὅτι ἔρχεται κρῖναι τὴν γῆν,» γένοιτ' ἂν δηλωτικὸν καὶ τῆς δευτέρας αὐτοῦ παρουσίας.
"Sing to the Lord a new song, for He has done marvellous things," and what follows: "The Lord has made known His salvation; before all the nations He has revealed His righteousness." And again: "All the ends of the earth have seen the salvation of our God. Shout aloud to the Lord, all the earth." And upon them all: "The mountains shall rejoice before the face of the Lord, because He comes, because He is come to judge the earth. He shall judge the inhabited world in righteousness, and the peoples in uprightness." Through these words also the coming of the Lord is prophesied to have become the cause of many good things for the nations—things which are shown to have been brought to fulfilment through the manifestation of our Saviour. For indeed from that time and not earlier, the new song of the New Covenant is sung unto all mankind, and His marvellous works become known and audible to all through the writing of the Gospels. Moreover, the salvation according to His resurrection from the dead was also revealed to all the nations, and the true righteousness, through which it was plainly demonstrated that He is the God not of Jews only, but also of nations: "Seeing that God is one," according to the sacred Apostle, "Who shall justify the circumcision by faith." And the clause, "Because He comes to judge the earth," might also be indicative of His second coming.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ἀπὸ ψαλμοῦ ρςʹ. — Λόγος Θεοῦ εἰς ἀνθρωπους ἀποστελλόμενος ἐπὶ θεραπείᾳ καὶ σωτηρίᾳ ψυχῶν, τῶν πάλαι ἐν κακίαις τετρυχωμένων.
From Psalm 106. — The Word of God sent unto mankind for the healing and salvation of souls long worn down in wickedness.
«Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν· πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου, καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο
"Let them confess to the Lord His mercies, and His marvellous works to the sons of men; because He shattered gates of bronze, and broke in pieces bars of iron. He helped them out of the way of their iniquity; for because of their iniquities they were brought low; their soul abhorred all food, and they drew near even to the gates of death, and they cried out to the Lord in their affliction, and He saved them out of their distresses. He sent His word, and healed
Notes, col. 421

On the reading

Printed ταύτη, for ταύτῃ.

Printed ἀνθρωπους, for ἀνθρώπους.

PG 22:424Read from the page
αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτούς ἐκ τῶν διαφθορῶν αὐτῶν.» Καὶ μεθ' ἕτερα· «Ὑψωσάτωσαν αὐτόν· ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Ἔθετο τὴν ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων· καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας.» Καὶ ταῦτα σαφῶς ὀνομαστὶ τὴν Θεοῦ Λόγου ἐξ οὐρανῶν κάθοδον εὐαγγελίζεται, τά τε τῆς παρουσίας αὐτοῦ κατορθώματα. «Ἀπέστειλε γοῦν, φησὶ, τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.» Λόγον δὲ Θεοῦ ἡμεῖς σαφῶς τοῦτόν φαμεν τὸν πρὸς τοῦ Πατρὸς ἀποσταλέντα πᾶσιν ἀνθρώποις Σωτῆρα· ὃν καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων θεολογεῖν πεπαιδεύμεθα. Αἰνίττεται δὲ καὶ τὴν μέχρι θανάτου κάθοδον αὐτοῦ διὰ τοὺς ἐφθακότας εἰς τοῦτον γεγενημένην· καὶ τήν γε αἰτίαν τῆς ἀφίξεως αὐτοῦ παρίστησι, τὴν ἀπολύτρωσιν ἐμφαίνων τῶν δι' αὐτοῦ σωθησομένων. Τοὺς γὰρ ἐφθακότας ἕως τῶν πυλῶν τοῦ θανάτου ἔσωσε μόνος αὐτούς. Τούτους δὲ καὶ ἐῤῥύσατο ἰασάμενος ἐκ τῶν διαφθορῶν αὐτῶν· καὶ διεπράξατό γε ταῦτα οὐκ ἄλλως ἢ τοῦ θανάτου τὰς λεγομένας πύλας χαλκᾶς συντρίψας, καὶ τοὺς σιδηροῦς μοχλοὺς συγκλάσας. Καὶ δὴ μετὰ ταῦτα ἀκολούθως προφητεύει τὴν εἰς ἔρημον κατάστασιν τῶν μὴ ἐλθόντα παραδεξαμένων αὐτόν· «Ἔθετο γὰρ, φησὶ, ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.» Ἃ καὶ νοήσεις ἀναδραμὼν τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τὴν πάλαι βοωμένην Ἱερουσαλὴμ, καὶ τὴν δόξαν αὐτῆς, καὶ τὴν ἐθνῶν καρποφορίαν, τῶν ἐν αὐτῇ πολιτευομένων ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐπὶ τοῦ παρόντος ὑστερημένην. Μετὰ γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν γέγονεν ἀληθῶς ἄκαρπος, καὶ ἄνυδρος, καὶ παντελῶς ἔρημος, καὶ, ὥς φησιν ἡ προφητεία, «εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.» Τούτοις ἐπισυνάπτει σφόδρα ἀκολούθως προφητικῷ τρόπῳ αἰνιττόμενος τῆς πάλαι ἐρήμου καὶ διψάδος, ἤτοι πάσης ἀνθρώπου ψυχῆς, ἢ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν εἰς εὐσέβειαν μεταβολὴν, τήν τε ἐν θείοις λόγοις καρποφορίαν· ἃ καὶ προδήλως αἰνίττεται, λέγων· «Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων,» καὶ τὰ ἑξῆς· ἅπερ νοῆσαι μόνου τοῦ παρὰ Θεῷ γένοιτ' ἂν σοφοῦ, κατὰ τὴν ἐπὶ τέλει τοῦ ψαλμοῦ φήσασαν ἐπαγωγήν· «Τίς σοφὸς, καὶ φυλάξει ταῦτα;» καὶ τὰ ἑξῆς.
them, and delivered them out of their corruptions." And after other things: "Let them exalt Him: He turned rivers into a wilderness, and springs of waters into thirst, a fruitful land into saltness for the wickedness of those who dwell in it. He turned the wilderness into pools of waters, and a waterless land into springs of waters; and there He settled the hungry, and they established cities of habitation." These things too clearly proclaim by name the good news of the descent of God the Word from heaven, and the achievements of His coming. "He sent, therefore," it says, "His Word, and healed them." And this Word of God we clearly affirm to be the Saviour sent by the Father to all mankind, Whom also we have been taught through the sacred Gospels to confess as God. And it also hints at His descent even unto death, which came to pass on account of those who had come unto it; and it sets forth the cause of His arrival, showing the redemption of those who were to be saved through Him. For those who had come even to the gates of death, He alone saved them. And these also He delivered, healing them out of their corruptions; and He accomplished these things in no other way than by shattering the so-called bronze gates of death, and breaking together its iron bars. And indeed after these things it consistently prophesies the reduction to a wilderness of those who did not receive Him when He came: "For He turned," it says, "rivers into a wilderness, and springs of waters into thirst, a fruitful land into saltness for the wickedness of those who dwell in it." Which things also you will understand if you trace back the nation of the Jews to Jerusalem, celebrated of old, and her glory, and the fruitfulness of peoples, now at the present time bereft of the holy and God-loving men who lived as citizens within her. For after the coming of Christ she has become truly fruitless, and waterless, and utterly desolate, and, as the prophecy says, "into saltness for the wickedness of those who dwell in her." To these things he subjoins quite consistently in prophetic manner, hinting at the transformation unto piety of her who was of old desolate and thirsty—whether every human soul, or the Church gathered from the nations—and her fruitfulness in divine words; which things he also plainly hints at, saying: "He turned a wilderness into pools of waters," and what follows; things which it would belong only to him who is wise before God to understand, according to the conclusion spoken at the end of the psalm: "Who is wise, and will keep these things?" and what follows.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ἀπὸ ψαλμοῦ ριςʹ καὶ ριζʹ. — Ἐθνῶν κλῆσις, Θεός τε ἐπιφανὴς, καὶ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
From Psalms 116 and 117. — The calling of the nations, and God manifest, and blessed is He Who comes in the name of the Lord.
«Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη ἐφ' ἡμᾶς τὸ ἔλεος αὐτοῦ,» καὶ τὰ ἑξῆς: «Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος, καὶ ἐπέφανεν
"Praise the Lord, all you nations, and let all the peoples praise Him; because His mercy has been confirmed upon us," and what follows: "O Lord, save now; O Lord, grant prosperity now. Blessed is He Who comes in the name of the Lord. God is the Lord, and He has appeared
Notes, col. 424

On the reading

Printed αὐτούς, for αὐτοὺς.

PG 22:425Read from the page
ἡμῖν.» Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ Εὐαγγελίου Γραφὴ, τέλους τετυχηκότος, ὁπηνίκα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προῆγεν αὐτὸν μετ' εὐφροσύνης ἐπιβοώντων· «Ὡσαννὰ τῷ υἱῷ τῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.» Ἀντὶ γὰρ τοῦ, «ὦ Κύριε, σῶσον δὴ,» κειμένου ἐν τῷ ψαλμῷ, τὸ «Ὡσαννὰ» Ἑβραϊκώτερον φάσκοντες ἐπεβόων· ἑρμηνεύεται δὲ τοῦτο, «Σῶσον δή.» Καὶ τὸ, «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,» διασαφεῖ τὸ λόγιον ἑξῆς φάσκον· «Θεὸς Κύριος, καὶ ἐπέφηνεν ἡμῖν.» Οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν Θεὸς Κύριος, ὁ τοῦ Θεοῦ δηλαδὴ Λόγος, ὁ καὶ διὰ τοῦτο εὐλογημένος, ὅτι δὴ ἐν ὀνόματι Κυρίου τοῦ πέμψαντος αὐτὸν Πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. Ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς, ἔλεγε πρὸς αὐτούς· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με. Ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Εἰκότως οὖν τὸ Πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι, τὰ ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ προσφωνεῖ.
to us." And the sacred Scripture of the Gospel makes mention of this as having reached fulfilment, when our Saviour and Lord, Christ Himself, was entering into Jerusalem, and a great multitude of men and children went before Him crying out with gladness: "Hosanna to the Son of David; blessed is He Who comes in the name of the Lord; Hosanna in the highest." For instead of "O Lord, save now," which stands in the psalm, they cried out speaking "Hosanna" after the Hebrew manner; and this is interpreted, "Save now." And the clause, "Blessed is He Who comes in the name of the Lord," the oracle makes clear next by saying: "God is the Lord, and He has shone upon us." Therefore one and the same was God the Lord Who appeared to us—namely, the Word of God—Who is also blessed on this account, because in the name of the Lord the Father Who sent Him He made His coming unto mankind. Reproving, therefore, those of the circumcision who disbelieved Him, He said to them: "I came in the name of my Father, and you do not receive me. If another come in his own name, him you will receive." Reasonably, then, the Holy Spirit addresses the words at the beginning of the psalm no longer to the people of the Jews, but to all the nations.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Ἀπὸ ψαλμοῦ ρμγʹ. — Κύριος οὐρανόθεν κατιὼν ἀνθρώπων σωτηρίας ἕνεκεν, ᾠδή τε ἐπὶ τούτῳ ᾀδομένη, Καινῆς Διαθήκης δηλαδή.
From Psalm 143. — The Lord coming down from heaven for the sake of the salvation of mankind, and a song sung over this, namely that of the New Covenant.
«Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται.» Καὶ ὑποβὰς ἐπιλέγει· «Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι.» Ἔχεσθαι καὶ ταῦτα τῆς προσκειμένης ὑποθέσεως ἡγοῦμαι. Τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ Θεοῦ Λόγου θαυμάζων, ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι' ἧς τῆς θεότητος ὑποβὰς καὶ, τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας, ἠξίωσε τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος. Ἐνταῦθα μὲν οὖν εὔχεται λέγων· «Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι.» Ἐν δὲ τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ εἴρηται· «Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Δι' ὧν τὰ τῆς ἀνόδου, ἣν ἀπὸ γῆς εἰς οὐρανοὺς ἐποιήσατο, θεσπίζει. Ὅπως δὲ κάθοδον χρὴ νοεῖν καὶ ἄνοδον τοῦ Θεοῦ Λόγου, οὐ τοπικῶς μεταβάσεις ποιουμένου, τροπικῶς δὲ τὰς τοιάσδε οἰκονομίας αὐτοῦ τοῦτον τῆς Γραφῆς ἀποκαλούσης τὸν τρόπον, ἐπ' οἰκείας ἀποδώσομεν σχολῆς. Ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς Καινῆς Διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ Καινὴ Διαθήκη μετὰ τὴν Παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. Διό φησι τὸ μετὰ χεῖρας λόγιον· «Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι.» Τὸ δὲ, «Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται,» αἰνίττεσθαι ἡγοῦμαι ἐμπρησμὸν καὶ ἀφανισμὸν πάσης εἰδωλολατρείας, ἥτις παρὰ τοῖς παλαιοῖς
"O Lord, what is man, that Thou wast made known to him, or the son of man, that Thou takest account of him? O Lord, bow the heavens, and come down; touch the mountains, and they shall smoke." And going further on he adds: "O God, I will sing a new song to Thee." I consider these things also to belong to the subject set before us. For marvelling at the knowledge of God the Word imparted unto men, he is struck with amazement at the love towards mankind through which, descending from His divinity and making Himself small from His innate greatness, He deemed the human race worthy of the knowledge of Himself. Here, then, he prays saying: "O Lord, bow the heavens and come down." And in the seventeenth psalm it has been said: "And He bowed the heavens, and came down, and thick darkness was under His feet; and He mounted upon cherubim, and flew upon the wings of the winds." Through which words he decrees the things concerning the ascent which He made from earth into the heavens. How one ought to understand the descent and ascent of God the Word—seeing that He does not make transitions spatially, while Scripture calls such dispensations of His after this figurative manner—we shall explain at a fitting leisure. Yet among these things it was needful to make mention also of the New Covenant, which the coming of Christ was about to procure for mankind; and this is the New Covenant given after the Old by Christ to all the nations. Wherefore the oracle in hand says: "O God, I will sing a new song to Thee." And the clause, "Touch the mountains, and they shall smoke," I consider to hint at the burning and obliteration of all idolatry, which among the ancients