PG 22:404Read from the pageλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόπτῃς πρὸς λίθον πόδα σου. Επὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ Σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. Ὅρα δὴ οὖν τίνα τρόπον ὁ ψαλμὸς πρὸς αὐτὸν τὸν Κύριόν φησιν· «Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Σὺ γὰρ αὐτὸς, φησὶν, ἡ ἐμὴ ἐλπὶς, ὦ Κύριε, μείζονα σαυτοῦ, τὸν Θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ Πατέρα, καταφυγὴν ἔθου· δι' ὃν οὐ προσελεύσεται κακὰ πρὸς σὲ, πρὸς σὲ τὸν ἐμὸν Κύριον, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου.» Κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσι ἐνανθρωπήσαντά σε μαστίζειν, κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ' οὔτι γε ἡ ἐκ Θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ' ἔστι σώματι, ὃ δηλονότι δι' ἡμᾶς ἐνανθρωπήσας περιβέβλησαι. Τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι' ὅλου τοῦ ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν.
His angels concerning Thee. Upon their hands they shall bear Thee up, lest ever Thou dash Thy foot against a stone. Upon the asp and the basilisk Thou shalt tread, and Thou shalt trample down the lion and the dragon." These are the words the devil has used in the temptation against our Saviour. Observe, then, in what manner the psalm speaks to the Lord Himself: "Because Thou, O Lord, my hope, hast made the Most High Thy refuge." For Thou Thyself, he says, my hope, O Lord, hast made One greater than Thyself, God Himself the Most High and over all and Thy own Father, Thy refuge; on Whose account evils shall not come near to Thee, to Thee my Lord, and a scourge shall not draw near to Thy tabernacle." For even though ungodly men should attempt to scourge Thee when Thou hast become man, and even to deliver Thee over to death, yet by no means at all shall the scourge that comes from God draw near to Thy tabernacle, that is, to Thy body, with which manifestly Thou hast clothed Thyself on becoming man for our sake. Following these points, you will apply to Him the things set forth throughout the whole psalm, which we ourselves also shall examine in their proper season.
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Ἀπὸ τοῦ Ὁσηέ. — Περὶ τοῦ Θεοῦ Λόγου καὶ τοῦ Πατρὸς, ὡς περὶ Κυρίου.
From Hosea. — Concerning God the Word and the Father, as concerning the Lord.
«Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἰακὼβ, ὅτι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος· καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν· ὀπίσω Κυρίου πορεύσομαι.» Ἐνταῦθα καὶ διὰ τούτων ὁ Θεὸς Λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον, ἀλλ' οὐ Θεὸν εἶναι ὁμολογοῦντας· «Θεὸς ἐγώ εἰμι, φησὶ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος·» εἶτα Θεὸν αὑτὸν εἰπὼν, τὸν ἐπὶ πάντων Κύριον καὶ Θεὸν καὶ Πατέρα αὐτοῦ δηλοῖ, ἐπιλέγων· «Ὀπίσω Κυρίου πορεύσομαι.» Τὸ δὲ, «Οὐκ εἰσελεύσομαι εἰς πόλιν,» ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν· ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων, φησίν· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.»
"I will by no means abandon Jacob so as to be blotted out, because I am God, and not a holy man among you; and I will not enter into a city: I will walk after the Lord." Here also through these words God the Word, having become man, says to those who confess that He is a holy man, yet not God: "I am God," He says, "and not a holy man among you;" then, having called Himself God, He indicates the Lord and God over all and His Father, adding: "I will walk after the Lord." And the saying, "I will not enter into a city," would belong to One refusing the common and vulgar way of life of men; turning His own disciples also away from which, He says: "Into a way of the Gentiles do not go off, and into a city of the Samaritans do not enter."
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ἀπὸ τοῦ Ἀμώς. — Περὶ τοῦ Σωτῆρος ἡμῶν, ὡς περὶ Κυρίου, καὶ τοῦ Πατρὸς, ὡς περὶ Θεοῦ, καὶ τῆς τοῦ Ἰουδαίων ἔθνους καταστροφῆς.
From Amos. — Concerning our Saviour, as concerning the Lord, and the Father, as concerning God, and the overthrow of the nation of the Jews.
«Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός. Καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με, λέγει Κύριος.» Κἀνταῦθα αὐτὸς ὁ Κύριος Θεόν τινά φησι τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου. Καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο Κύριοι παρίστανται, ὅτε ἔβρεξεν ὁ Κύριος πῦρ παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥα. Ὁποίαν τοιγαροῦν, φησὶ, διὰ τὰς ἐκτόπους δυσσεβείας ὑπέμεινε καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι, πείσεσθε, καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με. Σύνηθες δὲ τῇ Γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν. Ὥστε καὶ
"I overthrew you, just as God overthrew Sodom and Gomorrha, and you became like a firebrand plucked out of fire. And not even thus did you return to Me, says the Lord." Here too the Lord Himself says that a certain God wrought the overthrow against Sodom, being manifestly another than the One indicated by Him. And in the overthrow against Sodom as well, two Lords are presented, when the Lord rained down fire from the Lord upon Sodom and Gomorrha. Such an overthrow, therefore, He says, as Sodom underwent because of its monstrous impieties, such things you also, O men, shall suffer, and not even thus did you return to Me. Now it is customary for Scripture to set forth the future as past. So that also
Notes, col. 404
PG 22:405Read from the pageτὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ, καταστρέψω, μέλλοντος, τοῦ παρῳχημένου εἰρημένου, τοῦ κατέστρεψα· ἀντὶ δὲ τοῦ, ἐπιστραφήσεσθε, τοῦ, ἐπεστρέψατε, κειμένου. Ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ' ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. Ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. Πλὴν ὅμως, καίπερ ἀκόλουθα τῇ προῤῥήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ Θεοῦ, δι' ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶ θεσπίζεσθαι προφητείας, λεγούσης· «Καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με, λέγει Κύριος.»
the present words must be understood in like manner, the past tense, "I overthrew," having been spoken instead of the future, "I shall overthrow;" and "you returned" standing instead of "you shall return." And these words are directed towards the nation of the Jews, and they were fulfilled upon them at no other time than after the plot against our Saviour. At all events, their sacred and formerly holy place has now come round to such a state as to fall short in nothing of the overthrow of Sodom. Nevertheless, although they have suffered things corresponding to the prediction, not yet even up to the present have they made their return towards the Christ of God, on Whose account they have suffered these things; so that reasonably this also is foretold through the prophecy in hand, which says: "And not even thus did you return to Me, says the Lord."
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Ἀπὸ τοῦ Ἀβδειοῦ. — Περὶ τῶν δύο Κυρίων, Πατρὸς καὶ Υἱοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως.
From Obadiah. — Concerning the two Lords, Father and Son, and the calling of the Gentiles.
«Ὅρασις Ἀβδειοῦ. Τάδε λέγει Κύριος τῇ Ἰδουμαίᾳ· Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλε.» Κύριος ὁ Θεὸς ἀκοὴν ἤκουσε παρὰ Κυρίου. Καὶ αὕτη δὲ ἦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως.
"Vision of Obadiah. Thus says the Lord to Idumaea: I heard a report from the Lord, and He sent forth an encompassment unto the nations." The Lord God heard a report from the Lord. And this too was concerning the calling of the Gentiles.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Ἀπὸ τοῦ Ζαχαρίου. — Ὡς ὁ Θεὸς Λόγος Κύριος ὢν πρὸς τοῦ μείζονος ἀπεστάλθαι ὁμολογεῖ Κυρίου.
From Zechariah. — How God the Word, though being Lord, confesses that He has been sent by the greater Lord.
«Τάδε λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς.» Εἶτ' ἐπιφέρει μετὰ βραχέα λέγων· «Καὶ γνώσεσθε ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με.» Εἰ καὶ ὁ ἀποστέλλων Κύριός ἐστι παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. Σαφῶς δὲ ὁ ἀπεσταλμένος, «Κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη, φησὶν, ἀπέσταλκέ με.»
"Thus says the Lord Almighty: After glory He has sent Me upon the nations that despoiled you." Then He adds after a little, saying: "And you shall know that the Lord Almighty has sent Me." If both He Who sends is Lord Almighty, and He Who says that He has been sent is likewise so, there are therefore two. And clearly the One Who has been sent says, "The Lord Almighty has sent Me upon the nations."
ΚΕΦΑΛΑΙΟΝ ΚϚʹ.
Chapter XXVI.
Ὁ αὐτὸς, καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως.
The same, also concerning the calling of the Gentiles.
«Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔσονται αὐτῷ εἰς λαόν· καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ·» καὶ τὰ ἑξῆς. Οἷς μεθ' ἕτερα ἐπιλέγει· «Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος.» Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χριστοῦ εἰς ἀνθρώπους παρουσίαν καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι' αὐτοῦ κλῆσιν ἀναφωνοῦντα· «Ἐγὼ μὲν οὖν αὐτὸς ὁ Κύριος ἥξω, φησίν. Ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ' ὁ πάλαι Ἰσραὴλ, ἀλλ' οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν Κύριον, τὸν ἐμοῦ τε αὐτοῦ, καὶ τῶν ὅλων Θεὸν, ἐφ' ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν Θεοῦ, κατοικῆσαί τε ἐν
"Delight and rejoice, O daughter of Sion, because behold, I come, and I shall tabernacle in your midst, says the Lord. And many nations shall flee for refuge to the Lord in that day, and they shall be to Him for a people; and I shall tabernacle in your midst, and you shall know that the Lord Almighty has sent Me forth to you;" and what follows. To which, after other things, He adds: "And I shall strengthen them in the Lord their God, and in His name they shall boast, says the Lord." These words also are like the preceding ones, proclaiming aloud the coming of Christ among men and the saving calling of the Gentiles that has come to pass through Him: "I Myself, then, the Lord shall come," He says. "And at My coming no longer the Israel of old, nor even one nation alone upon earth, but many nations shall flee for refuge to the greater and mighty Lord, Who is God both of Myself and of the universe, on Whom the nations that flee for refuge shall obtain so great a benefaction as both to be titled and to become the people of God, and to dwell in
PG 22:408Read from the pageμέσῳ τῆς καλουμένης θυγατρὸς Σιών» (Οὕτω δὲ τὴν ἐπὶ γῆς Ἐκκλησίαν τοῦ Θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς Γράμμασι ἀποκαλεῖν φίλον.) Ταύτην δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου.» Ἐν μέσῳ γὰρ τῆς Ἐκκλησίας τὸν Θεὸν Λόγον κατασκηνοῦν πεπιστεύκαμεν· ὡς γοῦν καὶ ἐπήγγελται φήσας· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·» καί· «Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» — «Ἐπειδὰν δὲ ἐγὼ,» φησὶν αὐτὸς ὁ Κύριος, «ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου,» μείζονα τότε γνῶσιν περὶ τοῦ Θεοῦ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ Κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με Πατρί. «Γνώσῃ δὲ, ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ» Καὶ ἑξῆς περὶ ἑτέρου Κυρίου καὶ Θεοῦ ὧδέ πως αὐτὸς ὁ Κύριος ἐπιλέγει· «Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει Κύριος.» Τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ Κυρίῳ καυχώμενοι;
the midst of her who is called the daughter of Sion." (For thus it is customary for the sacred Scriptures to style the Church of God upon earth, as being a kind of daughter of the heavenly one.) And to her also the oracle brings good tidings when it declares: "Rejoice and be glad, O daughter of Sion, because behold, I come, and I shall tabernacle in your midst." For we have believed that God the Word tabernacles in the midst of the Church; just as indeed He has promised, saying: "Behold, I am with you all the days until the consummation of the age;" and: "Where two or three are gathered together in My name, there am I in their midst." — "And whenever I," says the Lord Himself, "having come, shall tabernacle in your midst," you will then receive a greater knowledge concerning God Almighty, since I the Lord refer the cause of My mission unto men to the Father Who sent Me forth. "And you shall know that the Lord Almighty has sent Me to you." And next concerning another Lord and God, the Lord Himself adds somewhat as follows: "And I shall strengthen them in the Lord their God, and in His name they shall boast, says the Lord." Now who would those be who boast in the Lord?
ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ.
Chapter XXVII.
Ὡς αὖθις Κύριος περὶ ἑτέρου Κυρίου, δῆλον δὲ, ὅτι περὶ τοῦ Πατρὸς αὐτοῦ, διέξεισιν.
How again the Lord discourses concerning another Lord, and manifestly concerning His Father.
«Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου· καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ, ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.» Πάλιν καὶ ἐνταῦθα ὁ Κύριος ἕτερον Κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησὶν, οὐχ ὁ προσδιαλεγόμενος Κύριος ἐπιτιμῶν, ἀλλ' ἑτέρου μνημονεύων Κυρίου· δι' ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι περὶ τῶν δύο Κυρίων, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων, καὶ τοῦ μετὰ τὸν Πατέρα τὴν κατὰ πάντων τῶν γεννητῶν κυρείαν καὶ δεσποτείαν διειληφότος ἀπόδειξιν.
"And the Lord showed me Jesus the high priest, standing before the face of the angel of the Lord; and the devil stood at his right hand, to oppose him. And the Lord said to the devil: May the Lord rebuke you, O devil, even may the Lord Who has chosen Jerusalem rebuke you." Again here too the Lord says that another Lord will rebuke the devil, not the conversing Lord Himself rebuking, but making mention of another Lord; whereby I consider a demonstration to be clearly presented concerning the two Lords, the Father and God of the universe, and the One Who after the Father has received lordship and sovereignty over all begotten things.
ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ.
Chapter XXVIII.
Ἀπὸ τοῦ Μαλαχίου. — Ὡς ἄγγελον Διαθήκης τὸν Χριστὸν, τὸν αὐτὸν δὲ καὶ Κύριον ὁ παντοκράτωρ Θεὸς ἀποκαλεῖ.
From Malachi. — How Almighty God styles Christ the Angel of the Covenant, and the very same One also Lord.
«Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς Διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;» Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. Κύριος γὰρ αὐτὸς ὁ Θεὸς παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριον, περὶ ἑτέρου λέγων. Δηλοῖ δὲ ἄρα τὸν Θεὸν Λόγον. Μετὰ τοῦτο δὲ καὶ ἄγγελον τῆς Διαθήκης ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ Κύριος ἐξαποστέλλειν πρὸ προσώπου ἑαυτοῦ διδάσκει, λέγων· «Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου πρὸ προσώπου μου.» Τὸν αὐτὸν δὲ τοῦτον, ὃν «ἄγγελόν μου» ἀπεκάλεσε, πάλιν ἑξῆς Κύριον ὀνομάζει· «Καὶ ἐξαίφνης ἥξει Κύριος,» ἐπιλέγων, «καὶ ὁ ἄγγελος τῆς Διαθή-
"Behold, I send forth My angel, and he shall survey the way before My face, and suddenly there shall come into His temple the Lord, Whom you seek, and the Angel of the Covenant, Whom you desire. Behold, He comes, says the Lord Almighty, and who shall endure the day of His entrance?" These words also are similar to the preceding ones. For the Lord Himself, God Almighty, says that the Lord will come into His temple, speaking concerning another. Accordingly He indicates God the Word. And after this He also names Him Angel of the Covenant, Whom the Almighty Lord Himself also teaches that He sends forth before His own face, saying: "Behold, I send forth My angel before My face." And this very same One, Whom He styled "My angel," He again next names Lord, adding, "And suddenly the Lord shall come," "and the Angel of the Cove-
PG 22:409Read from the pageκης.» Ἕνα δὲ καὶ τὸν αὐτὸν προειπὼν ἐπιφέρει· «Ἰδοὺ ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;» τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. Ὁ ταῦτα δὲ πάντα θεσπίζων, Κύριός ἐστι παντοκράτωρ ὁ τῶν ὅλων Θεός.
nant." And having spoken beforehand of One and the same, He adds: "Behold, He comes, and who shall endure the day of His entrance?" signifying His second and glorious coming. And He Who foretells all these things is the Lord Almighty, the God of the universe.
ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ.
Chapter XXIX.
Ὡς ἥλιον δικαιοσύνης τὸν Χριστὸν ὁ τῶν ὅλων Θεὸς ὀνομάζει.
How the God of the universe names Christ the Sun of righteousness.
«Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ὁ πολλάκις ὀνομασθεὶς Κύριος, καὶ Θεὸς, καὶ ἄγγελος, καὶ ἀρχιστράτηγος, Χριστός τε καὶ ἱερεὺς, καὶ Λόγος, καὶ σοφία Θεοῦ, καὶ εἰκὼν, νῦν αὐτὸς οὗτος ἥλιος κέκληται δικαιοσύνης. Τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας Πατὴρ οὐ τοῖς πᾶσιν, ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ τῆς δικαιοσύνης ἡλίου. Εἴη δ' ἂν οὗτος ὁ Θεὸς Λόγος, ὁ εἰπών· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὅπερ ἦν φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Τοῦτον δὴ οὖν, ἀλλ' οὐ τὸν αἰσθητὸν, οὐδὲ τὸν προφανῆ τοῖς πᾶσι λογικοῖς τε καὶ ἀλόγοις ἥλιον, ἀλλὰ τὸν ἔνθεον, καὶ νοερὸν, καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ Θεός φησιν, ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων· περὶ ὧν ἀλλαχόθι που λέγει· «Καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου.»
"And there shall rise for those who fear My name the Sun of righteousness, and healing shall be in His wings." He Who has many times been named Lord, and God, and Angel, and Chief Captain, both Christ and Priest, and Word, and Wisdom of God, and Image, this very One has now been called Sun of righteousness. This very One, therefore, the Father Who begot Him promises to cause to rise not for all, but solely for those who fear His name, giving them as a reward for their fear towards Him the light of the Sun of righteousness. Now this would be God the Word, Who said: "I am the light of the world; which was the light that enlightens every man coming into the world." This One indeed, therefore, and not the perceptible sun, nor the one visible to all beings rational and irrational alike, but the divine and intelligible One, the cause of all virtue and righteousness, God says rises at present solely for those who fear Him, hiding Him from the unworthy; concerning whom somewhere else He says: "And the sun shall go down upon the prophets who lead My people astray."
ΚΕΦΑΛΑΙΟΝ Λʹ.
Chapter XXX.
Ἀπὸ τοῦ Ἱερεμίου. — Ὡς Θεὸς Λόγος Κύριος ὢν Κυρίῳ τῷ Πατρὶ εὐχὴν ἀναπέμπει, τὴν τῶν ἐθνῶν ἐπιστροφὴν θεσπίζων.
From Jeremiah. — How God the Word, being Lord, sends up prayer to the Lord the Father, foretelling the conversion of the Gentiles.
«Κύριε ἡ ἰσχύς μου, καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεως, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν· Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. Εἰ ποιήσει αὑτῷ ἄνθρωπος θεοὺς, καὶ οὗτοι οὐκ εἰσὶ θεοί. Διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.» Κύριος ἑτέρῳ εὔχεται Κυρίῳ, τῷ Πατρὶ δηλαδὴ καὶ Θεῷ τῶν ὅλων, ἐν οἷς ἀρχόμενός φησι· «Κύριε, ἰσχύς μου,» καὶ τὰ ἑξῆς. Σαφῶς δὲ τὴν τῶν ἐθνῶν ἐκ τῆς πολυπλανοῦς εἰδωλολατρείας ἐπὶ τὴν εἰς τὸν Θεὸν εὐσέβειαν μεταβολὴν θεσπίζει· καὶ αὕτη δὲ ἡ προφητεία μετὰ τὴν εἰς ἀνθρώπους τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐναργέστατα δείκνυται πεπληρωμένη. Ἀλλὰ γὰρ δι' ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον Θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν τὸν τοῦ Θεοῦ Λόγον εἶναι μεμαθηκότες, ἐφ' ἑτέραν τῆς κατὰ αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον Θεὸν εἰς ἀνθρώπους ἐλεύσεσθαι δεῖν, ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν βίβλων συστήσοντες.
"O Lord, my strength, and my help, and my refuge in a day of affliction, to Thee shall nations come from the extremity of the earth, and they shall say: How false were the idols that our fathers acquired, and there is no profit in them! If a man makes gods for himself, these too are no gods. On account of this, behold, I shall make plain to them at this time My hand, and I shall make known to them My power, and they shall know that I am the Lord." The Lord prays to another Lord, manifestly to the Father and God of the universe, in the words with which He begins and says: "O Lord, my strength," and what follows. And clearly He foretells the change of the Gentiles out of manifoldly wandering idolatry unto piety towards God; and this prophecy also is most manifestly shown fulfilled after the coming of our Saviour Jesus Christ among men. Having learned, however, through thirty prophetic chapters in all that our Saviour and Lord, the Word of God, is a second God after the Most High and God over all, we shall pass over to another subject of the dispensation concerning Him, going to establish out of the same sacred books among the Hebrews that this very God had to come among men.
PG 22:412Read from the pageΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΕΚΤῼ ΣΥΓΓΡΑΜΜΑΤΙ ΤΗΣ ΠΕΡΙ ΤΟΥ ΣΩΤΗΡΟΣ ἩΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΣ ΑΠΟΔΕΙΞΕΩΣ.
THESE THINGS ARE CONTAINED IN THE SIXTH BOOK OF THE EVANGELICAL DEMONSTRATION CONCERNING OUR SAVIOUR.
Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ, ἐκ τῶν ὑποσεσημειωμένων Γραφῶν.
Concerning His sojourn among men, from the Scriptures noted below.
αʹ. Ἀπὸ ψαλμοῦ ιζʹ.
1. From Psalm 17.
βʹ. Ἀπὸ ψαλμοῦ μϛʹ.
2. From Psalm 46.
γʹ. Ἀπὸ ψαλμοῦ μθʹ.
3. From Psalm 49.
δʹ. Ἀπὸ ψαλμοῦ πγʹ.
4. From Psalm 83.
εʹ. Ἀπὸ ψαλμοῦ ϟεʹ
5. From Psalm 95.
ϛʹ. Ἀπὸ ψαλμοῦ ϟζʹ.
6. From Psalm 97.
ζʹ. Ἀπὸ ψαλμοῦ ρϛʹ.
7. From Psalm 106.
ηʹ. Ἀπὸ ψαλμοῦ ριζʹ.
8. From Psalm 117.
θʹ. Ἀπὸ ψαλμοῦ ρμγʹ.
9. From Psalm 143.
ιʹ. Ἀπὸ ψαλμοῦ ρμζʹ.
10. From Psalm 147.
ιαʹ. Ἀπὸ τῶν Βασιλειῶν βʹ.
11. From 2 Kingdoms.
ιβʹ. Ἀπὸ τῶν Βασιλειῶν γʹ.
12. From 3 Kingdoms.
ιγʹ. Ἀπὸ τοῦ Μιχαίου.
13. From Micah.
ιδʹ. Ἀπὸ τοῦ Ἀμβακούμ.
14. From Habakkuk.
ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ.
15. From the same.
ιϛʹ. Ἀπὸ τοῦ Ζαχαρίου.
16. From Zechariah.
ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ.
17. From the same.
ιηʹ. Ἀπὸ τοῦ αὐτοῦ.
18. From the same.
ιθʹ. Ἀπὸ τοῦ Βαρούχ.
19. From Baruch.
κʹ. Ἀπὸ τοῦ Ἠσαῖου.
20. From Isaiah.
καʹ. Ἀπὸ τοῦ αὐτοῦ.
21. From the same.
κβʹ. Ἀπὸ τοῦ αὐτοῦ.
22. From the same.
κγʹ. Ἀπὸ τοῦ αὐτοῦ.
23. From the same.
κδʹ. Ἀπὸ τοῦ αὐτοῦ.
24. From the same.
κεʹ. Ἀπὸ τοῦ αὐτοῦ.
25. From the same.
Σαφῶς ἐν τῷ πέμπτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως ὡρισμένου τοῦ περὶ Πατρὸς καὶ Υἱοῦ λόγου, καὶ Θεοῦ μὲν ἑνὸς τοῦ ἐπὶ πάντων ὡμολογημένου, δευτέρας δὲ μετ' αὐτὸν ἀποδειχθείσης οὐσίας ἡγουμένης τῶν γεννητῶν ἁπάντων, ἣν Σοφίαν Θεοῦ πρωτότοκον, μονογενῆ τε Υἱὸν, καὶ Θεὸν ἐκ Θεοῦ, μεγάλης τε βουλῆς ἄγγελον, καὶ τῶν κατ' οὐρανὸν στρατιῶν ἄρχοντα, καὶ τοῦ Πατρὸς ὑπουργὸν, ναὶ μὴν καῖ Κύριον τῶν ὅλων, καὶ Θεοῦ Λόγον, καὶ
The doctrine concerning Father and Son having been clearly defined in the fifth book of the Evangelical Demonstration, and one God Who is over all having been confessed, while a second essence after Him has been demonstrated, presiding over all begotten things, Which as firstborn Wisdom of God, and only-begotten Son, and God from God, and Angel of great counsel, and Captain of the hosts in heaven, and Minister of the Father, yea indeed and Lord of the universe, and Word of God, and
Notes, col. 412
On the reading
Printed Ἠσαῖου, for Ἠσαΐου.
PG 22:413Read from the pageΘεοῦ δύναμιν, οἱ θεῖοι προηγόρευον λόγοι. Εἰ φανεῖεν ἐπὶ τοῦ παρόντος αἱ προφητικαὶ μαρτυρίαι, Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι μέλλοντα προαναφωνοῦσαι, παντί τῳ δῆλον ἐπὶ τίνα χρὴ τὴν ἀναφορὰν τοῦ σημαινομένου ποιεῖσθαι· ὅτε μάλιστα διὰ τῶν πρόσθεν, ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι, τοῖς ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλέσιν ὁ Θεὸς Λόγος ἐπ' ὀνόματος Κυρίου καὶ Θεοῦ πέφηνε τὰς εἰς ἀνθρώπους ὀπτασίας πεποιημένος. Φέρε οὖν ἴδωμεν, ὅπως ποτὲ μὲν Κύριον, ποτὲ δὲ Θεὸν καταβήσεσθαι εἰς ἀνθρώπους, καὶ πάλιν ἀναβήσεσθαι ἐναργῶς οὕτω προαναφωνεῖ τὰ παρ' Ἑβραίοις λόγια, καὶ τάς γε αἰτίας τῆς καθόδου. Σημειώσῃ δ' ὡς τινὰ μὲν εἴρηται δι' αἰνιγμάτων, τινὰ δὲ φανερώτερον. Τὰ μὲν οὖν δι' ἐπικρύψεως ἡγοῦμαι τῶν ἐκ περιτομῆς ἕνεκα κεκαλυμμένως ἀποδεδόσθαι διὰ τὰ θεσπιζόμενα κατ' αὐτῶν σκυθρωπά· δι' ἅπερ εἰκὸς ἦν καὶ ἀφανίσαι αὐτοὺς τὴν Γραφὴν, εἰ ἐκ τοῦ προφανοῦς τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν ἐσήμαινεν. Οὕτω γοῦν καὶ τοῖς προφήταις αὐτοῖς ἐπιβουλεῦσαι αὐτοὺς κατέχει λόγος, δι' οὓς ἐποιοῦντο κατ' αὐτῶν ἐλέγχους. Αἱ δὲ σαφεῖς προφητεῖαι τὴν τῶν ἐθνῶν κλῆσιν λευκότατα περιέχουσι, τῶν κατ' εὐσέβειαν ἀγαθῶν τὰς ἐπαγγελίας οὐ τῷ Ἰουδαίων ἔθνει, πᾶσι δὲ ἀνθρώποις τοῖς καθ' ὅλης τῆς οἰκουμένης καταγγέλλουσαι. Ὧν οὕτως ἐχόντων, καιρὸς ἤδη, καὶ τῶν θείων ἐπακοῦσαι λογίων.
Power of God, the divine oracles proclaimed beforehand. If at present the prophetic testimonies should appear, proclaiming in advance that God is going to arrive among men, it is plain to everyone to Whom one must make the reference of what is signified; especially since through what went before, God the Word has been shown to have made His appearances unto men in the form and fashion of a man to the God-beloved men around Abraham under the name of Lord and God. Come then, let us see how the oracles among the Hebrews so manifestly proclaim in advance that at one time the Lord, and at another time God, will descend unto men and again ascend, and indeed the causes of the descent. And you will note that some things have been spoken through riddles, and others more plainly. Now the things spoken through concealment I consider to have been delivered veiledly on account of those of the circumcision, because of the gloomy things foretold against them; on account of which it was likely that they would even have destroyed the Scripture, if openly it had signified their final rejection. Thus, at any rate, report holds that they plotted even against the prophets themselves, because of the reproofs which they made against them. The clear prophecies, on the other hand, contain most lucidly the calling of the Gentiles, proclaiming the promises of the good things according to piety not to the nation of the Jews, but to all men throughout the whole inhabited earth. Since these things are so, it is already seasonable to listen also to the divine oracles.
Ψαλμοῦ ιζʹ. — Θεοῦ εἰς ἀνθρώπους ἀφίξεως δήλωσις, καὶ ἐπὶ ταύτῃ κλῆσις ἐθνῶν.
Of Psalm 17. — Declaration of God's arrival among men, and upon this the calling of the Gentiles.
«Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων· καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Ἡγοῦμαι διὰ τούτων ἄντικρυς Θεοῦ κάθοδον οὐρανόθεν παρίστασθαι. Προειπὼν γὰρ πολλὰς θεολογίας, ἐπιλέγει τὰ ἐκκείμενα. Τῷ δὲ λέγειν κλίνειν αὐτὸν οὐρανοὺς, καὶ κατεληλυθέναι, σημαίνει τὴν ὑποστολὴν τῆς ἐνθέου δόξης, ἣν ὁ θεῖος Ἀπόστολος παριστὰς ἔλεγεν· «Ὡς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' αὐτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Καὶ τὸ, «Ἐπέβη δὲ ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη,» αἰνίττεσθαί μοι δοκεῖ τὴν ἐπὶ τοῦ Θεοῦ δόξαν ἀποκατάστασιν, ἣν πεποίηται ἀγγελικαῖς καὶ θείαις δυνάμεσι δορυφορούμενος· ὃ καὶ αὐτὸ δηλοῦσθαί μοι δοκεῖ διὰ τοῦ· «Ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Τὸ δὲ σκότος τεθεῖσθαι τὴν ἀποκρυφὴν αὐτοῦ, καὶ γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ λέγεσθαι, παραστατικὸν ἂν εἴη τῆς κρυφίου καὶ ἀποῤῥήτου οἰκονομίας, καθ' ἣν ταῦτα πάντα αὐτῷ ἐτελεῖτο. «Κύκλῳ δὲ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,» τίνα λέγεσθαι προσήκει νοεῖν, ἢ τὴν ἁγίαν αὐτοῦ καὶ καθολικὴν Ἐκκλησίαν, εἴτε τὴν ἐπὶ τῆς γῆς, εἴτε τὴν ἐν οὐρανοῖς; Ἑξῆς δὲ κατὰ τὸν αὐτὸν ψαλμὸν τελευτῶν ὁ λόγος, ὁμοῦ παραίτησιν τοῦ προτέρου λαοῦ, καὶ
"And He bowed the heavens, and descended, and thick darkness was under His feet; and He mounted upon cherubim, and flew; He flew upon the wings of winds; and He made darkness His hiding-place; round about Him was His tabernacle." I consider that through these words God's descent from heaven is downrightly presented. For after speaking many theological truths beforehand, he adds the words set out above. And by saying that He bows the heavens and has come down, he signifies the abatement of the divine glory, presenting which the divine Apostle said: "As subsisting in the form of God, He did not count it a prize to be equal to God, but emptied Himself, taking the form of a servant." And the saying, "And He mounted upon cherubim, and flew," seems to me to hint at the restoration to the glory of God, which He made when escorted as by a bodyguard by angelic and divine powers; which very thing also seems to me to be set forth through the words: "He flew upon the wings of winds." And that darkness has been made His hiding-place, and thick darkness is said to be under His feet, would be expressive of the hidden and ineffable dispensation according to which all these things were accomplished by Him. "And round about Him was His tabernacle:" what is it fitting to understand as being spoken of, other than His holy and catholic Church, whether that upon the earth or that in the heavens? Next, in the same psalm, the discourse as it comes to an end at once foretells the rejection of the former people, and
Notes, col. 413