Καὶ ἐπιλέγει· « Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων. » Καὶ αὖθις· « Ἡ δόξα τῆς θυγατρὸς Ἱερουσαλήμ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου· ἐμπλάτυνον τὴν χηρείαν σου, ὡς ἀετὸς, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ. » Ἐπὶ τούτοις· « Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. » Σιὼν δὲ καὶ Ἱερουσαλὴμ καὶ τὸ καλούμενον ὄρος τοῦ οἴκου, ταῦτ' ἦν ἐκεῖνα τὰ πρόσθεν δεδηλωμένα διὰ τοῦ· « Καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, δι' ἀσέβειαν Ἰακώβ. » Διὰ γὰρ τὰς δρασθείσας κατ' αὐτοῦ δυσσεβείας εὐθὺς, καὶ οὐκ εἰς μακρὸν, καὶ τὰ ὄρη, καὶ οἱ ἐν τούτοις οἰκοῦντες ἐπεπολιόρκηντο, ἐμπρησμόν τε καὶ ἐσχάτην ἐρημίαν τὸ Σιὼν ὄρος ὑπέμεινε, καὶ γέγονε τὸ ὄρος τοῦ οἴκου τοῦ Θεοῦ εἰς ἄλσος δρυμοῦ. Ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ Κυρίου ἐξ οὐρανῶν καθόδῳ περὶ ἐκείνους ἔσεσθαι, καὶ ἡ παροῦσα προφητεία σημαίνει, ἃ καὶ ἐναργῆ τὴν ἔκβασιν εἴληφε μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν. Εἰ γοῦν τι δύναται καὶ ἡ ἡμετέρα ἱστορία, καθ' ἡμᾶς αὐτοὺς τὴν πάλαι βοωμένην Σιὼν ζεύγεσι βοῶν ὑπὸ Ῥωμαίων ἀνδρῶν ἀρουμένην ὀφθαλμοῖς παρειλήφαμεν, καὶ τήν γε Ἱερουσαλὴμ, ὡς αὐτό γέ φησι τὸ λόγιον, ὀπωροφυλακίου δίκην ἀπολειφθέντος, ἐν παντελεῖ καταστᾶσαν ἐρημίᾳ· ἃ καὶ δι' οὐδὲν ἕτερον αὐτοῖς ἢ διὰ τὰς δυσσεβείας αὐτῶν συμβέβηκε, καὶ ὁ Λόγος ὁ οὐράνιος ἐκ τοῦ οἰκείου τόπου προελήλυθε. Καὶ δι' ἑτέρας δὲ αἰτίας ὁ τοῦ Θεοῦ Λόγος οὐρανόθεν κατεληλυθέναι τε καὶ ἐπιβεβηκέναι ἐπὶ τὰ ὕψη τῆς γῆς, ἤδη πρότερον ἐλέγετο, ὅπως τὰ μὲν πάλαι ἐπαιρόμενα καὶ ὑπερυψούμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ὄρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ, αἱ δυνάμεις δηλονότι αἱ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων, καὶ τὸ Ἑβραίων ἔθνος, τοῖς τῆς δυσσεβείας καὶ εἰδωλολατρείας πράγμασι καταδεδούλωντο· οἱ δὲ πονηροὶ δαίμονες, κοιλάδες ἐπικαλούμενοι, διὰ τὸ ἐν χάσμασι σκοτίοις, καὶ τοῖς τῶν σωμάτων κοιλώμασιν ἐνδιατρίβειν, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς τηκόμενοι, τῇ τοῦ θείου Λόγου δυνάμει ἐξ ἀνθρώπων ἀπέφυγον. Καὶ ἑτέρα δ' ἂν εἴη παρὰ ταύτας αἰτία, οὐχὶ τυχοῦσα, τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων, καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυραννίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ Θεοῦ. Καὶ αὐτὰ ὧδέ πως αἱ τῆς αὐτῆς προφητείας φωναὶ ἑξῆς καὶ κατὰ τὸ αὐτὸ ὑπὸ μίαν συνάφειαν διανοίας κηρύττουσι· « Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων· καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ
And he adds: "Evils came down from the Lord upon the gates of Jerusalem, a noise of chariots and of horsemen." And again: "O glory of the daughter of Jerusalem, shave yourself and cut your hair for your delicate children; enlarge your widowhood like an eagle, because they have been led captive from you." Upon these things: "Sion shall be ploughed like a field, and Jerusalem shall be like a fruit-watcher's hut, and the mountain of the house as a thicket of a wood." Now Sion and Jerusalem and what is called the mountain of the house, these were those things previously signified through: "And the mountains shall be shaken from beneath Him, and the valleys shall melt like wax from before the face of fire, on account of the ungodliness of Jacob." For on account of the impieties perpetrated against Him immediately, and at no long interval, both the mountains and those dwelling in them had been besieged, and Mount Sion endured burning and utter desolation, and the mountain of the house of God became a thicket of a wood. That these things, then, would come to pass concerning them at the descent of the Lord out of the heavens, the present prophecy also signifies, which things indeed have received their manifest outcome after the coming of our Saviour Jesus Christ. If at any rate our own history too has any force, in our own time we have received with our eyes Sion, celebrated of old, being ploughed with yokes of oxen by Roman men, and Jerusalem itself, just as the oracle itself says, left after the manner of a fruit-watcher's hut, brought into complete desolation; which things indeed befell them for nothing else than on account of their impieties, and the heavenly Word came forth out of His own place. And for other causes also the Word of God was already previously said to have come down from heaven and to have trodden upon the heights of the earth, so that the mountains that of old lifted themselves up and exalted themselves exceedingly against the knowledge of God might be shaken from beneath Him, namely the opposing powers, which before His coming had enslaved, along with the rest of mankind, the nation of the Hebrews also in the practices of impiety and idolatry; while the wicked demons, called valleys because of their lingering in dark chasms and in the hollows of bodies, melting like wax from before the face of fire, fled away from among men by the power of the divine Word. And there would be yet another cause besides these, no ordinary one, of the descent of the Lord out of the heavens, which the discourse indicates: so that all the nations upon earth, once the demons were driven away and the ruling spirits shaken, recovering breath from their harsh and immovable tyranny of old, might take up the knowledge of the God Who is over all. And these very things the voices of the same prophecy next and in the same place under a single continuity of thought proclaim thus: "And in the last days the mountain of the Lord shall be manifest, prepared upon the summits of the mountains, and it shall be lifted up above the hills; and peoples shall hasten unto it, and many nations shall go and say: Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob, and