καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ Θεοῦ, κατὰ τὰ παρὰ Μωϋσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ χριστοὺς ὀνομάζει, οὔπω τότε Μωϋσέως ἐν ἀνθρώποις, οὐδὲ τοῦ κατ' αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. Ἄκουε δὲ οἷά φησιν ὁ ψαλμός· « Μνήσθητι τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ. Σπέρμα Ἀβραὰμ, δοῦλοι αὐτοῦ· οἱ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Ἐμνήσθη εἰς τὸν αἰῶνα Διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς Διαθήκην αἰώνιον, λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰμ σχοίνισμα κληρονομίας ὑμῶν. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. » Ταῦτα μὲν ὁ Δαβίδ· ὁ δὲ Μωσῆς καὶ οἵους βασιλεῖς ἤλεγξεν ἱστορεῖ λέγων· « Καὶ ἤτασε Κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. » Καὶ πάλιν περὶ τοῦ βασιλέως Γεράρων γράφει· « Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· » (αὕτη δὲ ἦν τοῦ Ἀβραάμ·) Περὶ οὗ ἑξῆς προϊών φησι· « Νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ. Ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας χριστοὺς ὁ Δαβὶδ, μᾶλλον δὲ τὸ θεῖον δι' αὐτοῦ προσεῖπε Πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους; πῶς γὰρ, Μωϋσέως ὑστέροις χρόνοις οὕτω διαταξαμένου; Ἄκουε δὲ καὶ Ἠσαΐου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ Θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε κηρύξαι τοῖς τὰς ψυχὰς αἰχμαλώτοις ἄφεσιν, καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν. Τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς Πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ Χριστὸν γεγενῆσθαι διδάσκει, οὐχ ὑπ' ἀνθρώπων, ἀλλὰ ἐκ τοῦ Πατρὸς κεχρισμένον. Λέγει δ' οὖν ἐξ αὐτοῦ προσώπου· « Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. » Τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἠσαῗας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους, καὶ κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς ἀγεννήτου Πατρικῆς τε καὶ παναγάθου δυνάμεως Χριστὸν γεγονέναι θεσπίζει. Κατά τινα δὲ συνήθειαν προφητικὴν, τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ, καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ. Τέως μὲν οὖν ὑπὸ Θεοῦ, ἀλλ' οὐχ ὑπ' ἀνθρώπων, καὶ Πνεύματι θείῳ, ἀλλ' οὐ σκευαστῷ ἐλαίῳ χριομένους, τοὺς κατὰ τὸν ἀληθῆ λόγον χριστοὺς ὀνομαζομένους
and how, when plotted against, they found God as Saviour, in accordance with the things set forth in Moses, he names them at once prophets and christs, though Moses was not yet at that time among men, nor had the prepared unguent introduced by him been legislated. Hear what sort of things the psalm says: "Remember His marvellous works, which He did; His wonders and the judgements of His mouth. Seed of Abraham, His servants; the sons of Jacob, His chosen ones. He Himself is the Lord our God; in all the earth are His judgements. He remembered unto the age His Covenant, the word which He commanded for a thousand generations, which He covenanted with Abraham, and His oath to Isaac; and He established it to Jacob for an ordinance, and to Israel for an everlasting Covenant, saying: To you will I give the land of Chanaam as the measuring-line of your inheritance. And they passed through from nation to nation, and from a kingdom to another people. He suffered no man to wrong them, and He reproved kings for their sakes: Touch not My christs, and among My prophets deal not wickedly." Thus far David; and Moses also recounts what sort of kings He reproved, saying: "And the Lord afflicted Pharaoh with great afflictions, and his house, because of Sarra the wife of Abraham." And again concerning the king of Gerara he writes: "And God came to Abimelech in sleep by night, and said: Behold, you die because of the woman whom you took" (and she was Abraham's). Concerning whom, proceeding next in order, he says: "Now therefore restore the woman to the man, for he is a prophet, and he will pray for you." Do you see how through these words David, or rather the divine Spirit through him, addressed the prophets dear to God of old as christs, though not anointed with the earthly unguent? For how could they have been, seeing that Moses in later times so ordained? Hear also Isaiah prophesying thus most clearly concerning the Christ, as about to be sent by God to men as Redeemer and Saviour, and about to come to proclaim release to those captive in soul, and recovery of sight to those blind in mind. For again the prophet teaches that this One became Christ not by prepared unguent, but by the intelligible and God-befitting unguent of the Paternal deity, anointed not by men, but from the Father. He speaks, accordingly, in His person: "The Spirit of the Lord is upon Me, on account of which He anointed Me. To bring good tidings to the poor He has sent Me, to proclaim release to captives, and recovery of sight to the blind." First, therefore, let this point be observed: how Isaiah too, similarly to David, prophesies that He Whom he declared would come among men, and proclaim release to captives and recovery of sight to the blind, became Christ not by prepared unguent, but by that of the unbegotten, Paternal, and all-good power. And in accordance with a certain prophetic custom, the prophet utters what is future as past, and signifies it as though concerning himself as he prophesies. Thus far, then, that those named christs according to the true sense, anointed by God and not by men, and with the divine Spirit and not with prepared oil,