ρεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ. Ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόῤῥω γε μὴν καθεστῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας. Ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος, καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης, πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ' οὐδένα τρόπον ἑτέραν τῆς ἑτέρας προὐτίμησεν ἂν, τὰ πάντ' εἰδὼς μιᾶς ὄντα ἔγγονα ὕλης οὔ ποτε ἑστώσης, οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης, καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. Οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἷλετο, οὐδ' αὐτὸ καθ' αὐτὸ προὔκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ' ἂν εἴη τὸ πάθος ψυχῆς. Μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων καὶ ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρᾶς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται· ὡς ἔμπαλιν οἱ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης, καὶ δικαιοσύνης, καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι, τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ. Ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης, μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα· κρειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατὸν, διὰ σωμάτων τοῖς μόνως οὕτως, καὶ οὐδ' ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου. Ὅτι δὴ τοῦτ' αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμὸς φήσας, « Ὅρα ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. » Σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν, τὴν διὰ τοῦ μύρου χρίσιν ἐνομοθέτει. Ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀποῤῥήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχε διάνοιαν, τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον, καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσι δὲ σὺν τῷ εἶναι καὶ τὸ εὖ εἶναι δεδωρημένον, ἓν τοῦθ' ὁ παρ' Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν Ὕψιστον καὶ παμβασιλέα τῶν ἁπάντων δημιουργὸν Θεόν. Τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγὸν τῆς ἀνωτάτω καὶ ἀγεννήτου θεότητος δύναμιν τὸ θεῖον Πνεῦμα προσαγορεύει. Διόπερ Χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ. Ἔλαιον δὲ τὸν οἶκτον ἐν τούτοις ἄκουε, μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ' ὃ καρπὸς τοῦ φυτοῦ παρίστησι, τὸ πάσης ἀμιγὲς ὑγρᾶς ὕλης, φωτὸς αὐξητικὸν, πόνων θεραπευτικὸν, καμάτων ἀπαλλακτικὸν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιὸν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία Γραφή· « Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ. » Τούτῳ τοιγαροῦν ὁ λόγος, τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως Θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα, καὶ τῆς θεικῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον,
priests was handed down, but also to the prophets and kings thereafter, to whom alone also it was lawful to be anointed with this unguent. These things, then, would be more superficial, standing far removed indeed from the inspired and lofty mind of the prophet. For that wondrous man, and truly great hierophant, knowing that every earthly and bodily substance is distinguished in its qualities alone, would in no way have preferred one above another, knowing that all things are offspring of a single matter that never stands still, nor holds anything firm in its nature, but is ever flowing and hastening towards its own corruption. Not, therefore, did he choose what is pleasant to bodies, nor would he have preferred on its own account what is agreeable from the senses; for this would be the affection of a soul fallen to the ground and towards bodily pleasure. Countless men, at any rate, enfeebled in their bodies, otherwise passionate and licentious, indulging in elaborate refinements of unguents and varied scents, carry about their souls full of every shameful and filthy stench; whereas conversely those dear to God, breathing of virtue, bringing with them the fragrance given off from temperance, and righteousness, and all piety—far better than spices from the earth—account the scent of material bodies as nothing. The prophet, therefore, having grasped these things full well, took no primary care for unguents or even incenses; rather, so far as was possible, through bodily things he handed down images of better and divine things to those able to learn divine things solely thus and in no other way. Indeed, the divine oracle also is recorded as having stated this very thing, saying, "See that you make all things according to the pattern shown to you on the mountain." Accomplishing symbols of other things, accordingly, which he is accustomed to call patterns, he legislated the anointing with unguent. Yet the lofty meaning of these things, signified in mysteries, so far as it is possible to say, held such a sense as this: that which alone is good and alone truly fragrant and precious, and the cause of all life, and which has bestowed upon all together with being well-being also—this one thing the doctrine among the Hebrews knew as the first cause of the universe, even God Himself, the Most High and All-Sovereign Creator of all things. Of this supreme and unbegotten deity, then, the divine Spirit calls the all-mighty and all-good power, supplier of every good, by its name. Wherefore it calls Him Who partakes of it Christ and Anointed. And understand oil in these matters as pity—not grief either over those in misfortune, rather what the fruit of the plant presents, unmixed with any watery matter, increaser of light, healer of pains, reliever of toils, gladdener of those anointed with it, gleaming like light with its flashings, rendering clear and bright the countenance of those who use it, as the divine Scripture says: "To make glad the face with oil." Comparing to this example, accordingly, the supreme power of God the Ruler of all and King of all, the discourse took God the Word—the first and only One anointed with the whole of this, and partaker of the divine paternal fragrance incommunicable to all others, and alone begotten of Him,