«Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·» οἷς ἑξῆς ἐπιλέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε προς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμεραν γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον Πνεῦμα τὸν Χριστὸν ἀναφωνεῖ, Υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ Θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ' αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι' αὐτοῦ γενομένην κλῆσιν προκηρύττει· ἅπερ διαῤῥήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις. Εἰσέτι γὰρ νῦν ἔθνη καὶ λαοὶ, βασιλεῖς τε καὶ ἄρχοντες, οὐ παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ συσκευῆς. Εἰ δ' ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἱ ἐκ περιτομῆς, ὥρα τὸν προσδοκώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον, φάσκον· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·» ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες. Εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; Ει δὲ, ἐντεῦθεν ἀποκλεισθέντες, ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμὸν, καὶ οὕτω δεικτέον, ὡς οὔτε Δαβὶδ, οὔθ' ἕτερός τις τῶν πώποτε παρ' Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ' Υἱὸς χρηματίσας τοῦ Θεοῦ, οὔθ' ὑπὸ τοῦ Θεοῦ γεγενημένος, κατὰ τὸν ἐν τῷ ψαλμῷ θεσπιζόμενον, οὐδ' ἄρα ὑπὸ πάντων τῶν ἐθνῶν καὶ βασιλέων, ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος. Εἰ δ' οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δ' ἔργοις συνίσταται ταῦτα πάντα, καὶ πάλαι μὲν ὑπομείνας, καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων, ἐθνῶν τε καὶ λαῶν, πολεμούμενος ὁ Χριστὸς τοῦ Θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ;» Μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ ψαλμοῦ δι' ὧν εἴρηται· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνείληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Διαῤῥήδην δὲ τὸν Χριστὸν ὀνομά-
"Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood up, and the rulers were gathered together, against the Lord, and against His Christ"; to which next it subjoins: "Yet I have been established king by Him upon Sion His holy mountain, declaring the ordinance of the Lord. The Lord said to Me: My Son art Thou, today have I begotten Thee. Ask of Me, and I will give Thee the nations as Thy inheritance, and the ends of the earth as Thy possession." Most clearly through these words also does the divine Spirit call aloud upon Christ, and calls Him Son of God according to what has been said before, and at the same time signifies that a certain plot will be against Him, and proclaims beforehand the calling of the nations that came about through Him—things which expressly by the works themselves in the case of our Saviour Jesus Christ the outcome of events showed forth. For still even now nations and peoples, both kings and rulers, do not cease from their contrivance against both Him and His teaching. And if those from the circumcision should refer these things to a future time, it is time for them to confess that the Christ awaited by them will be plotted against once more, according to the present oracle, saying, "The kings of the earth stood up, and the rulers were gathered together against the Lord and against His Christ"—which they would not grant, expecting as they do that the coming Christ will be some great potentate and eternal king and redeemer of themselves. For if indeed that one also upon coming should suffer the like things to Him Who has come, why too must one believe or disbelieve in that one rather than in this One? And if, shut out from this, they should refer the oracle to David or someone of the kings of the nation of the Jews sprung from him, even so it must be shown that neither David, nor any other of those ever illustrious among the Hebrews, has been recorded either as having borne the title Son of God, or as having been begotten by God, according to Him Who is foretold in the psalm, nor therefore as having been plotted against by all the nations and kings, both rulers and peoples. But if none of those men is shown to be so, while by the works themselves all these things are established, and the Christ of God both endured them of old and now still even today is warred against by both kings and rulers, nations and peoples, what is in the way of His being the One prophesied through the oracle that said: "The kings of the earth stood up, and the rulers were gathered together against the Lord and against His Christ"? And to Him alone would the things that follow of the psalm also fit, whereby it has been said: "The Lord said to Me: My Son art Thou, today have I begotten Thee. Ask of Me, and I will give Thee the nations as Thy inheritance, and the ends of the earth as Thy possession." For indeed these things also have indisputably received the outcome of the prophecy in Him alone, when of His disciples "into all the earth went out their sound, and to the ends of the world their words." And expressly naming Christ,