δους καὶ σωματικῆς λατρείας ἐν σώματος περιτομῇ, καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελουμένων· ὡς δὲ, τοῦ χρόνου προϊόντος, οὐδὲν τοσοῦτον καὶ τῶν μετ' αὐτὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι' ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέ τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἑβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ· αὐτὸς ἤδη λοιπὸν ὁ Σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀνθρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, τοῦτ' αὐτῷ τοῦ Πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπεροῦν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν Ἰσραὴλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα, καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσι τὴν πρὸς τὸν αὐτοῦ Πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπισχνούμενος, ὃ καὶ σαφῶς ἐκήρυττε λέγων· «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς, εἰς μετάνοιαν.» Καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσι τῶν ἐθνῶν, ἐπιθεωρούμενος· οἱ δὲ, αὐτίκα τὸν σφῶν βοηθὸν καὶ Κύριον εὖ μάλα ἀκριβῶς ἐπιγνόντες, περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ τοῦ Εὐαγγελίου διδάσκει Γραφὴ, «Καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ,» φήσασα· ὅτε καὶ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν ἔλεγον, «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανε· τοὺς δέ γε πάλαι ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους, καὶ πνευμάτων ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπούμενος ἐχειροῦτο, ὥς τινας συναισθομένους αὐτῶν λέγειν· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;» καὶ δὲ τούσδε μὲν, καὶ δι' ὧν ἔπραττε καὶ ἐδίδασκεν, ἰσχυρῶς ᾐκίζετο· πᾶν δὲ τὸ ἀνθρώπινον γένος, τοῖς διὰ λόγων ἡμέρων καὶ προσηνέσι φαρμάκοις, ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις, ἰᾶτο καὶ ἐθεράπευε, νόσων τε παντοίων καὶ παθῶν οὐχ ἧττον σωμάτων ἢ ψυχῶν ἀπήλλαττε, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυθέου πλάνης, τῆς τε αἰσχρᾶς καὶ ἀκολάστου διαίτης, πάντας τοὺς προσιόντας ἐλευθέρους ἀφεὶς, μεθιστῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέ-
owy and bodily worship in circumcision of the body, and certain other things of such a kind accomplished upon the earth; but when, as time advanced, nothing even of the prophets after him availed so far for the healing of the evils of life because of the excess of wickedness, and the workings of demonic activity drove daily on to greater things, so that even the nation of the Hebrews itself was swept away together into the corruption of the godless; then at last the Saviour Himself and Physician of all things comes down unto men, bringing aid also to His own angels on behalf of the salvation of men, the Father having promised beforehand to grant this to Him, even as He Himself teaches in the Psalms, saying: "The Lord said unto Me: Thou art My Son, today have I begotten Thee. Ask of Me, and I will give Thee nations for Thine inheritance, and the ends of the earth for Thy possession." No longer, at any rate, subjecting under His own authority only righteous and clear-sighted Israel, nor indeed only His own portion, but all the nations upon earth, which previously had been allotted to several angels and had wallowed in all manner of impieties, He was present proclaiming through heralds to all the knowledge and friendship towards His Father, and promising release and forgiveness of former ignorances and sins, which also He clearly proclaimed, saying: "Those who are strong have no need of a physician, but those who are ill; I came not to call the righteous, but sinners, to repentance." And indeed He was present being beheld by His own angels, those very ones formerly set over the nations; and they, straightway recognizing right well and accurately their Helper and Lord, came near overjoyed and ministered to Him, just as the sacred Scripture of the Gospel teaches, saying, "And angels came near, and ministered to Him"; when also a multitude of the heavenly host praising God said, "Glory in the highest to God, and upon earth peace, among men good pleasure." These, then, as His own angels needing His alliance, He thus in some way received; whereas those flitting of old around the haunts of men, invisibly and visibly lording it over those upon earth, baneful demons, and races of fierce and ruthless spirits, and the ruler of wickedness among them, that dread and avenging spirit, He routed and subdued by great and divine power, so that certain of them perceiving it said: "Ha! What is there between us and Thee, Son of God? Hast Thou come before the time to torment us?" And these indeed, through what He wrought and taught as well, He mightily afflicted; while the whole human race, by gentle remedies through words and by His meek and persuasive teachings, He healed and tended, and delivered from all manner of diseases and passions no less of souls than of bodies, setting free all who came near from ancient superstition and the terrors of polytheistic error, and from a shameful and licentious way of life, transferring and transforming those who clave to Him from licentiousness unto a temperate life, and from impiety unto pi-