Migne Reading Room

PG 22 · cols. 284–293 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:284Read from the page
τίων μυχῶν διαῤῥηγνὺς, καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημένοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος. Ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ εἰς τὴν ἁγίαν καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς· «Κατέπιεν ὁ θάνατος ἰσχύσας.» Καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ Θεοῦ, νικηφόρος λεγόμενος, ἐν ταῖς προφητικαῖς προῤῥήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ, καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχὰς, δι' ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων· «Ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας, ὁ νόμος.» Τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν, ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. Πρώτην μὲν γὰρ ὁ Λόγος διδάσκει, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· δευτέραν δὲ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τρωθεὶς, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· τρίτην, ὡς ἂν ἱερεῖον Θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων Θεῷ· τετάρτην, ὡς ἂν αὐτὸς τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀποῤῥήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο· πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ Θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς, ἀλλὰ αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσαιτο, καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς αὐτοῦ καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρύξαι· αὐτίκα δ' οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὑτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὐτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐτοῦ θείας δυνάμεως ἐμπλῆσαι, πᾶν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἕνα τοῖς πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν, καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου Θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μὴ ἔτ' αὐτοῖς ἐπιμένοιεν, μίαν δὲ τοῖς πᾶσι σωτηρίας ἐλπίδα δι' ἧς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας ὑπισχνούμενον.
est recesses bursting asunder, and for the dead bound fast there in chains of death making a returning pathway of ascent unto life. Hereby indeed the dead one also was raised up by Him, and many bodies of the saints who had fallen asleep arose, entering in together with Him into the holy and truly heavenly city, so that reasonably it has been proclaimed in the divine utterances: "Death, having prevailed, swallowed up." And again: "God took away every tear from every face." And the Saviour of all things Himself and our Lord, the Christ of God, being called Victor, in the prophetic predictions is brought in taunting death and loosing the souls bound fast there, through which words He utters the hymn of victory, saying these very things: "Out of the hand of Hades I will rescue them, and out of death I will redeem their souls. Where, O death, is your victory? Where, O death, is your sting? Now the sting of death is sin, and the power of sin is the law." Such indeed was His dispensation even unto death, whereof should anyone wish to seek the cause, he would find not one, but even several. For the first the Word teaches: that He might be Lord both of the dead and of the living; the second, that He might wipe away our sins, having been wounded on our behalf, and having become a curse on our behalf; the third, that as a victim of God and a great sacrifice on behalf of the whole world He might be offered to the God over all; the fourth, that He Himself by ineffable reasons might work the overthrow of manifold-wandering and demonic activity; the fifth upon this, that having set before His acquaintances and disciples the hope of life with God after death not by words nor by phrases and utterances, but by very deeds, and having delivered to their eyes the promise given through words, He might render them courageous and more eager to proclaim to all Greeks and barbarians together the pious polity founded by Him; and straightway therefore fill with the divine power from Himself these very acquaintances and followers whom He Himself had chosen out according to merit for Himself and selected as His apostles and disciples, to teach thoroughly every race of men the knowledge of God proclaimed by Him, having laid down one manner of piety for all Greeks and barbarians—one proclaiming openly withdrawal and flight from demons, refusal of polytheistic error, and true knowledge of the one and only God over all, and promising release from former sins of ignorance, if they should no longer persist in them, and one hope of salvation for all through the all-wise and all-virtuous polity which He has laid down.
ΙΓʹ. ΙΓʹ. Ὡς ἀπαθὴς, καὶ ἀβλαβὴς, καὶ ἀσώματος διέμεινε καὶ καθ' ὃν ἐνηνθρώπει καιρόν.
XIII. XIII. How He remained impassible, and unharmed, and incorporeal even during the time when He lived among men as man.
Οὕτω δὴ τούτων ἐχόντων, οὐ δεῖ ταράττεσθαι τὸν
Since these things indeed are so, one ought not to be troubled in
Notes, col. 284

On the reading

Printed ΙΓʹ. ΙΓʹ., for ΙΓʹ..

PG 22:285Read from the page
νοῦν, γένεσιν καὶ σῶμα, καὶ πάθη, καὶ θάνατον περὶ τὸν ἄϋλον καὶ ἀσώματον τοῦ Θεοῦ Λόγον ἀκούοντα. Ὡς γὰρ οὐδ' ἡλιακοῦ φωτὸς πάθοιέν τι ἀκτῖνες τὰ πάντα πληροῦσαι, καὶ σωμάτων νεκρῶν, καὶ οὐ καθαρῶν ἐφαπτόμεναι· πολὺ πλέον ἡ ἀσώματος τοῦ Θεοῦ δύναμις οὔτ' ἂν πάθοι τὴν οὐσίαν, οὔτ' ἂν βλαβείη, οὔτ' ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη. Τί γάρ; οὐχὶ καὶ δίχα τοῦ καθ' ὃ ἐνηνθρώπει σώματος, ἀεὶ καὶ διὰ παντὸς ἥκων δι' ὅλης τῆς τῶν στοιχείων, καὶ αὐτῶν δὴ τῶν σωμάτων ὕλης, οἷά τις Θεοῦ λόγος ὢν δημιουργὸς, τῆς ἐξ αὐτοῦ σοφίας ἐν αὐτῇ τοὺς λόγους ἀποσφραγίζεται, τῷ μὲν ἀψύχῳ ζωήν, τῷ δὲ ἀμόρφῳ ὄντι καὶ ἀειδεῖ τὴν φύσιν, μορφὴν ἐναποτυπούμενος, τά τε ἐν αὐτῷ κάλλη καὶ τὰς ἀσωμάτους ἰδέας ταῖς τῶν σωμάτων ποιότησιν ἐναποματτόμενος, κινῶν δὲ τὰ τῷ οἰκείῳ λόγῳ ἄψυχα καὶ ἀκίνητα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πάνσοφόν τινα καὶ παναρμόνιον κίνησιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ' οὔτι γε βλάβην ἐκ τινὸς ἐπαγόμενος, οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος; οὕτω δὴ τὰ κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πάλαι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὲ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ἕλλησι δι' ὑπερβάλλουσαν τοῦ παναγάθου Πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σωτήριον παρείχετο, διαῤῥήδην τοῦτο προκηρύττων. «Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακως ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Ἐκάλει δῆτα ὁ πάντων Σωτὴρ, «Δεῦτε, λέγων, πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·» ἐκάλει καὶ ἰᾶτο ἀφθόνως δι' ὀργάνου, οὗ προὐβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἷά τις ἰατρῶν ἄριστος, συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον αὐτός τε ἑαυτὸν ὑπόδειγμα σοφοῦ καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων μὲν τὰ ἀληθῆ οὐ παρ' ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ Πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσι καὶ τοῖς πρὸ Μωϋσέως Ἑβραίοις νενομοθετημένα. Σωμάτων δὲ οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, καὶ σαρκικοῖς μὲν ἀνθρώπων ὀφθαλμοῖς τὰ διὰ τῆς σαρκὸς αὐτῷ δρώμενα παρασκευάζων ὁρᾷν, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπηχῶν διδασκαλίας, καὶ πάντα γε ἐπιτελῶν δι' οὗ ἀνείληφεν ἀνθρώπου, τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς αὐτοῦ θειότητος συναισθέσθαι δυναμένοις. Ταῦτα δὴ οὖν ἅπαντα εἰς τὸ χρήσιμον, καὶ πᾶσιν ἡμῖν ὠφέλιμον ὁ πάντα φιλάνθρωπος τοῦ Θεοῦ Λόγος ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄϋλος καὶ ἀσώματος, οἷος καὶ προτοῦ παρὰ τῷ
mind upon hearing of birth and body, and sufferings, and death concerning the immaterial and incorporeal Word of God. For just as not even the rays of sunlight would suffer anything when filling all things and touching dead and unclean bodies, much less would the incorporeal Power of God suffer in essence, or be harmed, or ever become worse than Itself, when incorporeally touching a body. Why indeed? Does He not even apart from the body wherein He lived among men, coming always and continually through the whole matter of the elements and of very bodies themselves, inasmuch as He is a creative Word of God, stamp upon it the rational principles of the wisdom proceeding from Himself, imprinting life upon what is lifeless, and form upon what is shapeless and formless in nature, moulding the beauties within Himself and the incorporeal ideas upon the qualities of bodies, moving the things by their own nature lifeless and immovable—earth, water, air, fire—with a certain all-wise and all-harmonious motion, ordering all things out of disorder, increasing and perfecting them, and by His very divine and rational power all but visiting all things, passing through all things and touching all things, yet by no means drawing harm upon Himself from anything, nor being defiled in His very nature? Even so in accordance with these things, having come among men as well, of old He appeared at different times in different ways to a few easy to number—solely to the recorded prophets and righteous men—whereas at the end now to all, base and impious alike, both Hebrews and Greeks together, through the surpassing goodness and love towards mankind of the all-good Father, He presented Himself beneficent and saving, openly proclaiming this: "Those who are strong have no need of a physician, but those who are ill; I came not to call the righteous, but sinners to repentance." The Saviour of all things called indeed, saying, "Come unto Me, all who labour and are burdened, and I will give you rest"; He called and healed ungrudgingly through the human instrument which He had put forward, like some musical man displaying his skill through the lyre, and for ailing souls in bodies, like some best of physicians, by a kindred and fitting remedy tending the man, and He Himself presented Himself a pattern of a wise and all-virtuous and pious life, teaching truths not gleaned from others, but things legislated from Himself and from the Father of old and from long ages past for those beloved of God from the beginning and for the Hebrews before Moses. And caring for bodies no less than souls, both preparing for men's fleshly eyes to behold the things wrought by Him through the flesh, and again sounding into ears of flesh the teachings delivered through tongue and flesh, He accomplished all things through the man whom He had assumed, for those able in no other way save thus alone to perceive His divinity. All these things, therefore, unto what is profitable and beneficial to us all, the altogether philanthropic Word of God ministered to the counsels of the Father, remaining again Himself immaterial and incorporeal, just as He was even before with the
Notes, col. 285

On the reading

Printed κακως, for κακῶς.

PG 22:288Read from the page
Πατρὶ ἦν, οὔτε μεταβαλὼν τὴν οὐσίαν, οὐδ' ἀφανισθεὶς τῆς ἑαυτοῦ αὐτὸς φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθεὶς, οὐδὲ ἀποπεσὼν τῆς θεότητος, ἀλλ' οὐδὲ τὴν οἰκείαν τοῦ Λόγου παραπολέσας δύναμιν, οὐδ' ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπιον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος. Ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε καθ' ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ Πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ' οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος· ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, τὰ δ' ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων· καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δὲ ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος. Οὔτ' οὖν ἐμολύνετο τικτόμενος ὑπὸ τοῦ σώματος ὁ ἀσώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς ὑπὸ τοῦ θνητοῦ· ἐπεὶ μηδὲ τῆς λύρας, εἰ οὕτως τύχοι, κοπτομένης, ἢ τῶν χορδῶν διασπωμένων, πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον· οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου τοῦ σώματος, τὴν ἐν αὐτῷ σοφίαν, ἢ τήν γε ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι, ἢ καίεσθαι φαίημεν ἂν εἰκότως. Ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ Λόγου φύσιν ἢ δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι, φάναι εὔλογον· ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας, πηλού τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει. Φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας, ἢ πηλοῦσθαι, οὐκέτι. Καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια. Ὁ δέ γε ἄϋλος καὶ ἀσώματος τοῦ Θεοῦ Λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ ἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. Ταύτῃ τοι καὶ σώματος οὗ ἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀῤῥωστία καὶ πάνθ' ὅσα ὑπεξίσταται· ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. Οὕτω δῆτα καὶ τὸ νεκρὸν τῆς τοῦ Λόγου δυνάμεως, μικρόν τι αὐτοῦ ἐφαψάμενον, ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγε, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν.
was with the Father, neither having changed His essence, nor having Himself vanished from His own nature, nor indeed bound fast by the bonds of the flesh, nor having fallen away from His deity, nor yet having lost the proper power belonging to the Word, nor spending His time here only where His human vessel was while prevented from being in other parts of the universe. Rather, even at that very time when He lived as a citizen among men, He was filling all things, and was with the Father, and indeed was in Him, and at that very time also was caring all at once for all things both in heaven and upon earth, in no way shut out like us from omnipresence, nor hindered from performing divine works in His accustomed way; rather, imparting to the man the things from Himself, yet not receiving in return the things from the mortal; and supplying from His divine power to the mortal, yet not drawing upon Himself participation coming from the mortal. Neither, therefore, was He Who is incorporeal defiled by the body in being born, nor did He Who is impassible suffer in His essence from the mortal; since neither when a lyre, if it should so happen, is struck, or its strings are snapped, is it reasonable that the player suffers; nor indeed when the body of some wise man is punished could we reasonably say that the wisdom within him, or the soul within his body, is struck or burned. In this way, then, much more is it reasonable to say that neither the nature nor the power of the Word carries away any harm from the sufferings of the body; because not even our example of light allowed that the sun's rays, sent forth from heaven upon the earth and touching mud and mire and every defilement, are stained at all. Nothing would prevent saying that even these things are illuminated by the beams of light; yet that the sun is defiled by its intermingling with bodies, or befouled with mud, no longer so. And yet these rays would not be foreign to the nature of bodies. Whereas the immaterial and incorporeal Word of God, being Life-in-itself and intellectual Light-in-itself and all the other things previously rehearsed, whatsoever He might touch with His divine and incorporeal power, that thing must of necessity live and abide with rational light. In this way, then, whatsoever body He might touch, this is at once sanctified and illuminated, and every disease and infirmity and all such things withdraw before Him; and lack receives from His fullness. Thus indeed even that which was dead, having touched ever so little of the power of the Word, was raised up made alive, and death fled from life, and darkness was dissolved by the light, and the corruptible put on incorruption, and the mortal immortality.
Notes, col. 288

On the reading

Printed πηλού, for πηλοῦ.

PG 22:289Read from the page
ΙΔʹ. ΙΔ. Ὡς, τὸν ἄνθρωπον ἀνανεωσάμενος, πᾶσιν ἡμῖν τὴν τῶν αἰωνίων ἀγαθῶν παρέσχετο ἐλπίδα.
XIV. XIV. How, having renewed man, He afforded to us all the hope of eternal good things.
Καὶ τί γὰρ ἄλλο, πλὴν ὁ πᾶς ἄνθρωπος ὑπὸ τῆς θεότητος κατεπίνετο, καὶ πάλιν Θεὸς ἦν ὁ Θεὸς Λόγος, οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον ἀπαρχὴν τῆς ἡμῶν ἐλπίδος· τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ' αὐτῷ ζωῆς ἀϊδίου, καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ' αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων.
For what else happened save that the whole man was swallowed up by the deity, and God the Word was God again, just as He also was before becoming man, and indeed deified along with Himself the man as the first-fruits of our hope; deeming this very man worthy there both of the everlasting life that is with Him and of communion in deity and blessedness, and affording to us all likewise this greatest proof of immortality and of the kingdom that is with Him and together with Him.
ΙΕʹ. Τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ παρουσία, καὶ ὡς Θεὸς καὶ Κύριος, καὶ ἀρχιερεὺς τοῦ τῶν ὅλων Θεοῦ διὰ τῶν παρ' Ἑβραίοις προφητῶν ὁ Χριστὸς ἀνηγορεύετο.
XV. What the coming of Christ means to signify, and how the Christ was proclaimed as God and Lord, and High Priest of the God of the universe, through the prophets among the Hebrews.
Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ Πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκίαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον, τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος, τῆς οἰκείας ἀπολαῦσαι ζωῆς· φίλον τε καὶ οἰκεῖον τοῦ Πατρὸς ἀποφῆναι τοῦτον, δι' ὃν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ὑπέστη γενέσθαι ἄνθρωπος. Οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ' Ἑβραίοις παραστήσεται προφητικῶν λόγων· ὥσπεροῦν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων, ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ' ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγορεύετο, δι' ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο. Πρῶτα δὲ σκεψώμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. Προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγορίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν κατ' αὐτὴν ζητουμένων. Ἄλλος μὲν οὖν, ἐγγύθεν καὶ ἐκ τῶν καθ' ἡμᾶς ἀρξάμενος, εἴποι ἂν Μωϋσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ Θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενον· ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν ταῖς φιλαγάθοις, τὸ εὐῶδες· ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ' ἑκάστην ἡμέραν τοῖς ἱερεῦσι χρῇσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως, κατακιρναμένου τοῦ ἀέρος, καὶ τὸ δυσῶδες ἀφανίζοντος, θεία τις ἀποῤῥοὴ τοῖς εὐχομένοις καταμιγνύηται· διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρίσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωϋσέα τοῖς χριομένοις ἐπιθεῖναι. Τοῦτο δὲ τὸ χρίσμα μὴ μόνον ἀρχιε-
This was the end of His arrival among men: to lead back into His household him who of old had wandered away from the knowledge of the Father, and that he who was akin and dear, and had been deemed worthy of His image, should enjoy his own proper life; and to render dear and belonging to the Father's household this man, for whose sake the Word of God Himself submitted to become man. Thus indeed, to speak in brief, the subject concerning our Saviour and Lord Jesus the Christ, possessing a varied dispensation, will be established from the prophetic discourses among the Hebrews; just as shortly hereafter the testimonies from them will show, the new writings confirming the ancient things, and the evangelical testimonies setting their seal upon those of the prophets. Now since these matters stand thus, it is time henceforth to go through His appellation as well, insofar as He was proclaimed Jesus and Christ, and through how many prophecies He was foretold by name. First, however, let us consider what the appellation of Christ means to signify, before beginning the detailed collection of the prophetic oracles concerning the inquiry set before us. And I consider it fitting to treat first of the very appellation of Christ, and to articulate clearly the conception concerning it, so that none of the matters investigated in relation to it may escape us. Someone else, then, starting from close at hand and from things familiar to us, might say that Moses was the very first of all to legislate that those consecrated to God should be anointed with prepared unguent, having considered that their bodies ought to breathe forth fragrance and something good; since everything foul-smelling is dear to polluted and unclean powers, as conversely what is fragrant is dear to powers that love the good; whence also he legislated that the priests should every day in the temple use incense compounded to an excess of fragrance, so that, as the air is tempered and banishes foul odour, a certain divine effluence may be mingled with those who pray; for on this very account too he compounded through the perfumer's art a most fragrant anointing chrism wherewith those about to preside publicly over common affairs might be anointed, and that Moses first bestowed the name of Christ upon those who were anointed. And this anointing not only to high-
Notes, col. 289

On the reading

Printed ὥσπεροῦν, for ὡσπεροῦν.

PG 22:292Read from the page
ρεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ. Ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόῤῥω γε μὴν καθεστῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας. Ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος, καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης, πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ' οὐδένα τρόπον ἑτέραν τῆς ἑτέρας προὐτίμησεν ἂν, τὰ πάντ' εἰδὼς μιᾶς ὄντα ἔγγονα ὕλης οὔ ποτε ἑστώσης, οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης, καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. Οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἷλετο, οὐδ' αὐτὸ καθ' αὐτὸ προὔκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ' ἂν εἴη τὸ πάθος ψυχῆς. Μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων καὶ ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρᾶς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται· ὡς ἔμπαλιν οἱ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης, καὶ δικαιοσύνης, καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι, τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ. Ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης, μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα· κρειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατὸν, διὰ σωμάτων τοῖς μόνως οὕτως, καὶ οὐδ' ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου. Ὅτι δὴ τοῦτ' αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμὸς φήσας, « Ὅρα ποιήσῃς πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. » Σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν, τὴν διὰ τοῦ μύρου χρίσιν ἐνομοθέτει. Ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀποῤῥήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχε διάνοιαν, τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον, καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσι δὲ σὺν τῷ εἶναι καὶ τὸ εὖ εἶναι δεδωρημένον, ἓν τοῦθ' ὁ παρ' Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν Ὕψιστον καὶ παμβασιλέα τῶν ἁπάντων δημιουργὸν Θεόν. Τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγὸν τῆς ἀνωτάτω καὶ ἀγεννήτου θεότητος δύναμιν τὸ θεῖον Πνεῦμα προσαγορεύει. Διόπερ Χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ. Ἔλαιον δὲ τὸν οἶκτον ἐν τούτοις ἄκουε, μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ' ὃ καρπὸς τοῦ φυτοῦ παρίστησι, τὸ πάσης ἀμιγὲς ὑγρᾶς ὕλης, φωτὸς αὐξητικὸν, πόνων θεραπευτικὸν, καμάτων ἀπαλλακτικὸν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιὸν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία Γραφή· « Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ. » Τούτῳ τοιγαροῦν ὁ λόγος, τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως Θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα, καὶ τῆς θεικῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα Θεὸν Λόγον,
priests was handed down, but also to the prophets and kings thereafter, to whom alone also it was lawful to be anointed with this unguent. These things, then, would be more superficial, standing far removed indeed from the inspired and lofty mind of the prophet. For that wondrous man, and truly great hierophant, knowing that every earthly and bodily substance is distinguished in its qualities alone, would in no way have preferred one above another, knowing that all things are offspring of a single matter that never stands still, nor holds anything firm in its nature, but is ever flowing and hastening towards its own corruption. Not, therefore, did he choose what is pleasant to bodies, nor would he have preferred on its own account what is agreeable from the senses; for this would be the affection of a soul fallen to the ground and towards bodily pleasure. Countless men, at any rate, enfeebled in their bodies, otherwise passionate and licentious, indulging in elaborate refinements of unguents and varied scents, carry about their souls full of every shameful and filthy stench; whereas conversely those dear to God, breathing of virtue, bringing with them the fragrance given off from temperance, and righteousness, and all piety—far better than spices from the earth—account the scent of material bodies as nothing. The prophet, therefore, having grasped these things full well, took no primary care for unguents or even incenses; rather, so far as was possible, through bodily things he handed down images of better and divine things to those able to learn divine things solely thus and in no other way. Indeed, the divine oracle also is recorded as having stated this very thing, saying, "See that you make all things according to the pattern shown to you on the mountain." Accomplishing symbols of other things, accordingly, which he is accustomed to call patterns, he legislated the anointing with unguent. Yet the lofty meaning of these things, signified in mysteries, so far as it is possible to say, held such a sense as this: that which alone is good and alone truly fragrant and precious, and the cause of all life, and which has bestowed upon all together with being well-being also—this one thing the doctrine among the Hebrews knew as the first cause of the universe, even God Himself, the Most High and All-Sovereign Creator of all things. Of this supreme and unbegotten deity, then, the divine Spirit calls the all-mighty and all-good power, supplier of every good, by its name. Wherefore it calls Him Who partakes of it Christ and Anointed. And understand oil in these matters as pity—not grief either over those in misfortune, rather what the fruit of the plant presents, unmixed with any watery matter, increaser of light, healer of pains, reliever of toils, gladdener of those anointed with it, gleaming like light with its flashings, rendering clear and bright the countenance of those who use it, as the divine Scripture says: "To make glad the face with oil." Comparing to this example, accordingly, the supreme power of God the Ruler of all and King of all, the discourse took God the Word—the first and only One anointed with the whole of this, and partaker of the divine paternal fragrance incommunicable to all others, and alone begotten of Him,
Notes, col. 292

On the reading

Printed εἷλετο, for εἵλετο.

PG 22:293Read from the page
μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος Θεὸν ἐκ Θεοῦ ἀποφανθέντα, Χριστὸν καὶ ἠλειμμένον ἀπεκάλεσε. Διὸ καὶ ἐν Ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦτον τὸν ὑπὸ τοῦ Πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον· « Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. » Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις· ἡ δὲ τοῦ μύρου πολλῶν ἐπὶ τὸ αὐτὸ σύνοδον σημαίνει. Ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγέννητος τοῦ παμβασιλέως Θεοῦ δύναμις, καθ' ὃ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἁπλῷ τῷ τοῦ ἐλαίου προῤῥήματι παραβέβληται· καθὸ δὲ πλείστων ἐπινοιῶν ἐν ταυτῷ περιληπτικὴ τυγχάνει, οἷον ποιητικῆς ἢ βασιλικῆς, προνοητικόν τε καὶ κριτικὸν, φιλάνθρωπόν τε καὶ σωτήριον, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῖσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ Θεοῦ θεῖοι λόγοι παιδεύουσι. Πρῶτος γέ τοι αὐτὸς ὁ Μωϋσῆς, ἐν ἀποῤῥήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος, καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ Θεοῦ τελετὰς ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτείαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾷν τοῖς συμβόλοις οἱ τῶνδ' ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας. Αὐτὸς δῆτα ἀφορισάμενος τέως τοῦ ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ Θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα, πρῶτος τοῦτον Χριστὸν ἐπωνόμασε, κατ' ἀναφορὰν τῆς ἐν τοῖς νοητοῖς θεωρίας, καὶ τοῦτον, διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαῤῥήδην ἀνεκήρυξεν, ὅτι δὴ κατ' αὐτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία τῆς ἀγεννήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας. Ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι. Ἑνὶ γὰρ μόνῳ τῷ Μονογενεῖ καὶ Πρωτοτόκῳ τοῦτ' ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ' αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἷόν τε ἦν ἐπαύρασθαι. Πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωϋσεῖ σύμβολον ἦν. Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δ' αὐτὸ πνεῦμα, οὗ μάλιστα μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ παντὸς τοῦ ἔθνους τῷ Θεῷ καθωσιωμένους. Ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωϋσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ Πνεύματι κατόχους χριστοὺς ὀνομάζεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα. Δαβὶδ ἐν ρδʹ ψαλμῷ, τὰς περὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας, αὐτοὺς ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας, καὶ πρὸ τῶν Μωϋσέως χρόνων γενομένους, χριστοὺς ἀποκαλεῖ, οὐ δι' ἄλλο ἢ διὰ τὴν τοῦ θείου Πνεύματος, οὗ μετεῖχον, ἐπιῤῥοήν. Ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις,
and by participation in Him Who begot Him, the unbegotten and first and greater, declared God from God—and called Him Christ and Anointed. Wherefore in the Psalms also the oracle that speaks thus cries aloud unto this very One anointed by the Father: "Thy throne, O God, is unto the age of the age; a rod of uprightness is the rod of Thy kingdom. Thou loved righteousness, and hated iniquity; therefore God, Thy God, anointed Thee with the oil of gladness beyond Thy fellows." Now the nature of oil is one; whereas that of unguent signifies a coming together of many ingredients into the same compound. In this way, then, the first and unbegotten power of God the King of all, insofar as it is conceived as simple and uncompounded and unmixed with every other essence, has been compared to the simple appellation of oil; whereas insofar as it happens to comprehend very many conceptions at once—such as creative or royal, providential and judicial, loving towards mankind and saving, and as many countless others as are contemplated in conception—reasonably again has the power comprehending many good things been likened to unguent, wherewith divine discourses teach that the true and only High Priest of God has been anointed. First of all, at any rate, Moses himself, having been deemed worthy in mysteries to behold divine things, and the sacred rites concerning the first and only Anointed One and High Priest of God accomplished by Him in His theophanies, is commanded upon earth to establish images and symbols of the things apprehended in the visions of God, so that those deemed worthy of these things might practise beforehand with the symbols until the direct vision of the realities. He himself, then, having set apart for the time being a man suitable to serve from among men upon earth as priest to God, first named this man Christ, with reference to contemplation among intelligible realities; and having rendered this man through a certain fragrant anointing superior to the rest of men, he proclaimed outright and expressly that according to itself the whole nature of the begotten, and much more human nature falling short of the unbegotten power, stands in need of the fragrance from the Superior. Yet to attain to the supreme and first belongs lawfully to none. For for the Only-begotten and Firstborn alone was this prerogative reserved; whereas for those after Him in no other way save through participation in the Second alone was it possible to enjoy good things. Of the divine Spirit, therefore, was the symbol in Moses. And there are distributions of gifts, yet the same spirit, in which above all he thought priests and prophets and kings ought earnestly to strive to partake, as consecrated to God not on behalf of themselves alone, but of the whole nation. Now that the symbols in Moses belonged indeed to more divine realities, and how it was possible even without earthly unguent for those possessed by the divine Spirit to be named christs, come, let us examine somewhat more accurately. David in the 104th Psalm, taking up the histories concerning Abraham, and Isaac, and Jacob, calls those very forefathers dear to God, though they lived even before the times of Moses, christs, on no other account than because of the influx of the divine Spirit in which they partook. Having recounted, at any rate, how they were received as guests among foreigners,