Migne Reading Room

PG 22 · cols. 260–269 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:260Read from the page
βασιλικὸν, κριτικὸν, Πατρὸς εὐσεβείας ἀπαγγελτικόν.
kingly, judicial, declarative of piety towards the Father.
Εʹ. Εʹ. Ὡς μυρίας μὲν ὁμολογοῦμεν εἶναι γενητὰς θείας δυνάμεις, μόνην δὲ τὴν τοῦ Υἱοῦ, δι' ἣν ἐπάγεται εἰκόνα τοῦ Θεοῦ Πατρὸς, θεολογοῦμεν.
Chapter V. How we confess that there are myriad generated divine powers, yet speak as God of that of the Son alone, through which He brings in the image of God the Father.
Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ' οὐ πολλὰς ἡγεῖσθαι· μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις, καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς Λόγος ἐν ἀρχῇ πρὸς τὸν Θεόν. « Ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· » ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾷν ἐπαξίως· ὅτι δὴ πάντα δι' αὐτοῦ οὐ μόνον ἐν ἀρχαῖς τῶν ὅλων συνέστη, ἀλλὰ καὶ εἰσαεὶ γέγονέ τε καὶ γίνεται, « καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. » Εἴτε γὰρ ζωή τις ἔστιν ἐν τοῖς οὖσιν, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν· ἐξ αὐτοῦ γὰρ καὶ δι' αὐτοῦ ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις· εἴτε ῥυθμὸς, εἴτε κάλλος, εἴτε ἁρμονία, εἴτε τάξις, εἴτε σύγκρασις, εἴτε οὐσία, εἴτε ποιότης, εἴτε μέγεθος, πάντα εἷς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ Λόγος, καὶ μία Θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων. Ὡς γὰρ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορὰ, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημιουργὸς (οὐ γὰρ ἄλλῃ μὲν Θεοῦ δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν), οὕτω καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα, ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι, καὶ γῇ, καὶ θαλάττῃ ζώων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ' εἶδος δημιουργός· καὶ οὐκ ἄλλη μὲν πυρὸς, ἑτέρα δὲ ὕδατος· καὶ γῆς πάλιν ἄλλη, καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων τεχνῖτις σοφία, καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ Θεοῦ Λόγος. Μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελφὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπελέγχουσα. Γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ' ὑδάτων ὀχουμένη, καὶ μὴ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος δ' ἀεὶ φερομένη, καὶ μὴ καταδυομένη, Θεοῦ Λόγῳ καὶ Θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ. Ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοινωνία μηδὲν στεῤῥὸν ἐπιδεικνυμένη, μηδὲ ἀθρόως τὸ πᾶν ἐπιλιμνάζουσα, νεύματι δ' ἀῤῥήτῳ Θεοῦ πεπεδημένη, ἕνα πάλιν καὶ τὸν αὐτὸν Λόγον τοῦ Θεοῦ παρίστησι. Τί δὲ τὸ πῦρ, καίτοι καυτικῆς καὶ φθατικῆς φύσεως, ἔπειτα ξύλοις ἐμφωλεῦον καὶ παντοίοις ζώων σώμασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνέστοιχειωμενον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσι τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ' οἰκείας δυνά-
Wherefore over all created things universally it is needful to marvel at one divine power, and not to suppose many; for one is the universal world-making power, and one the Creator of all things, the Word in the beginning with God. « Because in the beginning was the Word, and the Word was with God, and the Word was God; » Whom truly one must not be ignorant of, but revere and honour worthily; because all things through Him not only stood together in the beginnings of the universe, but also evermore both have come into being and come into being, « and without Him came into being not even one thing. » For whether there is any life in the things that exist, what has come into being in Him was life; for from Him and through Him is the quickening and ensouling of all things; whether rhythm, or beauty, or harmony, or order, or blending, or essence, or quality, or magnitude, the one Word of the universe holds together and orders all things, and one world-making power of God leads them all. For just as in the body among us the difference of the parts is great and manifold, yet the creative power of the whole is one (for not by one power of God did the nature of the head subsist, and by another that of the eyes, and by another that of the ears, and by another that of the feet), so also one universal divine power presiding over the whole world would be the very same framer both of heaven and of stars, and of the living creatures in air, and on earth, and in the sea, and of elements both universal and particular, and furthermore of all manner of natures both generic and according to species; and there is not one creative power of fire, and another of water, and again another of earth, and of air; but one and the same skilled wisdom of all things, and world-maker, is this very Creator of all things Whom we confess in theology as God, the Word of God. And witness is borne to these things by the friendship of the elements towards one another, proving by the intermixture of their blendings that the nature of the universe is akin and sisterly, and as it were the work of a single master-builder. For both the earth, that heavy element, riding upon the waters, and not dragged down into the depth by the solidity of its nature, but borne ever aloft and not sinking, bears witness to the Word of God and to the counsel and power of God. And again in turn, the communion of the moist substance with the dry, displaying nothing rigid, nor flooding the whole all at once, but fettered by the ineffable nod of God, sets forth again one and the same Word of God. And what of fire, though of a burning and destructive nature, yet lurking in wood and mingled through all manner of bodies of living creatures, and combined as a fellow-element with earth and water and air, and then by reason and measure supplying to all things what is needful, so much as may turn out to the benefit of each, and of its own pow-
Notes, col. 260

On the reading

Printed Εʹ. Εʹ., for Εʹ..

Printed φθατικῆς, for φθαρτικῆς.

Printed συνέστοιχειωμενον, for συνεστοιχειωμένον.

PG 22:261Read from the page
μεως ἐπιλελησμένον, οὐ σοὶ δοκεῖ πάλιν Θεοῦ Λόγῳ καὶ δυνάμει δουλεύειν, Ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις, ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις, τοτὲ δὲ μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ἄστρων τε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελήνης τροπὰς, συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάντων, καὶ κόσμον ἕνα αὐτῶν ἐξ ἁπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ Λόγον ὡς ἀληθῶς Θεοῦ, καὶ Θεοῦ σοφίαν, καὶ Θεοῦ δύναμιν, καὶ ταύτην μίαν, ἀλλ' οὐ πολλὰς ἀνυμνεῖν; ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ, καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ' ἂν δημιουργὸς, ἣ καὶ γεωργεῖν ἡ αὐτὴ, καὶ ναυπηγεῖν καὶ κυβερνᾷν, καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο· καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ' ἄν ποτε μυρίων ἐπιστήμας, γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθήμασι καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνάμεις διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχὴν. Εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν, κἄπειτα χερσὶν ἀπολεάνας ἐπιθήσει ζώου μορφὴν, ἄλλῳ μὲν σχήματι κεφαλὴν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ ὀφθαλμοὺς πάλιν ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα, καὶ ῥῖνας, στέρνα τε καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ· ἆρα, ἐπεὶ πολλὰ σχήματα καὶ μέλη καὶ μέρη ὑ' ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι; ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον; Τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντὸς, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεοὺς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καὶ τοῖς πᾶσι ποικίλην τὴν ἐξ αὐτῆς ἐπιχορηγίαν ποιουμένην; Οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμοὺς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτὰ, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, Θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησι· πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ. Καὶ πυρὸς φύσις χρυσὸν μὲν καθαίρει, μόλυβδον δὲ τήκει· καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τὰ τοσαῦτα κατεργαζομένη. Ταύτῃ τοι καὶ οὐράνιος τοῦ Θεοῦ Λόγος, ὁ καὶ ἡλίου, καὶ οὐρανοῦ, καὶ τοῦ σύμπαντος κόσμου δημιουργικὸς, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν, καὶ σελήνῃ, καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀεννάου δυνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος, εἰς αἰῶνα διακρατεῖ· τὰς δὲ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν ουσιῶν, ζωῆς ὁμοῦ, καὶ φωτὸς, καὶ σοφίας,
er grown forgetful, does it not seem to you again to be a servant to the Word and power of God? And to one who beholds the alternating movements of day and night, the waxings at one time and wanings at another of hours and seasons, the cycles of years and periods of times, the revolutions of constellations, the courses of the sun, and the turnings of the moon, the sympathies and antipathies of all things, and one world formed out of them all—is it lawful for you to pronounce unreason and randomness and chance to be the cause of the universe, or rather to hymn the Word truly of God, and the wisdom of God, and the power of God, and this as one, and not many? For even in a human being one soul, and one rational power, may become the framer of very many works at once, which very same power, having learned many things, would apply itself to farming, and shipbuilding, and steering, and house-building; and one mind and reasoning faculty in a human being may at times take in the sciences of myriad things, and the same man will practise geometry and astronomy, and will hand down discourses of grammar and of medicine, and will excel both in studies and in works of the hands; and yet no one has ever supposed that there are several souls in one body, nor marvelled at many powers of a human being on account of the reception of many branches of learning. And if someone, having found shapeless matter of clay, and then having smoothed it with his hands, imposes the form of a living creature, moulding by the plastic art the head in one shape, the hands and feet otherwise, and the eyes again differently, and the cheeks likewise, and the ears and mouth, and nostrils, and chest and shoulders—must one, because many shapes and limbs and parts have been fashioned under one body, suppose the makers also to be as many? Or ought one rather to praise all together the craftsman of the whole, who by one reasoning and one power constructed the whole? Why then, indeed, in the case of the universe, which is one, though subsisting out of very many parts, ought one to posit many creative powers, and name many gods, and not rather confess as one that which is truly the power of God and the wisdom of God, by one power and one virtue at once causing all things to subsist and quickening them, and furnishing to all things from itself their manifold supply? Thus also one and the same ray of the sun's light at once and at the same moment irradiates the air, illumines the eyes, warms the touch, enriches the earth, makes plants grow, establishes time, leads the stars, makes the circuit of heaven, brightens the world, demonstrates the manifest power of God that is in the universe; and accomplishes all these things by a single inclination of its nature. And the nature of fire refines gold, yet melts lead; and dissolves wax, yet dries clay, and chars wood, working so many effects by its single burning power. In this way indeed the heavenly Word of God also, Who is the framer of sun, and heaven, and the whole world, being present to all things by His active power and reaching through all things, showers light upon sun, and moon, and stars out of His own ever-flowing power, and having in the beginning established heaven as the most fitting image of His own greatness, holds it fast for ever; while the powers beyond heaven and the world—of angels and spirits, and of intelligent and rational essences—at once with life, and light, and wisdom,
Notes, col. 261

On the reading

Printed δουλεύειν,, for δουλεύειν;.

Printed ὑποδοχὴν., for ὑποδοχήν..

Printed ὑ' ἑνὶ, for ὑφ' ἑνὶ.

Printed ουσιῶν, for οὐσιῶν.

PG 22:264Read from the page
καὶ πασης ἀρετῆς, καὶ καλοῦ κἀγαθοῦ παντὸς ἐκ τῶν παρ' αὐτοῦ θησαυρῶν ἐμπίμπλησι, μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ· καὶ στοιχείων οὐσίας οὔποτε διαλιμπάνει, παρέχων καὶ μίξεις καὶ κράσεις, καὶ εἴδη, καὶ μορφὰς, καὶ σχήματα, ποιότητάς τε μυρίας, ἔν τε ζώοις καὶ φυτοῖς, καὶ ψυχαῖς, καὶ σώμασι, λογικοῖς τε καὶ ἀλόγοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυνάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε παριστὰς τοῖς πᾶσι καὶ διαῤῥήδην, ἕνα κόσμον ἐπιδείκνυσιν ἑνὸς Λόγου κοσμοποιοῦ ἔργον. Τοιοῦτον δὴ καλλιτέχναν Υἱὸν μονογενῆ τῆς αὐτοῦ βουλῆς καὶ δημιουργὸν ὁ πάντων ἀνωτάτω καὶ αὐτοῦ δημιουργοῦ Θεὸς καὶ Πατὴρ πρῶτον ἁπάντων ἐγέννα, δι' αὐτοῦ καὶ ἐν αὐτῷ τοὺς τῶν μελλόντων ἔσεσθαι δημιουργικοὺς λόγους ὑφιστάμενος, καὶ τὰ σπέρματά γε τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως ἐν αὐτῷ καταβαλλόμενος. Οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὃν οὐρανὸς εἷς περιλαμβάνει, μυρίας τε ἀμφὶ τοῦτον χορείας καὶ ἄστρων περιπολεύσεις; Πάλιν εἷς ἥλιος, ἀλλ' οὐ πλείους, τὰς ἁπάντων ὑπερβολῇ φωτὸς καλύπτει μαρμαρυγάς. Οὕτω δῆτα ἑνὸς ὄντος Πατρὸς, ἕνα χρῆν καὶ τὸν Υἱὸν εἶναι. Ει δ', ὅτι μὴ καὶ πλείους, ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον, ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους, καὶ σελήνας, καὶ κόσμους, καὶ μυρία ἄττα, αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος.
and every virtue, and every noble and good thing He fills out of the treasures that are with Him, by one and the same creative art; and He never ceases furnishing the essences of the elements, and minglings and blendings, and species, and forms, and shapes, and myriad qualities, in living creatures and plants, and souls, and bodies, both rational and irrational, diversifying them now in one way, now in another, and supplying all things to all at once by a single power, and bestowing above all upon human beings a mind discerning and contemplative of His wisdom, and standing manifestly and expressly beside all things, He shows forth one world as the work of one world-making Word. Such a master-craftsman indeed, an only-begotten Son, and framer of His counsel, did the God and Father Who is highest over all and over the Creator Himself beget first of all things, causing to subsist through Him and in Him the creative principles of the things that were to be, and casting in Him the seeds of both the constitution and the administration of the universe. Do you not behold with your eyes the whole world, which one heaven encompasses, and the myriad dances and revolutions of stars around it? Again, one sun, and not more than one, hides the gleamings of all things by the excess of its light. Thus indeed, since there is one Father, it was needful that the Son also be one. And if someone should find fault because there are not also more than one, it would be time for such a man to lay blame because He did not also constitute several suns, and moons, and worlds, and myriad other things, attempting after the manner of a madman to pervert what is right and well ordered in nature.
Ϛʹ. Ὡς ἀπὸ πρώτης συστάσεως τῶν ὅλων ἀφανῶς ὁ Χριστὸς τοῦ Θεοῦ τῶν θεοφιλῶν ψυχῶν ἐπιστατεῖ.
Chapter VI. How from the first constitution of the universe the Christ of God invisibly presides over God-loving souls.
Ταύτῃ δ' οὖν ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας μυρίους, ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ Θεοῦ καταυγάζει Λόγος· ἐπεὶ καὶ χρῆν ἕνα τὸν ἐπὶ πᾶσι καθ' ὅλων, καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ Θεοῦ Λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφερὲς τῷ Πατρὶ καὶ κατὰ πάντα ἀποσώζοιτο, κατά τε τὴν ἀρετὴν, κατά τε τὴν δύναμιν, καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμὸν, πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου καὶ τῆς τῶν γεννητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας, μυρίαις τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις μεταβολαῖς δι' οἰκείαν ἀσθένειαν ὑποκεισομένης, τῆς τε ἀνωτάτω τοῦ Πατρὸς δυνάμεως δι' ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τῆς πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης, ἀδυνάτως τε ἑξούσης τῆς ἀγεννήτου καὶ ἀχω-
In this way, then, just as among visible things one sun illuminates the whole sensible world, so indeed among intelligible things also the one Word of God irradiates the immortal and incorporeal powers, myriad intelligent and rational essences, like stars and luminaries; since indeed it was needful that the Word of God Who is over all universally, and Who is in all and reaches through all, should be one, so that in this also the likeness of the image to the Father might be preserved in all respects—in respect of virtue, and in respect of power, and essence, and in respect of the number of the monad and unit; whereas the essence of generated things, on the other hand, was going to subsist as multiform and manifold, and to be subject because of its own weakness to myriad varied changes, now one, now another, and was going to fall short of the supreme power of the Father by reason of the excess of His unutterable nature, infinite in greatness to all, and to be unable, of the unbegotten and incomprehen-
Notes, col. 264

On the reading

Printed πασης, for πάσης.

Printed καλλιτέχναν, for καλλιτέχνην.

Printed Ει, for Εἰ.

PG 22:265Read from the page
ρήτου θεότητος, αὐτή γε γεννητὴ οὖσα μετέχειν ἀντωπεῖν τε ἄνω, καὶ ἀντιβλέπειν ταῖς ἀποστιλβούσαις τοῦ ἀϊδίου φωτὸς ἀῤῥήτοις μαρμαρυγαῖς, χρῆν δήπου εἰκότως τὸν πανάγαθον Πατέρα καὶ Σωτῆρα τῶν ὅλων, ὡς ἂν μὴ παντελῶς ἡ τῶν ἄρτι γενησομένων φύσις, ἔρημος οὖσα τῆς αὐτοῦ κοινωνίας, τῶν μεγίστων ἀγαθῶν στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ Μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ Πατρὶ προσομιλοῦσαν ἴσως τε αὐτοῦ τῶν ἀποῤῥήτων ἀπολαύουσαν· πραότατα δὲ συγκατιοῦσαν, καὶ ἀμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις, διά τε τὴν σφῶν ἀσθένειαν τῆς ἐκ τοῦ δευτέρου βελτιώσεώς τε καὶ ὠφελείας ἐνχρῄζουσι, τὰς ἡλίου μαρμαρυγὰς θεᾷν ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς ἀκράτου δυνάμεως οἷοις τε ἀπολαύειν διὰ τὴν σώματος ἀσθένειαν. Εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδένα τῶν ἐπὶ γῆς μεῖναι ἂν ἀδιάφορον, πάντων συλλήβδην ἐμψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προσβολῇ διαφθαρησομένων· θᾶττον γοῦν καὶ τυφλοὺς ἀπεργάσαιτ' ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμοὺς, βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δὲ ἀφορήτως ἔχουσι δι' οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγῆς ἀπολαύειν, τοιόσδε τις ἀποτελούμενος. Τί τοίνυν τὰ ὅμοια μανθάνων περὶ Θεοῦ θαυμάζεις; οὗ δὴ τῆς ἀῤῥήτου καὶ ἀνεκφράστου δυνάμεώς τε καὶ οὐσίας οὐδενὶ μέτεστι τῶν ὄντων, πλὴν ἑνὶ μόνῳ, κοινωνίας, ὃν αὐτὸς ὁ Πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστήσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γεννητῶν ἀποπέσοι φύσις δι' οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν, τῆς ἀγεννήτου καὶ ἀχωρήτου Πατρικῆς οὐσίας διεστῶσα· μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύουσα χορηγίας, ἣν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρκῶν διαλιμπάνει, πάντη δὲ χωρῶν, καὶ διὰ πάντων περιπορευόμενος, πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι δι' αὐτοῦ μετείληχε· πολύ γε μὴν πλεῖον διαφερόντως τῆς νοερᾶς καὶ λογικῆς φύσεως, δι' ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει γένος· ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰκειώσεώς τε καὶ συνεχείας, ᾗ καὶ κατ' εἰκόνα αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται. Ἀλλ' ὁ μὲν τὴν εἰκόνα τὴν αὐτοῦ ὡς ἂν Θεοῦ Λόγος τὴν νοερὰν ἅπασαν καὶ λογικὴν ὑφίστησι καταρχὰς τῆς τοῦ παντὸς δημιουργίας, ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάντων ζῶον καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει αὐτὸν ῥοπῆς· ὁ δὲ, οὐ καλῶς τῇ αὐτεξουσιότητι χρησάμενος, τῆς ὀρθῆς διεκτραπεὶς ὁδοῦ, τὴν ἐναντίαν ὡρμᾶτο, μήτε Θεὸν μήτε Κύριον, μήτ' ἔτι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλό-
sible deity, since it is itself generated, to partake and gaze upwards face to face, and look directly at the ineffable gleamings flashing forth from the eternal light—it was surely fitting and needful that the all-good Father and Saviour of the universe, lest the nature of the things just about to come into being, left destitute of communion with Him, should be utterly deprived of the greatest goods, should interpose as a kind of mediator the divine and all-mighty and all-virtuous power of His Only-begotten and Firstborn, conversing most accurately and in the closest proximity with the Father and enjoying on equal terms His ineffable things, yet descending most gently, and in some manner conforming Himself to those who fall short of the summit, and who because of their own weakness stand in need of amelioration and benefit from the Second, to behold the gleamings of the sun descending gently and mildly to us, who are not otherwise able to enjoy the unmixed power of the light because of the weakness of the body. If, then, by way of supposition in argument, the all-shining sun itself should let itself down from heaven and dwell among human beings upon earth, no one of those upon earth would remain unaffected, since all things together, animate and inanimate alike, would be destroyed by the sudden onset of the light; indeed, it would swiftly render blind the eyes of those who see, having become to all the cause of harm and destruction far rather than of benefit—not being such in its own nature, yet turning out to be such to those who through their own weakness are unable to bear enjoying the surpassing ray. Why then, learning the like concerning God, do you marvel?—in Whose ineffable and unutterable power and essence none of existing things has a share of communion, save One alone, Whom the Father Himself in providence over the universe constituted before all other things, lest the nature of generated things should utterly fall away through its own feebleness and powerlessness, standing apart from the unbegotten and incomprehensible Paternal essence; and so that instead it might abide and grow and be nourished by enjoying the mediating supply, which the only-begotten Word of God never ceases furnishing sufficiently to all, and advancing everywhere, and traversing all things, takes provident care equally for the preservation of all—rational and irrational alike, mortal and immortal, heavenly and earthly, divine and invisible powers, and in a word, all things whatsoever that have partaken of being through Him; yet far more and pre-eminently for the intelligent and rational nature, on account of which He did not disdain the human race either, but honoured it very greatly and cared for it for the sake of its affinity and continuity with Himself through reason, whereby also it has been proclaimed in the sacred oracles to have been fashioned according to His image. Now He, as the Word of God, establishes at the beginning of the creation of the whole the entire intelligent and rational nature as His own image, and on this account appointed man a ruling and kingly living creature over all things upon earth, and sent him forth free and self-determining in his inclination towards the good or towards its opposite; whereas man, using his self-determination badly, having turned aside from the straight path, rushed along the opposite way, taking thought neither of God nor of Lord, nor any longer of holy and pious things, and after the manner of irra-
Notes, col. 265

On the reading

Printed οἷοις, for οἵοις.

PG 22:268Read from the page
γων πάσαις ἀνημέροις καὶ ἀκολάστοις πράξεσιν ἐγχειρῶν. Εικότα γοῦν ἑαυτῷ ποιῶν ὁ πανάγαθος καὶ παμβασιλεὺς αὐτὸς ὁ Ὕψιστος καὶ Θεὸς τῶν ὅλων, ὡς ἂν μὴ ἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην ἀλόγων εἶεν οἱ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητὰς ὥσπερ τινὰς ἀγελάρχας καὶ ποιμένας, θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον αὐτοῦ Λόγον. Τούτῳ δὲ κλῆρον ἐξαίρετον, αὐτοὺς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ θείας δυνάμεις, ἄϋλά τε καὶ ὑπερουράνια πνεύματα, καὶ μὴν καὶ τῶν ἐπὶ γῆς τὰς ἐν ἀνθρώποις θεοφιλεῖς ψυχὰς ἀφωρίσατο, Ἰακὼβ καὶ Ἰσραὴλ Ἑβραίων προσηγορίᾳ ἐπικαλουμένας.
tional beasts setting his hand to all savage and licentious deeds. Doing, then, what befitted Himself, the all-good and all-sovereign King, the Most High Himself and God of the universe, so that human beings upon earth might not be rulerless and unsupervised like irrational cattle, appointed divine angels as their presidents and guardians, like certain herd-leaders and shepherds, having set at the head of all and placed over them all His only-begotten and firstborn Word. And to Him as a chosen portion He set apart the angels themselves and archangels, and divine powers, immaterial and supercelestial spirits, and moreover, of things upon earth, the God-loving souls among human beings, called by the appellation of the Hebrews Jacob and Israel.
Ζʹ. Ὡς μόνοις Ἑβραίοις τὸ παλαιὸν ἡ τοῦ τῶν ὅλων Θεοῦ γνῶσις ἀποκεκάλυπτο, διὰ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γιγνωσκομένη.
Chapter VII. How of old to the Hebrews alone had the knowledge of the God of the universe been revealed, coming to be known through the manifestation of Christ.
Τοῦτο μυστηρίων τὸ μέγιστον, πρῶτος θεολόγων Μωϋσῆς ἐν ἀποῤῥήτοις Ἑβραίους τοὺς πάλαι ἐμυσταγώγει λέγων· « Ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατ' ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. » Διὰ τούτων γοῦν Ὕψιστον μὲν τὸν ἀνωτάτω, καὶ ἐπὶ πᾶσι, Θεὸν τῶν ὅλων ὀνομάζει· Κύριον δὲ τὸν τούτου Λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν τῶν ὅλων Θεὸν κυριολόγούμενον. Ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὲ τοῖς ἀγγέλοις, τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων υἱοὺς Ἀδὰμ ἐπικαλουμένους, κρίσει τοῦ ὑψίστου Θεοῦ καὶ λόγοις ἀῤῥήτοις ἡμῖν φησι διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ, ἡγεμόνι τε καὶ βασιλεῖ τῶν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ Υἱῷ, τῶν ἐν ἀνθρώποις, τὸν Ἰακὼβ καὶ Ἰσραὴλ, τουτέστι πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς παραδοθῆναι γένος. Εισέτι τι ἀθλῶν καὶ παλαίων ἐν τοῖς κατ' εὐσέβειαν γυμνασίοις, Ἑβραίων προσηγορίᾳ κέκληται Ἰακώβ· ὁ δὲ ἤδη νίκης καὶ τῶν παρὰ Θεῷ βραβείων ἠξιωμένος Ἰσραὴλ ἀναγορεύεται· οἷός αὐτὸς ἦν ἐκεῖνος ὁ βοώμενος τοῦ παντὸς Ἑβραίων ἔθνους προπάτωρ, οἵ τε τούτου γνήσιοι παῖδες ἀπόγονοί τε τούτων, καὶ προπάτορες, προφῆται πάντες καὶ θεοφιλεῖς ἄνδρες. Μὴ
Into this greatest of mysteries Moses, the first of theologians, initiated the Hebrews of old in secret teachings, saying: « Ask your father and he will declare to you, your elders and they will tell you: when the Most High was dividing the nations, as He scattered the sons of Adam, He set the bounds of the nations according to the number of the angels of God, and the Lord's portion became His people Jacob, the measured allotment of His inheritance Israel. » Through these words, then, He names Most High the God of the universe Who is highest and over all; and Lord, His Word, Whom indeed secondarily after the God of the universe we also properly call Lord. Now to the invisible presidents of the nations—namely, the angels themselves—he says that all the nations and the sons of men called sons of Adam were distributed by the judgement of the most high God and by reasons ineffable to us; whereas to the One most pre-eminent over all, the Leader and King of the universe, even to Christ Himself as Only-begotten Son, there was delivered, from among human beings, Jacob and Israel—that is, the entire clear-sighted and God-fearing race. One still striving somewhat and wrestling in the training-grounds of piety has been called, in the appellation of the Hebrews, Jacob; whereas he who has already been counted worthy of victory and of the prizes with God is proclaimed Israel; such as was that celebrated forefather himself of the whole nation of the Hebrews, and his true-born children and their descendants, and forefathers, prophets all and God-loving men. Do not
Notes, col. 268

On the reading

Printed Εικότα, for Εἰκότα.

Printed κυριολόγούμενον, for κυριολογούμενον.

Printed Εισέτι, for Εἰσέτι.

Printed οἷός αὐτὸς, for οἷος αὐτὸς.

PG 22:269Read from the page
γάρ μοι τὸ Ἰουδαίων πλῆθος ταύτῃ νόμιζε δηλοῦσθαι, μόνους τε τοὺς πάλαι πρότερον ἀρετῇ καὶ εὐσεβείᾳ τετελειωμένους. Τούτους δὴ οὖν παραλαβὼν ὁ καθηγεμὼν καὶ προστάτης ἁπάντων τοῦ Θεοῦ Λόγος, ἐπὶ τὴν μόνου τοῦ Πατρὸς, αὐτοῦ δὴ τοῦ Ὑψίστου, θρησκείαν ἀνεκαλεῖτο τῶν ὁρωμένων ἁπάντων ἀνωτάτω, ἐπέκεινά τε οὐρανοῦ καὶ πάσης γενητῆς οὐσίας, τοὺς ὑπηκόους ἠρέμα καὶ πράως ἀνακαλούμενος, μόνον τε αὐτοῖς τὸν ἀγέννητον, καὶ τῶν ὅλων ποιητὴν Θεὸν τὸν ὕψιστον παραδιδοὺς εὐσεβεῖν.
suppose for me that in this way the multitude of the Jews is signified, and those alone who of old aforetime were perfected in virtue and piety. Having received these, then, the Leader and President of all, the Word of God, called His subjects upwards gently and mildly unto the worship of the Father alone, even the Most High Himself, highest above all visible things, and beyond heaven and every generated essence, handing down to them to reverence solely the unbegotten God Most High, Maker of the universe.
Ηʹ. Ὡς μόνους τοὺς κατ' οὐρανὸν φωστῆρας τὰ λοιπὰ τῶν ἐθνῶν ἔσεβον ἀγγέλοις τισὶν ἐγκεχωρισμένα.
Chapter VIII. How the rest of the nations, having been assigned separately to certain angels, worshipped only the luminaries in heaven.
Οἱ δέ γε τῶν ἄλλων ἐθνῶν ἐπιστάται ἄγγελοι καὶ ποιμένες τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδὲ ἀναβαίνειν τοσοῦτον δι' οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ' οὐρανὸν προσέχειν ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· ἃ δὴ καὶ ἐν τῇ φαινομένῃ τῶν ὅλων φύσει διαπρέποντα, ἄνω καὶ ὅτι μάλιστα ἐγγυτάτω ὡς ἂν ἐν προθύροις τοῦ παμβασιλέως τὰς τῶν ὁρώντων ὄψεις ἀνεκαλεῖτο, ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων ἀναλόγως τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. « Τὰ γὰρ ἀόρατα αὐτοῦ, » ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, « ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. » Καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μωϋσῆς μυσταγωγεῖ. Τὸν γάρ τοι τοῦ Κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων, εἴργει τῆς τῶν ὁρωμένων κατ' οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων, ὅτι δὴ « Ταῦτα ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσιν. » Διὰ τί δ' ἀπονενεμῆσθαι ἔφησε, συνιδεῖν ἀναγκαῖον. Πολυπλανοῦς ὑπαρχούσης ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας, ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων, καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς τὰ χείρω διαφόρου καθεστώσης, οὐκ ἄλλως εὖ εἶχε τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ' οὐρανὸν τὰ κράτιστα αιρεῖσθαι. Δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε, Θεὸν ζητοῦντες καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες, ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περιτραπεῖεν. Τῶν ὁρωμένων οὖν τὰ πάντη διαπρεπῆ τοῦ Θεοῦ δημιουργήματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδεδόσθαι, ἀμωσγέπως ἐνθένδε τῆς τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμφαινομένης.
The angels and shepherds set over the other nations, however, deemed it right that those who were not able by mind to behold the Invisible One, nor to ascend so high because of their own weakness, should give heed to the things seen in heaven—to sun and moon and stars; which indeed, excelling even in the visible nature of the universe, called the gaze of beholders upwards and as near as possible, as though in the forecourts of the all-sovereign King, manifesting proportionately from the greatness and beauty of visible creatures the contemplation of the Author of the generation of all things. « For the invisible things of Him, » as the divine Apostle says, « from the creation of the world are clearly seen, being understood by the things that are made, even His eternal power and divinity. » And into this too the great Moses again initiates us. For while exhorting the Lord's portion to reach out with pellucid mind and purified soul after intelligible and incorporeal things, he restrains them from awe at the things seen in heaven, adding: « These the Lord your God apportioned to all the nations. » And why he said that they had been apportioned, it is necessary to perceive. Since there exists, roving manifoldly and invisibly to us around the air about the earth, an earthly and demonic essence, unknown and indiscernible to human beings, while that of good spirits and powers, and of the divine angels themselves, stands at variance against what is worse, it was not otherwise well for those falling away from the supreme piety towards the all-sovereign King than to choose the best of the things seen in heaven. For there was no ordinary fear lest at some time, in seeking God and busying themselves curiously with invisible things, through perplexity over obscure and uncertain matters they might be turned aside to opposing and demonic powers. Accordingly, among visible things the altogether pre-eminent works of God have been handed over to those who do not aspire after the better, since from thence the contemplation of the Invisible One in some manner shines through, as though through a kind of mirror.
Notes, col. 269

On the reading

Printed αιρεῖσθαι, for αἱρεῖσθαι.