Migne Reading Room

PG 22 · cols. 248–257 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:248Read from the page
φρονεῖν αὐχοῦντες, ἐπ' ὀλίγον γεγυμνασμένοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ ειλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οικείαν αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι' αὐτῶν ἐκλάμποντος τοῦ σωτηρίου λόγου, καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος· μὴ μόνον τε τῶν ὁρατῶν πολεμίων κατεξανισταμένους, ἀλλὰ καὶ τῶν ἀοράτων· εἴ τινες ἄρα εἶεν ἀμφὶ τὸν περὶ γῆν ἀέρα ζοφώδη πονηροὶ δαίμονες καὶ ἄρχοντες τούτων, οὓς καὶ αὐτοὺς οἱ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι' ἁγνείας βίου, καὶ τῶν πρὸς τὸν Θεὸν εὐχῶν, διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες, σημείων τῶν πάλαι ἱστορουμένων ὑπ' αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾷν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου ἀρετῆς αὐτοῦ διαδεικνύντες. Ἀλλὰ γὰρ τῶν δὲ κατὰ καιρὸν προγεγυμνασμένων, καιρὸς ἤδη καλεῖ τῆς μυστικωτέρας περὶ αὐτοῦ θεολογίας ἐφάψασθαι, καὶ τὸν Θεὸν Λόγον, ὅστις ποτ' ἦν ὁ διὰ τοῦ φαινομένου ἀνδρὸς τὰς θαυματουργίας ἐκτελῶν, ἐποπτεῦσαι.
boasting to be minded, having been exercised for a little while by the trials, and having displayed the genuineness and sincerity of their mind, recovered again their own freedom, the saving word shining forth daily to greater measure through them, and prevailing in the very midst of the enemies; rising up not only against the visible foes, but also against the invisible—if indeed there should be around the murky air about the earth any wicked demons and rulers of these, whom themselves also the genuine disciples of Christ drove out through purity of life, and prayers towards God, and through His divine appellation, displaying thoroughly in this too, to those able to perceive, the tokens of His divine excellence from the marvellous signs recorded of old to have been wrought by Him. Yet indeed, now that these matters have been opportunely exercised beforehand, the season already calls us to touch upon the more mystical theology concerning Him, and to contemplate God the Word, Whoever He was Who accomplished the wonder-workings through the man who was seen.
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΤΕΤΑΡΤῼ ΣΥΓΓΡΑΜΜΑΤΙ ΤΗΣ ΠΕΡΙ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΣ ΑΠΟΔΕΙΞΕΩΣ.
THESE THINGS ARE CONTAINED IN THE FOURTH BOOK OF THE EVANGELICAL DEMONSTRATION CONCERNING OUR SAVIOUR.
αʹ. Περὶ τῆς κατὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ μυστικῆς οἰκονομίας.
1. Concerning the mystical dispensation relating to our Saviour and Lord Jesus the Christ of God.
βʹ. Ὅπως αὐτὸν πρὸ πάσης κτίσεως Υἱὸν Θεοῦ γεγονέναι φαμέν.
2. How we say that He came to be Son of God before all creation.
γʹ. Ὅτι μὴ πλείους υἱοὶ τοῦ ἐπὶ πάντων Θεοῦ, μόνος δὲ εἷς ἐκ Θεοῦ Θεὸς εὐλόγως ἡμῖν ἀνηγόρευται.
3. That not several sons of the God Who is over all, but One alone, God from God, has reasonably been proclaimed by us.
Notes, col. 248

On the reading

Printed ειλικρινὲς, for εἰλικρινὲς.

Printed οικείαν, for οἰκείαν.

Printed τῶν δὲ, for τῶνδε.

PG 22:249Read from the page
δʹ. Ὡς ἀναγκαία τῇ τῶν ὅλων συστάσει ἡ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προὕπαρξις ἀποδίδοται.
4. How the pre-existence of the only-begotten Son of God is assigned as necessary for the constitution of all things.
εʹ. Ὡς μυρίας μὲν ὁμολογοῦμεν εἶναι γενητὰς θείας δυνάμεις, μόνην δὲ τὴν τοῦ Υἱοῦ, δι' ἣν ἐπάγεται, εικόνα τοῦ Θεοῦ Πατρὸς θεολογοῦμεν.
5. How we confess that there are myriad created divine powers, yet theologize that that of the Son alone, on account of which He is introduced, is the image of God the Father.
ϛʹ. Ὡς ἀπὸ πρώτης συστάσεως τῶν ὅλων ἀφανῶς ὁ Χριστὸς τοῦ Θεοῦ τῶν θεοφιλῶν ψυχῶν ἐπιστατεῖ.
6. How from the first constitution of all things the Christ of God invisibly presides over God-loving souls.
ζʹ. Ὡς μόνοις Ἑβραίοις τὸ παλαιὸν ἡ τοῦ τῶν ὅλων Θεοῦ γνῶσις ἀποκεκάλυπτο διὰ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γινωσκομένη.
7. How of old to Hebrews alone had been revealed the knowledge of the God of all, made known through the manifestation of Christ.
ηʹ. Ὡς μόνους τοὺς κατ' οὐρανὸν φωστῆρας τὰ λοιπὰ τῶν ἐθνῶν ἔσεβον ἀγγέλοις τισὶν ἐγκεχωρισμένα.
8. How the rest of the nations worshipped only the luminaries in heaven, entrusted to certain angels.
θʹ. Ὡς περὶ τῆς ἐχθρᾶς καὶ ἀντικειμένης τῷ Θεῷ δυνάμεως καὶ τοῦ ταύτης ἐξάρχοντος, καὶ ὡς διὰ ταύτης τὸ πάντων ἀνθρώπων ὑπηγάγοντο γένος.
9. Concerning the hostile power opposed to God and its ruler, and how through this they brought into subjection the race of all men.
ιʹ. Ὡς ἀναγκαίως ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τὴν εἰς ἀνθρώπους ἐποιήσατο πάροδον.
10. How of necessity the only-begotten Son of God made His entrance among men.
ιαʹ. Ὅπως τὸν ἐν ἀνθρώποις διεξῆλθε βίον.
11. How He passed through His life among men.
ιβʹ. Ὡς καὶ μέχρι τῶν πάλαι κατοιχομένων ἐκάλουν αὐτὸν οἱ τῆς φιλανθρωπίας νόμοι.
12. How even unto those who had departed long ago the laws of love for mankind called Him.
ιγʹ. Ὡς ἀπαθὴς καὶ ἀβλαβὴς καὶ ἀσώματος διέμεινε, καὶ καθ' ὃν ἐνηνθρώπει καιρόν.
13. How He remained impassible and unharmed and incorporeal, even during the season in which He became incarnate.
ιδʹ. Ὡς, τὸν ἄνθρωπον ἀνανεωσάμενος, πᾶσιν ἡμῖν τὴν τῶν αιωνίων ἀγαθῶν παρέσχετο ἐλπίδα.
14. How, having renewed man, He afforded to us all the hope of eternal good things.
ιεʹ. Τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ παρουσία, καὶ ὡς Θεὸς καὶ Κύριος καὶ ἀρχιερεὺς τοῦ τῶν ὅλων Θεοῦ διὰ τῶν παρ' Ἑβραίοις προφητῶν ὁ Χριστὸς ἀνηγορεύετο.
15. What the coming of Christ means to signify, and how Christ was proclaimed as God and Lord and high priest of the God of all through the prophets among the Hebrews.
ιϛʹ. Δι' ὅσων προφητικῶν γραφῶν ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο.
16. Through how many prophetic writings Christ was proclaimed beforehand by name.
Ἀπὸ τοῦ βʹ ψαλμοῦ.
From the 2nd Psalm.
Ἀπὸ τοῦ ιθʹ ψαλμοῦ.
From the 19th Psalm.
Ἀπὸ τοῦ κζʹ ψαλμοῦ.
From the 27th Psalm.
Ἀπὸ τοῦ πγʹ ψαλμοῦ.
From the 83rd Psalm.
Ἀπὸ τοῦ πηʹ ψαλμοῦ.
From the 88th Psalm.
Ἀπὸ τοῦ ρλαʹ ψαλμοῦ.
From the 131st Psalm.
Ἀπὸ τοῦ Ἀμώς.
From Amos.
Ἀπὸ τοῦ Ἀμβακούμ.
From Habakkuk.
Ἀπὸ τῶν Ἰερεμίου Θρήνων.
From the Lamentations of Jeremiah.
Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν.
From the first book of Kingdoms.
Ἀπὸ τῆς αὐτῆς.
From the same.
Ἀπὸ τοῦ μδʹ ψαλμοῦ.
From the 44th Psalm.
ιζʹ. Ὅτι καὶ τὸ Ἰησοῦ ὄνομα παρὰ τοῖς πρόπαλαι τοῦ Θεοῦ γνωρίμοις τετίμητο.
17. That the name of Jesus also had been honoured among the acquaintances of God long ago.
Ἀπὸ τῆς Ἐξόδου.
From Exodus.
Ἀπὸ τοῦ Ζαχαρίου.
From Zechariah.
Αʹ. Περὶ τῆς κατὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ μυστικῆς οἰκονομίας.
Chapter I. Concerning the mystical dispensation relating to our Saviour and Lord Jesus the Christ of God.
Ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀποῤῥητοτέρων ἐφάψασθαι λόγων, τῶν περὶ τῆς κατ' αὐτὸν μυστικωτέρας θεολογίας. Ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀϊδίου, μόνου τε ἀγεννήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων, πανηγεμόνος τε καὶ παμβασιλέως Θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πὴ μὲν ὁμοίως ἡμῖν ταῖς παρ' αὐτοῖς ἑπόμενοι Γραφαῖς ἔτι νῦν ὁμολογοῦσι, πὴ δὲ μακρὰν ἀποπίπτουσι, μήτε
Since the matters fitting concerning the incarnation of our Saviour have been sufficiently worked out by us in the treatise before this one, which is the third of the Evangelical Demonstration, the season has already come to touch upon more ineffable discourses also, those concerning the more mystical theology relating to Him. Now the account concerning the first and eternal God, alone unbegotten and Cause of the universe over all, All-Ruler and All-King, is common to all men; whereas special, and again common to Hebrews and to us, is that concerning Christ—Whom in one way, following the Scriptures among them in like manner as we do, they still even now confess, yet in another way they fall far away, neither
Notes, col. 249

On the reading

Printed εικόνα, for εἰκόνα.

Printed ἐγκεχωρισμένα, for ἐγκεχειρισμένα.

Printed αιωνίων, for αἰωνίων.

PG 22:252Read from the page
τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τα αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ' οὓς ἥξειν ἀνείρηται εἰς ἀνθρώπους περιδρασσόμενοι. Οἱ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ' ἤδη μὲν εἰσάπαξ ἀποδείκνυμεν ἐλθόντα· καὶ δευτέραν δ' αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν ταῖς τῶν θεοφόρων προφητῶν προῤῥήσεσί τε καὶ διδασκαλίαις πειθόμενοι ἰδεῖν εὐχόμεθα. Διττοῦ δ' ὄντος τοῦ κατ' αὐτὸν λόγου, ὁ μὲν νεώτερος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος, ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτερος. Βουληθεὶς γὰρ ὁ Θεὸς, ἅτε μόνος ὡς ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγὴ, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῦναι κοινωνούς· ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυνάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄϋλά τε καὶ πάντη καθαρὰ πνεύματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπαγομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι, ποικίλων ἀγωγῇ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν οἰκείους· (μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια·) προλαβὼν τὸ μέλλον, οἷα Θεὸς, τῇ προγνώσει, συνιδών τε, τούτων ἁπάντων περὶ γενέσεως ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἕνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ' Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπισμένα· παρ' ὧν δὴ μαθεῖν ἔνεστιν, ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχὴ, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄῤῥητον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθὸν, τὸ πάντων αἴτιον, τὸ ποιητικὸν, τὸ εὐεργετικὸν, τὸ προνοητικὸν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος Θεὸς, ἐξ οὗ τὰ πάντα, δι' ὃν τὰ πάντα ἐστίν· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἂν τὸ μόνον τῆς τῶν γενητῶν ἁπάντων οὐσιώσεώς τε καὶ ὑπάρξεως αἴτιον· θέλοντος γάρ ἐστι. Θέλει δὲ, ὅτι τὴν φύσιν ἀγαθὸς ὢν τυγχάνει. Ἀγαθῷ δὲ οὐδὲν, ὅτι μὴ τὸ θέλειν τὰ ἀγαθὰ προσφυές. Θέλων δὲ ταῦτα, καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεώς τε καὶ συστάσεως τὴν ἑαυτοῦ βουλὴν καὶ δύναμιν προβεβλημένος, ὡς μηκέτι εὐλόγως φάναι δεῖν ἐξ οὐκ ὄντων εἶναί τι τῶν ὄντων. Οὐδὲ γὰρ ἂν εἴη τι τὸ ἐκ μὴ ὄντος. Πῶς γὰρ τὸ μὴ ὂν ἑτέρῳ τοῦ εἶναι γένοιτ' ἂν αἴτιον; πᾶν δὲ ὅ τι ποτὲ καὶ ἔστιν, ἐξ ἑνὸς τοῦ μόνου ὄντος καὶ πρὸ ὄντος, τοῦ δὴ καὶ φήσαντος, «Ἐγὼ εἰμὶ ὁ ὢν,» τὸ εἶναι λαβὸν ἔχει· ὅτι δη μόνος ὢν, καὶ ἀεὶ ὢν, αὐτὸς πᾶσι τοῖς ἐξ αὐτοῦ τὸ εἶναι κτησαμένοις αἴτιος τοῦ εἶναι κατέστη, τῷ θέλειν καὶ τῷ δύνασθαι· καὶ
perceiving His divinity, nor knowing the causes of His coming, nor indeed grasping the times at which it has been proclaimed that He would come among men. For they still even now expect Him as about to come, whereas we demonstrate that He has already come once for all; and being persuaded by the predictions and teachings of the God-bearing prophets, we pray to behold also His second coming with divine glory. Now since the account relating to Him is twofold, the one would be more recent, introduced among men yesterday and the day before, whereas the other is older than all time and all ages. For when God—inasmuch as He alone is good and the principle and fountain of every good—willed that many should arise as partakers of His treasures, and was just about to put forth the whole rational creation—certain incorporeal intelligent and divine powers, both angels and archangels, immaterial and altogether pure spirits, and moreover souls of men bringing with them a nature left free and unconstrained in its self-chosen election concerning the good or the opposite, and as many bodily instruments as there were going to be for these, suited to the conduct of varied lives—and to distribute to all these fitting regions and places (for to those remaining good, the better ones; and conversely, the fitting ones, the places of correction for their inclination towards the opposites); anticipating the future, as God, by foreknowledge, and perceiving that in coming into being all these, as in a great body, would stand in need of a head, He deemed it necessary to set at the head One as Steward of the whole creation and Leader and King of the universe, even as the divine oracles initiate us, uttered from of old among the Hebrews by men who were theologians and prophets; from whom indeed one may learn that there is one principle of the universe, or rather that which is even above a principle, and prior in origin to a first, and more primordial than a monad, and superior to every appellation—ineffable, unutterable, inconceivable, good, the Cause of all things, the creative, the beneficent, the provident, the saving—He Himself being the one and only God, from Whom are all things, through Whom all things are; for in Him we live and move and are. Whatever indeed He wills, this at any rate would be the sole cause of the substantiation and existence of all created things; for when He wills, it exists. And He wills because He happens to be good by nature. And to One good nothing is natural save willing good things. And willing these things, He is also able; wherefore, both willing at once and being able, without hindrance and without impediment He Himself constituted for Himself everything whatsoever that is noble and profitable among things both seen and unseen, having put forth His own counsel and power as it were a kind of matter and substance of the generation and constitution of the universe, so that one ought no longer reasonably to say that any of the things that exist is out of things that do not exist. For neither could that which is out of non-being be anything. For how could non-being become a cause of being to another? Rather, everything whatsoever that ever exists has received and holds its being from One Who alone is and is before being, Who indeed also declared, "I am He Who is," because, being alone, and always being, He Himself became the cause of being to all things that acquired their being from Him, by willing and by being able; and
Notes, col. 252

On the reading

Printed τα, for τὰ.

Printed δη, for δὴ.

PG 22:253Read from the page
τὴν οὐσίαν τοῖς πᾶσι, καὶ τὰς δυνάμεις, καὶ τὰ εἴδη πλουσίως καὶ ἀνεπιφθόνως ἐξ αὐτοῦ κεχαρισμένος.
having richly and unbegrudgingly bestowed from Himself essence upon all things, and powers, and forms.
Βʹ. Ὅπως αὐτὸν πρὸ πάσης κτίσεως Υἱὸν Θεοῦ γεγονέναι φαμέν.
Chapter II. How we say that He came to be Son of God before all creation.
Καὶ δὴ τῶν ὄντων ἁπάντων πρῶτον ὑφίστησιν αὐτοῦ γέννημα τὴν πρωτότοκον σοφίαν, ὅλην δι' ὅλου νοερὰν, καὶ λογικὴν, καὶ πάνσοφον, μᾶλλον δὲ αὐτονοῦν, καὶ αὐτολόγον, καὶ αὐτοσοφίαν· καὶ εἴ τι δὲ αὐτόκαλον καὶ αὐτοάγαθον ἐπινοεῖν ἐν γεννητοῖς θέμις, τοῦτο πρῶτον αὐτὸς ἐξ αὐτοῦ θεμέλιον τῶν μετὰ ταῦτα γενησομένων προβάλλεται, τὸ τέλειον τελείου δημιούργημα, καὶ σοφοῦ σοφὸν ἀρχιτεκτόνημα, ἀγαθοῦ πατρὸς ἀγαθὸν γέννημα. Καὶ τί γὰρ ἄλλο, ἢ τῶν μετέπειτα τὸ εἶναι δι' αὐτοῦ λαβόντων, προστάτην καὶ κηδεμόνα, σωτῆρά τε καὶ ἰατρὸν, καὶ κυβερνήτην τῆς τῶν ὅλων δημιουργίας τοὺς οἴακας περιδεδραγμένον; Ὅθεν εἰκότως οἱ χρησμοὶ θεολογοῦντες Θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι' ἣν καὶ Θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξομοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ Σωτῆρος ὑποβεβλῆσθαι, ἵνα, ὥσπερ δι' ἑνὸς πανσόφου καὶ ζῶντος ὀργάνου, τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος, τὰ πάντα αὐτῷ ἀπευθύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέστηκέ τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει, ἑνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ' ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ Θεοῦ λόγῳ τε καὶ νόμῳ, συναγόμενά τε καὶ συνδούμενα.
And indeed, first of all existing things He establishes as His offspring the firstborn Wisdom, altogether through and through intelligent, and rational, and all-wise—or rather very Mind, and very Word, and very Wisdom; and if it is lawful among begotten things to conceive anything that is very Beauty and very Good, He Himself puts forth this from Himself first as a foundation of the things that were going to come into being afterwards: the perfect handiwork of One perfect, and wise master-work of One wise, good offspring of a good Father. And what else indeed than Guardian and Protector of the things that afterwards received their being through Him, both Saviour and Physician, and Pilot grasping the helms of the creation of the universe? Wherefore reasonably the oracles, speaking theologically, declare Him to be begotten God, inasmuch as He alone bears in Himself the image of the unutterable and inconceivable Godhead, on account of which they say both that He is and is called God for the sake of His assimilation to the First, and that in this way He has been set under by the Saviour as a good minister, in order that, as if through one all-wise and living instrument, an artistic and scientific rule, all things might be guided straight by Him—bodies and incorporeal things alike, both animate and inanimate, rational together with irrational, mortal together with immortal, and whatever else subsists and is woven together with these—and that, as by one power of the universe, and by one living and animate law and word being in all things and reaching through all things, all things might be harmonized together under one all-wise bond, namely that very Word and Law of God, gathered together and bound together.
Γʹ. Ὅτι μὴ πλείους υἱοὶ τοῦ ἐπὶ πάντων Θεοῦ, μόνος δὲ εἷς ἐκ Θεοῦ Θεὸς εὐλόγως ἡμῖν ἀνηγόρευται.
Chapter III. That not several sons of the God Who is over all, but One alone, God from God, has reasonably been proclaimed by us.
Ἑνὸς δὲ ὄντος τοῦ Πατρὸς, ἕνα χρὴ καὶ τὸν Υἱὸν, ἀλλὰ οὐ πολλοὺς εἶναι, καὶ ἕνα τέλειον μόνον γεννητὸν Θεὸν ἐκ Θεοῦ, ἀλλ' οὐ πλείους. Ἐν γὰρ πλείοσιν ἑτερότης ἔσται καὶ διαφορὰ καὶ τοῦ χείρονος εἰσαγωγή. Διὸ δὴ εἷς Θεὸς, ἑνὸς Υἱοῦ τελείου καὶ μονογενοῦς, ἀλλ' οὐ πλειόνων θεῶν οὐδ' υἱῶν πατήρ· ἐπεὶ καὶ μιᾶς οὔσης φωτὸς οὐσίας, μίαν καὶ τὴν ἐξ αὐτοῦ γεννωμένην τελείαν αὐτὴν πᾶσα ἀνάγκη τίθεσθαι. Τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεῖν δυνατὸν, μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα; πᾶν γὰρ τὸ ταύτης ἀλλότριον σκότος ἂν εἴη καὶ οὐ φῶς. Ταύτῃ
Now since the Father is One, the Son also must be One, and not many, and One perfect sole begotten God from God, and not several. For among several there will be otherness and difference and an introduction of the inferior. Wherefore indeed One God is Father of one perfect and only-begotten Son, and not of several gods nor sons; since also, the essence of light being one, there is every necessity to posit as one and perfect that also which is begotten from it. For what other offspring of light could it even be possible to conceive, save only the ray from it filling and illuminating all things? For everything alien to this would be darkness and not light. In this way
PG 22:256Read from the page
τοι καὶ τοῦ πάντων ἀνωτάτου Πατρὸς, ἀῤῥήτου φωτὸς ὄντος, οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ' οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ Υἱοῦ οἷόν τε· ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Διὸ εἴρηται· « Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. » Ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγὴ, ὁ δ' Υἱὸς ἰδίως παρὰ τὸν Πατέρα καθ' ἑαυτὸν ἐφέστηκε. Καὶ φωτὸς μὲν ἡ αὐγὴ χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ Υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγχάνει, καθ' ἑαυτὸν οὐσιωμένος. Καὶ πάλιν ἡ μὲν αὐγὴ συνυπάρχει τῷ φωτὶ, συμπληρωτική τις οὖσα αὐτοῦ· ἄνευ γὰρ αὐγῆς οὐκ ἂν ὑποσταίη φῶς, ὁμοῦ τε καὶ καθ' αὑτὸ συνυφέστηκεν. Ὁ δὲ Πατὴρ προϋπάρχει τοῦ Υἱοῦ, καὶ τῆς γενέσεως αὐτοῦ προϋφέστηκεν, ᾗ μόνος ἀγένητος ἦν. Καὶ ὁ μὲν καθ' ἑαυτὸν τέλειος καὶ πρῶτος, ὡς Πατὴρ, καὶ τῆς τοῦ Υἱοῦ συστάσεως αἴτιος, οὐδὲν εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ θεότητος παρὰ τοῦ Υἱοῦ λαμβάνων· ὁ δὲ ὡς ἐξ αἰτίου γεγονὼς Υἱὸς, δεύτερος οὗ ἐστιν Υἱὸς καθέστηκε, παρὰ τοῦ Πατρὸς καὶ τὸ εἶναι καὶ τοιόσδε εἶναι εἰληφώς. Καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατά προαίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώριστον· ὁ δὲ Υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ Πατρός. Βουληθεὶς γὰρ ὁ Θεὸς γέγονεν Υἱοῦ Πατὴρ, καὶ φῶς δεύτερον κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο.
indeed even since the Father, highest over all, is ineffable light, no example comparable or proper to Him could arise, save inasmuch as this very thing alone, which indeed it is also possible to say concerning the Son; for He is the radiance of eternal light, and the spotless mirror of the activity of God, and the image of His goodness. Wherefore it has been said: « Who being the radiance of the glory and the exact impress of His hypostasis. » Yet the ray is inseparable from sensible light, whereas the Son stands individually in Himself beside the Father. And the ray of light holds the place of an activity, whereas the Son is something other than after the manner of an activity, being substantiated in Himself. And again, the ray coexists with the light, being somehow completive of it; for without a ray light could not subsist, and it subsists together both at once and in itself. But the Father pre-exists the Son, and has subsisted prior to His generation, inasmuch as He alone was unbegotten. And the One is perfect in Himself and first, as Father, and the cause of the Son's constitution, receiving nothing from the Son towards the completion of His own deity; whereas the Other, having come into being as Son from a cause, stands second to Him Whose Son He is, having received from the Father both to be and to be such as He is. And again, the ray shines forth not by the deliberate choice of the light, but according to a certain inseparable accident of its essence; whereas the Son by judgement and deliberate choice subsisted as the image of the Father. For having willed it, God has become Father of a Son, and caused a second light to subsist, assimilated in all respects to Himself.
Ἀγενήτου τοιγαροῦν καὶ ἀϊδίου φωτὸς ὄντος ἑνὸς, πῶς ἂν γένοιτο ἄλλο οἷά τις εἰκὼν, οὐχὶ δὲ αὐγὴ οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς τῷ πρωτοτύπῳ σώζουσα; πῶς δ' ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκὼν, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα; ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου, ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ' ἑνὸς εἶναι τοῦ ἀϊδίου φωτὸς ἓν τὸ τέλειον, ἀλλ' οὐ διάφορα καὶ πολλὰ τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρχον καὶ ἀγένητον οὐσίαν θεολογούμενον τέλειον ἀγαθόν. Ἕνα γοῦν χρὴ ἑνὸς Πατρὸς καὶ τὸν Υἱὸν εἶναι. Καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προϊούσης οὐσίας μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν, ἀλλ' οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. Τοῦ δῆτα πρώτου καὶ μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς Θεὸς, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστησαμένου, μίαν ταύτην, ἀλλ' οὐ πλείους ἐπινοεῖν θέμις. Τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ Πατρὶ ἀφωμοιωμένης, εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ Υἱοῦ θεολογίᾳ παρεισακτέον. Ἀτμὶς γάρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ ἀπόῤῥοια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής. Ἐξ εὐώδους μὲν γὰρ σώματος, μύρου τινὸς φέρε, ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων, εὐώδης τις ἀνθῶν τε καὶ ἀρωμάτων πνοὴ παρὰ τὸ πρῶτον ὑποκείμενον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται, καὶ πληροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι πω κατὰ στέρησιν ἢ μείωσιν, ἢ
Since, therefore, the unbegotten and eternal light is one, how could another come to be as a kind of image, without being a ray which as light preserves in all respects its likeness to the prototype? And how could it be the image even of that very One, unless it were itself also one and the same?—in order that it might bring in the likeness not only of the essence of the First, but also of His number in respect of quantity, so that of the one eternal light the perfect, first, and only-begotten offspring is one, and not diverse and many, even that very One Who by us also is spoken of in theology as the first perfect good after the beginningless and unbegotten essence. One, then, must the Son also be of one Father. For indeed, when a single fragrance proceeds from some underlying substance, it would be fitting to acknowledge that the sweet odour poured forth unto all is one and the same, and not diverse and many. Since, then, the first and only Good, Which is God the all-sovereign King, has caused a divine and life-giving fragrance, apprehensible by mind and thought, to subsist, it is lawful to conceive of this as one, and not more than one. For what else could come to be besides this, which is assimilated in all respects to the Father, unless perchance something inferior and worse?—which must by no means be brought in by us into the theology of the Son. For He is a vapour of the power of God, and a pure effluence of the glory of the Almighty. For from a fragrant body—say, some ointment, or even things blooming from the earth—a certain fragrant breath of flowers and spices is poured forth beside the first underlying subject into all the surrounding space outside, and indeed fills even the air as it spreads abroad in breadth, yet in no wise by deprivation or diminution, or
Notes, col. 256

On the reading

Printed κατά προαίρεσιν, for κατὰ προαίρεσιν.

PG 22:257Read from the page
τομὴν, ἢ διαίρεσιν τοῦ προϋποκειμένου. Τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μένοντος, καὶ τὴν ταυτότητα πρὸς ἑαυτὸ σώζοντος, τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέρου χεῖρον, καὶ τὸ γεννώμενον εὐῶδες οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεννήσαντος φύσει, διὰ τῆς οἰκείας ἀπομεμίμηται. Πλὴν ἀλλ' ἔτι ταῦτα γεώδη, καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως. Τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας ἐπέκεινα παντὸς ὄντα παραδείγματος οὐδὲν μὲν οἷον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται Υἱὸν γεννητὸν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ πρὸ χρόνων αιωνίων ὄντα, καὶ προόντα, καὶ τῷ Πατρὶ ὡς Υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ' ἐξ ἀγεννήτου Πατρὸς, μονογενῆ ὄντα, Λόγον καὶ Θεὸν ἐκ Θεοῦ· οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προβεβλημένον, ἀῤῥήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν ἐξ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αιώνων, ἐκ τῆς τοῦ Πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. « Τὴν γενεὰν γὰρ αὐτοῦ, » φησὶ, « τίς διηγήσεται; » καὶ, « Ὥσπερ οὐδεὶς ἔγνω τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, οὕτω καὶ τὸν Υἱὸν οὐδεὶς ἔγνω ει μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. »
section, or division of that which previously underlay it. For while that remains in its own place, and preserves its identity with itself, and begets the fragrant power, the fragrant thing begotten also, being in no way worse than the former and having its own subsistence, imitates as closely as possible through its own nature that which is most like the nature of what begot it. Yet after all, these things are still earthly, and mortal, and parts of the corruptive and earthly nature below. The matters of the theology set before us, however, being beyond every example, bring in nothing such as comes from bodies, but present to the keenest thought a begotten Son—not One Who at certain times was not, and afterwards at some point came into being, but Who was before eternal times, and pre-existed, and was ever with the Father as Son, and was not unbegotten, yet begotten from the unbegotten Father, being Only-begotten, Word and God from God; teaching that He was put forth from the essence of the Father not by severance or section or division, but substantiated ineffably and beyond our reckoning from eternity, or rather before all ages, out of the Father's unutterable and inconceivable counsel and power. « For His generation, » it says, « who shall declare? » and, « Just as no one knows the Father except the Son, so also no one knows the Son except only the Father Who begot Him. »
Δʹ. Ὡς ἀναγκαία τῇ τῶν ὅλων συστάσει ἡ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προῦπαρξις ἀποδίδοται.
Chapter IV. How the pre-existence of the only-begotten Son of God is shown to be necessary for the constitution of the universe.
Πλὴν ἀλλ' ἕνα Μονογενῆ καὶ ἀγαπητὸν Υἱὸν ἐδόκει τῷ παναγάθῳ Πατρὶ τῆς τῶν γενητῶν ἁπάντων δημιουργίας προϋφίστασθαι δεῖν· ἐπεὶ καὶ κόσμον ἕνα, ὥσπερ ἓν καὶ μέγα σῶμα ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν, ἤμελλεν ὅσον οὐδέ πω προβάλλεσθαι, οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς τῆς τοῦ Πατρὸς θεότητος ἐξημμένην (κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ Πατήρ), ἡγουμένην δὲ καὶ προϋπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν τοῦ Πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν. Διὸ δὴ καὶ ἔφαμεν αὐτὸν πρῶτον πάντων ὑπὸ τοῦ Πατρὸς οἷόν τι μονοειδὲς πάσης οὐσίας καὶ φύσεως προβεβλῆσθαι ὄργανον ἔμψυχον καὶ ζῶν, μᾶλλον δ' ἔνθεον καὶ ζωοποιὸν καὶ πάνσοφον, ἀγαθῶν γεννητικὸν, φωτὸς χορηγὸν, οὐρανοῦ δημιουργικὸν, κόσμου κατασκευαστικὸν, ἀγγέλων ποιητικὸν, πνευμάτων ἀρχοντικὸν, ὄργανον ψυχῶν σωτήριον, σωμάτων αὐξητικὸν, πάντων προνοητικὸν, κυβερνητικὸν, θεραπευτικὸν,
Yet it seemed good to the all-good Father that one Only-begotten and beloved Son must subsist prior to the creation of all generated things; since He was all but on the point of putting forth one world also, like one great body out of many diverse limbs and parts—not indeed for that head to preside from above while suspended, as from a greater head, from the deity of the Father (for the head of Christ is the Father), yet leading and pre-existing all things that came after it, and moreover sufficing both for the Father's command and for the creation of the things that came thereafter. Wherefore indeed we also said that He first of all was put forth by the Father as a kind of uniform instrument of every essence and nature, animate and living—nay rather, divine and life-giving and all-wise, generative of good things, bestower of light, framer of heaven, constructor of the world, maker of angels, ruler of spirits, an instrument saving of souls, augmenter of bodies, provident over all things, governing, healing,
Notes, col. 257

On the reading

Printed αιωνίων, for αἰωνίων.

Printed αιώνων, for αἰώνων.

Printed ει μὴ, for εἰ μὴ.

Printed προῦπαρξις, for προὔπαρξις.