Migne Reading Room

PG 22 · cols. 164–173 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:164Read from the page
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΤΡΙΤῼ ΣΥΓΓΡΑΜΜΑΤΙ ΤΗΣ ΠΕΡΙ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΣ ΑΠΟΔΕΙΞΕΩΣ.
These things are contained in the third book of the Evangelical Demonstration concerning our Saviour.
Αʹ. Ὅπως οἱ παρ' Ἑβραίοις προφῆται τὸ Εὐαγγέλιον ἐκήρυττον.
I. How the prophets among the Hebrews proclaimed the Gospel.
Βʹ. Ὅπως περὶ τοῦ Χριστοῦ προανεφώνουν.
II. How they foretold concerning the Christ.
Γʹ. Πῶς πρὸς τοὺς πλάνον ὑπειληφότας γεγονέναι ἀντενεχθησόμεθα.
III. How we shall reply to those who have supposed Him to have been a deceiver.
Δʹ. Περὶ τῶν θειοτέρων ἔργων αὐτοῦ.
IV. Concerning His more divine works.
Εʹ. Ὅτι μὴ πλασάμενοι οἱ αὐτοῦ μαθηταὶ, τῇ δὲ ἀληθείᾳ ἐμαρτύρουν τὰς ὑπ' αὐτοῦ πραχθείσας παραδοξοποιοὺς ἱστορίας.
V. That His disciples did not fabricate, but in truth bore witness to the wonder-working histories wrought by Him.
Ϛʹ. Ὅτι μὴ κατὰ γοητείαν, ἐνθέῳ δὲ ἀρετῇ καὶ δυνάμει τὰ παράδοξα διεπράξατο.
VI. That not by sorcery, but by divine virtue and power He accomplished the wonders.
Ζʹ. Ὡς ἀπὸ τῆς ἐνεργείας αὐτῆς συνορᾶται τοῖς φιλαλήθεσιν ἡ τῆς περὶ αὐτὸν ἐνθέου ἀρετῆς δύναμις.
VII. How from the efficacy itself there is perceived by lovers of truth the power of the divine virtue concerning Him.
ΠΡΟΟΙΜΙΟΝ.
Preface.
Τῶν προλεγομένων εἰς τὴν Εὐαγγελικὴν Ἀπόδειξιν αὐτάρκως μοι γεγυμνασμένων, ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης, δι' ὧν τὰ Ἰουδαίων ἀσπασάμενοι λόγια, τὸν κατ' αὐτοὺς βίον παρῃτησάμεθα, καὶ ἔτι πρὸς τούτοις συστάντος ὡς αἱ προφητικαὶ παρ' αὐτοῖς γραφαὶ, προλαβοῦσαι τὸ μέλλον τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως ἐμνημόνευσαν, διὸ καὶ ὡς οἰκείων, ἀλλ' οὐκ ἀλλοτρίων αὐτῶν μεταποιούμεθα· καλεῖ δὴ καιρὸς, ἐπ' αὐτὴν ἐμβάντα τὴν ὑπόθεσιν, ἄρξασθαι τῶν ἐπηγγελμένων. Τίνα δὲ ἦν ταῦτα ἀλλ' ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας Ἰησοῦν τοῦ Χριστοῦ τοῦ Θεοῦ, αἵ τε τῶν παρ' Ἑβραίοις προφητῶν περὶ τῆς κατ' αὐτὸν θεολογίας διδασκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ προῤῥήσεις; ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν· κρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες.
Now that the preliminaries to the Evangelical Demonstration have been sufficiently treated by me, and the manner of the evangelical teaching of our Saviour has been demonstrated, and the cause rendered whereby, while welcoming the oracles of the Jews, we have declined their way of life, and furthermore besides these things it has been established that the prophetic Scriptures among them, anticipating the future, made mention of our calling that came about through Christ, wherefore also we lay claim to them as our own and not alien, the season now calls upon me, entering upon the subject itself, to begin the things promised. And what were these save the matters concerning the dispensation according to man of Jesus the Christ of God, and the teachings of the prophets among the Hebrews concerning the theology relating to Him, and the predictions concerning His manifestation unto men? Which very predictions we shall right away prove from the plain outcomes to apply to Him alone, having first of necessity examined this point.
Notes, col. 164

On the reading

Printed Ἰησοῦν, for Ἰησοῦ.

Printed κρῶτον, for πρῶτον.

PG 22:165Read from the page
ὅπως οἱ προφῆται τὴν τοῦ Εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ παρελάμβανον.
how the prophets applied the mention of the Gospel to the Christ.
Ὅπως οἱ προφῆται τὴν τοῦ Εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ παρελάμβανον.
How the prophets applied the mention of the Gospel to the Christ.
Αʹ. «Τοῦ δηλωθέντος μάρτυς ἂν εἴη ῥήμασιν αὐτοῖς Ἠσαῗας, ἐκ προσώπου τοῦ Χριστοῦ κεκραγώς· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν·» ἥν τινα προφητείαν ὁ Σωτὴρ ἡμῶν ἐν τῇ συναγωγῇ ποτὲ διελθὼν ἐπὶ τοῦ πλήθους τῶν Ἰουδαίων, πτύξας τὸ βιβλίον εἶπε· «Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν,» καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο τῶν παρ' αὐτῷ μακαρισμῶν, προτάττων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν ἄφεσιν προεκήρυττε τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος, δι' ὧν ἔφασκεν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Καὶ τυφλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχε, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρμένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀναβλέπουσι, τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾷν. Τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσεσθαι τῆς εὐαγγελικῆς πραγματείας ἡ παρατεθεῖσα προφητεία παρίστησι. Μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, ἢ τῶν εὐαγγελιζομένων εἰρήνην.» Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθὰ, πῶς οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι, οἱ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πᾶσαν περιδραμούμενοι οἰκουμένην, καὶ πάντα τόπον πληρώσαντες τῆς περὶ τοῦ Σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας; Ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Καὶ πάλιν ὁ Ἠσαῗας· «Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος, Σιὼν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε, εἰπὸν ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.» Ταῦτα δὲ ὁποίαν ἔχεται διάνοιαν, ὁδῷ
I. Of what has been set forth Isaiah would be a witness in his very words, crying out in the person of the Christ: "The Spirit of the Lord is upon Me, on account of which He anointed Me; He has sent Me to proclaim good news to the poor, to proclaim release to captives, and recovery of sight to the blind"; which very prophecy our Saviour once having read through in the synagogue before the multitude of the Jews, rolling up the book, said: "Today this Scripture has been fulfilled in your ears," and indeed making His start from thence in His own teaching He proclaimed good news to the poor, setting at the head of the beatitudes with Him: "Blessed are the poor in spirit, because theirs is the kingdom of the heavens." Moreover, to those also who were troubled by evil spirits, and previously long held fast by demons after the manner of captives, He proclaimed release beforehand, calling all back unto freedom and release from the bonds arising from wickedness, through the words in which He said: "Come to Me, all who labour and are burdened, and I shall give you rest." And to the blind also He granted recovery of sight, bestowing vision upon those whose bodily eyes were ruined, and according to understanding granting to those formerly blind concerning the truth to behold the light of true piety. That the Christ, therefore, in the first place would be the author and leader of the evangelical work, the cited prophecy establishes. And that after Him His disciples would be ministers of the same undertaking, the same prophet foretells when he says: "How lovely are the feet of those who proclaim good news of good things, or of those who proclaim good news of peace." Where with great exactness he said that the feet of those who proclaim the good things of the Christ would be lovely; how were they not going to be lovely, who in a little and brief time were to run round the whole inhabited world, and had filled every place with the godly teaching concerning the Saviour of the world? And that they did not use human words for the persuasion of their hearers, but it was the power of God that worked together with them in the evangelical preaching, another prophet again proclaims: "The Lord will give a word to those who proclaim good news with great power." And again Isaiah: "Go up upon a high mountain, you who proclaim good news to Zion; lift up your voice with strength, you who proclaim good news to Jerusalem; lift it up, do not fear; say to the cities of Judah, Behold your God, behold the Lord comes with strength, and His arm with dominion; behold His reward is with Him, and His work before Him; like a shepherd He will shepherd His flock, and with His arm He will gather lambs, and comfort those that are with young." Now what sort of meaning these words hold, as on our way
PG 22:168Read from the page
προϊόντες κατὰ τὴν εὐαγγελικὴν εἰτόμεθα διδασκαλίαν· πλὴν ἀλλὰ πέφανται τὸ Εὐαγγέλιον, καὶ τοὔνομα δὲ τοῦ Εὐαγγελίου, διὰ τῶν προφητικῶν μεμαρτυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις, ἐκ τίνος μὲν ἄρξεται τὸ Εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ Χριστοῦ, δι' ὧν τε κηρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ· ἀλλὰ καὶ ποίᾳ δυνάμει κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ. Ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τί δὴ οὖν λείπεται ἐπὶ τοὺτοις, ἢ ἐκ πολλῶν ὀλίγα προλαβεῖν τῶν παρ' Ἑβραίοις ὀνέκαθεν περὶ τοῦ Χριστοῦ προφητευομένων; ὡς ἂν εἰδῇς τίνα ἔσεσθαι τὸ Εὐαγγέλιον ἐν ὑστεροις καιροῖς εὐηγγελίζετο, ὁμοῦ τε τῶν προφητῶν τὸ θαῦμα τῆς τῶν μελλόντων προγνώσεως, καὶ τῶν προῤῥήσεων τὰ ἀποτελέσματα, ὅπως ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ συνίσταται πεπληρωμένα.
we advance according to the evangelical teaching, we shall know; nevertheless the Gospel, and indeed the very name of the Gospel, has been shown attested through the prophetic writings, and you have clear and plain proofs as to from whom the Gospel will begin—namely from the Christ Himself—and through whom it will be proclaimed—namely through His apostles—and also by what power it will prevail—namely not by human power. Which very thing also was established through the saying, "The Lord will give a word to those who proclaim good news with great power." What then remains upon these things, save out of many to anticipate a few of the things prophesied from of old among the Hebrews concerning the Christ, so that you may know what things the Gospel proclaimed would come to pass in later times, and together with this the marvel of the prophets' foreknowledge of things to come, and the outcomes of the predictions, how they stand fulfilled in our Saviour and Lord Jesus the Christ of God?
Βʹ. Ὅπως περὶ τοῦ Χριστοῦ προανεφώνουν οἱ Ἑβραίων προφῆται.
II. How the prophets of the Hebrews foretold concerning the Christ.
Πρῶτος προφητῶν Μωϋσῆς ἕτερον προφήτην ὅμοιον αὐτῷ ἀναστήσασθαι εὐαγγελίζεται. Ἐπειδὴ γὰρ ἡ κατ' αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς, ἢ ἀμφὶ ταύτην, οὐχὶ δὲ καὶ τῷ ποῤῥωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων, χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων Θεὸν, ἀλλὰ καὶ ἐθνῶν, καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ· εἰκότως προφήτην ἕτερον κατ' οὐδὲν ἀποδέοντα τῆς κατ' αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ Θεοῦ τὸν τρόπον· «Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅ τι ἂν ἐντέλλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.» Τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μωϋσῆς πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ Θεοῦ λόγιον, φησί. «Προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ Κυρίου τοῦ Θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς Ἐκκλησίας.» Ἀρ' οὖν οἱ μετά Μωϋσέα προφῆται, Ἠσαῗας, φέρε, ἢ Ἱερεμίας, ἢ Ἰεζεκιὴλ, ἢ Δανιὴλ, ἤ τις ἕτερος τῶν δώδεκα, Μωϋσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. Ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωϋσεῖ διαπέπρακται; οὐκ ἔστιν εἰπεῖν. Ἕκαστος γοῦν αὐτῶν ἀπὸ πρώτου καὶ εἰς τὸν τελευταῖον, ἐπὶ Μωϋσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μωϋσέως ἐποιοῦντο νόμου, προὔτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωϋσεῖ νενομοθετημένων ἐξέχεσθαι. Οὐδένα γοῦν τούτων ὅμοιον, Μωϋσῆς δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. Τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει Μωϋσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν
First of the prophets, Moses proclaims the good news that another prophet like himself is to arise. For since it has been seen through what was previously examined by us that the legislation instituted by him befitted the nation of the Jews alone, and that too upon the land of Judaea or round about it, and not also him who dwells furthest away in foreign lands, whereas surely He Who is the God not of Jews only, but also of nations, had to provide for human life the things profitable to all the nations as well towards the knowledge of Him and piety, reasonably he foretells by an oracle that there will arise out of the nation of the Jews another prophet in no way falling short of his own dispensation, God Himself having spoken in this manner: "A prophet I shall raise up for them from their brethren, like you, and I shall put My word in his mouth, and he shall speak to them according to whatever I command him; and the man who does not hearken to his words, whatever the prophet speaks in My name, I Myself shall exact vengeance from him." And in like terms Moses himself also, interpreting the oracle of God to the people, says: "A prophet from your brethren like me the Lord your God shall raise up; him you shall hearken to according to all things that you asked from the Lord God in Horeb on the day of the Assembly." Did then the prophets after Moses—Isaiah, say, or Jeremiah, or Ezekiel, or Daniel, or any other of the twelve—become a lawgiver comparable to Moses? By no means. Or has any one of them wrought things like those of Moses? One cannot say so. Each of them, at any rate, from the first even unto the last, referred their hearers back to Moses, and made their reproof against the people on account of transgressions of the law of Moses, and exhorted them to nothing else than to cleave to the laws laid down in Moses. None of these, therefore, was like him, whereas Moses proclaims definitely concerning one. Whom then does the oracle foretell will be a prophet comparable to Moses save only
Notes, col. 168

On the reading

Printed εἰτόμεθα, for εἰσόμεθα.

Printed τοὺτοις, for τούτοις.

Printed ὀνέκαθεν, for ἀνέκαθεν.

Printed ὑστεροις, for ὑστέροις.

Printed Ἀρ', for Ἆρ'.

Printed μετά, for μετὰ.

PG 22:169Read from the page
Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; Ὅπως δὲ τοῦτ' εἴρηται, διασκέψασθαι ἀναγκαῖον. Μωϋσῆς πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους. Εὑρὼν δὲ αὐτοὺς τῇ κατὰ Αἰγυπτίους πολυθέῳ πλάνῃ προσέχοντας, πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλε, τὸν τῶν ἁπάντων Δημιουργὸν, καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος, νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται. Ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωϋσεῖ παραπλησίως, καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ' εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο καὶ πρῶτος ἀνατροπὴν τῆς καθ' ὅλην τὴν οἰκουμένην εἰδωλολατρείας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως Θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προὐβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται. Καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα πρῶτος Μωϋσῆς τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατήγγειλεν· ὥστε Μωϋσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ἰησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι.» Πάλιν Μωϋσῆς θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπ⟨ι⟩στώσατο. Ὡσαύτως δὲ καὶ ὁ Χριστὸς, ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος, τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα συνεστήσατο. Πάλιν Μωϋσῆς ἐκ πικρᾶς τῆς ὑπ' Αἰγυπτίοις δουλείας τὸ Ἰουδαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο· καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδωλολατρείας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο. Πάλιν Μωϋσῆς γῆν ἁγίαν καὶ θεοφιλῆ βίον ἐν ταύτῃ καὶ μακαριστὸν τοῖς τῶν νόμων φύλαξιν ἐπηγγείλατο· ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς, «Μακάριοι,» φησὶν, «οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Πολὺ κρείττονα γῆν, ἀληθῶς καὶ ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν ἐπὶ τῆς Ἰουδαίας, ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν, ἀλλὰ τὴν κατ' οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν, τοῖς κατορθοῦσι τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος. Ὃ δὴ καὶ παριστὰς λευκότερον, τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν οὐρανῶν κατήγγειλε. Καὶ ἄλλας δὲ πράξεις εὕροις ἂν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν κρείττονι ἢ κατὰ Μωϋσέα δυνάμει γεγονυίας, παραπλησίας γε μὴν αἷς καὶ ὁ Μωϋσῆς διεπράξατο. Οἷον ὡς ἐπὶ παραδείγματος, Μωϋσῆς ἐφεξῆς τεσσαράκοντα ἡμέρας ἐνήστευτεν, ὡς ἡ Γραφὴ μαρτυρεῖ λέγουσα· «Καὶ ἦν ἐκεῖ
our Saviour and Lord Jesus the Christ? Now how this has been said, it is necessary to examine. Moses was the first to lead the nation of the Jews. Finding them giving heed to polytheistic error after the manner of the Egyptians, he was the first to turn them away from this, forbidding idolatry with inexorable punishments; and he was the first to proclaim to them also the theology concerning the sole sovereignty of God, commanding them to worship only the Creator and Maker of all things; and having also been the first to ordain for those same people a certain conduct of godly life, he has been shown the first and only lawgiver to them of a pious polity. Yet Jesus the Christ also, comparably to Moses and far more excellently, was the first to guide the rest of the nations into the teaching according to piety, and the first to work the overthrow of idolatry throughout the whole inhabited world; and He was the first to set forth to all mankind the knowledge of and piety towards the one All-Sovereign God, and has been shown the first introducer and lawgiver of a new life and polity befitting the godly. Moreover, the other matters also—those concerning the generation of the world, and those concerning the immortality of the soul, and whatever other philosophical doctrines Moses was the first to hand down to the nation of the Jews—these Jesus the Christ in a manner more befitting God was the first to proclaim to the rest of the nations through His disciples; so that reasonably Moses has been proclaimed the first and only lawgiver of piety for Jews, whereas Jesus the Christ is so for all the nations, according to the prophecy that spoke concerning Him: "Appoint, O Lord, a lawgiver over them; let the nations know that they are men." Again, Moses by marvellous works and wonders confirmed the piety proclaimed by him. And in like manner the Christ also, having used the recorded miracles towards the faith of those who beheld them, established the new lessons of His evangelical teaching. Again, Moses removed the nation of the Jews out of bitter slavery under the Egyptians into freedom; and Jesus the Christ also called back the whole race of mankind out of impious and Egyptian idolatry under evil demons into freedom. Again, Moses promised a holy land and a God-beloved and blessed life therein to the keepers of the laws; and in like manner Jesus the Christ also says, "Blessed are the meek, because they themselves shall inherit the earth"—promising a far better land, truly both holy and God-beloved, not the one in Judaea, since this has differed in nothing from the rest, but the heavenly one befitting God-loving souls, to those who rightly practise the life proclaimed by Him. Setting which forth yet more clearly, to those pronounced blessed by Him He proclaimed the kingdom of the heavens. And you would find other deeds also wrought by our Saviour with a power greater than that in Moses, yet comparable to those which Moses too accomplished. As, by way of example, Moses fasted forty days in succession, as Scripture testifies, saying: "And he was there
Notes, col. 169

On the reading

Printed ἐνήστευτεν, for ἐνήστευσεν.

PG 22:172Read from the page
Μωϋσῆς ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιεν.» Ὡσαύτως δὲ καὶ ὁ Χριστός. Γέγραπται γοῦν· «Καὶ ἤγετο εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας, πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις.» Καὶ πάλιν Μωϋσῆς ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. Λέγει δ' οὖν ἡ Γραφή· «Ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ.» Καὶ μετ' ὀλίγα· «Ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.» Καὶ ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν ὡσαύτως φησὶ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων, καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε;» Πάλιν Μωϋσῆς διὰ μέσης τῆς θαλάσσης διῆλθε, καὶ τὸν λαὸν ὠδήγησε. Λέγει δ' οὖν ἡ Γραφή· «Ἐξέτεινε Μωσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν ἡμέραν, καὶ ἐποίησε τὴν θάλασσαν ξηρὰν, καὶ ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἱ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρὸν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων.» Ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας, καὶ τὸν Πέτρον βαίνειν ἐπ' αὐτῆς ἐποίησε. Γέγραπται δ' οὖν· «Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἐταράχθησαν.» Καὶ μετ' ὀλίγα· «Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν. Ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα.» Πάλιν Μωϋσῆς ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. Λέγει δ' οὖν ἡ Γραφή· «Ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε Κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ.» Καὶ ἐπιφέρει· «Ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.» Ὡσαύτως δὲ καὶ πολὺ κρειττόνως ὁ Σωτὴρ ἡμῶν ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Πάλιν Μωϋσέως ἀπὸ τοῦ ὄρους κατιόντος, τὸ πρόσωπον ἑωρᾶτο πλήρης δόξης. Γέγραπται δ' οὖν· «Καταβαίνων δ' αὐτὸς ἐκ τοῦ ὄρους Μωϋσῆς, οὐκ ᾔδει, ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ, ἐν τῷ αὐτὸν λαλεῖν αὐτῷ· καὶ εἶδεν Ἀαρὼν, καὶ πάντες οἱ πρεσβύτεροι τῶν υἱῶν Ἰσραὴλ τὸν Μωϋσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ.» Ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος Σωτὴρ, ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Πάλιν Μωϋσῆς λε-
Moses before the Lord forty days and forty nights; he ate no bread, and drank no water." And in the same way Christ also. Indeed it is written: "And He was led into the wilderness forty days, being tempted by the devil, and He ate nothing in those days." And again, Moses in the wilderness supplied food to the people. Indeed the Scripture says: "Behold, I give you loaves out of heaven." And a little later: "It came to pass as the dew ceased round about the camp, and behold, upon the face of the wilderness a fine thing like white coriander, like frost upon the earth." And our Saviour and Lord too in the same way says to His own disciples: "Why do you reason among yourselves, O men of little faith, because you took no loaves? Do you not yet understand nor remember the five loaves of the five thousand, and how many baskets you took up? Nor the seven of the four thousand, and how many hampers you took up?" Again, Moses passed through the midst of the sea, and led the people. Indeed the Scripture says: "Moses stretched out his hand over the sea, and the Lord drove back the sea with a violent south wind all the day, and made the sea dry, and the water was divided, and the sons of Israel went through the midst of the sea on the dry ground, and the water was to them a wall on the right hand, and a wall on the left." And in the same way, yet far more divinely, Jesus the Christ of God walked upon the sea, and also made Peter tread upon it. Indeed it is written: "And in the fourth watch of the night Jesus came to them walking upon the sea; and when they saw Him walking upon the sea, they were troubled." And a little later: "And Peter answering Him said: 'Lord, if it is You, command me to come to You upon the waters.' And He said: 'Come'; and getting down from the boat, Peter walked upon the waters." Again, Moses with a violent south wind congealed the sea. Indeed the Scripture says: "And Moses stretched out his hand over the sea, and the Lord drove back the sea with a violent south wind." And it adds: "The waves were congealed in the midst of the sea." And in the same way, yet much more mightily, our Saviour rebuked the wind and the sea, and there was a great calm. Again, as Moses came down from the mountain, his face was seen full of glory. Indeed it is written: "And as Moses himself was coming down from the mountain, he did not know that the appearance of the skin of his face had been glorified while He spoke to him; and Aaron and all the elders of the sons of Israel saw Moses, and the appearance of the skin of his face was glorified." And in the same way, yet far more surpassingly, our Saviour, having led His own disciples up into a very high mountain, was transfigured before them, and His face shone like the sun, and His garments became white like the light. Again, Moses a lep-
Notes, col. 172

On the reading

Printed ὠδήγησε, for ὡδήγησε.

PG 22:173Read from the page
πρὸν ἐκαθάρισε. Γέγραπται δ' οὖν· «Καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών.» Καὶ μετ' ὀλίγα· «Καὶ ἐβόησε Μωϋσῆς πρὸς Κύριον, λέγων· Ὁ Θεὸς, δέομαι, ἴασαι αὐτήν.» Ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ Θεοῦ, προσελθόντος αὐτῷ λεπροῦ καὶ φήσαντος, «Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι, ἀπεκρίνατο· Θέλω, καθαρίσθητι· καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.» Πάλιν Μωϋσῆς δακτύλῳ Θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. Γέγραπται δ' οὖν· «Καὶ ἔδωκε τῷ Μωϋσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινᾶ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ.» Καὶ ἐν τῇ Ἐξόδῳ· «Εἶπον οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραώ· «Δάκτυλος Θεοῦ ἐστι τοῦτο.» Ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν· «Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» Ἐφ' ὅλοις τούτοις Μωϋσῆς μετωνόμασε τὸν Ἰησοῦν. Ὡσαύτως δὲ καὶ ὁ Σωτὴρ τὸν Σίμωνα Πέτρον. Καὶ πάλιν· Μωϋσῆς κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. Λέγει δ' οὖν ἡ Γραφή· «Συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας, ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπ' αὐτούς· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας.» Ὡσαύτως δὲ καὶ ὁ Σωτὴρ ἀνέδειξεν αὐτοῦ μαθητὰς ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ. Καὶ πάλιν Μωϋσῆς δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους. Ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος Σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Πάλιν Μωϋσῆς νομοθετεῖ λέγων· «Οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.» Ὁ δὲ Σωτὴρ ἡμῶν, ἐπιτείνων τὸν νόμον, οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει· ἀντὶ τοῦ μὴ μοιχεύειν, μηδ' ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ· ἀντί τε τοῦ μὴ κλέπτειν, τὰ οἰκεῖα τοῖς ἐνδεέσι προῖεσθαι προστάττει· ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν, τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ. Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παραπλήσια, καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωϋσέα καὶ Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν; Παρὸν, ὅτῳ φίλον, ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα. Ἐπεὶ καὶ τὸν θάνατον Μωϋσέως μηδένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ· ὥσπερ οὖν οὐδὲ τοῦ Σωτῆρος ἡμῶν την μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν. Εἰ δὴ οὖν διὰ τῶν τοσούτων οὐδεὶς μὲν ἄλλος, μόνος δὲ ὁ Σωτὴρ ἡμῶν παρέστη τὰ παραπλήσια Μωϋσεῖ διαπεπραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν, καὶ οὐδ' ἐφ' ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωϋσεῖ προφητείαν, δι' ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ Θεὸς ἐθέσπισεν εἰπών· «Προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς, ὥσπερ σε, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ· καὶ λαλήσει αὐτοῖς, καθὰ ἂν ἐντείλωμαι αὐτῷ. Καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.» Αὐτός τε Μωϋσῆς, πρὸς τὸν λαὸν
er cleansed. Indeed it is written: "And behold, Mariam was leprous like snow." And a little later: "And Moses cried out to the Lord, saying: 'O God, I pray, heal her.'" And in the same way, with greater power of authority, the Christ of God, when a leper came to Him and said, "If You will, You are able to cleanse me," answered: "I will, be cleansed"; and his leprosy was cleansed. Again, Moses said that the law had been written by the finger of God. Indeed it is written: "And He gave to Moses, when He ceased speaking with him on Mount Sinai, the two tablets of the testimony, stone tablets written by the finger of God." And in Exodus: "Then the enchanters said to Pharaoh: 'This is the finger of God.'" And in the same way Jesus the Christ of God also used to say to the Pharisees: "But if by the finger of God I cast out demons." In addition to all these things, Moses renamed Joshua. And in the same way the Saviour too renamed Simon Peter. And again: Moses appointed seventy leaders for the people. Indeed the Scripture says: "Gather to Me seventy men from the elders of Israel, and I will take from the spirit that is upon you, and will lay it upon them; and he gathered seventy men." And in the same way the Saviour also appointed seventy disciples of His, and sent them out two by two before His face. And again, Moses sent out twelve men to spy out the land. And in the same way, yet much better, our Saviour sent forth twelve apostles to visit all the nations. Again, Moses legislates, saying: "You shall not murder, you shall not steal, you shall not swear falsely." But our Saviour, extending the law, forbids not only murdering, but even being angry; instead of not committing adultery, He exhorts not even to look at a woman with licentious desire; and instead of not stealing, He commands to give away one's own goods to the needy; and going even beyond swearing falsely, He legislates not to swear at all. And why must I lengthen my discourse to demonstrate that Moses and Jesus our Saviour and Lord have done like things, closely akin to one another? Anyone who wishes may collect these things at leisure. Since indeed they say that no one knew the death of Moses, nor his burial—just as, indeed, neither did anyone know our Saviour's transformation into divinity after His resurrection. If then throughout so many particulars no one else, but our Saviour alone has appeared as having wrought things like unto Moses, see henceforth how to Him alone, and to no other, one must refer the prophecy in Moses, whereby God foretold that He would raise up one like him, saying: "A prophet from their brothers I will raise up for them, like you, and I will put My word in His mouth; and He shall speak to them according as I may command Him. And the man who does not hear His words, whatever the prophet may speak in My name, I will exact vengeance from him." And Moses himself, to the people
Notes, col. 173

On the reading

Printed προῖεσθαι, for προΐεσθαι.

Printed την, for τὴν.