ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς, μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων· καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν, ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος· ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.» Τούτων οὐδ' ἄν τι γένοιτο λευκότερον, κατὰ τὸ αὐτὸ καὶ τὴν γένεσιν τὴν ἐν Βηθλεὲμ τοῦ Σωτῆρος ἀναφωνούντων, καὶ τὴν πρὸ αἰῶνος οὐσίωσιν αὐτοῦ, καὶ τὸν τῆς Παρθένου τοκετὸν, καὶ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ τὴν κλῆσιν, καὶ τὸ κήρυγμα τὸ καθ' ὅλης τῆς οἰκουμένης περὶ τοῦ Χριστοῦ δι' αὐτῶν κατηγγελμένον. Τοῦ γὰρ δηλουμένου ἄρχοντος, οὗ τὰς ἐξόδους ὁ λόγος ἐξ ἡμερῶν αἰῶνος εἶναι δηλοῖ, ἐκ τῆς Βηθλεὲμ προελευσομένου, καὶ τῆς τοῦτον ἀποτικτούσης ἁγίας Παρθένου τεξομένης, οὐ πάντας φησὶ τοὺς ἐκ περιτομῆς, ἀλλὰ μόνους τοὺς ἐπιλοίποις ἀνασωθήσεσθαι, οὓς καὶ λεῖμμα γενήσεσθαι τοῦ Ἰακὼβ, καὶ δίκην δρόσου ἐπὶ πάντα δοθήσεσθαι τὰ ἔθνη. «Ἔσται γὰρ,» φησὶ, «τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ὡς δρόσος παρὰ Κυρίου πίπτουσα, καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν.» Ἀνθ' οὗ, «καὶ ὡς ψεκάδες ἐπὶ πόαν,» ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων, «καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον,» ἐκδεδώκασι. Καὶ πάλιν ἀντὶ τοῦ, Ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου, φησὶν ὁ Θεοδατίων, «Ὅς οὐ μενεῖ ἄνθρωπον, καὶ οὐκ ἐλπίσει ἐπὶ υἱὸν ἀνθρώπου.» Καὶ ὁ Ἀκύλας, «Ὅς οὐχ ὑπομενεῖ ἄνδρα, καὶ οὐ περὶ υἱοὺς ἀνθρώπων·» δι' ὧν πᾶσα τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον, ἀλλ' εἰς τὸν Σωτῆρα καὶ Κύριον αὐτῶν· οὗτος δὲ ἦν ὁ τοῦ Θεοῦ λόγος. Οἷς ἐξῆς ἐπιλέγει· «Καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν, ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ, καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων· ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος·» δι' ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος. Δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν, καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστείλαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων, ὑπηγάγοντο τῷ Χριστοῦ λόγῳ· πρὸς ὃν ἐξῆς ἀναφωνεῖται τὰ ἀπ' αὐτοῦ· «Ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται· ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν Μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων, καὶ εἰσέτι νῦν πολεμούντων, ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν. Ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χριστοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτόν· οἵ τε ἐχθροὶ αὐτοῦ πάντες, οἱ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ Ἐκκλησίᾳ, ἐξολοθρευθήσεσθαι λέγονται.
lambs upon grass, so that none may be gathered together, nor withstand among the sons of men; and the remnant of Jacob among the nations, in the midst of many peoples, shall be as a lion among the beasts of the forest, and as a whelp in flocks of sheep, even as when it goes through, and having parted them seizes its prey, and there is none to deliver; Thy hand shall be lifted up against those who afflict Thee, and all Thine enemies shall be utterly destroyed." Than these words nothing could be clearer, proclaiming at one and the same time both the birth of the Saviour in Bethlehem, and His existence before the age, and the childbirth of the Virgin, and the calling of His apostles and disciples, and the preaching concerning the Christ proclaimed by them throughout the whole inhabited world. For when the ruler set forth, Whose goings forth the word declares to be from the days of eternity, comes forth out of Bethlehem, and the holy Virgin who brings Him forth gives birth, it says that not all those of the circumcision, but only the remaining ones shall be saved, who also shall become a remnant of Jacob, and after the manner of dew shall be given over all the nations. "For the remnant of Jacob," it says, "shall be among the nations as dew falling from the Lord, and as lambs upon grass." Instead of which Aquila has rendered, "and as drops upon herbage," and Theodotion, "and as snow upon grass." And again, instead of, So that none may be gathered together nor withstand among the sons of men, nor a son of man stumble, Theodotion says, "Who shall not await man, and shall not hope upon a son of man." And Aquila, "Who shall not wait for a man, and not concerning sons of men"; through which all the hope of the apostles of our Saviour was neither in man, but in their Saviour and Lord; and this was the Word of God. Next after which things it subjoins: "And the remnant of Jacob among the nations, in the midst of many peoples, shall be as a lion among the beasts of the forest, and as a whelp in flocks of sheep; even as when it goes through, and having parted them seizes its prey, and there is none to deliver"; through which I think there is signified the boldness and undauntedness of the apostolic preaching. Like a lion, therefore, and a whelp, rushing into the forest of the nations and into the herds of human sheep, and parting the worthy from the unworthy, they subjected them to the word of Christ; towards Whom next are proclaimed the things that follow: "Thy hand shall be lifted up against those who afflict Thee, and all Thine enemies shall be utterly destroyed"; which very thing also one may perceive with one's eyes. For though countless myriads afflicted the word of Christ, and even until now wage war against it, it was lifted high and has proved mightier than all. Moreover, the hand of Christ also was lifted up against all who afflicted Him; and all His enemies, who from time to time rise up against His Church, are said to be destined for utter destruction.