ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» Καὶ αὖθις· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» Καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευομένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος· «Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Εὐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπαρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν, ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστὸς, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις. Καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο· τίς δὲ καὶ λευκότερον ὁ Ἠσαῖας παρίστησι, δι' αἰνιγμάτων μὲν, ὅταν λέγῃ· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.» Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως· «Καὶ ἀναῤῥηθήσεται ὡς τιτθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου·» ὁ δὲ Θεοδοτίων· «καὶ ἀναβήσεται ὡς θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ.» Διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ Κυρίου, ὃς ἦν ὁ τοῦ Θεοῦ λόγος, «Ἐνώπιον αὐτοῦ,» φησὶν, «ἀνηγγείλαμεν ὡς παιδίον θηλάζον καὶ τιτθιζόμενον, καὶ ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου.» Τὸ μὲν οὖν παιδίον τὸ τιτθιζόμενον καὶ θηλάζον ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ· ἡ δὲ γῆ ἄβατος καὶ διψῶσα τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ᾗ οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ' ἧς, καίπερ ἀβάτου τυγχανούσης, προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ τιτθιζόμενον καὶ θηλάζον παιδίον. Ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν, ἐπ' ἂν λέγῃ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ' ἡμῶν ὁ Θεός.» Τοῦτο γὰρ ἑρμηνεύει τὸ «Ἐμμανουήλ.» Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ' Ἑβραίοις μεμελετάσθω. Μήτι οὖν ἐπίδοξόν τινα δυνάστην, ἢ τύραννον, ἢ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων, τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν· ὅτι μηδὲ ἐφάνη τοιοῦτος. Ἀλλ' οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ' οὐδὲν ἀπολελειμμένοι. Εἰπὼν δ' οὖν ὁ Ἠσαῖας· «Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ·» ἑξῆς συνάπτει λέγων· «Οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· καὶ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος, ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη.» Τί οὖν λείπεται ἐπὶ τούτοις; Εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν, καὶ γένος, καὶ τρόπον γενέσεως, καὶ τῆς
rivers unto the ends of the inhabited world." And again: "All the nations shall serve Him, and in you all the tribes of the earth shall be blessed." And a certain defined place too of the birth of the One prophesied is foretold by Micah, saying: "And you, Bethlehem, house of Ephrathah, are very small to be among the thousands of Judah; out of you shall come forth for Me a leader, Who shall shepherd My people Israel; and His goings forth are from the beginning, from the days of eternity." And it is agreed among all that Jesus Christ was born in Bethlehem, so that even a cave is shown there by the inhabitants to those arriving from abroad to see it. Now this place, where He was to have been born, had been foretold; and who He is Isaiah also presents even more clearly—though in riddles, when he says: "O Lord, who has believed our report, and to whom has the arm of the Lord been revealed? We announced before Him as a child, as a root in a thirsty land." Instead of which Aquila translated thus: "And He shall be proclaimed as a suckling before His face, and as a root from an untrodden land"; and Theodotion: "and He shall come up as a nursing child before Him, and as a root in a thirsty land." For making mention through these words of the arm of the Lord, which was the Word of God, "Before Him," he says, "we announced Him as a nursing and suckling child, and as a root from an untrodden land." Now the suckling and nursing child manifestly declares the birth of Christ; and the untrodden and thirsty land, the Virgin who bore Him, upon whom no man has set foot, from whom, untrodden though she was, came forth the blessed root, and the suckling and nursing Child. Yet these things he hinted at obscurely; more openly, however, the same prophet interprets the meaning whenever he says: "Behold, the virgin shall conceive in the womb, and shall bear a son, and they shall call His name, God with us." For this is what "Emmanuel" translates. Let such things have been pondered long ago beforehand among the Hebrews concerning Christ's birth among men. Do they, then, sketch out the One prophesied as some glorious potentate, or tyrant, or someone otherwise among those mighty in great affairs in life? One cannot say so, because neither did He appear such. Rather, just as He appeared in life, such also they prophesied that He would be, falling short of the truth in nothing. Thus Isaiah, having said: "We announced before Him, as a child, as a root in a thirsty land," next joins on, saying: "He has no form nor glory; and we saw Him, and He had no form nor beauty; but His form was without honour and failing beyond the sons of men. A man being in stripe, and knowing how to bear infirmity, He was dishonoured, and was not esteemed." What then remains after these things? For if they foretold His tribe, and lineage, and manner of birth, and the