Migne Reading Room

PG 22 · cols. 904–913 · Read from the page

Questions to Stephen

Questions to Stephen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:904Read from the page
ῥαίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν Κύριος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε εἰς αὐτούς. » Οἷς ἐπιφέρει· « Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ Πατρὸς αὐτοῦ. » Καὶ μετὰ βραχύ· « Τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ ἐν τῷ ὄρει ἐπὶ πρόσωπον Ἰερουσαλήμ· καὶ τῷ Μολχὼν εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν· καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραήλ. » Εἰ δὲ τὰ τοιαῦτα τοῦ Σολομῶνος κατηγορεῖται, πῶς οὖν ἐφαρμόσεις αὐτῷ τὰ τοῦ ὅρκου, ἐφ' ᾧ εἴρηται πρὸς τοῖς ἄλλοις καὶ τό· « Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; » ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιτο δ' ἂν ἐπὶ τὸν ἐκ σπέρματος Δαβὶδ ἥξειν θεσπιζόμενον Χριστὸ⟨ν⟩ τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαβὶδ ἀνέστη.
ite, from the nations of which the Lord God forbade the sons of Israel: You shall not go in to them." To which it adds: "And his heart was not perfect with the Lord his God, as was the heart of David his father." And shortly after: "Then Solomon built a high place to Chamos the idol of Moab on the mount facing Jerusalem; and to Molchon the idol of the sons of Ammon, and to Astarte the abomination of the Sidonians; and thus he did for all his foreign wives, who burned incense and sacrificed to their idols; and the Lord was angered against Solomon, because he turned his heart away from the Lord God of Israel." Now if such things are charged against Solomon, how then will you apply to him the terms of the oath, wherein among other things this also has been said: "I will be to him for a father, and he shall be to Me for a son?" Rather, these things are manifestly alien to Solomon; whereas they would refer to the Christ of God Who was foretold by oracle to come from the seed of David, Who rose up from the seed of David.
Ϛʹ. Διὰ τί μετὰ τὸν Δαβὶδ οὐκ ἐπὶ τοὺς ἐξῆς διαδόχους τοῦ γένους κατάγει, ἀνατρέχει δὲ ἐπὶ τὸν Ἀβραὰμ, ἀλλ' οὐκ ἐπὶ τὸν Ἀδὰμ, οὐδ' ἐφ' ἕτερόν τινα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν.
VI. Why after David he does not bring the line down to the succeeding heirs of the race, but runs back up to Abraham, yet not to Adam, nor to any other of the men loved of God of old.
Ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί· πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ, καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πατρῷα, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντων, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομὴν σώματος, οὐδὲ διὰ φυλακὴν ἡμέρας σαββάτου, ἢ ἑορτῶν, νουμηνιῶν, οὐδέ γε δι' ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκείας, ἀλλὰ δι' ἐπιγνώσεως τοῦ ἐπὶ πάντων Θεοῦ, ἐπιφανείας δὲ τοῦ ὀφθέντος αὐτῷ Κυρίου (οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος), διά τε σεμνοῦ καὶ ἐναρέτου βίου· τοῦτον δ' οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον, ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβῶν ὄντων καὶ τῆς ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας· ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ, ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν Δαβίδ· δυοῖν γὰρ τούτων ἐπιφανῶν ἀνδρῶν πρώτων ἠξιωμένων τῆς τοῦ Θεοῦ ἐπαγγελίας περί τε τῆς τοῦ Χριστοῦ γενέσεως καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, χρῆναι δήπου τὸ μὲν περὶ τῆς γενέσεως τοῦ πάντων ἀνθρώπων Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας καταδεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν· διόπερ ἡ βίβλος Ἰησοῦ Χριστοῦ πρώτῳ μὲν ἀνάκειται τῷ κατὰ σάρκα Ἰησοῦ Χριστοῦ προπάτορι, δεύτερον δὲ τῷ
Because again to Abraham first differing oracles had been given concerning the calling of the nations; for prior to the legislation of Moses, and prior to the nation of the Jews, nay more, even prior to circumcision, Abraham, being a foreigner and setting out from the land of the Chaldaeans, leaves behind his ancestral customs, and having come to know the God over all, has had witness borne to him that he believed God, and it was reckoned to him for righteousness; and he has been declared righteous and loved of God, not on account of circumcision of body, nor on account of observance of a sabbath day, or of feasts, new moons, nor yet through any other self-willed worship transmitted in Moses, but through knowledge of the God over all, and the manifestation of the Lord Who appeared to him (and this was our Saviour, the Word of God), and through a reverent and virtuous life; to him, therefore, as he rightly practised this way of godliness, the promise concerning the nations had been given, inasmuch as they too would one day be godly after the zeal of Abraham and be deemed worthy of the blessing equal to that of the man loved of God; which things being so, it was fitting that Abraham, being forefather of the calling of the nations, should be taken by the evangelist second after David; for since these two illustrious men were the first deemed worthy of the promise of God both concerning the nativity of the Christ and concerning the calling of the nations, surely it was needful that the one who had received the promises concerning the nativity of the Saviour of all men should be preferred in order before him who had welcomed the promises concerning the nations; and that second in the genealogy should be taken the leader of the nations; wherefore the book of Jesus Christ is dedicated first to the forefather of Jesus Christ according to the flesh, and second to the
Notes, col. 904

On the reading

Printed τὸ, for τὸν.

PG 22:905Read from the page
κατὰ πνεύμα Πατρὶ τῶν διὰ Χριστοῦ σωθησομένων· ἡγεῖτο γὰρ ὁ σώζων τῶν σωζομένων ἐθνῶν.
Father according to spirit of those who are to be saved through Christ; for He Who saves preceded the nations that are saved.
Ζʹ. Διὰ τί τῆς Θάμαρ, οὐχὶ δὲ καὶ ἑτέρας ἐπ' ἀγαθοῖς κατορθώμασι μαρτυρουμένης γυναικὸς ἐμνημόνευσεν ὁ Ματθαῖος.
VII. Why Matthew made mention of Thamar, and not rather of another woman attested for good achievements.
αʹ. Τὴν Θάμαρ εἴ τις ὡς πόρνην διαβάλλειν πειρῷτο, αὐτοῦ δὴ τοῦ Ἰούδα ἐπακουσάτω λέγοντος· « Δεδικαίωται Θάμαρ ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σιλὼμ τῷ υἱῷ μου· » οὐ γὰρ δὴ πορνεύειν προθεμένη ἐπὶ τοῦ τέγους ἔστη, λογισμῷ δὲ σεμνῷ παιδοποιΐας χάριν τὸν Ἰούδαν θηρᾶται· οὐκ ἄδηλος δὲ καὶ ἡ αἰτία· ὁ μὲν γὰρ αὐτῇ παρακελεύεται μένειν ἐπ' οἴκου, ἕως μέγας γένηται Σιλὼμ ὁ υἱὸς αὐτοῦ, ὡς αὐτὸς ληψόμενος αὐτήν· ἡ δὲ ἐπείθετο προθύμως, ἄπαις μένουσα καὶ χήρα, τὰς τοῦ Ἰούδα παρεγγυὰς ἐκδεχομένη· ὡς δὲ οὐκ ἐπῆγε ταῖς ἐπαγγελίαις τέλος, τοῦ περὶ παῖδας πόθου τοῖς τότε ἀνθρώποις διὰ σπουδῆς ἀγομένου, καὶ τῆς ἀτεκνίας ἐν ἐσχάτοις κακοῖς παρὰ πᾶσι τότε λελογισμένης, διαψευσάμενον αὐτῇ συνιδοῦσα τὸν Ἰούδαν, καὶ τὰς ἀπὸ τοῦ παιδὸς ἐλπίδας εἰς μάτην παραληφθείσας, αὕτη ἐπιτίθεται τῷ ἀνδρί· οὐ πώποτε νόμου Μωϋσέως, οὐδέ γε προφητῶν, οὐδὲ ἑτέρου τινὸς ἀπαγορεύοντος τὰ τοιαῦτα· κἄπειτα σοφίζεται τὴν ἐξ αὐτοῦ παιδοποιΐαν· μὴ δείξασα γοῦν ἑαυτὴν τίς ποτε ἦν, συνελθεῖν αὐτῷ μηχανᾶται· ὁμοῦ τὸ σῶφρον τὸ ἑαυτῆς, κἀκείνου τὸ ἀκρατὲς ἀπελέγχουσα· ἡ μὲν γὰρ μακροῖς ἔτεσιν αὐτῷ πειθομένη, χήρα καὶ ἄπαις διέμενεν· ἀλλὰ καὶ παρὸν γήμασθαι ἑτέρῳ, καὶ τέκνων μητέρα ἔκ τινος ἀλλογενοῦς καταστῆναι ἀνδρὸς, οὐ ποιεῖ τοῦτο· τῆς τῶν προγόνων τοῦ Ἰούδα, Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ δὴ καὶ τῆς τοῦ Ἰσραὴλ συγγενείας ἐφιεμένη· ὁ δὲ χηρεύειν τὴν παῖδα καταλιπὼν, καὶ κόρην ἄπαιδα ἐπὶ μακροὺς ἀναρτήσας χρόνους, οὐχ οἷός τε ἦν κρατεῖν ἑαυτοῦ μετὰ τὴν τῆς γυναικὸς τελευτήν· ἀλλ' ἅμα τελευτᾷ ἡ τοῦ Ἰούδα γυνὴ, ὁ δὲ, μηδενός πως νόμου τῶν τοιῶνδε ἀπείργοντος, πόρνην ὑπολαβὼν τὴν εἰρημένην, ἡλίσκετο πρὸς αὐτῆς οὐ δίκαια πράττων· ὅτι δὴ τοιοῦτος ὢν αὐτὸς τὴν ἐπὶ μακροῖς ἔτεσι τὰς ὑποσχέσεις ἐκδεξαμένην τὰς αὐτοῦ, φιλόσοφόν τε καὶ σώφρονα βίον ἐπιδεδειγμένην, ἀπεστέρει τοῦ περὶ τὴν παιδοποιΐαν καρποῦ.
1. If anyone should attempt to traduce Thamar as a harlot, let him listen to Judah himself saying: "Thamar has been justified rather than I, inasmuch as I did not give her to Silom my son;" for indeed she did not stand at the chamber purposing to play the harlot, but with reverent reasoning hunts Judah for the sake of childbearing; and the cause too is not obscure; for he bids her remain at home until Silom his son grows up, as though he himself would take her; and she obeyed readily, remaining childless and a widow, awaiting the pledges of Judah; but when he did not bring his promises to fulfilment, while desire for children was earnestly pursued by the men of that time, and childlessness was reckoned among the extreme evils by all at that time, perceiving that Judah had played her false, and that her hopes from his son had been entertained in vain, she sets herself upon the man, when neither law of Moses, nor yet of prophets, nor of anyone else ever forbade such things; and thereupon she devises childbearing from him; at any rate, without showing who she ever was, she contrives to come together with him; convicting at once her own temperance and his incontinence; for she, obeying him for long years, remained a widow and childless; nay more, even though it was open to her to be married to another, and to become a mother of children by some foreign man, she does not do this, desiring kinship with the forefathers of Judah, Abraham and Isaac, and indeed with that of Israel; whereas he, having left the young woman to remain a widow, and having kept the girl childless in suspense for long times, was not able to master himself after his wife's death; rather, no sooner does Judah's wife die than he, with no law somehow debarring from such things, supposing the aforesaid woman to be a harlot, was caught by her acting unjustly; because, being such himself, he was depriving her who for long years had awaited his promises, and had displayed a philosophic and temperate life, of the fruit of childbearing.
βʹ. Ταύτῃ οὖν τὸν ἄνδρα ὑποδῦσα, ἐκ πρώτης ὁμιλίας διδύμου γονῆς ἐξ αὐτοῦ γίνεται μήτηρ, τοῦτον αὐτῇ τοῦ Θεοῦ καρπὸν τῆς ἀγαθῆς προθέσεως ἕνεκα δεδωρημένου· παρὸν γὰρ ἄλλοις ἑαυτὴν ἀγαγεῖν, καὶ ἑτέροις ἀλλοφύλοις καὶ ἀσεβέσι συναφθῆναι, τοῦτο μὲν οὐ διενοήθη· τοῦ δὲ τῶν θεοφιλῶν γένους εὐχὴν θεμένη καταξιωθῆναι, καίπερ οὖσα ἀλλόφυλος, τὴν τοσαύτην συνεσκευάσατο δραματουργίαν· οὐ πρότερον δὲ ἡ Θάμαρ ἐτόλμα παρεῖναι ἐπὶ τὴν τοῦ
2. Having therefore stolen in upon the man in this way, from the first intercourse she becomes by him mother of twin offspring, God having bestowed upon her this fruit for the sake of her good purpose; for though it was open to her to betake herself to others, and to be joined to other foreign and ungodly men, she did not intend this; but making it her prayer to be deemed worthy of the race of those loved of God, although she was a foreigner, she contrived so great a dramatic scheme; and Thamar did not previously dare to come to the
Notes, col. 905

On the reading

Printed πνεύμα, for πνεῦμα.

PG 22:908Read from the page
Ἰούδα κοινωνίαν, ἢ ἐκποδὼν γενέσθαι τὴν προτέραν αὐτοῦ γαμετήν· πρὸ τοῦ ταύτης θανάτου οὐχ ὅσιον ἡγουμένη τὸ ἐπιχείρημα· ἔμενε γοῦν παρ' ἑαυτῇ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, καίπερ οὖσα ἄτεκνος κἂν μέχρι τέλους ἄπαις διέμενεν, εἰ μὴ τὸν καιρὸν αὐτῇ συλλαβέσθαι ἡγήσατο· διὸ δὴ, ὡς ἔφην, Θεοῦ καταξιοῦται συνεργοῦ, ὃς ἐκ μιᾶς τοῦ Ἰούδα κοινωνίας, παίδων αὐτῇ διττῶν ἀθρόως ἐδωρήσατο καρπόν· ὁμοῦ περὶ τὴν τῶν παίδων γένεσιν μυστηριώδεις ἐπιτελῶν οἰκονομίας· δι' ἃς καὶ οἶμαι μάλιστα τὸν θαυμάσιον εὐαγγελιστὴν τὴν πᾶσαν μνήμην αὐτῶν τῇ τοῦ Σωτῆρος ἡμῶν συμπεριλαβεῖν γενεαλογίᾳ· διδύμων γὰρ παίδων ἐξ αὐτῆς γενομένων, τοῦ τε Ζαρᾶ καὶ τοῦ Φαρὲς, οὐ τὰ τυχόντα μοι δοκεῖ ἐκ τῆς τούτων γενέσεως ὁ τῆς Γραφῆς αἰνίττεσθαι λόγος· διὸ καὶ ἀμφοῖν μνημονεῦσαι τὸν Ματθαῖον τῆς τε τούτων μητρὸς εἰπόντα « Ἰούδας δὲ ἐγέννησε τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ· » διὰ τί γὰρ οὐκ ἠρκέσθη φάναι, Ἰούδας ἐγέννησε τὸν Φαρὲς, παραλιπὼν τὸν Ζαρὰ, ὅπερ πεποίηκεν ἐπὶ τοῦ Ἰακώβ; μόνου γὰρ τοῦ Ἰακὼβ μνησθεὶς, ἀποσιωπᾷ τὸν Ἠσαῦ.
union with Judah, before his former wife was out of the way; deeming the attempt unholy prior to her death; at any rate she remained by herself in her father's house, although childless, and would have remained childless until the end, had she not judged that the occasion assisted her; wherefore indeed, as I said, she is deemed worthy of God as helper, Who from a single union with Judah bestowed upon her all at once the fruit of twin children; accomplishing at the same time mysterious dispensations concerning the birth of the children; on account of which also I think especially that the admirable evangelist included the whole mention of them in the genealogy of our Saviour; for twin children having been born from her, both Zara and Phares, the word of Scripture seems to me to hint at no ordinary things from their birth; wherefore Matthew made mention both of the pair and of their mother, saying "And Judah begot Zara of Thamar;" for why was he not content to say, Judah begot Phares, passing over Zara, which he has done in the case of Jacob? For having made mention of Jacob alone, he passes over Esau in silence.
γʹ. Προστίθησι δὲ καὶ ἀπὸ τίνος μητρὸς, λέγων ἐκ τῆς Θάμαρ, παρακαλῶν ἐπισκέψασθαι τὴν περὶ τούτων ἱστορίαν· γράφει γοῦν ὁ Μωϋσῆς ἐν τῇ Γενέσει λέγων· « Ἐγένετο δὲ ἡνίκα ἔτικτε Θάμαρ, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς· ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτήν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα, οὗτος προεξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπεν· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ' ᾧ ἐπὶ τῇ χειρὶ αὐτοῦ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ.» Ὁρᾷς ὁπόσα τῶν εἰρημένων ἡ γένεσις περιέχει; ὧν ἕνεκα ἡγοῦμαι μὴ παρασεσιωπῆσθαι τὰ παρὰ τῷ θαυμασίῳ εὐαγγελιστῇ τὰ ἐν τούτοις αἰνίγματα· φησὶν οὖν ὁ ἱερὸς Ἀπόστολος διερμηνεύων τὰ περὶ τοῦ φραγμοῦ (τάχα που περὶ οὗ εἴρηται, τί διεκόπη διὰ σὲ φραγμὸς) ὧδέ πως ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ· « Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ὑμῶν, ποιήσας τὰ ἀμφότερα ἕν· καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀπαλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ. »
3. And he adds also from what mother, saying of Thamar, exhorting us to examine the history concerning them; at any rate Moses writes in Genesis saying: "And it came to pass when Thamar was giving birth, that she too had twins in her womb; and it came to pass as she was giving birth, the one put forth his hand first; and the midwife took and bound a scarlet thread upon his hand, saying, this one will come forth first; but when he drew back his hand, straightway his brother came out; and she said: why has a hedge been broken through on account of you? And she called his name Phares; and after this his brother came out, upon whose hand was the scarlet thread; and she called his name Zara." Do you see how many things the birth of the aforesaid contains? On account of which I consider that the riddles in these things in the admirable evangelist have not been passed over in silence; accordingly the sacred Apostle, interpreting the matters concerning the hedge (perhaps that concerning which it has been said, why has a hedge been broken through on account of you) speaks somewhat thus in the Epistle to the Ephesians: "For He is your peace, Who has made both one; and has broken down the middle wall of the hedge, having abolished in His flesh the enmity, the law of commandments in ordinances, that He might create in Himself the two into one new man, and reconcile them both in one body to God."
δʹ. Τούτοις οὖν τὴν διάνοιαν ἐπιστήσας, θέα μήποτε ἡ τῶν δυοῖν τῶν εἰρημένων μία γένεσις, ἥ τε τοῦ Φαρὲς δι' ὃν διεκόπη φραγμὸς, καὶ ἡ τοῦ πρώτου μὲν τὴν χεῖρα προβάλλοντος, δευτέρου δὲ προελθόντος, αἰνίττεται δύο βίων τρόπους τῶν ἠξιωμένων τῆς παρὰ τῷ Θεῷ γεννήσεως· ὧν ὁ μὲν κατὰ τὸ Εὐαγγέλιον, ὁ δὲ κατὰ τὸν Μωϋσέως ὑπέστη νόμον· ἀλλὰ γὰρ τούτων πρῶτος μὲν τὴν χεῖρα προβέβλητο ὁ κατὰ τὸ Εὐαγγέλιον· οὐ μὴν καὶ πρῶτος πρόεισιν εἰς φῶς· ὑποστείλας δὲ τὴν χεῖρα, τῷ κατὰ Μωϋσῆ δευτέρῳ ἰόντι προελθεῖν ἐπιτρέπει πρώτῳ· εἶθ' οὕτως αὐτὸς
4. Turning your mind therefore to these things, behold whether perhaps the single birth of the two aforesaid, both that of Phares on whose account a hedge was broken through, and that of him who first put forth his hand, yet came forth second, hints at two ways of life of those deemed worthy of the birth with God: of which the one subsisted according to the Gospel, and the other according to the law of Moses; for indeed of these the one according to the Gospel had put forth his hand first; yet he does not also advance first into light; rather, having drawn back his hand, he permits the one coming second according to Moses to come forth first; then thus he himself
PG 22:909Read from the page
πρῶτος ὢν, ὕστατος ἔξεισι, μετὰ τοῦ περὶ τὴν χεῖρα συμβόλου τοῦ πρῶτον αὐτὸν συνιστῶντος· ἦν δ' ὁ τῶν πρὸ Μωϋσέως θεοφιλῶν ἀνδρῶν βίος ὁ κατὰ τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, καθ' ὃν διαπρέψαι μνημονεύονται οἱ ἀμφὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Μελχισεδέκ τε καὶ Ἰὼβ, καὶ πολὺ τούτων πρότεροι οἱ ἀμφὶ Νῶε καὶ Σὴμ, καὶ Ἰάφεθ, Ἐνώχ τε καὶ ὅσοι ἄλλοι τούτοις γεγόνασι παραπλήσιοι· δίκαιοι γοῦν οἵδε πάντες, καὶ εὐσεβεῖς καὶ θεοφιλεῖς· εἰ καί τινες ἕτεροι μαρτυρηθέντες, τῆς μὲν κατὰ Μωϋσέα νομοθεσίας πάμπαν ὑπῆρχον ἀλλότριοι· προλαβόντες δὲ τὸν κατὰ Μωϋσέα τρόπον, ἡμῖν ὁμοίως τῇ κατὰ τὸ Εὐαγγέλιον φιλοσοφίᾳ διέλαμψαν.
being first, comes out last, with the token upon his hand establishing him as first; now the life of the men loved of God prior to Moses was the one according to the Gospel of the Christ, according to which those around Abraham, and Isaac, and Jacob, Melchisedek also and Job, and long prior to these those around Noah and Shem, and Japheth, Enoch also and as many others as have proved like unto these are recorded to have excelled; righteous at any rate were all these, and godly and loved of God; and if any others were borne witness to, they were altogether alien from the legislation according to Moses; yet having anticipated the way of life according to Moses, they shone forth like us in the philosophy according to the Gospel.
εʹ. Ὁ μὲν οὖν πρῶτος, διὰ τοῦ Ζαρᾶ ἐδηλοῦτο, ὃς ἑρμηνεύεται Ἀνατολή· φωτὸς γὰρ εὐσεβείας αἱ πρῶται τῆς ἀνατολῆς αὐγαὶ, διὰ τῶν πρώτων ἐν ἀνθρώποις εὐσεβησάντων ἐξέλαμψαν· οἷοί περ ἦσαν οἱ πρὸ Μωϋσέως ἐκ πρώτης ἀνθρώπων συστάσεως θεοφιλεῖς ἀποφανθέντες· οἱ δὴ καὶ τῷ Ζαρᾷ παραπλησίως, πρῶτοι μὴν τὴν χεῖρα προεβάλοντο τὸν πρακτικὸν βίον ἐνδειξάμενοι· οὐ μὴν καὶ ἐκράτυνέ γε τοῦτον· τοῦ δὲ κατ' αὐτοὺς τρόπου ἐν ὑποστολῇ γενομένου· καὶ ὥσπερ τινὸς φραγμοῦ διακοπέντος, ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ κατὰ Μωϋσέα βίος· ὃν δὴ μεσότοιχον φραγμὸν κέκληκεν ὁ θαυμάσιος Ἀπόστολος· διὸ καὶ ὠνομάσθη Φαρὲς, τῆς τοῦ φραγμοῦ διακοπῆς ἐπώνυμος· ἑρμηνεύεται γοῦν Φαρὲς μερισμός· ἔνθεν καὶ Φαρισαῖοι παρ' αὐτοῖς διέπρεπον, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῆς τῶν πολλῶν ἐπιμιξίας· μακάριον μὲν οὖν καὶ πολὺ κρεῖττον ἦν μὴ διακοπῆναι τὸν φραγμὸν, ἕνα δὲ αὐτὸν καὶ ἀδιάκοπον μεῖναι· τοῦτο δ' ἂν γέγονεν εἰ τῷ τὴν χεῖρα προβεβλημένῳ πρώτῳ, συνακολουθήσας ὁ δεύτερος, τὸν αὐτὸν τρόπον ἐπολιτεύσατο· πολὺ γὰρ ἦν βέλτιον τοῖς ἐκ περιτομῆς εἰ κατὰ τὸν βίον τῶν πρόπαλαι θεοφιλῶν ἀνθρώπων ἐτύγχανον πεπολιτευμένοι· καὶ οὕτω γὰρ ἦν εἷς ὁ φραγμὸς, καὶ μία ἡ οἰκοδομὴ τῶν τε πρώτων καὶ τῶν ὑστάτων.
5. The first, then, was signified through Zara, who is interpreted Rising; for the first rays of the rising of the light of godliness shone forth through those who first practised godliness among men: such indeed as were those prior to Moses from the first constitution of men who were shown to be loved of God; who indeed also, similarly to Zara, first indeed put forth their hand, displaying the practical life; yet it did not confirm this; rather, when the way of life according to them drew back, and as though some hedge had been broken through, his brother came out, the life according to Moses: which indeed the admirable Apostle has called a middle wall of a hedge; wherefore also he was named Phares, named after the breaking through of the hedge; at any rate Phares is interpreted division; hence also Pharisees were prominent among them, from dividing and separating themselves from intermingling with the many; blessed indeed therefore and much better would it have been that the hedge should not be broken through, but that it should remain one and unbroken; and this would have happened if the second, having followed after the first who had put forth his hand, had lived as a citizen in the same way; for it would have been much better for those of the circumcision if they had happened to live as citizens according to the life of the men loved of God long ago; for thus too the hedge would have been one, and one the building both of the first and of the last.
ϛʹ. Ἐπειδὴ δὲ μὴ τὸν πρῶτον κρατῆσαι τρόπον ἡ τῶν δευτέρων συνεχώρησεν ἀσθένεια, διακοπῆς εἰκότως τοῦ κατὰ Θεὸν φραγμοῦ γενομένης, τοῦ τε μεσοτοίχου τοῦ φραγμοῦ παραβληθέντος, ὁ πάλαι πρῶτος τὴν χεῖρα προτείνας, δεύτερος ἔξεισιν εἰς φῶς, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ τὸν παλαίτατον καὶ ἀρχαῖον φραγμὸν ἀνακτησαμένου· διὸ καί φησιν εἰς αὐτὸν ἡ προφητεία· « καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν· » οὗτος δὴ καὶ τὸ δηλωθὲν μεσότοιχον ἀνεῖλεν· ὃς Κύριος ὢν καὶ τοῦ σαββάτου ποιεῖ τὰ ἀμφότερα ἓν, κατὰ τὸν ἱερὸν Ἀπόστολον εἰπόντα « Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας· » καὶ τί τὸ μεσόταιχον διασαφῶν, ἐπιλέγει· « τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας » ἐκποδὼν μεταστησάμενος τὸ μεσότοιχον τοῦ Μωϋσέως νόμου, ὅπερ ἡμᾶς τοὺς ἐξ ἐθνῶν τῆς κατὰ Θεὸν ἀπείργει εὐσεβείας, διὰ τὸ μηδὲ βουλομένοις δυνατὸν εἶναι πᾶσι τοῖς ἔθνεσι κατὰ Μωϋσέα πολιτεύσασθαι.
6. Now since the weakness of the second men did not allow the first way of life to prevail, a breaking through of the hedge according to God having reasonably occurred, and the middle wall of the hedge having been set beside it, he who of old first stretched forth his hand comes out second into light, through our Saviour Jesus Christ, Who recovered the most ancient and primal hedge; wherefore also the prophecy says with reference to Him: "and you shall be called a builder of hedges;" He indeed also took away the aforesaid middle wall; Who, being Lord also of the sabbath, makes both one, according to the sacred Apostle when he said "For He is our peace, Who has made both one, and has broken down the middle wall of the hedge;" and making plain what the middle wall is, he adds: "having abolished the law of commandments in ordinances," having removed out of the way the middle wall of the law of Moses, which debars us who are from the nations from godliness according to God, because not even if they wished was it possible for all the nations to live as citizens according to Moses.
Notes, col. 909

On the reading

Printed μεσόταιχον, for μεσότοιχον.

PG 22:912Read from the page
ζʹ. Ὥσπερ οὖν συνεστήσαμεν ἐν ταῖς Εὐαγγελικαῖς ἀποδείξεσι, τὴν κατὰ τὸ Εὐαγγέλιον τοῖς πᾶσι προεβάλετο πολιτείαν, τοῦ πρώτου τῆς εὐσεβείας τρόπου τελείαν καὶ λαμπροτέραν τὴν γένεσιν πεποιημένου, μετὰ τοῦ τῇ χειρὶ συνεπάγεσθαι τὸ μαρτύριον τοῦ πρῶτον αὐτὸν γεγονέναι· ὁ γοῦν διὰ τοῦ σωτηρίου Εὐαγγελίου πᾶσι τοῖς ἔθνεσι παραδοθεὶς βίος, οὗτος ἦν ἐκεῖνος ὁ καὶ πρὸ Μωϋσέως τὴν χεῖρα προτείνας, καὶ τὴν πρᾶξιν διὰ τῶν πρώτων θεοφιλῶν ἀνδρῶν ἐπιδεδειγμένος· οὗτός τε οὗτος ἦν ὁ Ζαρᾶ τῆς ἐνθέου πολιτείας τὴν πρώτην ἐν ἀνθρώποις ἀνατολὴν καταβεβλημένος· γέγονέ τε ὁ αὐτὸς, ἀρχὴ καὶ τέλος, πρῶτός τε καὶ ὕστατος, ἀνατολή τε μικρὰ καὶ ὑστάτη πάλιν εἰς πάντας ἐκλάμψασα ἀνθρώπους. Πλὴν ἀλλὰ κἀκεῖνο προσήκει τοῖς εἰρημένοις ἐπιθεῖναι, ὡς ἡ βίβλος τῆς γενέσεως Ἰησοῦ Χριστοῦ οὐκ ἀπὸ τοῦ τῶν δυοῖν πρώτου, λέγω δὲ τοῦ Ζαρᾶ, τὸν γενεαλογούμενον φῦναι εἰσάγει, ἀλλ' ἀπὸ τοῦ δευτέρου τοῦ Φαρές· ἐπεὶ γέγονε κατὰ σάρκα ἐκ φυλῆς καὶ σπέρματος τοῦ δευτέρου· οὐ μόνον γεννώμενος ἐκ γυναικὸς, ἀλλὰ καὶ γενόμενος ὑπὸ νόμον, ἵνα καὶ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, κατὰ τὴν τοῦ Ἀποστόλου καὶ περὶ τούτου μαρτυρίαν.
7. Just as we established, therefore, in the Evangelical Demonstrations, He put forward for all the way of life according to the Gospel, the first mode of piety having made its birth complete and more radiant, together with bringing along by the hand the testimony of its having come into being first; thus the life delivered through the saving Gospel to all the nations, this was that very one which even before Moses stretched forth its hand, and displayed its practice through the first God-loving men; and this, this was Zare, who laid down among men the first rising of the godly way of life; and the same has become beginning and end, both first and last, a rising both small and last that shone forth again unto all men. Yet it is fitting to add that point also to what has been said, that the book of the generation of Jesus Christ introduces Him Who is traced in the genealogy as having sprung not from the first of the two, I mean Zare, but from the second, Phares; since He came to be according to the flesh from the tribe and seed of the second: not only being born of a woman, but also coming to be under the law, so that He might redeem those also who were under the law, according to the testimony of the Apostle concerning this too.
Ηʹ. Διὰ τί τῆς τοῦ Οὐρίου γυναικὸς ἐμνήσθη ἐπὶ τῆς γενεαλογίας ὁ εὐαγγελιστής.
VIII. Why the evangelist made mention of the wife of Urias in the genealogy.
αʹ. Μονονουχὶ διὰ τοῦ φάναι, « Δαβὶδ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, » τοιοῦτόν τι ἔοικε δηλοῦν ἡ βίβλος αὕτη τῆς Ἰησοῦ Χριστοῦ γενέσεως, τὰς λιτανείας καὶ τὰς ἱκεσίας τοῦ Δαβὶδ ὅσον οὔπω προχωρήσειν εἰς τέλος εὐαγγελίζεται· περιέχει γοῦν τὴν οἰκονομίαν Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος τῶν ὅλων καὶ ἰατροῦ, δι' οὗ μόνου ἐλπὶς ἦν καὶ τῷ Δαβὶδ τῆς κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα ἁμαρτίας ἀπολυθήσεσθαι, καὶ τῆς ἐν τῷ θανάτῳ καθείρξεως ἐλευθερωθήσεσθαι· τούτου γοῦν Ἰησοῦ Χριστοῦ τὴν μέχρι θανάτου παρουσίαν, δι' ἧς ἤμελλε καὶ ἡ τοῦ Δαβὶδ ἀπολυτροῦσθαι ψυχὴ, θεσπίζων ἐν τοῖς Ψαλμοῖς αὐτὸς ὁ Δαβὶδ, τὰ περὶ τῆς ἐκεῖσε καθόδου τοῦ Σωτῆρος, τά τε περὶ τῆς ἑαυτοῦ σωτηρίας ἐδήλου δι' ὧν ἔφασκε· « Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. » Καὶ τό· « Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. » Καὶ τό· « Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην. » Καὶ τό· « Ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. » Τίς δ' ἦν ὁ καταβὰς καὶ ἀναγαγὼν αὐτὸν ἐκ τῶν ἀβύσσων; τίς δ' ὁ σώσας αὐτὸν ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον; ἀλλ' οὗτος ᾧ τῆς γενέσεως τὴν βίβλον ὁ θαυμάσιος εὐαγγελιστὴς ἀναγράφει, μετὰ τῶν ἄλλων καὶ τὰ περὶ τοῦ Δαβὶδ ἀγαθὰ πᾶσιν ἡμῖν εὐαγγελιζόμενος.
1. Almost by saying, "David the king begot Solomon of her that had been the wife of Urias," this book of the generation of Jesus Christ seems to declare some such thing, proclaiming the good news that the entreaties and supplications of David were all but about to advance to fulfilment; thus it contains the dispensation of Jesus Christ the Saviour and Physician of all, through Whom alone there was hope for David also to be absolved from his sin concerning Urias and his wife, and to be set free from confinement in death; foretelling, therefore, in the Psalms this coming of Jesus Christ even unto death, through which the soul of David also was to be ransomed, David himself made clear the things concerning the Saviour's descent thither and the things concerning his own salvation through what he said: "O Lord, Thou hast brought up my soul out of Hades; Thou hast saved me from those who go down into the pit." And this: "He that lifts me up from the gates of death." And this: "Thou wilt not abandon my soul unto Hades." And this: "Turning back, Thou hast quickened me, and from the depths of the earth hast brought me up again." Now Who was He Who descended and brought him up from the depths? And Who was He Who saved him from those who go down into the pit? None other than This One for Whom the admirable evangelist records the book of generation, proclaiming as good news to us all, along with the rest, the good things concerning David also.
βʹ. Οἶμαι δὲ τούτῳ τῷ πτώματι περιπεσεῖν τὸν Δαβὶδ διὰ μίαν ταύτην φωνὴν, ἣν ἐν τῷ εἰκοστῷ καὶ
2. Now I think that David fell into this lapse on account of this single utterance, which in the twenty-
PG 22:913Read from the page
ἐννάτῳ προήκατο ψαλμῷ· « Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· » τὸ γὰρ μέγα φρονῆσαι καὶ τοιοῦτον προΐεσθαι ῥῆμα ὅτι οὐκ ἄν ποτε σαλευθῇ, μένοι δὲ ἄτρεπτος καὶ ἀπαθὴς ἐν τῇ εὐθηνίᾳ αὐτοῦ, ὑπέρογκον ἦν καὶ ὑπερήφανον, καὶ οὐχ ὅμοιον τῷ « Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν· » ἐν εὐθηνίᾳ οὖν τῶν παρὰ τῷ Θεῷ ἀγαθῶν γενόμενος, καὶ ἐπὶ μέγα προκόψας ἀρετῆς, ἐτόλμησε φάναι, « οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· » διὸ καὶ παραχρῆμα καταλείπεται ὑπὸ τοῦ συνεργοῦντος αὐτῷ τὰ ἀγαθὰ Κυρίου, συμπλέκεται δὲ αὐτῷ πνεῦμα ἀλλότριον· λέγει δ' οὖν ἐν τῷ αὐτῷ ψαλμῷ· « Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Σὺ δὲ ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. » Διδάσκων ὅτι πρότερον εἰπὼν οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, μετὰ ταῦτα ἀποστρέψαντος τοῦ Θεοῦ τὸ πρόσωπον αὐτοῦ διὰ τὴν μεγαλορήμονα φωνὴν, ὁμολογεῖ τεταράχθαι· εἶτ' ὠφεληθεὶς ἐπὶ τούτοις, τὰ πάλαι ἑαυτοῦ κατορθώματα, οὐκέτι ἑαυτῷ, τῷ Θεῷ δὲ προσγράφει λέγων· « Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. » Ὅτε γὰρ, φησὶν, ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος, τότε ἔγνων ὅτι καὶ πάλαι πρότερον τῷ σῷ θελήματι παρέσχου τῷ κάλλει μου δύναμιν. Εἰ γὰρ ἦν τι κάλλος ὑπάρχον περὶ τὴν ἐμὴν ψυχὴν πρὸ τῆς ἁμαρτίας, τοῦτο αὐτὸ ἐκ σῆς χάριτος καὶ δωρεᾶς μοι προσῆν· ταῦτα δὲ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτοῦ ἀσθενείας ὁμολογεῖ.
ninth psalm he let slip: "I said in my prosperity, I shall never be moved for ever;" for to think highly and to utter such a word, that he would never be moved, but would remain unshaken and impassible in his prosperity, was swollen and proud, and unlike that saying, "Unless the Lord build the house, in vain have those who build it laboured; unless the Lord guard the city, in vain has he who guards it kept watch;" having come to be, therefore, in an abundance of the good things from God, and having advanced greatly in virtue, he dared to say, "I shall never be moved for ever;" wherefore immediately he is forsaken by the Lord Who worked together with him for good things, and an alien spirit entangles itself with him; accordingly he says in the same psalm: "I said in my prosperity: I shall never be moved for ever. But Thou didst turn away Thy face, and I became troubled; O Lord, in Thy will Thou didst grant strength to my beauty." Teaching that after having previously said, I shall never be moved for ever, when God afterwards turned away His face on account of his boastful utterance, he confesses that he has been troubled; then, having profited by these things, he no longer ascribes his former right deeds to himself, but to God, saying: "O Lord, in Thy will Thou didst grant strength to my beauty." For when, says he, Thou didst turn away Thy face and I became troubled, then I knew that long before also by Thy will Thou hadst granted strength to my beauty. For if there was any beauty existing about my soul before the sin, that very thing belonged to me out of Thy grace and gift; and these things he confesses after coming to awareness of his own weakness.
γʹ. Πλὴν ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ, καὶ τὴν ἐν τῷ πεντηκοστῷ ψαλμῷ εὐχὴν ἀναπέμπει λέγων· « Σοὶ
3. Yet when Nathan the prophet came to him, after he had gone in to Bersabee, he also sends up the prayer in the fiftieth psalm, saying: "Against Thee