Migne Reading Room

PG 22 · cols. 916–925 · Read from the page

Questions to Stephen

Questions to Stephen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:916Read from the page
μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· » λέγων δὲ, σοὶ μόνῳ ἥμαρτον, οὐ τοῦτό φησιν ὅτι εἰς τὸν Θεὸν ἥμαρτον μόνον· οὔτε γὰρ βλασφημίας, οὔτε ἐπιορκίας, οὔτε τοιαύτης τινὸς ἀσεβείας ὁ τρόπος αὐτοῦ τῆς ἁμαρτίας, ἵνα τις ὑπολάβοι αὐτὸν εἰς Θεὸν ἡμαρτηκέναι· ἀλλ' εἰ χρὴ εἰπεῖν, τὰ μεγάλα ἥμαρτεν εἰς τὴν Βηρσαβεὲ, τὰ μέγιστα δὲ καὶ εἰς τὸν Οὐρίαν, ὑπὲρ πάντα δὲ εἰς τὴν ἑαυτοῦ ψυχήν· πῶς οὖν ἐνταῦθά φησι, σοὶ μόνῳ ἥμαρτον; ἀλλ' οἶμαι τοῦτ' αὐτὸν λέγειν, ὅτι σοι μόνῳ ἔγνωσται τὸ ἁμάρτημά μου. Ἐπιφέρει γοῦν τὸ σαφέστερον ἐν τῷ· « Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. » Ἀνθρώπων γὰρ οὐδείς μοι φόβος ἦν, εἰ μὴ ὁ σὸς ἐπέκειτο φόβος. Ῥίψας γοῦν ἑαυτὸν ἐπὶ πρόσωπον, οὐ πρότερον ἀναστήσεσθαί φησιν, ἢ τυχεῖν τῆς ἀξιώσεως. Καὶ συνεύχονταί γε αὐτῷ πάντες οἱ ἀγαθῶν συνεργοὶ, παρακαλοῦντες εἰσακουσθῆναι αὐτόν· διὸ εἴρηται ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ· « Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. »
alone have I sinned, and evil before Thee have I done;" now in saying, against Thee alone have I sinned, he does not mean this, that he sinned against God alone; for the manner of his sin was neither of blasphemy, nor of perjury, nor of any such impiety, that anyone might suppose him to have sinned against God; rather, if one must speak plainly, he sinned greatly against Bersabee, most greatly also against Urias, and above all against his own soul; how then does he say here, against Thee alone have I sinned? Rather, I think that he means this: to Thee alone has my sin been known. Accordingly he adds more clearly in the words: "And evil before Thee have I done." For I had no fear of men, had not the fear of Thee lain upon me. Casting himself, therefore, upon his face, he says that he will not rise before obtaining his petition. And all the fellow-workers for good things pray together with him, entreating that he be heard; wherefore it is said in the hundred and thirty-first psalm: "Remember, O Lord, David and all his meekness; how he swore to the Lord, he vowed to the God of Jacob: If I shall enter into the tabernacle of my house, if I shall go up upon the couch of my bed, if I shall give sleep to my eyes and slumber to my eyelids, until I find a place for the Lord, a tabernacle for the God of Jacob."
δʹ. Οὕτως δὲ αὐτῷ εὐξαμένῳ καὶ διαβεβαιωσαμένῳ, ὅτι μὴ πρότερον ἀναβήσεται ἐπὶ κλίνης στρωμνῆς αὐτοῦ, ὅτι τε οὐκ εἰσελεύσεται εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἔτι οὐ δώσει τοῖς βλεφάροις αὐτοῦ νυσταγμὸν, ἕως οὗ εὕρῃ τὸν μέλλοντα τοῦ Κυρίου τόπον, δείκνυσιν ὁ Κύριος αὐτῷ τὴν Βηθλεέμ· διὸ μετὰ τὴν εὐχὴν συνευξάμενοι αὐτῷ ἱεροὶ ἄγγελοι Θεοῦ ἐπιλέγουσιν ἑξῆς· « Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ. » Ἐφραθὰ δέ ἐστιν ἡ Βηθλεὲμ, ὡς ἱστορεῖ Μωϋσῆς λέγων· « Ἀπέθανε δὲ Ῥαχὴλ, καὶ ἐτάφη ἐν ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ. » Ἀλλὰ καὶ Μιχαίας φησὶ τὴν Ἐφραθὰ εἶναι Βηθλεὲμ, λέγων· « Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα. » Εἶτα ἐπεύξατο ὁ Δαβὶδ οὐ μόνον τὸν τόπον γνῶναι τοῦ Κυρίου, ἀλλὰ καὶ τὸ σκήνωμα αὐτοῦ ὁπόθεν ἔσται· σκήνωμα δὲ τὸ σκῆνος καὶ τὸ σῶμα ὃ ἀνείληφεν ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει· εἰκότως περὶ μὲν τοῦ τόπου προαπήγγειλαν φήσαντες· « Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ. » Περὶ δὲ τοῦ σκηνώματος ἑξῆς ἐπιλέγουσιν αὐτῷ· « Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. » Δι' ὧν διδάσκεται ὁ Δαβὶδ ὅτι τὸ μέλλον ἔσεσθαι τοῦ Κυρίου σκήνωμα, ὁ καρπὸς ἦν ὁ ἐκ κοιλίας αὐτοῦ γενησόμενος,
4. Now when he had thus prayed and affirmed that he would not go up upon the couch of his bed, and that he would not enter into his house, and furthermore would not give slumber to his eyelids, until he should find the future place of the Lord, the Lord shows him Bethlehem; wherefore after the prayer holy angels of God, having prayed together with him, add next: "Behold, we heard of it in Ephratha." Now Ephratha is Bethlehem, as Moses relates, saying: "And Rachel died, and was buried on the way of Ephratha; this is Bethlehem." Moreover Michaeas also says that Ephratha is Bethlehem, saying: "And you, Bethlehem, house of Ephratha, are by no means least among the leaders of Juda." Then David prayed further to know not only the place of the Lord, but also whence His tabernacle will be; now the tabernacle is the tent and the body which the Word of God has assumed; fittingly, then, concerning the place they announced beforehand, saying: "Behold, we heard of it in Ephratha." And concerning the tabernacle they add to him next: "The Lord swore truth to David, and He will by no means annul it: of the fruit of your belly will I set upon your throne." Through which words David is taught that what was to be the tabernacle of the Lord was the fruit that would be born of his belly,
Θʹ Διὰ τί τῆς Ῥοὺθ ἐμνημόνευσεν ὁ εὐαγγελιστής.
IX. Why the evangelist made mention of Ruth.
αʹ. Καὶ πῶς οὐκ ἔμελλεν ὁ θεῖος Απόστολος, τὴν τῶν ἀλλοφύλων ἐθνῶν κλῆσιν τῷ πνεύματι προθεωρῶν διὰ τοῦ οἰκείου Εὐαγγελίου γενησομένην, τῆς ἀλλοφύλου μνημονεύειν; ἀλλόφυλος γὰρ ἡ Ῥοὺθ καὶ
1. And how was the divine Apostle, foreseeing in the spirit the calling of the foreign nations that would come to pass through his own Gospel, not going to make mention of the foreign woman? For Ruth was a foreigner, and
Notes, col. 916

On the reading

Printed γενησόμενος,, for γενησόμενος..

Printed Απόστολος, for Ἀπόστολος.

PG 22:917Read from the page
ἐξ ἀλλοφύλων τῶν ἀπηγορευμένων παρὰ Μωϋσεῖ Μωαβιτῶν· « Μωαβῖται γὰρ, φησὶ, καὶ Ἀμμανῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα· » πλὴν ἀλλὰ καὶ κρεῖττον τοῦ νόμου γενομένη θεοφιλὴς, εἰσῆλθεν εἰς Ἐκκλησίαν Κυρίου· ἐπείπερ ὁ νόμος τοῖς ἐν τῷ νόμῳ λαλεῖ· « Δικαίῳ δὲ νόμος οὐ κεῖται, ἀλλ' ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς. » Ἡ δὲ Ῥοὺθ οὐ τοιαύτη, εἰ καὶ τὸ γένος ἀλλόφυλος ἦν, ὑπερβᾶσα δὲ τὸν διορισμὸν τοῦ νόμου, καὶ εἰσελήλυθεν εἰς τὴν Ἐκκλησίαν Κυρίου, καὶ τοῦ γένους ἐχρημάτισε τοῦ Ἰσραηλιτικοῦ, καὶ ἐν προγόνοις ἀναληφθῆναι τοῦ Σωτῆρος ἡμῶν κατηξιώθη, διὰ τὴν τῶν τρόπων, ἀλλ' οὐ διὰ τὴν τοῦ σώματος εὐγένειαν· πᾶσί τε ἡμῖν τοῖς ἐξ ἐθνῶν ἀλλοφύλοις μέγιστον ὑπόδειγμα κατέστη, ὅτι δὴ ὅμοια πράξαντες αὐτῇ, τῶν ἴσων παρὰ τῷ Θεῷ τευξόμεθα.
from foreigners of the Moabites forbidden by Moses: "For Moabites," says he, "and Ammanites shall not enter into the Assembly of the Lord until the third and fourth generation, even for ever;" nevertheless, having become God-loving even beyond the law, she entered into the Assembly of the Lord; seeing that the law speaks to those under the law: "Now the law is not laid down for a righteous person, but for the lawless and unruly, for the ungodly and sinners." Ruth, however, was not such, even though she was a foreigner by race, but having surpassed the boundary of the law, she both has entered into the Assembly of the Lord, and came to be styled of the Israelite race, and was deemed worthy to be taken up among the ancestors of our Saviour, on account of nobility of character, and not of body; and to all of us foreigners from the nations she became a greatest example, that by doing things like hers we shall obtain equal things from God.
βʹ. Εἰκότως οὖν τὴν τῶν ἀλλοφύλων κλῆσίν τε καὶ εἰσποίησιν μέλλων εὐαγγελίζεσθαι, τῇ γενεαλογίᾳ αὐτὴν τέθεικεν· ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἀλλοφύλους μονονουχὶ παιδεύων δι' αὐτῆς, ὅτι δὴ τὰ πάτρια καταλιπόντες, εἰκότως καὶ τὰ ἀκόλουθα εἰς ἡμᾶς πληρωθήσεται· οὐκέτι γὰρ ἐν ἀλλοφύλοις καταλεγησόμεθα, οὐδ' ἐξ ἀλλοφύλων χρηματίσομεν, ἀλλ' ἐκ τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ τοῦ λαοῦ τοῦ κλήρου τοῦ Θεοῦ· ἀναγκαίως δὲ αὖ πάλιν ἐμνήσθη τῆς Ῥοὺθ, τὰ αἴτια διὰ τῆς κατ' αὐτὸν ἱστορίας διδάξας τίνα ἦν τὰ λύσαντα τὴν ἀπαγόρευσιν τοῦ νόμου τὴν φήσασαν; « Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου. » Γέγονε γὰρ ἡ Μωαβῖτις ὡς Ῥαχὴλ καὶ ὡς Λεία, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραήλ· πῶς δὲ οὐχὶ χρήσιμος ἦν τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεαλογίᾳ ἡ μνήμη τῆς Ῥοὺθ, ἐφ' ἣν εἴρηται « καὶ τὸ ποιῆσαι δύναμιν ἐν Ἐφραθᾷ, ἔσται ὄνομα ἐν Βηθλεέμ; » προφητείας γὰρ ἄντικρυς ταύτας εἰκότως ἄν τις φαίη τυγχάνειν, τὸ ἐκ Βηθλεὲμ ὄνομα τὸ παρὰ τῷ Ματθαίῳ γενεαλογουμένῳ Ἰησοῦ Χριστῷ ἐξάκουστον εἰς πᾶν γένος ἀνθρώπων θεωρῶν, καὶ τὴν ἐν Ἐφραθᾷ γενομένην δύναμιν· δι' ἧς δυνάμεως πάντα τὰ ἔθνη τὸν ἐκ τῆς Ῥοὺθ γενεαλογούμενον Χριστὸν τοῦ Θεοῦ ἐπιγνόντα, δι' αὐτοῦ τῆς μὲν πατρῴας ἀπέστη, τῆς Ῥοὺθ παραπλησίως, τῷ δὲ Θεῷ τοῦ Ἰσραὴλ ἑαυτὰ ἐπιδέδωκεν, ὁμοίως αὐτῇ πάλιν· ὧν ἕνεκά μοι δοκεῖ οὐκ ἀσυλλόγιστος ἡ παράθεσις τῆς Ῥοὺθ ἐν τῇ τοῦ Ματθαίου παρειλῆφθαι γενεαλογίᾳ.
2. Fittingly, therefore, when about to proclaim the good news of the calling and adoption of foreigners, he has placed her in the genealogy; all but instructing us foreigners from the nations through her that, having left behind our ancestral ways, what follows will fittingly be fulfilled unto us as well; for no longer shall we be reckoned among foreigners, nor be styled from foreigners, but from the true Israel and the people of the inheritance of God; and necessarily, in turn, he again made mention of Ruth, having taught through his own account what the causes were that dissolved the prohibition of the law which said: "Moabites shall not enter into the Assembly of the Lord." For the Moabitess became like Rachel and like Leia, who both built the house of Israel; and how was the remembrance of Ruth not useful for the genealogy of our Saviour Jesus Christ, unto whom it was said, "and to work power in Ephratha, there shall be a name in Bethlehem"? For one might fittingly say that these are outright prophecies, beholding the name out of Bethlehem made famous unto every race of men in Jesus Christ Whose genealogy is traced in Matthew, and the power wrought in Ephratha; through which power all the nations, having recognized the Christ of God Whose genealogy is traced from Ruth, through Him departed from their ancestral way, similarly to Ruth, and gave themselves over to the God of Israel, likewise to her again; on account of which things it seems to me that the inclusion of Ruth has been received not without reason in Matthew's genealogy.
Ιʹ. Διὰ τί τὸν Ἰωακεὶμ Ἰεχονίαν ὀνομάζει ὁ εὐαγγελιστής.
X. Why the evangelist names Joakim Jechonias.
αʹ. Διώνυμος οὗτος ἦν· ἀλλ' ἐπεὶ κατὰ τὸν προφήτην Ἱερεμίαν Ἰεχονίας ὀνομασθεὶς διακέκληται, δι' ὧν φησιν, « Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· διότι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· γῆ, γῆ, ἄκουε λόγον Κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ· » καὶ ἐπειδὴ τούτων ἕνεκα συνέβη τὴν
1. This man had two names; but since according to the prophet Jeremias he has been publicly decried under the name Jechonias, through the words in which he says, "Jechonias was dishonoured like a vessel for which there is no need of it; because he and his seed were cast out; earth, earth, hear the word of the Lord: write this man proscribed, because there shall by no means arise out of his seed one sitting upon the throne of David, ruling any longer in Juda;" and since on account of these things it befell the
Notes, col. 917

On the reading

Printed φήσασαν;, for φήσασαν·.

PG 22:920Read from the page
εἰς Βαβυλῶνα αἰχμαλωσίαν ἅμα τῷ λαῷ ὑποστῆναι τὸν εἰρημένον, εἰκότως ὁ θαυμάσιος εὐαγγελιστὴς τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος ἁπάντων ὑπογράφων τὴν γένεσιν, καὶ τοῦδε ἐμνήσθη τοῦ ἠτιμωμένου τοῦ ἀπορῥιφέντος ἅμα τῷ σπέρματι εἰς τὴν Βαβυλωνίων γῆν, τοῦ ἐκκηρύκτου γενομένου, τοῦ αἰχμαλώτου· διδάσκων ὅτι κηρύξαι αἰχμαλώτοις ἄφεσιν ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, οὗτος ἦν Ἰησοῦς Χριστὸς, οὗ τὴν βίβλον ἀναγράφει, εἰς ὃν ἀναφέρεται τὸ φάσκον ἐν τῷ προφήτῃ λόγιον· « Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν· » περὶ οὗ καὶ ἐν ἑτέρῳ φησὶν ὁ αὐτὸς προφήτης· « Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει. »
aforesaid man to undergo the captivity to Babylon together with the people, fittingly the admirable evangelist, in sketching the generation of the Redeemer and Saviour of all, made mention of this man also who was dishonoured, who was cast out together with his seed into the land of the Babylonians, who became proscribed, the captive; teaching that He Who was sent by the Father to proclaim release to captives was this Jesus Christ, Whose book he records, unto Whom refers the oracle in the prophet which says: "The Spirit of the Lord is upon Me, on account of which He has anointed Me; to bring good news to the poor He has sent Me, to proclaim release to captives;" concerning Whom in another place also the same prophet says: "This One shall build My city, and shall turn back the captivity of My people."
βʹ. Κατὰ καιρὸν τοιγαροῦν αὐτῷ τε Ἰεχονίᾳ καὶ τῇ τούτου ψυχῇ, τοῖς τε τὴν ἴσην αὐτῷ πεπονθόσιν ἀτιμίαν τε καὶ ψυχῶν αἰχμαλωσίαν, τὴν τοῦ Λυτρωτοῦ παρουσίαν εὐαγγελίζεται Ματθαῖος ὁ τὴν γένεσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ δὴ τῶν ἄλλων ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν καταγαγών· εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς λόγος, δι' ὃν καὶ τῆς τοῦ Δαβὶδ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα παρανομίας, τῆς τε τοῦ Ἰούδα πορνείας, τῆς τε ἀλλοφύλου καὶ Μωαβίτιδος Ῥοὺθ ἐμνήσθη· ὁ αὐτὸς δὲ τυγχάνει καθ' ὃν καὶ τελώναις καὶ ἁμαρτωλοῖς συμβιοῦντα, καὶ αἴσχιστά γε ὑπὸ ἀνθρώπων ὑπομένοντα, καὶ τέλος ἅμα τοῖς κακούργοις σταυρούμενον αὐτὸν εἰσάγει· ἦν δ' οὗτος ὁ λόγος καθ' ὃν εἴρηται· « Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. »
2. Seasonably, therefore, to Jechonias himself and to his soul, and to those who had suffered the like dishonour with him and captivity of souls, Matthew proclaims the good news of the coming of the Redeemer, tracing down the generation of the Son of God even from the other culpable and sinful men; for one and the same was the reason on account of which he made mention both of David's transgression concerning the wife of Urias, and of Juda's fornication, and of the foreigner and Moabitess Ruth; and it is the very same according to which he also introduces Him living together with tax-collectors and sinners, and enduring most shameful things at the hands of men, and finally being crucified together with malefactors; and this was the reason according to which it was said: "Behold the Lamb of God Who takes away the sin of the world."
Ἐχρῆν γὰρ τὸν μέλλοντα καθάρσιον γίνεσθαι τῶν πάλαι πώποτε πεπλημμεληκότων καὶ τῶν γε μετὰ ταῦτα γενησομένων, ἀντίψυχόν τε τῶν ἀνθρωπίνων ψυχῶν, διὰ πάντων τῶν εἰρημένων διελθεῖν καὶ τὰς κατὰ τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν τιμωρίας αὐτὸν ἀναμάρτητον ὄντα ὑπομεῖναι, ὡς ἂν πληρωθείη εἰς αὐτὸν τὰ θεσπίσματα, τά τε ἄλλα· καὶ δι' ὃν φησιν ὁ θαυμάσιος Ἠσαΐας· « Οὗτος τὰς ἁμαρτίας ἡμῶν αἴρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς ἐτραυματίσθη διὰ τᾶς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν. »
For it was necessary that He Who was to become a propitiation for those who had ever transgressed of old and for those who would come to be hereafter, and a ransom for human souls, should pass through all the aforesaid things and, though Himself sinless, endure the punishments appointed against sinners and the ungodly, so that the oracles might be fulfilled unto Him, both the rest and that on account of Whom the admirable Esaias says: "This One bears our sins, and suffers pain for us; He was wounded on account of our sins, and has been bruised on account of our iniquities; by His welt we all were healed."
γʹ. Εἰ δὲ λέγοι ὁ προφήτης περὶ τοῦ Ἰεχονία τῇ γῇ, « Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ, » οὐ πάντως ἀναιρεῖ τὸ στήσεσθαι αὐτοῦ σπέρμα, ἀλλὰ τοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους ἐκ τοῦ σπέρματος αὐτοῦ· ὃ καὶ γέγονεν ἀληθές· λέγει γοῦν, « Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, διότι ἀπερῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ εἰς γῆν ἣν οὐκ ᾔδει· » ἄντικρυς τὴν Βαβυλῶνος γῆν θεσπίζων· πλὴν ἀλλ' ὁ ἐλθὼν κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰς τῶν ἁμαρτιῶν σειρὰς, τῶν τε πάλαι ὑπὸ τὸν θάνατον πεπεδημένων ψυχῶν τούς τε δεσμοὺς λῦσαι ἀπεσταλμένος, ἐπὶ τὴν πάντων τούτων ἐλήλυθε σωτηρίαν· διό φησιν ὁ Δαβὶδ περὶ αὐτοῦ θεσπίζων· « Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ἐξομολογεῖσθε τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ θαυμάσια αὐτοῦ
3. Now even if the prophet should say to the earth concerning Jechonias, "Write this man proscribed, because there shall by no means arise out of his seed one sitting upon the throne of David, ruling any longer in Juda," he does not altogether do away with his seed's continuing to stand, save as regards reigning over the nation of the Jews out of his seed; which indeed came true; thus he says, "Jechonias was dishonoured like a vessel for which there is no need of it, because he and his seed were cast out into a land which he knew not;" outrightly foretelling the land of Babylon; nevertheless He Who came to proclaim release to captives, and Who was sent to loose both the chains of sins and the bonds of the souls bound of old under death, has come for the salvation of all these; wherefore David says, prophesying concerning Him: "He sent His word, and healed them out of their destructions; acknowledge to the Lord His mercies and His wonders
Notes, col. 920

On the reading

Printed τᾶς, for τὰς.

PG 22:921Read from the page
τοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέκλασε· καὶ ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· ἐταπεινώθησαν, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. » Ταῦτα γὰρ περὶ τῆς ἐκ τοῦ θανάτου διὰ Χριστοῦ γενομένης ἀπολυτρώσεως λέγεται, ὡς συνᾴδει καὶ τὸ φάσκον λόγιον· « Κατέπιεν ὁ θάνατος ἰσχύσας. » Καὶ πάλιν· « Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. » Τηρητέον δὲ ὅτι μὴ διαπίπτει ὁ χρησμὸς ὁ φήσας, « Οὐ μὴ ἀναστῇ ἐκ σπέρματος Ἰεχονίου καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ· » ἐπεὶ μηδεὶς ἐκ τῆς τοῦ Ἰούδα φυλῆς μετὰ Ἰεχονίαν τῆς τοῦ Δαβὶδ βασιλείας κατέστη διάδοχος· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος αἰχμαλωσίαν, ὑπὸ τοῖς ἀρχιερεῦσι διετέλεσε τὸ πᾶν ἔθνος ἀρχόμενον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας· ἦσαν γοῦν κατ' αὐτὸν τετράρχαι οἱ περὶ τὸν Ἡρώδην καὶ Φίλιππον, ἡγεμών τε Πιλάτος, καὶ ἐπὶ πᾶσι βασιλεύς.
to the sons of men; because He shattered gates of bronze, and broke bars of iron in pieces; and He helped them out of the way of their iniquity; they were humbled, and He brought them out of darkness and the shadow of death, and burst their bonds asunder." For these things are said concerning the redemption from death wrought through Christ, with which agrees also the oracle that says: "Death, having prevailed, swallowed up." And again: "God took away every tear from every face." Moreover it must be observed that the oracle does not fail which said, "There shall by no means arise out of the seed of Jechonias one sitting upon the throne of David, ruling any longer in Juda;" since no one from the tribe of Juda after Jechonias became successor to the kingdom of David; at any rate, after the captivity from Babylon, the whole nation continued being ruled under the high priests until the coming of our Saviour Jesus Christ; thus in His time Herod and Philip were tetrarchs, Pilate was governor, and over all was the emperor.
ΙΑʹ. Διὰ τί ταῖς ἐν τῇ γενεαλογίᾳ κέχρηται ὑποδιαστολαῖς, μὴ ὁμοῦ συνάψας ἀπὸ Ἀβραὰμ ἐπὶ τὸν Χριστὸν γενεὰς τεσσαράκοντα δύο, διελὼν δὲ τὰς διαδοχὰς καθ' οὓς ἐξέθετο ἀφορισμούς.
XI. Why he has used subdivisions in the genealogy, not joining together at once forty-two generations from Abraham to Christ, but dividing the successions according to the demarcations which he set forth.
Διὰ τὰς διαφόρους καταστάσεις τοῦ λαοῦ τὰς ἐκ τῆς ἱστορίας παρισταμένας· ἄλλη μὲν γὰρ ἦν ἡ ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ Δαβὶδ, καὶ πάλιν ἑτέρα ἡ ἀπὸ Δαβιδ, ἥτε μέχρι τῆς αἰχμαλωσίας, ὡς πάλιν ἡ ἀπὸ ταύτης μέχρι τοῦ Χριστοῦ· ἀπὸ μὲν γὰρ Ἀβραὰμ ἐπὶ τὸν Δαβὶδ οὐ φαίνονται ὑπὸ βασιλέας πολιτευσάμενοι· ἦρξαν δὲ τοῦ ἔθνους μετὰ Μωϋσέα καὶ Ἰησοῦν οἱ ἐπικληθέντες παρ' αὐτοῖς κριταί· καὶ ἦν τις ἴδιος τρόπος τῆς τούτων καταβάσεως· ἀλλ' οὐδὲ τὰ Ἱεροσόλυμά πως συνειστήκει, οὐδέ γε ὁ ἐν αὐτοῖς νεώς· διόπερ ἐπιστημόνως ὁ εὐαγγελιστὴς μὴ συγχέων τὴν ἱστορίαν, μέχρι Δαβὶδ ἔστη, τοὺς ἀπὸ Ἀβραὰμ ἰδίως κατεριθμήσας· εἶτ' οὖν πάλιν ἐπειδήπερ ἀπὸ Δαβὶδ καὶ μέχρι τῆς αἰχμαλωσίας οἰκείοις κέχρηνται βασιλεῦσι, τοῖς τε ἀπὸ Δαβὶδ ἄρξασι καὶ τοῖς ἐν τῇ διαστάσει τοῦ λαοῦ γενομένοις· τό τε ἐν τῇ Ἱερουσαλὴμ ἱερὸν ἐξ ἐκείνου καὶ μέχρι τῆς αἰχμαλωσίας διήρκεσεν, εἰκότως καὶ τούτους πάλιν ἰδίως ἀφορίσας, ὑφ' ἕνα συνήγαγεν ἀριθμόν· ὥσπερ οὖν καὶ τοὺς ἀπὸ τῆς αἰχμαλωσίας μέχρι τοῦ Χριστοῦ, παρ' οἷς οὐκέτι μὲν ἡ τοῦ Δαβὶδ συνέστη βασιλεία, μεταπεπτώκει δὲ τὰ τῆς ἡγεμονίας ἀπὸ τῆς τοῦ Ἰούδα φυλῆς ἐπὶ τὸ τῶν ἱερέων γένος, οἳ δὴ καὶ ἦρξαν αὐτῶν ἀπὸ τῶν Κύρου χρόνων καὶ ἐπὶ τὴν τοῦ Χριστοῦ γένεσιν· ὅθεν καὶ τούτους ἰδίως ἀφορίσας, καθ' ἑαυτοὺς ἠρίθμησεν· οὐκ ἀσυλλογίστως ἄρα τὰς τρεῖς πεποίηται διαστολὰς διὰ τὰς ἀποδοθείσας αἰτίας.
On account of the different conditions of the people presented by history; for one was that from Abraham up to David, and again another that from David, namely the one until the captivity, as again that from this until Christ; for from Abraham to David they do not appear to have lived under the government of kings; rather, after Moses and Joshua there ruled the nation those called judges among them; and there was a certain distinct manner of their descent; moreover not even Jerusalem had yet been established, nor indeed the temple within it; wherefore the evangelist, skilfully avoiding confusion in the history, stopped at David, having enumerated separately those from Abraham; then again, seeing that from David until the captivity they had kings of their own, both those who ruled from David and those who arose in the division of the people, and the temple in Jerusalem endured from that time until the captivity, fittingly setting these apart again separately as well, he brought them together under one number; just as indeed those also from the captivity until Christ, among whom the kingdom of David no longer stood, while the leadership had passed over from the tribe of Juda to the priestly race, who indeed ruled them from the times of Cyrus even to the birth of Christ; whence setting these apart separately as well, he numbered them by themselves; not without reason, therefore, has he made the three divisions on account of the causes assigned.
JΒʹ. Διὰ τί ἀπὸ τῶν Δαβὶδ χρόνων ἐπὶ Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν ἑπτὰ καὶ δέκα βασιλευσάντων, δεκατέσσαρας εἶναί φησι γενεὰς ὁ εὐαγγελιστής.
XII. Why, although seventeen reigned from the times of David to Jechonias and the captivity to Babylon, the evangelist says that there are fourteen generations.
αʹ. Εἰ μὲν διαδοχὰς ἀναγράφειν αὐτῷ προὔκειτο
1. If indeed it had been his purpose to record successions
Notes, col. 921

On the reading

Printed Δαβιδ, for Δαβὶδ.

Printed κατεριθμήσας, for καταριθμήσας.

Printed JΒʹ., for ΙΒʹ..

PG 22:924Read from the page
καὶ εὐλόγως τις ἐμέμψατο ὡς παρεκθεμένῳ τὴν τῶν βασιλέων διαδοχήν· ἐν γὰρ ταῖς Βασιλείαις καὶ ἐν τοῖς Παραλειπομένοις συμφώνως μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ, τριῶν ἐφεξῆς βασιλευσάντων Ὀχοζία καὶ Ἰωὰς καὶ Ἀμεσία, εἶτα μετ' αὐτοὺς Ὀζία καὶ Ἰωάθαμ καὶ Ἄχαζ, παρελθὼν τοὺς προτέρους τοὺς τρεῖς ὁ εὐαγγελιστὴς, μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ ἑξῆς συνάπτει τὸν Ὀζίαν καὶ τὸν Ἰωάθαμ καὶ τὸν Ἄχάζ, τοὺς εἰρημένους μεταξὺ παρελθών· τοῦτο δ' εἰ πεποιήκει σκοπὸν θέμενος τὴν τῶν βασιλέων διαδοχὴν ἐκθέσθαι, χρῆν ὡς ἡμαρτημένην ἐκθέσθαι τὴν παρ' αὐτῷ γραφήν· ἐπειδὴ δὲ οὐ διαδοχὰς, ἀλλὰ γενεὰς ἀριθμῆσαι προὔθετο, τοῦτο γὰρ ὁ λόγος αὐτῷ βούλεται φήσαντι « Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ μέχρι Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ πάλιν ἀπὸ Δαβὶδ μέχρι Ἰεχονίου καὶ τῆς μετοικησίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες » ἀλλ' οὐ διαδοχαὶ δεκατέσσαρες, εἰκότως πάσης ἀπολύοιτ' ἂν κατηγορίας· ἐπεὶ διὰ τί μὴ διαδοχὰς ὠνόμασε, τῆς δὲ ἐν ταῖς Βασιλείαις καὶ Παραλειπομένοις ἱστορίας διαδοχὰς ἀλλ' οὐ γενεὰς ἱστορούσης, οὐκ ἂν γένοιτο ἐναντίωμα ἐκ τῆς ἀμφοτέρων παραθέσεως.
someone would reasonably have found fault with him too as having set forth amiss the succession of the kings; for whereas in the Kingdoms and in the Chronicles by agreement after Joram the son of Josaphat three reigned in order, Ochozias and Joas and Amesias, and then after them Ozias and Joatham and Achaz, passing over the first three the evangelist joins next after Joram the son of Josaphat Ozias and Joatham and Achaz, passing over the aforesaid ones in between; now if he had done this having set as his aim to set forth the succession of the kings, one would have had to set down the writing in his work as erroneous; since, however, he proposed to number not successions, but generations—for this is what his account means when he says, "All the generations therefore from Abraham until David are fourteen generations; and again from David until Jechonias and the deportation to Babylon, fourteen generations," and not fourteen successions—he would fittingly be acquitted of every charge; since why did he not name successions, whereas when the history in the Kingdoms and Chronicles relates successions and not generations, no contradiction could arise from setting both side by side.
βʹ. Γενεὰν γὰρ χρόνον ἀνθρώπου ζωῆς οὐχ οἷόν τέ ἐστιν ὀνομάζειν, ἐπεὶ συμβαίνει πολλάκις τοὺς μὲν ἐπὶ βραχὺ βιῶναι, καὶ θᾶττον ἀποσβεσθῆναι κατὰ τὴν τοῦ παιδὸς ἡλικίαν, τοὺς δὲ μέχρι τοῦ μειρακίου φθάσαι, τοὺς δὲ ἐπὶ τὸν νεανίαν προελθεῖν, τοὺς δὲ ἐπὶ τὸν ἄνδρα, τοὺς δὲ καὶ ἐπ' ἔσχατον γῆρας παρατεῖναι τὴν ζωήν· ποίαν οὖν τις ἀριθμήσει γενεάν; εἰ ὁ μὲν φέρει μέχρι δεκάτου ἔτους, ὁ δὲ μέχρις εἰκοστοῦ, ὁ δὲ μέχρις πεντηκοστοῦ, ἄλλος δὲ μέχρις ἑβδομηκοστοῦ, ὁ δὲ καὶ τὰ ἑκατὸν ὑπερβὰς οὐ μόνον ἐπὶ τῶν παλαιῶν ἀλλὰ καὶ καθ' ἡμᾶς ὁρᾶται· πῶς οὖν οἴονται τὴν ἀνθρώπου ζωὴν γενεὰν ὀνομάζειν; ἀλλ' οὐδὲ μέχρι τῆς παιδοποιΐας· οἱ μὲν γὰρ πρὸ τῶν εἴκοσι ἐτῶν γήμαντες πεπαιδοποίηνται, οἱ δὲ οὐδὲ ὑπὲρ τὰ τρίακοντα γενόμενοι· καὶ τῶν ἰσηλίκων δὲ ἴδοις ἂν τοὺς μὲν ἐπὶ πρώτους υἱοὺς στάντας, τοὺς δὲ ἐπὶ τετραγονίαν ἐλάσαντας· ὥστε ἐν πεντήκοντα ἔτεσι, τοὺς μὲν ἐκγόνους θεάσασθαι, ἑτέρους δὲ ἐν ἑβδομήκοντα μηδενὸς ἀξιωθῆναι παιδός· πῶς οὖν ἀριθμητέον τὰς γενεάς; πότερον ἐκ τῶν μακροβίων ἢ τῶν ὀλιγοβίων; καὶ ἐκ τῶν ταχὺ πεπειδοποιημένων, ἢ τῶν βραδέων; καὶ ἐκ τῶν ἐπὶ πρώτοις υἱοῖς σαλευσάντων, ἢ ἐκ τῶν ἐπὶ πλείοσι διαδοχαῖς; ὧν οὕτως ἐξητασμένων ὁ θεῖος εὐαγγελιστὴς οὐ διαδοχὰς προθέμενος εἰπεῖν, γενεὰς δὲ, καθ' οὓς αὐτὸς ἠπίστατο λόγους ἀπαριθμούμενος, τῆς μὲν ἐν ταῖς ἱστορίαις διαδοχῆς ἧττον πεφρόντικε, τοσούτους ἀναλαμβάνει εἰς τὴν γενεαλογίαν, ὅσοι ἀπήρκουν αὐτῷ εἰς ἐκπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν· οὕτως τε αὐτῷ ὑγιὴς ἀποσώζεται ὁ λόγος, καὶ οὐδαμῶς ἐναντίος τῇ τῶν ἱστοριῶν γραφῇ.
2. For it is not possible to call the span of a man's life a generation, since it often happens that some live briefly and are more quickly quenched in childhood age, while others reach boyhood, others advance to youth, others to manhood, and others prolong their life even to extreme old age; what sort of generation, then, will one reckon? When one endures until the tenth year, another until the twentieth, another until the fiftieth, another until the seventieth, and another is seen to have surpassed even a hundred, not only among the ancients but also in our own day, how then do they think to call the life of a man a generation? Nor yet up to the begetting of children; for some, having married before twenty years of age, have begotten children, while others have not done so even when past thirty; and among contemporaries you might see some having stopped at their first sons, and others having advanced to a fourth generation; so that in fifty years some behold grandchildren, while others in seventy are not vouchsafed a single child; how then ought one to number the generations? Whether from the long-lived or the short-lived? And from those who quickly begot children, or the slow? And from those who stayed at their first sons, or from those with numerous successions? Which things having been thus examined, the divine evangelist, having proposed to speak not of successions, but of generations, reckoning them according to principles which he himself knew, took less thought for the succession in the histories, and takes up into the genealogy as many as sufficed him for the completion of the fourteen generations; and thus his account is preserved sound for him, and in no way contrary to the record of the histories.
Notes, col. 924

On the reading

Printed Ἄχάζ, for Ἀχάζ.

Printed τρίακοντα, for τριάκοντα.

Printed πεπειδοποιημένων, for πεπαιδοποιημένων.

PG 22:925Read from the page
ΙΓʹ. Διὰ τί τῶν μετὰ Ἰεχονίαν ἐπὶ τὸν Ἰωσὴφ γενεαλογουμένων δύο καὶ δέκα ὄντων, ὁ εὐαγγελιστὴς δεκατέσσαρας πάλιν εἶναί φησιν.
XIII. Why, although those traced in the genealogy after Jechonias up to Joseph are twelve, the evangelist says that there are again fourteen.
αʹ. Διὰ τὴν αὐτὴν αἰτίαν· οὐ γὰρ διαδοχὰς, γενεάς δὲ, ὡς ἔφην, ἀναγράφειν ἐβούλετο· συμβαίνει δὲ πολλάκις ἐν μακροβίοις καὶ πολυέτεσι, τὰς μὲν γεγονέναι τῶν ἀνδρῶν τὰς διαδοχὰς, τὸν δὲ τῶν γενεῶν ἀριθμὸν ἀποδεδόσθαι πλήρη· ᾧ δὴ οὖν λόγῳ ἐν τοῖς ἀπὸ τοῦ Δαβὶδ καὶ ἐπὶ τὴν αἰχμαλωσίαν πλείοσιν οὖσι τὸν ἀριθμὸν τοῖς ἐν τῇ διαδοχῇ φερομένοις, ὀλιγώτεραι ἀπεδόθησαν αἱ γενεαί· ἐν γὰρ διαδοχαῖς ἀνδρῶν ἑπτὰ καὶ δέκα, γενεαὶ εἴρηνται δεκατέσσαρες· κατὰ τὸν αὐτὸν λογισμὸν καὶ νῦν ἐπ' ἀνδρῶν διαδοχαῖς δώδεκα, αἱ δεκατέσσαρες ἂν ἐπληροῦντο γενεαὶ, μακροβίων ὡς εἰκὸς πολυχρονίων αὐτῶν δὴ τῶν δώδεκα γεγενημένων, καὶ ἀρκούντων εἰς ἀναπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν. Μία μὲν ἀπόδοσις τοῦ ζητηθέντος ἥδε.
1. For the same reason; for he wished to record not successions, as I said, but generations; now it often happens among the long-lived and men of many years that while the successions of the men have been those that occurred, the number of the generations has been rendered full; by the very principle, therefore, by which among those from David up to the captivity, though those carried in the succession were more in number, fewer generations were assigned—for in successions of seventeen men, fourteen generations have been stated—according to the same reckoning now also in successions of twelve men, the fourteen generations would be filled out, those twelve themselves having likely been long-lived men of many years, and sufficing for the filling up of the fourteen generations. This is one explanation of the question.
βʹ. Καθ' ἑτέραν δὲ διάνοιαν εὕροις ἂν ἀκριβώσας κατὰ τὴν ἱστορίαν δεκατέσσαρας ὠνομασμένους καὶ ἐν τῇ παρούσῃ διαδοχῇ, εἰ πρὸς τοῖς δώδεκα συναριθμήσειας αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν τοῦ Ἰωσὴφ χρηματίσαντα· προσθείης τε τούτοις καὶ τὸν Ἰεχονίαν τὸν ἐν Βαβυλῶνι γεγενημένον, οὐχὶ τὸν πρὸ τῆς μετοικησίας ἐν τῇ Ἱερουσαλὴμ βασιλεύσαντα· δύο γὰρ ὁμώνυμοι γεγόνασιν Ἰωακεὶμ μετὰ Ἰωσίαν, ὅ γε αὐτοῦ τοῦ Ἰωσίου υἱὸς, ὃς μετὰ τοῦτον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὁ τούτου παῖς ἕτερος Ἰωακείμ· οὗτοι δὲ καὶ Ἰεχονίαι ἐχρημάτισαν, ἐξελληνισθέντος αὐτοῖς τοῦ ὀνόματος. Ὁ τοίνυν πρῶτος Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς ὢν Ἰωσίου, ταῖς πρὸ τῆς αἰχμαλωσίας συγκαταλεγέσθω γενεαῖς· ὁ δὲ τούτου παῖς ὁ δεύτερος Ἰωακεὶμ καὶ αὐτὸς Ἰεχονίας, υἱὸς ὢν τοῦ πρώτου Ἰωακεὶμ, τοῦ δὲ Ἰωσίου ἔκγονος, ἐν τοῖς μετὰ τὴν αἰχμαλωσίαν καὶ εἰς τὸν Χριστὸν γενεαλογουμένοις ἀριθμούμενος, τέλειον ἀποδοίη ἂν τὸν τῶν δεκατεσσάρων γενεῶν ἀριθμόν.
2. And according to another sense you might find, upon examining closely according to the history, fourteen named in the present succession also, if besides the twelve you should count along with them Jesus Christ Himself, Who was styled son of Joseph; and should add to these Jechonias also who came to be in Babylon, not the one who reigned in Jerusalem before the deportation; for there were two of the same name Joakim after Josias: the son of Josias himself, who reigned after him in Jerusalem, and his child, a second Joakim; and these were also styled Jechonias, their name having been Hellenized for them. Let the first Joakim, therefore, who is also Jechonias, being the son of Josias, be reckoned together with the generations before the captivity; whereas his child, the second Joakim, himself also Jechonias, being the son of the first Joakim and grandson of Josias, when numbered among those traced in the genealogy after the captivity and unto Christ, would render complete the number of the fourteen generations.
γʹ. Περὶ δὲ τοῦ δύο γεγονέναι Ἰωακεὶμ, μαρτυρήσει ἡ τῶν Βασιλειῶν Γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον· « Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπὶ τὴν Ἰσραὴλ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσία βασιλέως Ἰούδα, ἀντὶ Ἰωσία τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ. » Οἷς ἑξῆς ἐπιλέγει· « Υἱὸς εἰκοσιπέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· » οἷς μεθ' ἕτερα ἐπιλέγει· « Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακεὶμ, καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωακεὶμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ· υἱὸς ὀκτὼ καὶ δέκα ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐ-
3. Now concerning there having been two Joakims, the Scripture of the Kingdoms will bear witness, running in this manner: "And Pharao Nechao made Eliakim the son of Josias king of Juda king over Israel in place of Josias his father; and he changed his name to Joakim." To which words it adds next: "Joakim was twenty-five years old when he began to reign, and he reigned eleven years in Jerusalem;" to which after other things it adds: "And the rest of the words of Joakim, and all that he did, behold, are they not written in the book of the words of the days for the kings of Juda? And Joakim slept with his fathers, and Joakim his son reigned in his place; Joakim was eighteen years old when he began to reign
Notes, col. 925

On the reading

Printed γενεάς, for γενεὰς.