Migne Reading Room

PG 22 · cols. 892–901 · Read from the page

Questions to Stephen

Questions to Stephen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:892Read from the page
συνημμένην τῷ Ἰωσήφ, εἰκότως συναντιλαμβάνεσθαι τῆς γενεαλογίας ὅτε μάλιστα τῆς αὐτῆς αὐτῷ φυλῆς οὐ μόνον, ἀλλὰ καὶ δήμου καὶ πατριᾶς ἀποδέδεικται γενομένη· καὶ ἄλλως δὲ ἐν τῷ πρὸς αὐτὴν χρηματισμῷ θεσπίζων ὁ Γαβριὴλ μετὰ τῶν ἄλλων εἴρηκε· «Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ·» σαφῶς διδάσκων ὅτι τοῦ ἐξ αὐτῆς γενησομένου προπάτωρ ἦν ὁ Δαβίδ· πῶς γὰρ ἄλλως εἰκὸς ἦν ταῦτα τῇ παρθένῳ φάναι τὸν ἄγγελον, ἢ συνομολογοῦντα ἐκ τοῦ Δαβὶδ εἶναι; οὐ γὰρ ἂν μὴ ἐκ Δαβὶδ τυγχανούσῃ ειρήκει τὸ, «Δώσει άὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ·» ποίου γὰρ πατρός; εἰκότως ἂν ἤρετο ἡ παρθένος, ὁμολογοῦσα μὲν ὅτι ἄνδρα οὐ γινώσκει, μαθοῦσα δὲ ὅτι ἐκ Πνεύματος ἁγίου συλλήψεται, εἰ μὴ ὅτι σαφὴς ἦν ὁ λόγος πρὸς θυγατέρα Δαβὶδ λεγόμενος· ἔνθεν εἰκότως φησὶν ὁ Λουκᾶς· «Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν ἀπογράψασθαι εἰς πόλιν Δαβὶδ ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ οὔσῃ ἐγκύῳ.» Οὐκέτι γὰρ ἀμφιβόλως ἀναγνωσόμεθα τὴν παροῦσαν λέξιν, ὡς τῆς Μαρίας ἀπογράψασθαι μόνης συνελθούσης, ἀλλ' ὡς καὶ αὐτῆς σὺν τῷ Ἰωσὴφ ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ ὑπαρχούσης, τὰς ἀποδείξεις ἔχοντες τῆς τοιαύτης ἑρμηνείας τοῦ λόγου ἐκ τῶν προαποδεδομένων. Δεδεῖχθαι τοίνυν σαφῶς ἡγοῦμαι, ὅτι μὴ μάτην ὁ Ἰωσὴφ ἐγενεαλογεῖτο παρὰ τοῖς θαυμασίοις τοῦ Σωτῆρος ἡμῶν ἀποστόλοις, καὶ ὅπως ἡ Μαρία ἐκ σπέρματος οὖσα τοῦ Δαβὶδ συνίσταται, ὅ τε ἐξ αὐτῆς γεγεννημένος Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ.
joined to Joseph, reasonably shares jointly in the genealogy, especially since she has been demonstrated to be sprung not only from the same tribe as he, but also from the same deme and clan; and besides, in his divine communication to her, prophesying among other things, Gabriel has said: "And God shall give Him the throne of David His father;" clearly teaching that David was forefather of Him Who was going to be born from her; for how else was it likely for the angel to say these things to the virgin, save as agreeing that she was from David? For had she not happened to be from David, he would not have spoken the saying, "God shall give Him the throne of David His father;" for of what father? the virgin would reasonably have asked, confessing indeed that she knows not a man, and having learned that she shall conceive from the Holy Spirit, were it not that the word was plain as being spoken to a daughter of David; hence reasonably says Luke: "And Joseph also went up from Galilee out of the city of Nazareth into Judaea, to be enrolled in the city of David which is called Bethlehem, because he was of the house and clan of David, with Mary who was betrothed to him, being pregnant." For no longer shall we read the present wording ambiguously, as though Mary came along merely to be enrolled, but as being herself also together with Joseph of the house and clan of David, since we possess the demonstrations of such an interpretation of the passage from the proofs previously given. Clearly, therefore, I suppose it has been demonstrated that not in vain was Joseph traced in genealogy among the admirable apostles of our Saviour, and how Mary is established as being from the seed of David, and Jesus, born from her, the Christ of God.
Βʹ. Διὰ τί ὁ μὲν ἄνωθεν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος κατάγει τὴν γενεαλογίαν· ὁ δὲ κάτωθεν ἄνεισι, κοὐκ ἐπὶ τὸν Ἀβραὰμ ἵσταται, ἀλλ' ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν.
II. Why the one, beginning from above from Abraham, traces down the genealogy; while the other goes up from below, and does not stop at Abraham, but at Adam and God.
αʹ. Τὸ δεύτερον τῶν ὑπὸ σοῦ προταθέντων τοῦτο ἦν· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ κατάγει τὴν γενεαλογίαν, ὁ δὲ Λουκᾶς τὴν ἐναντίαν τούτου βαδίσας, ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, ἀνάγει δὲ ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν· δέον, εἴγε σύμφωνα καὶ συνῳδὰ ἀλλήλοις ἔγραφον, ἢ τὸν Λουκᾶν ἀνιόντα μέχρι τοῦ Ἀβραὰμ στῆναι, ἢ τὸν Ματθαῖον μὴ ἀπὸ τοῦ Ἀβραὰμ, ἀλλ' ἀπὸ τοῦ Ἀδὰμ, εἰς ὃν κατέληξεν ὁ Λουκᾶς, ἀπάρξασθαι τῆς γενεαλογίας. — Ῥᾳδία δὲ καὶ τούτων ἡ λύσις, καὶ οὐδὲ πολλῆς κατασκευῆς δεομένη, μίαν ἀμφοτέροις ὁδὸν πορευθεῖσιν· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις ἐγκειμένης, τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι, τρίβου· τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν· οὗτος δὲ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, καὶ τῶν θείων συνήθης Γραφῶν· αὐτίκα γοῦν ἐν μὲν τῇ βίβλῳ τῆς Ῥοὺθ Δαβὶδ ἄνωθεν ἀπὸ τοῦ Ἰούδα γενεαλογεῖται διὰ τούτων· «Καὶ αὗται αἱ γενέσεις
1. The second of the questions proposed by you was this: Matthew traces down the genealogy from Abraham, whereas Luke, walking the opposite way to him, began from Joseph, and traces it up to Adam and God; though it was needful, if indeed they wrote things harmonious and concordant with one another, either that Luke in ascending should stop as far as Abraham, or that Matthew should make a beginning of the genealogy not from Abraham, but from Adam, in whom Luke ended. — Easy, however, is the solution of these matters also, and needing not much elaboration, since both have travelled one road; for both those ascending an uphill and steep journey, and those conversely descending by the same, no one would say walk a different road, when one path lies open for both, those ascending and those descending; in the same manner, at any rate, it holds also in the succession of lineages; and this manner from of old was dear to the Hebrews, and customary in the divine Scriptures; straightway, at any rate, in the book of Ruth, David is traced in genealogy from above from Judah through these words: "And these are the generations
Notes, col. 892

On the reading

Printed ειρήκει, for εἰρήκει.

Printed άὐτῷ, for αὐτῷ.

PG 22:893Read from the page
Φαρὲς (ὁ δὲ ἦν Ἰούδα τοῦ ἀρχιφύλου παῖς)· Φαρὲς ἐγέννησε τὸν Ἑσρώμ· καὶ Ἑσρὼμ ἐγέννησε τὸν Ἀράμ· καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ· καὶ Ἀμιναδὰβ ἐγέννησε τὸν Ναασσών· καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών· καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ· καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ· καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαβίδ.» Τοῦτον δ' οὖν αὐτὸν τέθειται καὶ ὁ Ματθαῖος τὸν τρόπον.
of Phares (and he was a son of Judah the tribal patriarch): Phares begot Esrom; and Esrom begot Aram; and Aram begot Aminadab; and Aminadab begot Naasson; and Naasson begot Salmon; and Salmon begot Booz; and Booz begot Obed; and Obed begot Jesse; and Jesse begot David." This very same manner, accordingly, Matthew also has adopted.
βʹ. Ἡ δέ γε πρώτη τῶν Βασιλειῶν ἑξῆς διαδεξαμένη τῆς Ῥοὺθ τὴν γραφὴν, ἀπὸ τῶν κάτωθεν ἄνεισιν, ὥσπερ οὖν πεποίηκεν ὁ Λουκᾶς· τὸν γοῦν πατέρα τοῦ Σαμουὴλ τὸν Ἐλκανᾶ γενεαλογοῦσα ὧδέ φησι· «Καὶ ἐγένετο ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σουφεὶρ ἐξ ὄρους Ἐφραῗμ· καὶ ὄνομα αὐτῷ Ἐλκανᾶ, υἱὸς Ἰερεμιὴλ, υἱοῦ Ἐλίου, υἱοῦ Θοοῦ, υἱοῦ Σοῦρ, Ἐφραταῖος.» Ἀλλὰ καὶ ἐν τοῖς Παραλειπομένοις ποτὲ μὲν ἀπὸ τῶν πρώτων ἐπὶ τοὺς δευτέρους καθεξῆς πρόεισιν ὁ λόγος, τῇ τοῦ Ματθαίου γραφῇ παραπλησίως, ποτὲ δὲ ἐμφερῶς τῷ Λουκᾷ γενεαλογεῖ· ἄκουσον γοῦν καὶ τῶνδε· «Δαβὶδ, φησὶν, ἦν υἱὸς Σολομῶν, υἱὸς Σολομῶν Ῥοβοὰμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ, Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, Ἀμασίας υἱὸς αὐτοῦ·» καὶ οὕτω καθεξῆς κάτεισι μέχρι τοῦ Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ὡς ὁ Ματθαῖος. Ὡς δὲ ὁ Λουκᾶς, ἡ αὐτὴ πάλιν ἄνεισι Γραφὴ τὸν Σαμουὴλ γενεαλογοῦσα· φησὶ γοῦν· «Σαμουὴλ υἱοῦ Ἐλκανᾶ, υἱοῦ Ἱεροβοὰμ, υἱοῦ Ἠλιὴλ, υἱοῦ Θοαῦ, υἱοῦ Σοὺρ. υἱοῦ Ἐλκανᾶ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρίου, υἱοῦ Σοφονίου, υἱοῦ Θαὰρ, υἱοῦ Ἀσεὶρ, υἱοῦ Ἀβιάσαρ, υἱοῦ Κορὲ, υἱοῦ Ἰσσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευΐ, υἱοῦ Ἰσραήλ·» καὶ ὅρα εἰ μὴ ἄντικρυς τὸν ὅμοιον τούτοις μεμίμηται τρόπον ὁ Λουκᾶς· μυρία δ' ἂν καὶ αὐτὸς εὕροις τοιαῦτα· ἀφ' ὧν λείπεται ὁμολογεῖν, μηδὲν ξενίζον πεποιηκέναι τοὺς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστάς· οὐκ ὀρθῶς γὰρ οἴεταί τις αὐτοὺς διαφωνεῖν· ἑκάτερος γὰρ οἰκείῳ λογισμῷ τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος διὰ τὴν οἰκονομίαν τοῦ παρ' αὐτῷ λόγου, ὃν οὐ καιρὸς νῦν ἑρμηνεύειν· ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέχρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας, διὰ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον ἀναβιβάζει.
2. Yet the First Book of Kingdoms, succeeding next in order to the writing of Ruth, ascends from those below, even as Luke accordingly has done; at any rate, tracing the genealogy of Samuel's father Elkanah, it speaks thus: "And there was a man from Armathaim Supheir from Mount Ephraim; and his name was Elkanah, son of Jeremiel, son of Eliou, son of Thoou, son of Sour, an Ephrathite." Moreover in Paralipomena also at one time the account proceeds from the first to the second in order, similarly to the writing of Matthew, and at another time it traces genealogies in a manner resembling Luke; hear at any rate these words also: "Of David", it says, "a son was Solomon, Solomon's son Roboam, Abia his son, Asa his son, Josaphat his son, Joram his son, Ochozias his son, Joas his son, Amasias his son;" and thus in order it descends as far as Jechonias and the captivity into Babylon, like Matthew. And like Luke, the same Scripture again ascends when tracing the genealogy of Samuel; at any rate it says: "Samuel son of Elkanah, son of Jeroboam, son of Eliel, son of Thoau, son of Sour. son of Elkanah, son of Joel, son of Azarias, son of Sophonias, son of Thaar, son of Aseir, son of Abiasar, son of Kore, son of Issaar, son of Kaath, son of Levi, son of Israel;" and see whether Luke has not downright imitated the manner similar to these; and ten thousand such instances you yourself also might find; from which it remains to confess that the evangelists of our Saviour have done nothing strange; for not rightly does anyone suppose them to disagree; for each by a reasoning of his own has made the exposition of his writing, the one beginning from Abraham on account of the economy of the account in his work, which it is not now the season to interpret; and the other passing even beyond Abraham and ascending to the first man; and not stopping even as far as him, but suspending the whole account upon God, brings it up on account of the mystery of regeneration in Christ.
Γʹ. Πῶς ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Δαβὶδ καὶ Σολομῶνος διαδόχων ἐπὶ Ἰακὼβ καὶ Ἰωσὴφ τὰ γένη κατάγει· ὁ δὲ Λουκᾶς ἀπὸ Δαβὶδ καὶ Νάθαν παίδων ἐπὶ Ἡλὶ καὶ Ἰωσὴφ, ἐναντίως γενεαλογῶν τῷ Ματθαίῳ.
III. How Matthew traces down the lineages from David and Solomon's successors to Jacob and Joseph; whereas Luke does so from David and Nathan's children to Heli and Joseph, tracing the genealogy contrarily to Matthew.
αʹ. Τὸ τρίτον τῶν προταθέντων καιρὸς ἐπισκέψασθαι· ἀτενὲς οὖν ταῖς λέξεσιν αὐταῖς ἐπερείσωμεν τὴν ἑαυτῶν διάνοιαν· ἴδωμεν δὲ τί φησιν ὁ Λουκᾶς· «Καὶ
1. It is the season to examine the third of the questions proposed; let us therefore fix our own mind intently upon the very words; and let us see what Luke says: "And
Notes, col. 893

On the reading

Printed Θοαῦ, for Θοοῦ.

PG 22:896Read from the page
αὐτὸς ὁ Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱὸς, ὡς ἐνομίζετο, τοῦ Ἰωσὴφ, τοῦ Ἠλὶ, τοῦ Μελχί. » Ἀλλ' οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ, « ὡς ἐνομίζετο » φωνῇ· ἀλλὰ τί φησι; « Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ· » ἄλλο δὲ δήπου ἐστὶ τὸ νομίζειν, καὶ ἄλλο τὸ οὕτως ἔχειν διαβεβαιοῦσθαι· εἰ μὲν δὴ τοῦ Ματθαίου διαβεβαιωσαμένου τὸν Ἰωσὴφ υἱὸν εἶναι Ἰακὼβ καὶ τοῦ Ματθὰν, ὁ Λουκᾶς ὁμοίως διισχυρίσατο τὸν Ἰωσὴφ γεγονέναι υἱὸν τοῦ Ἠλὶ καὶ τοῦ Μελχὶ, ἀληθῶς μάχη τις ἦν καὶ πόλεμος, καὶ ἦν τῶν διαιτησόντων αὐτοῖς χρεία· νῦν δὲ ὅτε, τοῦ Ματθαίου διαβεβαιωσαμένου, ὁ Λουκᾶς οὐ διατείνεται, δόξαν δὲ παρὰ τοῖς πολλοῖς νενομισμένην τίθησιν, οὐ τὴν παρ' αὐτῷ κρατοῦσαν, οἶμαι μηδεμίαν ὑπολείπεσθαι ζήτησιν.
Jesus Himself was beginning to be about thirty years old, being the son, as was supposed, of Joseph, of Heli, of Melchi." Yet Matthew did not use the expression, "as was supposed"; rather, what does he say? "And Matthan begot Jacob, and Jacob begot Joseph;" now it is surely one thing to suppose, and another thing to affirm positively that it is so; if indeed, when Matthew had affirmed positively that Joseph was the son of Jacob and of Matthan, Luke had likewise insisted that Joseph was the son of Heli and of Melchi, truly there would have been a certain strife and war, and there would have been need of arbiters for them; but as it is, when Matthew has affirmed positively, Luke does not contend strongly, but sets down an opinion held among the many, not the one prevailing with himself, I think no question at all is left remaining.
βʹ. Διαφόρων γὰρ παρὰ Ἰουδαίοις ὑπολήψεων περὶ τοῦ Χριστοῦ κεκρατημένων, καὶ πάντων μὲν συμφώνως ἐπὶ τὸν Δαβὶδ ἀναγόντων, διὰ τὰς πρὸς τὸν Δαβὶδ τοῦ Θεοῦ ἐπαγγελίας, ἤδη δὲ τῶν μὲν ἀπὸ Δαβὶδ καὶ Σολομῶνος καὶ τοῦ βασιλικοῦ γένους πειθομένων ἔσεσθαι τὸν Χριστὸν, τῶν δὲ ταύτην μὲν φευγόντων τὴν δόξαν, διὰ τὸ πλείστην ἐμφέρεσθαι τῶν βεβασιλευκότων κατηγορίαν, διά τε τὸ ἐκκήρυκτον ὑπὸ τοῦ προφήτου Ἰερεμίου γεγονέναι τὸν Ἰεχονίαν, καὶ διὰ τὸ εἰρῆσθαι μὴ ἀναστήσεσθαι ἐξ αὐτοῦ σπέρμα καθήμενον ἐπὶ θρόνου Δαβὶδ, διὰ δὲ οὖν ταῦτα, ἑτέραν ὁδευόντων, καὶ ἀπὸ μὲν Δαβὶδ ὁμολογούντων, οὐ μὴν διὰ Σολομῶνος, ἀλλὰ διὰ Νάθαν, ὃς ἦν τοῦ Δαβὶδ παῖς (φασὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα), ἀπό τε τοῦ Νάθαν διαδόχων προελεύσεσθαι τὸν Χριστὸν διαβεβαιουμένων, καὶ τόν γε Ἰωσὴφ ἐκεῖθέν ποθεν γενεαλογούντων, σφόδρα ἀναγκαίως ὁ Λουκᾶς τὴν τούτων ἀνιστορῶν δόξαν, ἀλλ' οὐ τὴν αὐτοῦ, προσέθηκε τῇ κατ' αὐτὸν ἱστορίᾳ τὸ » ὡς ἐνομίζετο· » τῷ Ματθαίῳ παραχωρήσας μὴ τὸ, ὡς ἐνομίζετο, ἱστορεῖν, ἀλλ' ὡς εἶχεν ἀληθείας τὰ τῆς γενέσεως· αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις.
2. For since differing conceptions concerning the Christ had prevailed among the Jews, and while all indeed agreed in tracing Him up to David on account of the promises of God to David, yet some were persuaded that the Christ would be from David and Solomon and the royal lineage, whereas others shunned this opinion, because very great accusation is brought against those who reigned as kings, and both because Jechoniah had been proclaimed cast out by the prophet Jeremiah, and because it had been said that no seed from him would rise up sitting upon the throne of David, and on account of these things, therefore, travelled another road, and confessed Him to be from David indeed, yet not through Solomon, but through Nathan, who was a son of David (and they say that Nathan also prophesied according to what is transmitted in the Books of Kings), and affirmed positively that the Christ would come forth from the successors of Nathan, and traced the genealogy of Joseph from somewhere thence, very necessarily Luke, recording the opinion of these men, and not his own, added to the history according to him the phrase "as was supposed;" yielding to Matthew to record not what was supposed, but how the matters of the nativity stood in truth; this, then, is the first explanation.
γʹ. Εἴη δ' ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥητος ἐν τοῖς προκειμένοις λόγος· Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς ἐκ Δαβὶδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ λόγου· τὸν δὲ Λουκᾶν ἡγοῦμαι μὴ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο μὲν γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει ὅτι ἐχρῆν ταύτην ἐκθέσεσθαι· ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι παραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς εἶναι ἀνθρώπων νομίζοιτο δι' ἣν περίκειται σάρκα, ἀλλ' οὐχ ἵσταταί γε αὐτῇ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ' ει καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γέννησιν, ὅμως δ' οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας ὑφέστηκεν· ἐπειδὴ δὲ οὖν οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξετίθετο τὴν διήγησιν, εἰκότως τὸν
3. And there might also be another deep and ineffable meaning in the passages before us; for Matthew, avowedly recording the incarnate nativity of the Christ, and wishing to show that Joseph was truly from David, has made use of the opening of his account whence he ought; whereas I consider that Luke, not wishing to trace the genealogy of the nativity of Jesus according to the flesh, has done this now; for if he had been doing this on purpose, he was not ignorant that he ought to set forth that one; but since he now makes mention of the regeneration through the washing, introducing Him as Son of God, he wishes as in an example to present that everyone who is regenerated in God, even if he should truly be supposed to be a son of men on account of the flesh with which he is clothed, yet the matters of his birth do not stop at it with his parents according to the flesh, nor reach as far as the forefathers of his body; rather, even if he should be supposed to be a son of men on account of the birth of the body, nevertheless he subsists not alien from the adoption of God; and since, therefore, he was not setting forth the narrative according to the same intention as Matthew, reasonably the
Notes, col. 896

On the reading

Printed » ὡς ἐνομίζετο· », for « ὡς ἐνομίζετο· ».

Printed ει, for εἰ.

PG 22:897Read from the page
αὐτὸν ἐκείνω καιρὸν ὑπερβάς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναντίαν ἐκτίθεται τῶν γενῶν διαδοχήν· ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνήμην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν ἀποσειόμενος· ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων.
same time as he having passed over, he arrives at the regeneration that is through the washing; and here he sets forth the opposite succession of the generations; both tracing up at once from the last to the first, and at once shaking off the memory of the blameworthy and sinful men in Matthew; inasmuch as he who has been regenerated with God is rendered alien from carnal birth and from sinful fathers according to the flesh, being declared a son of God, and of all those who have lived blamelessly according to God.
δʹ. Οἷον, ὡς ἐπὶ παραδείγματος, Παῦλος ὁ ἀπόστολος ἐχέτω μὲν κατὰ σάρκα πατέρα Ἰουδαῖον ὅντινα ὡς εἰκὸς ἄπιστον· ἐχέτω δὲ καὶ κατὰ Θεὸν, οὗ κατὰ τοὺς τρόπους ἐβίου· εἰ δὲ οὖν μέλλει τις αὐτὸν κατὰ σάρκα γενεαλογεῖν, τίνος εἰκότως ἂν ἐμνήσθη, ἢ πάντως που τοῦ κατὰ σάρκα πατρός; Εἰ δ' αὖ πάλιν ἕτερος τὴν ἐν Χριστῷ γένεσιν αὐτοῦ δηλοῦν ἐθέλοι, τίνος ἂν τὴν μνήμην θείη ἂν εἰκότως, ἢ πάντως τοῦ κατὰ Θεὸν αὐτὸν ἀναγεννήσαντος; Οὕτω καὶ τῷ Ἀβραὰμ εἴρηται· « Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὐ δήπου τοὺς κατὰ σάρκα πατέρας δηλοῦντος τοῦ λόγου, εἰ μὴ καὶ θεοσεβεῖς λέγοιντο γεγονέναι, τοὺς δὲ ἐν Θεῷ πατέρας διὰ τὴν τῆς εὐσεβείας ὁμοιοτροπίαν αἰνιττομένου· οὕτω καὶ οἱ ἐξ Ἀβραὰμ, ἀσεβεῖς ἦσαν μὲν κατὰ σάρκα οἱ υἱοὶ Ἀβραὰμ, κατὰ δὲ τὸν τρόπον, υἱοὶ Σοδόμων καὶ Γομόῤῥας· διὸ λέγεται πρὸς αὐτούς· « Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας· » ὡς αὖ πάλιν ἐξ ὧν ἤμελλεν υἱοὶ Ἀβραὰμ γίγνεσθαι· οἱ γοῦν ἐξ' ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες, κατὰ σάρκα πατέρων ἀλλοφύλων φύντες, υἱοὶ γεγόναμεν Ἀβραὰμ, Χριστοῦ γενόμενοι παῖδες καὶ τῶν Χριστοῦ μαθητῶν· ὥστε καὶ δευτέραν ἡμᾶς ἐπιγράφεσθαι γένους διαδοχὴν πολὺ κρείττονα τῆς κατὰ σάρκα διὰ τὴν κατὰ Χριστὸν ἀναγέννησιν.
4. For instance, as by way of example, let Paul the apostle have indeed according to the flesh some Jewish father, in all likelihood unbelieving; and let him also have one according to God, according to whose ways he lived; if then someone is going to trace his genealogy according to the flesh, whom would he reasonably have mentioned, other than surely his father according to the flesh? Yet if again on the other hand another should wish to set forth his birth in Christ, of whom would he reasonably make mention, other than surely him who regenerated him according to God? Thus also to Abraham it has been said: "And you shall depart to your fathers, nourished in a good old age;" the word surely not signifying his fathers according to the flesh, unless they too should be said to have been godly, but hinting at his fathers in God on account of similarity of character in godliness; thus also those from Abraham, being ungodly, were indeed according to the flesh the sons of Abraham, but according to their manner of life, sons of Sodom and Gomorrah; wherefore it is said to them: "Hear the word of the Lord, rulers of Sodom, give heed to the law of God, people of Gomorrah;" as again on the other hand those from whom sons of Abraham were going to arise; at any rate we from the nations who have believed in the Christ of God, though born according to the flesh of foreign fathers, have become sons of Abraham, having become children of Christ and of Christ's disciples; so that we also have ourselves inscribed in a second succession of lineage much better than that according to the flesh, on account of the regeneration according to Christ.
εʹ. Εἰκότως τοιγαροῦν καὶ ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ, οὐ τοῦ Σολομῶνος καὶ τῆς τοῦ Οὐρίου, οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥούθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ διαβεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι' ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὴ καὶ ἐκ τοῦ προφήτου Νάθαν ἀναγεγεννημένον εἰσάγει· καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ ἐντεῦθεν γενεαλογούμενος, ἐπειδήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου γενησομένης· ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ' αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ' ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν ἐπὶ τὸν ἀληθῆ πατέρα, μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ.
5. Reasonably therefore Luke also, inasmuch as he is recording the regeneration, does not travel the same road as Matthew, nor has he made citation of Solomon and her who was Uriah's, nor of Thamar, nor of Ruth, nor of Jechoniah and the traduced men in between, but ascends through other blameless men, and indeed introduces Him as regenerated from the prophet Nathan; and He Who in Matthew was begotten according to the flesh was a son of Abraham traced in genealogy thence, inasmuch as to Abraham first the promise had been given of the blessing of the nations, which was to come about not otherwise than through Him Who would come forth from his seed; whereas He Who has been regenerated in God, having inscribed other fathers, those according to God, yet not having had even them truly, save as was supposed on account of similarity of morals, ascends to the true Father, after all of them being styled Son of God.
Notes, col. 897

On the reading

Printed ἐκείνω, for ἐκείνῳ.

Printed ἐξ', for ἐξ.

PG 22:900Read from the page
Δʹ. Ἀφρικανοῦ περὶ τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις γενεαλογίας.
IV. Of Africanus, concerning the genealogy in the holy Gospels.
αʹ. Οἱ μὲν οὖν ἤτοι τὴν εὐαγγελικὴν ἱστορίαν ἠγνοηκότες ἢ συνεῖναι μὴ δυνηθέντες, δοξολογούσῃ πλάνῃ τὴν ἀγνωσίαν ἐπύκνωσαν εἰπόντες ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία τῶν τε ἱερατικῶν ὡς οἷόν τε καὶ τῶν βασιλικῶν· ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα· ὅτι Χριστὸς ἀΐδιος μὲν ἀρχιερεὺς Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέρων, βασιλεὺς δ' ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέμων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν τῶν ὅλων γενόμενος· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις τὸ τοῦ Δαβίδ ἐστι γένος ἡ τοῦ Ἰούδα φυλὴ βασιλική· εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ' ὅμως καὶ Σολομῶν ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγένοντο προφῆται, ἱερεῖς δὲ οὐ δεῖνες τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῗται· μάτην ἄρα πέπλασται τὸ ἐψευσμένον· μὴ δὴ κρατοίη τοιοῦτος λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ καὶ Θεοῦ πατέρων ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ.
1. Some, then, either having been ignorant of the evangelical history or having been unable to understand it, thickened their ignorance with a glorifying error, saying that rightly has occurred this differing enumeration of the names and intermingling both of the priestly ones, as far as possible, and of the royal ones; so that the Christ might rightly be shown to have become both priest and king; as though anyone disbelieved or held another hope: that Christ is indeed eternal High Priest of the Father, offering up our prayers to Him, and supramundane King, governing by the Spirit those whom He set free, having become fellow-worker towards the ordering of all things; and yet they ought not to have been ignorant that either order of those enumerated is the lineage of David, the royal tribe of Judah; for if Nathan was a prophet, yet nevertheless both Solomon and the father of each of these were so too; and prophets arose from many tribes, whereas priests were none of the twelve tribes, save Levites alone; in vain, therefore, has the fabrication been fashioned; let no such word prevail in the Church of Christ and of the God of fathers of exact truth, that a falsehood has been composed unto the praise and glorification of Christ.
βʹ. Ἵνα οὖν καὶ τοῦτο μὲν τοῦ εἰρηκότος ἐλέγξωμεν τὴν ἀμαθίαν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ' ἀγνοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι. Ἐπειδὴ γὰρ τὰ ὀνόματα τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει ἢ νόμῳ· φύσει μὲν, γνησίου σπέρματος διαδοχῇ· νόμῳ δὲ, ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος ἀδελφοῦ ἀτέκνου· ὅτι γὰρ οὐδέπω αὐτοῖς δέδοτο ἐλπὶς ἀναστάσεως σαφής, τὴν μέλλουσαν ἐπαγγελίαν ἀναστάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα μείνῃ τοῦ μετηλλακότος· ἐπεὶ οὖν οἱ τῇ γενεαλογίᾳ ταύτῃ ἐμφερόμενοι, οἱ μὲν διεδέξαντο παῖς πατέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ μνήμη καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεννηκότων· οὕτως οὐδέτερον τῶν Εὐαγγελίων ψεύδεται καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· ἐπεπλάκη γὰρ ἀλλήλοις τὰ γένη τά τε ἀπὸ Σολομῶνος καὶ τοῦ Νά-
2. So that we may therefore both refute the unlearnedness of him who has said even this, and prevent anyone from being caused to stumble through ignorance, I shall set forth the true history of what happened. For since the names of the generations in Israel were reckoned either by nature or by law: by nature, indeed, through succession of legitimate seed; and by law, when another begot children in the name of a brother who had died childless; for because no clear hope of resurrection had yet been given to them, they imitated the future promise by a mortal resurrection, so that the name of the departed might remain unextinguished; since, therefore, of those included in this genealogy, some succeeded legitimately as son to father, while others were begotten by one set of men, yet were assigned by name to another set, mention has been made of both, both of those who begot and of those counted as having begotten; thus neither of the Gospels speaks falsely in reckoning both nature and law; for the lineages were interwoven with one another, both those from Solomon and that of Na-
Notes, col. 900

On the reading

Printed οὐ δεῖνες, for οὐδένες.

Printed ἐπεπλάκη, for ἐπεπλέκη.

PG 22:901Read from the page
θαν, ἀναστάσεσιν ἀτέκνων καὶ δευτερογαμίαις καὶ ἀναστάσει σπερμάτων· ὡς δικαίως τοὺς αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι· τῶν μὲν δοκούντων πατέρων, τῶν δὲ ὑπαρχόντων· καὶ ἀμφοτέρας τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ πολυπλόκως μὲν, ἀλλ' ἀκριβῶς κατελθεῖν. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν διηγήσομαι. Ἡ κατὰ φύσιν γένεσις ἔστι Ματθαίου· ἡ κατὰ νόμον ἀνάστασις γένους, ἔστιν ἡ τοῦ Λουκᾶ· Ματθὰν ὁ ἀπὸ Σολομῶνος, ἐγέννησε τὸν Ἰακώβ· Ματθὰν ἀποθανόντος, Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυναικὸς ἐγέννησε τὸν Ἠλί· ὁμομήτριοι ἄρα ἀδελφοὶ, Ἠλὶ καὶ Ἰακώβ· Ἠλὶ ἀτέκνου ἀποθανόντος, ὁ Ἰακὼβ ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἠλί· οὕτως ἀμφοτέρων υἱὸς Ἰωσήφ.
than, by raisings up of the childless and second marriages and raising up of seeds; so that justly the same men were at different times reckoned as belonging to different fathers: some being reputed fathers, and others actually existing as such; and both narratives, being strictly true, came down to Joseph intricately indeed, yet accurately. And so that what is said may be clear, I shall recount the interchange of the lineages. The birth according to nature is Matthew's; the raising up of lineage according to law is that of Luke: Matthan, who was from Solomon, begot Jacob; when Matthan died, Melchi, who was from Nathan, from the same woman begot Heli; Heli and Jacob were therefore brothers by the same mother; when Heli died childless, Jacob raised up seed to him, begetting Joseph, according to nature indeed for himself, but according to law for Heli; thus Joseph was the son of both.
Εʹ. Διὰ τί ὁ Ματθαῖος τοῦ Ἀβραὰμ προτάττει τὸν Δαβὶδ ἐν τῇ τοῦ Χριστοῦ γενεαλογίᾳ φήσας· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ.
V. Why Matthew places David before Abraham in the genealogy of the Christ, saying: Book of the generation of Jesus Christ, son of David, son of Abraham.
αʹ. Ἐπειδὴ πρώτῳ καὶ μόνῳ τῷ Δαβὶδ μεθ' ὅρκου διαβεβαιώσεως, ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται οὖν· « Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου. » Καὶ πάλιν· « Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. » Καὶ τὰ μὲν τῆς ἐπαγγελίας τοῦ προφητευομένου, τοιαῦτα ἦν· τοῦ δὲ Σολομῶνος τῆς βασιλείας οὐκ ἄδηλος ὁ χρόνος· λέγεται δὲ οὖν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν γένοιτ' ἂν ἀληθὲς εἰς αὐτὸν ἀναφερόμενον· « Ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα; » Ἀλλ' εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι ταῦτα, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, καὶ ἡ ἀπὸ Δαβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκησε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τοῦ Δαβὶδ καταστάντος. Θέα δὲ ὡς καὶ τοῦτο προσέθηκεν ἡ προφητεία περὶ τοῦ θεσπιζομένου φήσασα· « Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα· καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. » Καὶ ἐν ἑτέρῳ πάλιν· « Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν· » ὅπερ ἀνοίκειον γένοιτ' ἂν Σολομῶνι.
1. Because to David first and alone, with confirmation of an oath, it was foretold by oracle that from him according to the flesh the Christ would spring; accordingly it is written: "Of the fruit of your belly I will set upon your throne." And again: "I have made a covenant with My chosen ones; I have sworn to David My servant: for ever I will prepare your seed, and I will build up from generation to generation your throne." Such, then, were the terms of the promise concerning Him Who was prophesied; whereas the duration of Solomon's reign is not obscure; for indeed he is said to have reigned over Israel for forty years alone; how then could it prove true if referred to him: "I will establish his throne for ever?" Yet if anyone should say that these things were spoken concerning the succession from him, one must not be ignorant that only down to Jechoniah and the captivity into Babylon did the succession of the kingdom from David and Solomon endure, since no one after Jechoniah was established upon the throne of David. And behold how the prophecy added this also concerning Him Who was foretold by oracle, saying: "I will be to Him for a father; and He shall be to Me for a son." And again in another place: "He shall call upon Me: Thou art My Father; and I will set Him as firstborn;" which would prove unfitting for Solomon.
βʹ. Παραθετέον δὲ τὰ περὶ αὐτοῦ ἐν Βασιλείαις ἱστορούμενα ἐν τούτοις· « Καὶ ὁ βασιλεὺς Σολομῶν ἦν φιλογύνης· καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλάς· καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, καὶ Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, καὶ Ἀμοῤ-
2. And one must set beside this the things recorded concerning him in the Books of Kings in these words: "And king Solomon was a lover of women; and he took many foreign wives: both the daughter of Pharaoh, Moabite, and Ammonite, and Idumaean, Syrian, Hittite, and Amor-