σκων ὅτι δὴ πάσης μείζων τῆς πρότερον αὐτῷ θεωρουμένης ὀπτασίας ἡ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων τυγχάνει γνῶσις, ἣν καὶ παραδώσειν αὐτῷ ὑπισχνεῖται, περὶ μὲν ἑαυτοῦ λέγων, « Παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου. » Περὶ δὲ τῆς τοῦ Πατρὸς μυσταγωγίας τὸ, « καὶ καλέσω ἐν ὀνόματι Κυρίου· » ποίου γὰρ Κυρίου, αὐτὸς ὢν ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος, εἰ μὴ ἄρα τοῦ Πατρὸς καλέσειν ἐπαγγέλλεται; Καὶ ἀληθῶς γε εἰ μὴ διέλθοι τινὰ πρότερον ὁ τοῦ Θεοῦ Λόγος, καὶ εἰ μὴ αὐτὸς ἀνακαλέσοιτο τὸν Πατέρα, οὐδ' ἄλλως δυνατὸν τὴν τοῦ Πατρὸς τῶν ὅλων ἀναλαβεῖν γνῶσιν· « ἐπεὶ μηδ' εἷς ἔγνω τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. » Αὐτὸς γοῦν ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς δι' οὗ μόνου ἔστιν ἰδεῖν τὸν ἐπέκεινα καὶ ἀνωτάτω τῶν ὅλων αἴτιον, αὐτὸν τὸν Πατέρα· εἰ γὰρ καὶ τὰ μάλιστα οἷά τις αὐτοῦ πρόδρομος προεπιδημεῖ ταῖς τῶν μακαρίων ψυχαῖς ὁ θεῖος Λόγος, τῆς ἰδίας δόξης μεταδιδοὺς αὐταῖς, ἀλλ' οὐχ ἵσταταί γε εις τέλος τὰ τῆς αὐθεντίας εἰς ἑαυτὸν ἀναλαμβάνων, προπαρασκευάσας δὲ καὶ προευτρεπίσας τὴν μονὴν, ὑποχωρεῖ καὶ μεταπαραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Τοῦτο δὲ καὶ αὐτὸς ὁμολογεῖ φάσκων, « Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου. » Νῦν μὲν οὖν λόγῳ τοῦτο πράξειν ἐπαγγέλλεται· ἑξῆς δὲ καὶ τὸ ἔργον ἐπάγει ἔνθα εἴρηται, « Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου. Καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ καὶ ἐκάλεσε, Κύριος, Κύριος ὁ Θεὸς οἰκτίρμων, καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ· ἐπάγων ἀνομίας πατρῶν ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. » Ταῦτα γὰρ αὐτός φησι καταβὰς ἐν νεφέλῃ καὶ παραστὰς τῷ Μωϋσεῖ ὁ διὰ τοῦ τετραγράμμου δηλούμενος Κύριος· ὃς καθ' ἣν πεποίηται ὑπόσχεσιν παρελθὼν πρὸ προσώπου αὐτοῦ, τὸν καὶ ἑαυτοῦ Κύριον καὶ Πατέρα, τὸν ἀληθῶς ὄντα Κύριον Κύριον, δὶς διὰ τοῦ τετραγράμμου ἐμφερόμενον ἀνακαλεῖται λέγων τὸ, « Κύριος. Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, » καὶ τὰ ἑξῆς. Εἰ δὲ βιαζόμενός τις φάσκοι μὴ τὸν Κύριον, ἀλλὰ Μωϋσῆν ταῦτα ειρηκέναι, πεῖσμα βέβαιον λαμβανέτω ἐξ αὐτῶν τῶν τοῦ Μωϋσέως φωνῶν ὁμολογοῦντος τοῦ Κυρίου εἶναι τὰς προεκτεθείσας λέξεις, δι' ὧν εὐχόμενος ἐν ἑτέρῳ τόπῳ φησὶ, « Καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, Κύριε· ὃν τρόπον εἶπας λέγων, Κύριος μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός· ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας, καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατρῶν ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς. » Ἐναργέστατα δὴ οὖν καὶ σαφέστατα διὰ τούτων αὐτὸς ὁ Κύριος τὰς προεκτεθείσας εἰρηκὼς παριστᾷ τε (παρίσταται) φωνὰς, μείζονα Κύριον τὸν ἀληθῶς Κύριον, δῆλον δ' ὅτι τὸν Πατέρα ἑαυτοῦ, ἀνακαλούμενος· ἢ εἰ δυσπειθῶς ἔχοι πρὸς ταῦτα, λεγέτω εἴ τινα ἄλλην οἷός τέ ἐστιν κατὰ
ing that the knowledge of the Father and God of all is indeed greater than every vision previously beheld by him, which knowledge He also promises to hand down to him, saying concerning Himself on the one hand, "I shall pass by before you in My glory," and concerning the mystical initiation into the Father on the other hand, "and I shall call in the name of the Lord;" for in the name of what Lord, seeing that He Himself is the Lord signified through the Tetragrammaton, does He promise to call, unless indeed that of the Father? And truly unless the Word of God should first pass through someone, and unless He Himself should call upon the Father, it is not otherwise possible either to receive the knowledge of the Father of all; "since no one at all knows the Father save the Son, and he to whomsoever the Son may reveal Him." He Himself, therefore, is the door and the way through Whom alone it is possible to see the Cause beyond and supreme over all, the Father Himself; for even though most of all, like some forerunner of His, the divine Word visits beforehand the souls of the blessed, imparting to them His own glory, yet He does not halt at the end taking the prerogatives of supreme authority unto Himself, but having prepared beforehand and made ready beforehand the abode, He withdraws and hands over in turn the kingdom to His God and Father. And this He Himself also confesses when He declares, "I shall pass by before you in My glory, and I shall call in the name of the Lord." Now on the one hand in word He promises to do this; and next on the other hand He also brings in the deed where it has been said, "And the Lord descended in a cloud, and stood beside him there; and He called in the name of the Lord. And the Lord passed by before his face and called, The Lord, the Lord God compassionate, and merciful, long-suffering, and abundant in mercy, and true, and keeping righteousness, showing mercy unto thousands, taking away iniquities, and injustices, and sins, and He will not clear the guilty; bringing the iniquities of fathers upon children, and upon children's children unto the third and fourth generation." For these things He Himself says, having descended in a cloud and stood beside Moses, the Lord signified through the Tetragrammaton; Who, having passed by before his face in accordance with the promise which He has made, calls upon His own Lord and Father also, Who truly is Lord, Lord, twice set forth through the Tetragrammaton, saying: "The Lord. The Lord God compassionate and merciful," and what follows. And if anyone forcing the sense should assert that not the Lord, but Moses has spoken these things, let him receive firm assurance from the very utterances of Moses confessing that the previously cited words belong to the Lord, through which when praying in another passage he says, "And now let Thy hand be exalted, O Lord; even as Thou hast spoken, saying, The Lord long-suffering, and abundant in mercy, and true; taking away iniquities and injustices, and sins; and by cleansing He will not clear the guilty, recompensing the sins of fathers upon children unto the third and fourth generation." Most plainly then indeed and most clearly through these things the Lord Himself both presents (is presented) as having spoken the previously cited utterances, calling upon a greater Lord, Him Who is truly Lord, manifestly His own Father; or if anyone should be stubbornly disposed towards these things, let him say whether he is able to give any other according to