Migne Reading Room

PG 22 · cols. 1053–1064 · Read from the page

Prophetic selections

Prophetic selections

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:1053Read from the page
ταῖς εὐλογίαις παρίστησι λέγων· « Κύριος ἐκ Σινὰ ἥκει, καὶ ἐπέφανεν ἐκ Σεὶρ ἡμῖν, καὶ κατέσπευσεν
the blessings presents, saying: "The Lord has come from Sinai, and has shone forth to us from Seir, and has hastened
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Ἀπὸ τῆς Ἐξέδου.
From Exodus.
« Ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης πρὸ προσώπου αὐτῶν· καὶ ἐπορεύθη καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν, καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραήλ. » Εἶτ' ἐν τοῖς ἑξῆς ἡ θεία διδάσκει Γραφὴ, τί ποτε ἦν ἡ νεφέλη, φάσκουσα· « Εἶπεν δὲ Κύριος πρὸς Μωϋσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν ἐκ (στύλῳ) τῆς νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καί σοι πιστεύσωσιν· » καὶ πάλιν· « Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς· » καὶ αὖθις· « Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης. » Οὐκοῦν διὰ τούτων ἕτερος ἦν σαφῶς τῆς νεφέλης ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραὴλ ἄγγελος, καὶ ἡ νεφέλη δὲ ἄλλη μέν τις ἐτύγχανεν παρ' αὐτὸν ἄγγελον, τοῦ δὲ Κυρίου αὐτοῦ σωματικὸν ὥσπερ ὄργανον ἦν· δι' οὗ, τὴν φύσιν ὢν αὐτὸς ἀσώματος, καὶ πάσης ἐπέκεινα αἰσθητῆς καὶ ὑλικῆς οὐσίας, δι' αισθητῆς φωνῆς τῆς ἰδίας ἠξίου ὁμιλίας τὸν θεράποντα· καὶ τῆς τοιαύτης τε οἰκονομίας αὐτὸς ὁ Κύριος τὸν λόγον ἀποδιδοὺς τῷ Μωϋσεῖ φησιν· « Ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καί σοι πιστεύσωσιν· » ἀλλ' ἐπὶ μὲν τοῦ λαοῦ, οἷα σωματικωτέρου τυγχάνοντος, δι' αἰσθητῆς φωνῆς ὁμιλεῖ, ἐπὶ δὲ ζῶν πατριαρχῶν, οὔτε νεφέλης οὔτε στύλου πυρὸς δεθμένων, ἕτερος ἐγίγνετο τῆς τε ὀπτασίας καὶ τῆς πρὸς αὐτοὺς ὁμιλίας ὁ τρόπος. Καὶ ὅτι γε οὐκ ἦν ἀγγελική τις δύναμις ἡ διὰ τῆς νεφέλης χρηματίζουσα, ἀλλ' αὐτὸς ὁ Θεὸς, πρὸς τοῖς προαποδεδειγμένοις δηλοῦται καὶ διὰ τῆς οὕτως ἐχούσης Γραφῆς· « Εἶπεν δὲ Κύριος πρὸς Μωϋσῆν· Βάδιζε καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου. » Καὶ πάλιν· « Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν, σὺ καὶ ὁ λαὸς, » καὶ τὰ ἑξῆς· καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου. Ταῦτα γὰρ ἀγγέλῳ μὲν οὐδαμῶς λέγειν ἁρμόττει, Θεῷ δὲ μόνῳ, καὶ τῷ καθ' ὅλην τὴν ἱστορίαν διὰ τοῦ τετραγράμμου δηλουμένῳ Κυρίῳ. Ἆρ' οὖν ὁ τῶν ὅλων ποιητὴς καὶ Θεὸς τῶν ἁπάντων εἰς τοσοῦτον κατῄει, ὡς ἐπὶ σωματικοῦ ὄρους ὀχεῖσθαι, καὶ παιδαγωγοῦ δίκην συμβαδίζειν ἀνθρώποις ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; ἦ τοῦτο μὲν οὔτε δυνατὸν, οὔθ' ὅσιον ἐννοεῖν, εὐσεβέστερον δὲ ἅμα καὶ δυνατὸν τὸν θεῖον ὑπολαμβάνειν Λόγον, διάκονον ὄντα τοῦ πατρικοῦ βουλήματος, ἐπείπερ αὐτοῦ Κυρίου ὄντος
"And the angel of God who went before the sons of Israel removed, and went behind them; and the pillar of the cloud also removed from before their face, and went and stood behind them, and entered between the camp of the Egyptians and between the camp of the sons of Israel." Then in what follows the divine Scripture teaches what the cloud ever was, saying: "And the Lord said to Moses: Behold, I come to you in out of (a pillar of) the cloud, so that the people may hear Me speaking to you, and may believe you;" and again: "And God led them by day in a pillar of cloud, to show them the way; and by night, in a pillar of fire to shine for them;" and once more: "And the Lord descended in a pillar of cloud." Accordingly, through these words, the angel going before the sons of Israel was clearly distinct from the cloud, and the cloud on the one hand was something other beside the angel himself, while on the other hand it was as it were a bodily instrument of the Lord Himself; through which, being Himself incorporeal by nature, and beyond all sensible and material substance, through a sensible voice He counted His servant worthy of converse with Himself; and rendering the reason for such a dispensation to Moses, the Lord Himself says: "So that the people may hear Me speaking to you, and may believe you;" yet in the case of the people, inasmuch as they were more corporeal, He converses through a sensible voice, whereas in the case of the patriarchs, who needed neither cloud nor pillar of fire, the manner both of the vision and of the converse towards them was different. And that it was not indeed some angelic power delivering oracles through the cloud, but God Himself, in addition to what has previously been demonstrated is also shown through the Scripture that runs thus: "And the Lord said to Moses: Go and lead the people into the place of which I have spoken to you; behold, My angel shall go before your face." And again: "And the Lord said to Moses: Depart and go up from here, you and the people," and what follows: and I shall send My angel along with you before your face. For to say these things by no means befits an angel, but God alone, and the Lord signified throughout the whole narrative by the Tetragrammaton. Did then the Maker of the universe and God of all descend so far as to ride upon a bodily mountain, and to walk along with men after the manner of a tutor, He Who fills heaven and earth? Or is it neither possible nor pious to conceive this, while it is at once more reverent and possible to suppose the divine Word, Who is minister of the Father's counsel, seeing that, He Himself being Lord,
Notes, col. 1053

On the reading

Printed Ἐξέδου, for Ἐξόδου.

Printed αισθητῆς, for αἰσθητῆς.

Printed ζῶν, for τῶν.

Printed δεθμένων, for δεομένων.

PG 22:1056Read from the page
« ἐγενήθη μερὶς Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ, » οἷα ὑπὲρ μερίδος καὶ κληρονομίας φροντίζειν, κενοῦντά τε ἑαυτὸν καὶ τοῦ συμφυοῦς μεγέθους σμικρύνοντα τῇ τῶν ἀνθρώπων καὶ πρὸ τῆς ἐνανθρωπήσεως συμπεριφέρεσθαι σωτηρίᾳ; Εἰ γοῦν εὐγνωμόνως ἐπιστήσαιμεν, εὕροιμεν αὐτὸν ποτὲ μὲν εἰς ἴδιον πρόσωπον ἀναφέροντα τὰς παρακελεύσεις, ὡς ὅταν λέγῃ· « Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ θυσιαστήριον ἐκ γῆς ποιήσεταί μοι· καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε· » ποτὲ δὲ ὡς περὶ ἑτέρου Κυρίου, τοῦ Θεοῦ δηλαδὴ καὶ Πατρὸς αὐτοῦ, διαλεγόμενον, ὡς ἐπὶ τῆς Δεκαλόγου ὅταν φάσκῃ· « Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· καὶ γὰρ ἐν ἓξ ἡμέραις ἐποίησεν Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην· » καὶ αὖθις· « Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι. » Ταῦτα γὰρ οὐ δι' ἀγγέλου, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ
"Jacob became His portion and Israel the measuring-line of His inheritance," as taking thought for His portion and inheritance, both emptying Himself and diminishing His connatural greatness to accommodate Himself even before the incarnation to the salvation of men? If then we should consider attentively with right judgement, we would find Him sometimes referring the injunctions to His own person, as when He says: "You shall not appear before Me empty; and an altar of earth shall be made for Me; and I shall come to you and bless you;" and sometimes conversing as concerning another Lord, namely His God and Father, as in the Decalogue when He declares: "You shall not take the name of the Lord your God in vain; and on the seventh day, sabbaths to the Lord your God; for in six days the Lord made both heaven and earth; and the Lord blessed the seventh day;" and again: "Honour your father and your mother, that it may be well with you, and that you may be long-lived upon the land which the Lord your God gives to you." For these things not through an angel, but Himself through Himself
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
« Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει ἐν αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ. » Ταῦτα μετὰ τῶν λοιπῶν δικαιωμάτων ὁ Κύριος τῷ λαῷ διαστέλλεται. Εἰ μὲν οὖν μετὰ τὴν Μωϋσέως τελευτὴν μὴ ὁ αὐτὸς Κύριος ὁ ἐπὶ τῆς ἐρήμου χρηματίζων συμπαρῆν τῷ λαῷ, ἀλλ' ἀγγέλων τις αὐτῶν προηγεῖτο, οὐδὲν ἂν εἰς τοὺς τόπους ζητούμενον ἦν· ἐπεὶ δὲ ἐκ τῆς ἱστορίας φαίνεται καὶ μετὰ τὴν Μωϋσέως τελευτὴν ὁ αὐτὸς Κύριος τῷ Ἰησοῦ χρηματίζων καὶ σαφῶς ἐν τοῖς πρὸς αὐτὸν χρησμοῖς λέγων· « Ὅτι ὥσπερ ἤμην μετὰ Μωϋσῆ, οὕτως ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ' ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς· » καὶ δι' ὅλης τῆς Γραφῆς ἄγγελος μὲν οὐδαμῶς ἐπιπαρὼν ἢ χρηματίζων τῷ Ἰησοῦ φαίνεται, ἀλλ' αὐτὸς ὁ Κύριος ὁ καὶ παρὰ Μωϋσεῖ διὰ τοῦ τετραγράμμου δηλούμενος, ὃς καὶ δοκεῖ μοι ὁ αὐτὸς εἶναι τῷ ἐν ἀνδρὸς σχήματι εἰς ἅπαξ μόνον παραφανέντι τῷ Ἰησοῦ. Ὥσπερ γὰρ ἐπιφανεὶς τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ ἀναγέγραπται, οὕτω καὶ νῦν ἐπὶ τῷ παιδεῦσαι τὸν θεράποντα μὴ αὐτὸν ἡγεῖσθαι τὸν πρῶτον καὶ ἀγένητον εἶναι Θεὸν, ἀλλ' ἀρχιστράτηγον τῆς ἐκείνου δυνάμεως ἀποφαίνεται. Εἰ δὴ οὖν διὰ πάσης τῆς τοῦ Ἰησοῦ γραφῆς ἄγγελος μὲν οὐδ' ὅλως παρὼν ὀνομάζεται, ἀλλ' αὐτὸς ὁ διὰ πάσης τῆς παρὰ Μωϋσεῖ νομοθεσίας δηλούμενος Κύριος· μαρτυρεῖ γοῦν σαφῶς ἡ Γραφὴ λέγουσα· « Καὶ ἦν Κύριος μετὰ Ἰησοῦ· » τίνος ἂν λέγοιτο· « Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅπως ἀγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι; » Ἔοικεν οὖν διὰ τού-
"Behold, I send My angel before your face, that he may guard you in the way, so that he may bring you into the land which I have prepared for you. Give heed to him and hearken to him, do not disobey him, for he will by no means shrink back before you; for My name is upon him." These things along with the rest of the ordinances the Lord charges the people. If, therefore, after the death of Moses the same Lord Who delivered oracles in the wilderness had not been present with the people, but one of the angels had led them, there would be nothing open to question regarding the passages; since, however, from the history the same Lord appears even after the death of Moses delivering oracles to Joshua and clearly saying in the oracles addressed to him: "Just as I was with Moses, so shall I be with you, and I shall not forsake you, nor overlook you. Be strong and be courageous; for you shall apportion to this people the land which I swore to your fathers to give them;" and throughout the whole Scripture an angel nowhere appears attending or delivering oracles to Joshua, but the Lord Himself Who is also signified in Moses through the Tetragrammaton, Who indeed seems to me to be the same as He Who appeared once only in the form of a man beside Joshua. For just as He is recorded as having appeared to Abraham and to Jacob, so now also, in order to instruct His servant not to suppose Him to be the first and unbegotten God, He declares Himself rather to be commander-in-chief of His host. If then indeed throughout the whole book of Joshua an angel is not named as present at all, but the very Lord signified throughout the whole giving of the law in Moses—at any rate the Scripture clearly testifies, saying: "And the Lord was with Joshua"—of whom could it be said: "Behold, I send My angel before your face, so that he may lead you into the land which I have prepared for you"? It seems, therefore, through these
PG 22:1057Read from the page
των οὐκ ἄλλον ἀλλ' αὐτὸν δηλοῦν τὸν Ἰησοῦν· αὐτὸς γὰρ εἰσήγαγεν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς καὶ αἱ πρὸς αὐτὸν δηλοῦσιν τοῦ Θεοῦ φωναὶ λέγοντος· « Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν περὶ αὐτοῦ. » Ἄρα προδιατάσσεται τῷ λαῷ λέγων· « Πρόσεχε αὐτῷ, καὶ εἰσάκουσον αὐτοῦ· μὴ ἀπείθει ἐν αὐτῷ. » Οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄγγελον αὐτὸν ἐπωνόμασεν, ἐπεὶ καὶ Ἰωάννην τούτῳ καλεῖ τῷ προσρήματι ἡ φάσκουσα προφητεία· « Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν μου ἔμπροσθέν σου. » Εἰ δ' ὅλως εἰς Ἰησοῦν ἀναφέροιτο τὸν τοῦ Ναυῆ τὰ προεκτεθέντα, ὅρα πῶς περὶ αὐτοῦ φησιν ὁ Κύριος· « Τὸ γὰρ ὄνομά μου ἐπικέκληται ἐπ' αὐτῷ. » Ποῖον δὲ ἄρα ὄνομα ἢ αὐτὸ τὸ Ἰησοῦς; Τοῦ μὲν γὰρ φαινομένου τότε ἀνδρὸς οὐκ ἦν ἴδιον τὸ Ἰησοῦς ὄνομα· Αὐσής γὰρ ἐκαλεῖτο τὸ πρότερον· πρῶτος δὲ αὐτὸν Μωϋσῆς θεοφορούμενος Ἰησοῦν ἀναγορεύει, πνεύματι δῆλον ὅτι θειοτέρῳ κινούμενος· ὡς ἂν ὁ χρησμὸς ὁ φήσας· « Τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ, » πληρωθείη τοῦ χρηματίζοντος Κυρίου, ὃν πολλάκις ἀπεδείξαμεν εἶναι τὸν προόντα τοῦ Θεοῦ Λόγον, Ἰησοῦς ἦν ὄνομα ὅπερ τῷ Αὐσῇ Μωϋσῆς ἐπιτέθεικεν, ὡς ἡ θεία Γραφὴ μαρτυρεῖ, σφόδρα ἀπηκριβωμένως τηρήσασα, ὅτι μὴ ἄλλοτε ἢ ἄγγελον αὐτὸν ἀκολούθως τῷ χρησμῷ τὴν γῆν τῆς ἐπαγγελίας πρὸ προσώπου τοῦ λαοῦ προσκεψόμενον ἐξέπεμπεν, τούτῳ κέκληκεν αὐτὸν τῷ ὀνόματι. Οὐκοῦν διὰ τούτων καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ προσηγορίαν Μωϋσῆς φαίνεται σαφῶς ἐγνωκώς· ὥσπερ δὲ τὸ Ἰησοῦ ὄνομα παρὰ πρώτῳ αὐτῷ εὕρηται κατὰ τοὺς ἐξεταζομένους τόπους, οὕτω καὶ Χριστὸν πρῶτος αὐτὸς ἀναγορεύσας φαίνεται, πρὸ τῶν αὐτοῦ χρόνων ἐξ αἰῶνος μηδενὸς μηδέπω ποτὲ μήτε Ἰησοῦ μήτε Χριστοῦ παρά τισιν προσαγορευθέντος. Καὶ φαίνεταί γε ἐνθέῳ λογισμῷ τὰς δηλουμένας προσηγορίας τιμήσας· δυσὶ γοῦν τοῖς παρὰ πάντα τὸν λαὸν ἐξοχωτάτοις ἀνδράσι καὶ παρὰ Θεῷ διαπρέπουσιν ἑτέροις τε ἰδίοις ὀνόμασι κεχρημένοις τὰς δύο ταύτας ἐπιφημίζει προσηγορίας, τῷ τε ἰδίῳ ἀδελφῷ τῷ Ἀαρὼν, καὶ τῷ τοῦ Ναυῆ υἱῷ, Αὐση[οὺ]ς πρότερον ὀνομαζομένου[ς], παρὰ πάντα τὸν λαὸν Θεοῦ νεύματι ἄρχοντας τοῦ παντὸς ἔθνους προχειρισάμενος ταῖς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδόξασεν προσηγορίαις· τὸν μὲν Χριστὸν, δι' ἣν ἔφερεν εἰκόνα τοῦ κατ' ἀλήθειαν ἀρχιερέως τῶν ὅλων αὐτοῦ « τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου » προσειπών· τὴν δὲ ἑαυτοῦ διάδοχον Ἰησοῦν ἀναγορεύσας, δι' ὃν ἔσωζε καὶ αὐτὸς τύπον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ, ὃς παυσαμένης τῆς διὰ Μωϋσέως παραδοθείσης συμβολικῶς λατρείας, καὶ τοῦτόν πως τὸν τρόπον Μωϋσέως τελευτήσαντος, τὴν εἰς τὸ θεῖον εὐσέβειαν διαδεξάμενος, πάσας μὲν τὰς ἀοράτους δυνάμεις ἀνθισταμένας αὐτοῦ τῷ λόγῳ πολέμῳ νικήσας κεχείρωται, τὴν δ' ὑπὸ
words to signify none other than Joshua himself; for he himself brought the people into the land of promise, as the utterances of God addressed to him also show when He says: "Be strong and be courageous; for you shall apportion to this people the land which I swore to your fathers concerning it." Accordingly He gives prior charge to the people, saying: "Give heed to him, and hearken to him; do not disobey him." Nor ought one to wonder if He named him an angel, since prophecy also calls John by this appellation when it declares: "Behold, I send My angel before Your face, who shall prepare My way before You." And if what has previously been set forth should be referred altogether to Joshua the son of Nun, see how the Lord speaks concerning him: "For My name has been invoked upon him." Now what name is that other than the very name Jesus? For the name Jesus was not the proper name of the man who appeared at that time, since formerly he was called Auses; and Moses first, being inspired by God, proclaims him Jesus, manifestly moved by a more divine spirit; so that the oracle which declared, "For My name is upon him," might be fulfilled, Jesus was the name of the Lord Who delivered the oracles—Whom we have often shown to be the pre-existent Word of God—which Moses bestowed upon Auses, as the divine Scripture testifies, having observed with exceeding exactness that at no other time than when, in accordance with the oracle, he was sending him forth as an angel to spy out the land of promise before the face of the people, has he called him by this name. Accordingly, through these things Moses clearly appears to have known also the appellation of our Saviour Jesus; and just as the name of Jesus has been found first in him in the passages under examination, so too he himself first appears to have proclaimed Christ, before his times from eternity no one ever yet having been addressed among any people either as Jesus or as Christ. And indeed he appears with divinely inspired reasoning to have honoured the aforesaid appellations; at any rate, upon the two men most pre-eminent beyond all the people and distinguished before God, who also used other proper names of their own, he bestows these two appellations: both his own brother Aaron and the son of Nun, formerly named Ause[ou]s, having appointed them by God's nod beyond all the people as rulers of the whole nation, he glorified with the appellations of our Saviour Jesus Christ—addressing the one as Christ, on account of the image which he bore of the true High Priest of all, Himself "the Word of God Who was in the beginning with God;" and proclaiming his own successor Jesus, on account of the type which he himself also preserved of our Saviour Jesus, Who, when the worship symbolically handed down through Moses ceased, and Moses in some such way died, having succeeded to piety towards the Divine, has conquered in war and subdued all the invisible powers opposing His word, and the [land] under
Notes, col. 1057

On the reading

Printed Αὐσής, for Αὐσὴς.

Printed τὴν, for τὸν.

PG 22:1060Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
« Ἡνίκα δ' ἂν εἰσῆλθε Μωϋσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ στάντες ὁ λαὸς, προσεκύνησαν ἕκαστος ἀπὸ τῆς σκηνῆς. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, ἐνώπιος ἐνωπίῳ, ὡς εἰ λαλήσαι τις πρὸς φίλον ἑαυτοῦ· καὶ ἀπηλλάττετο εἰς τὴν παρεμβολήν· ὁ δὲ θεράπων αὐτοῦ Ἰησοῦς υἱὸς Ναυῆ οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς. Καὶ εἶπε Μωϋσῆς πρὸς Κύριον· Ἰδοὺ, σὺ λέγεις μοι· Ἀνάγαγε τὸν λαὸν τοῦτον, σὺ δὲ οὐκ ἐδήλωσάς μοι, ὃν σὺ ἀποστελεῖς μετ' ἐμοῦ· σὺ δέ μοι εἶπας· Οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τοῦτο. Καὶ λέγει· Αὐτὸς προπορεύσομαι καὶ καταπαύσω σε. Καὶ λέγει πρὸς αὐτόν· Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν. Καὶ πῶς γνωστὸν ἔσται ὅτι εὕρηκα χάριν παρὰ σοὶ ἐγὼ καὶ ὁ λαός σου, ἀλλ' ἢ συμπορευομένου σου μεθ' ἡμῶν; καὶ ἐνδοξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστι. Καὶ εἶπεν ὁ Κύριος πρὸς Μωϋσῆν· Καὶ τὸν λόγον σοι τοῦτον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ ἔχεις χάριν παρ' ἐμοί. Καὶ εἶπεν· Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. Καὶ εἶπεν· Ἐγὼ παρελεύσομαι πρότερος τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου· καὶ ἐλεήσω, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Καὶ εἶπεν· Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται. Καὶ εἶπε Κύριος· Ἰδοὺ, τόπος παρ' ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς πέτρας· καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σὲ, ἕως ἂν παρέλθω. Καὶ ἀφελῶ τὴν χεῖρά μου, καὶ τότε ὄψῃ τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, » καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει· « Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθεν Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσε· Κύριος Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ τὸν ἔνοχον οὐ καθαριεῖ ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα, καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ ἐπὶ τετάρτην γενεάν. Καὶ σπεύσας Μωϋσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν, καὶ εἶπεν· Εἰ δὴ εὕρηκα χάριν ἐνώπιόν σου, Κύριε, συμπορεύθητι μεθ' ἡμῶν ἐνώπιος ἐνωπίῳ. » Μωϋσῆς τῷ Θεῷ λαλῶν ἀναγέγραπται μετὰ θάρσους καὶ παῤῥησίας τοσαύτης, ὁποίαν ἀγάγοι ἂν καὶ φίλος τις ἀνὴρ ὁμιλῶν ἑαυτοῦ φίλῳ. Ἐμφαίνεται δὲ διὰ τούτων οὐχ ἡ τυχοῦσα τοῦ Προφήτου προκοπή· ἀλλ' ἐπεὶ ἐλάλει μὲν αὐτῷ Κύριος ἐνώπιος ἐνωπίῳ, οὐ μὴν καὶ ὤφθη πω αὐτῷ ὁμοίως τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· τούτου δὴ χάριν ἀξιοῖ λέγων· « Εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. » Δι' οὗ παρίστησιν ὅτι μὴ ὁμοίως τῷ λαλεῖν αὐτῷ καὶ τὰς πρὸς αὐτὸν ἐπιφανείας ὁ Θεὸς ἐποιεῖτο.
"And whenever Moses entered into the tent, the pillar of the cloud descended, and stood at the doors of the tent, and all the people stood and worshipped, each one from his tent. And the Lord spoke to Moses, face to face, as one might speak to his friend; and he departed into the camp; but his servant Joshua the son of Nun did not go forth out of the tent. And Moses said to the Lord: Behold, Thou sayest to me: Lead up this people, yet Thou hast not made known to me whom Thou wilt send with me; yet Thou hast said to me: I know you above all, and you have grace with Me. If, therefore, I have found grace before Thee, manifest Thyself to me; let me see Thee with knowledge, so that I may have found grace before Thee, and that I may know that this nation is Thy people. And He says: I Myself shall go before and give you rest. And he says to Him: Unless Thou Thyself goest with us, bring me not up from here. And how shall it be known that I have found grace with Thee, both I and Thy people, save by Thy going along with us? And both I and Thy people shall be glorified above all the nations, as many as are upon the earth. And the Lord said to Moses: Even this word for you, which you have spoken, I shall do; for you have found grace before Me, and I know you above all, and you have grace with Me. And he said: Show me Thine own glory. And He said: I shall pass by before in My glory, and I shall call in the name of the Lord before you; and I shall have mercy on whomsoever I have mercy, and shall have compassion on whomsoever I have compassion. And He said: You will not be able to see My face; for no man shall see My face and live. And the Lord said: Behold, a place by Me, and you shall stand upon the rock; and I shall cover over you with My hand, until I pass by. And I shall take away My hand, and then you shall see what is behind Me; but My face shall not appear to you," and what follows, to which it subjoins: "And the Lord descended in a cloud, and stood beside him there; and He called in the name of the Lord; and the Lord passed by before his face, and called: The Lord, the Lord God compassionate and merciful, long-suffering and abundant in mercy and true and keeping righteousness, showing mercy unto thousands, taking away iniquities and injustices and sins, and He will not clear the guilty, bringing the iniquities of fathers upon children, and upon children's children, unto the third and fourth generation. And Moses made haste and bowed down upon the earth and worshipped, and said: If indeed I have found grace before Thee, O Lord, go along with us face to face." Moses is recorded conversing with God with such boldness and freedom of speech as a man who is a friend might employ conversing with his own friend. And through these things no ordinary progress of the Prophet is shown; yet since the Lord on the one hand spoke to him face to face, while on the other hand He had not yet appeared to him in the same way as to Abraham and Isaac and Jacob, for this very reason he makes request, saying: "If indeed I have found grace before Thee, manifest Thyself to me, let me see Thee with knowledge." Through which he shows that God did not make His manifestations to him in the same way as His speaking to him.
PG 22:1061Read from the page
Εἰ γὰρ, ὡς νομίσειεν τις, ταυτὸν ἐστι τὸ λελαληκέναι αὐτῷ τὸν Θεὸν « ἐνώπιον ἐνωπίῳ » τῷ ὦφθαι αὐτῷ, ὡς ἂν εἴποι τις, « πρόσωπον πρὸς πρόσωπον, » καὶ ποία δ' ἂν ἔτι χώρα λείποιτο τῇ φασκούσῃ αὐτοῦ ἀξιώσει τό· « Εἰ δὴ εὕρηκα χάριν ἐναντίον σου, ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε; » πῶς δὲ, εἰ καὶ πρότερον αὐτῷ πρόσωπον πρὸς πρόσωπον ὡς οἰηθείη ἄν τις, ἑωρᾶτο, ἐπιφέρει λέγων αὐτῷ ὁ Κύριος· « Οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ τὸ πρόσωπόν μου ἄνθρωπος καὶ ζήσεται; » Διὰ τί δὲ, λεγέτω ὁ βουλόμενος, οὐδ' ἅπαξ ὁ λόγος μαρτυρεῖ λέγων, ὅτι ὤφθη αὐτῷ ὁ Κύριος, ὡς ἐπὶ τῶν πατριαρχῶν εἰρηκὼς τετήρηται· ἀλλὰ γὰρ διὰ τούτων πρόδηλον, ὅτι εἰ καὶ ἐλάλει αὐτῷ Κύριος « ἐνώπιος ἐνωπίῳ, » ὅμως διὰ τῆς νεφέλης ἐλάλει αὐτῷ· τοῦτο γὰρ προπαρίστησιν ἡ Γραφὴ λέγουσα· « Κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωϋσεῖ. » Οὐκοῦν διὰ τῆς νεφέλης ἐλάλει, οὐ μὴν καὶ ὁμοίως τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακὼβ ὤφθη αὐτῷ· ἐκείνοις μὲν γὰρ γυμνῶς καὶ τρανῶς ἄνευ τινὸς εἴδους ὀφθεὶς ἀναγέγραπται, τούτῳ δὲ διὰ τοῦ ὀνομαζομένου εἴδους καὶ τῆς νεφέλης, ἣν καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος φάσκων· « Ἡνίκα δὲ ἐλάλει Μωϋσῆς πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἰδοὺ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ, καὶ ἐλάλησεν Κύριος πρὸς Μωϋσῆν. » Καὶ πάλιν· « Ἀνέβη Μωϋσῆς εἰς τὸ ὄρος· καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος. Καὶ κατέβη ἡ δόξα Κυρίου ἐπὶ τοῦ ὄρους καὶ ἐκάλυψεν αὐτὸν νεφέλη ἓξ ἡμέρας· καὶ ἐλάλησεν Κύριος πρὸς Μωϋσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης. Τὸ δὲ εἶδος τῆς δόξης Κυρίου, ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. » Σαφῶς οὖν διὰ τούτων τὸ θεωρούμενον τῷ Μωϋσεῖ λέγεται εἶναι οὐκ αὐτὸς ὁ Κύριος, ἀλλ' εἶδος Κυρίου, καὶ νεφέλη καὶ πῦρ, ἃ καὶ δόξαν Κυρίου ὀνομάζει ὁ λόγος· οὐκοῦν τὸ μὲν εἶδος ἑώρα Κυρίου καὶ τὴν δόξαν αὐτοῦ, οὐδαμῶς δὲ αὐτὸν τὸν Κύριον, τόν τε λαλούμενον Λόγον αὐτοῦ τοῦ Κυρίου· ἀλλ' ὅμως διὰ τῆς νεφέλης λαλοῦντος ἤκουεν, διὸ εἴρηται· « Καὶ ἐλάλησεν Κύριος πρὸς Μωϋσῆν ἐνώπιος ἐνωπίῳ. » Οὐ μὴν καὶ ὤφθη αὐτῷ ἐνώπιος ἐνωπίῳ τετήρηται· τοῦτο γὰρ ὡς οὐδέπω γεγονὸς ἀξιοῖ λέγων· « Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. » Καὶ ἐν ἑτέρῳ δὲ τόπῳ διδάσκει ὁ λόγος, ὅτι δὴ στόμα ἐλάλει αὐτῷ ὁ Θεὸς, οὐ μὴν καταλλήλως καὶ ἑωρᾶτο, ἀλλ' ἐν εἴδει καὶ διὰ τῆς προαποδεδομένης δόξης αὐτοῦ· λέγει δὲ οὕτως· « Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης, καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἐκλήθησαν Ἀαρὼν καὶ Μαριὰμ, καὶ ἐξῆλθον ἀμφότεροι. Καὶ εἶπεν πρὸς αὐτούς· Ἀκούσατε δὴ τῶν λόγων μου· Ἐὰν γένηται προφήτης ὑμῶν τῷ Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ. Οὐχ οὕτως ὁ θεράπων μου Μωϋσῆς πιστός ἐστιν ἐν ὅλῳ τῷ οἴκῳ μου. Στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν Κυρίου εἶδεν, καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράπον-
For if, as someone might suppose, God's having spoken to him "face to face" is the same as His having appeared to him, as one might say, "person to person," what room would still be left for his request which declares this: "If indeed I have found grace before Thee, manifest Thyself to me, let me see Thee with knowledge"? And how, if even previously He was seen by him person to person as someone might think, does the Lord subjoin, saying to him: "You will not be able to see My face; for no man shall see My face and live"? And why, let whosoever wishes say, does the account not even once testify by saying that the Lord appeared to him, as it has been observed to have said in the case of the patriarchs? For indeed through these things it is manifest that, even though the Lord spoke to him "face to face," nevertheless He spoke to him through the cloud; for the Scripture sets this forth beforehand when it says: "The pillar of the cloud descended and stood at the doors of the tent, and He spoke to Moses." Accordingly He spoke through the cloud, yet He did not also appear to him in the same way as to Abraham or to Isaac or to Jacob; for to them He is recorded as having appeared bare and clearly without any form, whereas to this man through what is named a form and the cloud, which the account also names the glory of the Lord when it declares: "And when Moses spoke to all the congregation of the sons of Israel, they also turned towards the wilderness, and behold, the glory of the Lord appeared in a cloud, and the Lord spoke to Moses." And again: "Moses went up into the mountain; and the cloud covered the mountain. And the glory of the Lord descended upon the mountain and a cloud covered it six days; and the Lord spoke to Moses on the seventh day out of the midst of the cloud. And the form of the glory of the Lord was like burning fire upon the top of the mountain." Clearly, therefore, through these words what was beheld by Moses is said to be not the Lord Himself, but a form of the Lord, and cloud and fire, which the account also names the glory of the Lord; accordingly he saw on the one hand the form of the Lord and His glory, yet by no means the Lord Himself, and the Word of the Lord Himself Who was speaking; nevertheless he heard Him speaking through the cloud, wherefore it has been said: "And the Lord spoke to Moses face to face." Yet it has not also been observed that He appeared to him face to face; for as though this had not yet come to pass, he makes request, saying: "Manifest Thyself to me, let me see Thee with knowledge." And in another passage too the account teaches that God indeed spoke to him by mouth, yet was not correspondingly also seen, save in a form and through His previously described glory; and it speaks thus: "And the Lord descended in a pillar of cloud, and stood at the door of the tent of testimony; and Aaron and Miriam were called, and both came forth. And He said to them: Hear now My words: If there be a prophet of yours to the Lord, in a vision I shall be made known to him, and in sleep I shall speak to him. Not so is My servant Moses; he is faithful in all My house. Mouth to mouth I shall speak to him in a form, and not through riddles, and he has seen the glory of the Lord; and why were you not afraid to speak against My ser-
Notes, col. 1061

On the reading

Printed νομίσειεν, for νομίσειέν.

Printed ταυτὸν, for ταὐτόν.

PG 22:1064Read from the page
τός μου Μωϋσέως; » Ἄρ' οὖν τὴν δόξαν μὲν Κυρίου εἶδεν καὶ ἐν εἴδει αὐτῷ χρηματίζοντος, στόμα τε κατὰ στόμα λαλοῦντος ἤκουσεν, οὐ μὴν καὶ αὐτόν πω τὸν Κύριον ὁμοίως τοῖς πατράσιν ἑωράκει. Καὶ οὐ θαυμαστόν γε εἰ τῷ Μωϋσεῖ στόμα κατὰ στόμα λαλῶν ἀναγέγραπται ὁ Θεὸς, ὁπότε καὶ τῷ παντὶ λαῷ πρόσωπον πρὸς πρόσωπον λελαληκέναι αὐτὸν ἐν Δευτερονομίῳ διδάσκει ὁ Μωϋσῆς λέγων· « Οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο Κύριος τὴν Διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς· ὑμεῖς αὐτοὶ ὧδε σήμερον πάντες ζῶντες. Πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν Κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός. » Πλὴν εἰ καὶ τῷ Μωϋσεῖ καὶ τῷ παντὶ λαῷ τοῦτον ἐχρημάτιζεν τὸν τρόπον, ἀλλ' ὅρα ὅτι λελαληκέναι μὲν αὐτοῖς στόμα κατὰ στόμα καὶ πρόσωπον πρὸς πρόσωπον εἴρηται, οὐ μὴν καὶ ἄνευ τοῦ πυρὸς ἢ τῆς νεφέλης ὁμοίως τοῖς πατράσιν ὦφθαι αὐτοῖς· γυμνῶς γὰρ ἐκείνοις καὶ ἄνευ ἐπικαλύμματος τοῦ διὰ νεφέλης ἢ πυρὸς ὁ Κύριος ὀφθεὶς ἀναγέγραπται. Τελείων γοῦν καὶ τὴν διάνοιαν εἰς ἄκρον κεκαθαρμένων καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὸ τὸν Θεὸν ὁρᾷν εἶναι διδάσκει· « Μακάριοι, λέγων, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. » Διὸ καὶ ὡς τοιούτων ὁ Κύριος Θεὸν ἑαυτὸν ἀναγορεύει, λέγων πρὸς Μωϋσῆν· « Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν, Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό ἐστιν ὄνομά μου αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς. » Ζηλῶν δὴ οὖν τὰ χαρίσματα τὰ μείζονα, καὶ τῆς ὁμοίας ἐκείνοις ὀρεγόμενος ὁ Μωϋσῆς πρακοπῆς, ἀξιοῖ λέγων τὸν Κύριον· « Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε· » ἐφαντάζετο μὲν γὰρ χρηματίζοντος αὐτῷ Θεοῦ Λόγου τό τε μέγεθος καὶ τὸ ὕψος καὶ τὴν ἄφατον καὶ ἀνέφικτον ὑπεροχὴν, ἑώρα δὲ ὡς ὅτι δι' ὑπηρετικῶν ἀγγέλων τὰς πρὸς αὐτὸν ἐποιεῖτο θεωρίας· διὸ παρακαλεῖ τρανότερον καὶ καθαρώτερον ἐμφῆναι ἑαυτὸν αὐτῷ, μηκέτι μὲν δι' ἐπικαλυμμάτων, μηδὲ ὑπὸ διακόνων ἑτέρων, γυμνῶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ παραπλησίως, ἄνευ τοῦ διὰ πυρὸς καὶ νεφέλης εἴδους. Τοῦτο γοῦν δοκεῖ μαι σημαίνειν ἡ φάσκουσα λέξις· « Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. » Ταύτῃ δὲ καὶ προακούσας εἰρηκότος αὐτῷ τοῦ Κυρίου τό· « Ἰδοὺ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου, » ὑποπαραιτεῖται τοῦ μείζονος ὀρεγόμενος, καί φησιν· « Εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς ἐντεῦθεν· » πρὸς τὴν ἀξίωσιν ἐπινεύσαντος τοῦ Κυρίου καὶ φήσαντος, « Καὶ τὸν λόγον σου τοῦτον, ὃν εἴρηκας, ποιήσω, » τὸ ἕταιμον συνιδὼν τῆς θείας μεγαλοδωρεᾶς, φθανούσης τῆς εὐεργεσίας τοὺς μεγάλων ὀρεγομένους, εἶτα σμικρύνας ἑαυτὸν, καὶ ὡς μὴ ἄξιόν πω τῶν μειζόνων λογισάμενος, ἑτέραν ὡς ἐν συγκρίσει τῆς προτέρας ἐνδέουσαν ἀξίωσιν προτείνει λέγων, « Δεῖξόν μοι τὴν δόξαν σου, » πληρῶν δὲ αὐτοῦ τὸν λόγον ὁ Κύριος, « Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου· καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου, » καὶ τὰ ἑξῆς· διδά-
vant Moses?" Accordingly then he saw on the one hand the glory of the Lord even delivering oracles to him in a form, and heard Him speaking mouth to mouth, yet he had not yet seen the Lord Himself in the same way as the fathers had. And it is indeed no wonder if God is recorded speaking to Moses mouth to mouth, seeing that Moses in Deuteronomy teaches that He spoke face to face even to the whole people, saying: "Not with your fathers did the Lord make this Covenant, but towards you; you yourselves are all alive here today. Face to face the Lord spoke to you on the mountain out of the midst of the fire." Yet even though He delivered oracles in this manner both to Moses and to the whole people, observe nevertheless that He is said on the one hand to have spoken to them mouth to mouth and face to face, yet not also to have appeared to them without the fire or the cloud in the same way as to the fathers; for to them the Lord is recorded as having appeared bare and without the covering of cloud or fire. To the perfect, therefore, and those purified to the utmost in mind, our Saviour and Lord also teaches that seeing God belongs: "Blessed," He says, "are the pure in heart, for they themselves shall see God." Wherefore also as of such men the Lord proclaims Himself God, saying to Moses: "Thus shall you say to the sons of Israel: The Lord, the God of your fathers, the God of Abraham, and the God of Isaac, and the God of Jacob, has sent Me to you; this is My everlasting name, and memorial to generations of generations." Being zealous, therefore, for the greater gifts, and reaching out after progress like theirs, Moses entreats the Lord, saying: "Manifest Thyself to me, let me see Thee with knowledge;" for on the one hand he pictured in mind both the greatness and the loftiness and the ineffable and unapproachable pre-eminence of the Word of God delivering oracles to him, while on the other hand he saw that He was making His manifestations towards him through ministering angels; wherefore he beseeches Him to manifest Himself to him more clearly and more purely, no longer through coverings, nor by means of other ministers, but bare and similarly to those around Abraham, without the form through fire and cloud. This at any rate the expression seems to me to signify which declares: "Manifest Thyself to me, let me see Thee with knowledge." And in this way too, having previously heard the Lord say to him: "Behold, My angel shall go before your face," reaching out after what is greater he respectfully declines, and says: "Unless Thou Thyself goest with us, bring me not up from here;" and when the Lord assented to the request and declared, "Even this word of yours, which you have spoken, I shall do," perceiving the readiness of the divine munificence, the beneficence anticipating those who reach out after great things, then humbling himself, and reckoning himself not yet worthy of the greater things, he puts forward another request falling short in comparison with the former one, saying, "Show me Thy glory," and fulfilling his word, the Lord says, "I shall pass by before you in My glory; and I shall call in the name of the Lord before you," and what follows; teach-
Notes, col. 1064

On the reading

Printed πρακοπῆς, for προκοπῆς.

Printed μαι, for μοι.

Printed ἕταιμον, for ἕτοιμον.