Migne Reading Room

PG 22 · cols. 1077–1088 · Read from the page

Prophetic selections

Prophetic selections

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:1077Read from the page
παρὰ τοῦ Πατρός· ἀλλὰ καὶ ἔδωκεν ἰσχὺν τοῖς ἑαυτοῦ μὲν μαθηταῖς, ἀποστόλοις τε καὶ προφήταις, ἡμῶν δὲ βασιλεῦσι, καὶ ὕψωσε τὸ κέρας τοῦ Χριστοῦ αὐτοῦ, ἤτοι τοῦ λαοῦ, μετοχῇ τοῦ Χριστοῦ οὕτως ὀνομαζομένου, ἢ οὗ ἀνείληφεν ἀνθρωπίνου, οὗ κέρας ἦν ἡ θεότης ὑψωθεῖσα κατὰ τὸν ἱερὸν Ἀπόστολον· καὶ ἐν ὀγδοηκοστῷ δὲ ὀγδόῳ ψαλμῷ σαφῶς τὸ παραπλήσιον τῷ ἐνθάδε περὶ τοῦ Χριστοῦ ὁ Θεός φησιν, «Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.»
from the Father; moreover He also gave strength to His own disciples, both apostles and prophets, who are our kings, and exalted the horn of His Christ—either of the people, so named by participation in Christ, or of the humanity which He assumed, whose horn was the divinity exalted according to the sacred Apostle; and in the eighty-eighth psalm also God clearly says what is similar to this passage concerning Christ, «And in My name shall His horn be exalted.»
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
«Καὶ ἦλθεν ἄνθρωπος Θεοῦ πρὸς Ἠλεὶ, καὶ εἶπεν, Τάδε λέγει Κύριος Κύριος·» καὶ ἐν τοῖς ἑξῆς· «Καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον Χριστοῦ μου πάσας τὰς ἡμέρας· καὶ ἔσται πᾶς ὁ περισσεύων ἐν οἴκῳ ἥξει προσκυνῶν αὐτῷ ὀβολοῦ ἀργυρίου, καὶ ἐν ἄρτῳ ἑνὶ, λέγων, Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατείων σου φαγεῖν ἄρτον.» Οὐδεὶς ἄλλος ἢ μόνος ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ὃν «ἔχομεν ἀρχιερέα μέγαν,» κατὰ τὸν Ἀπόστολον, «διεληλυθότα τοὺς οὐρανοὺς,» πάντα τὰ ἐν τῇ καρδίᾳ τοῦ Πατρὸς πεποίηκεν «ὑπήκοος αὐτῷ γενέσθαι μέχρι καὶ θανάτου·» ὅθεν καὶ ἀναστήσας αὐτὸν ὁ Πατὴρ, οἰκοδόμησεν αὐτῷ οἶκον πιστὸν, τὴν ἐκ λογικῶν καὶ ζώντων καὶ πιστῶν ὡς ἀληθῶς λίθων συνεστῶσαν Ἐκκλησίαν· τούτῳ δὲ καὶ ἔρχονται προσκυνεῖν οἱ πιστεύσαντες εἰς αὐτὸν, ὀβολοῦ ἀργυρίου μὴ ἀποστρεφομένου (όμενοι), μήτε σωματικῶς τὴν τὸν κοδράντην εἰς τὴν τῶν δεομένων ἐπικουρίαν συνεισφέρουσαν χήραν, μήτε μὴν κατὰ διάνοιαν τὴν ἐπὶ μόνην (η) τῇ πίστει ἐρηρεισμένην ψυχὴν, ἢ τὴν κατὰ δύναμιν τῶν νοητῶν αὐτῆς ὑπαρχόντων συνεισφέρουσαν τὰ εἰς τὴν τῶν λοιπῶν οἰκοδομήν τε καὶ ὠφέλειαν συμβαλλόμενα· τά γ' οὖν «μωρὰ τοῦ κόσμου ἐξελέξατο» καὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, καὶ «τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα» μὴ ὑπερφρονῶν, μηδὲ τὰς τοιάσδε ψυχάς· ἀλλ' οἷα φιλάνθρωπος Θεοῦ Λόγος καὶ ταύτας ἀποδεχόμενος τῆς προθυμίας, ἃς καὶ κρίσει θείᾳ κατὰ τὴν ἀξίαν ἐν διαφόροις μοναῖς τῶν ἱερατείων αὐτοῦ κατατάσσει, τοῦ παρ' ἑαυτοῦ ἄρτου τῆς ἀϊδίου ζωῆς καταξιῶν αὐτάς. Τὸ δὲ «Καὶ διελεύσεται ἐνώπιον Χριστοῦ μου πάσας τὰς ἡμέρας,» περὶ τῶν ἁγίων τῶν ἐν τῇ Ἐκκλησίᾳ εἴρηται, χριστῶν καὶ αὐτῶν προσαγορευομένων, κατὰ τὸ, «Μὴ ἅψησθε τῶν χριστῶν μοῦ·» τούτοις γὰρ πρὸς τοῦ Σωτῆρος ἐλέγετο καὶ ἐν τῷ Εὐαγγελίῳ, «Ἰδοὺ, ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Πλείονος δὲ σαφηνείας δεομένων
«And there came a man of God to Eli, and said, Thus says the Lord, the Lord;» and in what follows: «And I shall raise up for Myself a faithful priest, who shall do all the things in My heart and the things in My soul; and I shall build for him a faithful house, and he shall walk before My Christ all the days; and it shall be that everyone who remains over in the house shall come worshipping him with an obol of silver, and with one loaf, saying, Cast me beside one of your priesthoods to eat bread.» None other than solely the priest of God Most High according to the order of Melchizedek, Jesus Christ our Saviour, Whom «we have as a great High Priest,» according to the Apostle, «Who has passed through the heavens,» has done all the things in the heart of the Father, «to become obedient to Him even unto death;» whence also the Father, having raised Him up, built for Him a faithful house, the Church composed of rational and living and truly faithful stones; and to Him also those who have believed in Him come to worship, while an obol of silver is not turned away from (they not turning away from an obol of silver)—neither bodily despising the widow contributing her farthing towards the relief of the needy, nor indeed according to the spiritual sense the soul resting upon faith alone, or contributing according to the ability of its intelligible possessions the things that conduce to the edification and benefit of the rest; at any rate «He chose the foolish things of the world» and the weak and poor things, and «the despised things, and the things that are not,» not disdaining even such souls as these; but as the philanthropic Word of God welcoming these also for their readiness of mind, whom also by divine judgement according to worth He stations in various mansions of His priesthoods, counting them worthy of the bread of everlasting life that comes from Himself. And the saying, «And he shall walk before My Christ all the days,» has been spoken concerning the saints in the Church, they too being addressed as anointed ones, according to the saying, «Touch not My anointed ones;» for to these it was also said by the Saviour in the Gospel, «Behold, I am with you all the days, unto the consummation of the age.» And although these passages require fuller explanation
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Βασιλειῶν βʹ. Ὁ Κύριος διὰ Νάθαν τῷ Δαυὶδ μετὰ πολλὰ καὶ ταῦτά φησιν·
Of the second [book] of Reigns. The Lord through Nathan says to David, after many things, these also:
«Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ
«And it shall be, if your days are fulfilled, and
Notes, col. 1077

On the reading

Printed μοῦ, for μου.

PG 22:1080Read from the page
κοιμηθήσῃ μετὰ τῶν πατέρων του, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἀφαῖς υἱῶν ἀνθρώπων· τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπέστησα ἀφ' ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνῶπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.» Τούτοις τὰ παραπλήσια καὶ ἐν ὀγδοηκοστῷ ὀγδόῳ εἴρηται ψαλμῷ· ἦν δ' ἂν Ἰουδαίοις ἄξιον ἀπορῆσαι κατὰ τοὺς τόπους, διὰ τίνα ἄρα αἰτίαν φήσουσιν τὸν Θεὸν, ἤτοι τὸν Δαυὶδ, ἢ τὸν ἐξ αὐτοῦ βασιλεύσαντα Σολομῶνα· περὶ οὗ, ὡς εἰκὸς, ὑπολήψονται λέγειν τὴν προφητείαν υἱὸν πρωτότοκον θήσειν ἐπαγγέλλεσθαι, ἐν μὲν τῷ ψαλμῷ εἰρηκότα, «Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς·» ἐν δὲ τῷ μετὰ χεῖρας κεφαλαίῳ, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Καὶ μὴν κατ' οὐδὲν διενηνοχέναι τῶν λοιπῶν προφητῶν φήσειέ τις τὸν Δαυὶδ, ὃς καὶ ἐξομολογεῖσθαι διὰ τὴν τοῦ Οὐρίου ἐδεῖτο λέγων, «Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» ἢ τὸν Σολομῶνα, ὃν καὶ ἐκκλῖναι ἀπὸ τοῦ Θεοῦ καὶ εἰδώλοις διὰ γυναικῶν ἐπιθυμίας προσκεκινηκέναι ἡ ψιλὴ διδὰσκει τῆς Γραφῆς ἱστορία· πῶς δὲ τοῦ Δαυὶδ ἢ τοῦ Σολομῶνος ἡ βασιλεία ἕως αἰῶνος «ἐνώπιον ἔστη τοῦ Θεοῦ, καὶ ὁ θρόνος ἀνωρθωμένος εἰς τὸν αἰῶνα,» κατὰ τὴν φάσκουσαν ἐνταῦθα προφητείαν, καὶ κατὰ τὴν ἐν τῷ ψαλμῷ ὧδέ πως περιέχουσαν, «Ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου·» καὶ μεθ' ἕτερα φάσκουσαν, «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνης αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου.» Καὶ πάλιν· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Τὰ παραπλήσια δ' ἂν εὕροις καὶ ἐν τῷ Ἰερεμίᾳ, ἔνθα εἴρηται, «Ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου, ἀναφέρων ὁλοκαυτώματα, καὶ θύων θυσίαν καὶ ποιῶν θυμίαμα πάσας τὰς ἡμέρας.» Ταῦτα γὰρ εἰ συνεξετάζοι τις τῇ τε παρούσῃ τῶν Ἰουδαίων καταστάσει καὶ ταῖς κατ' αὐτοὺς ἱστορίαις ἀπὸ τῆς Ἐζεκίου καὶ Ἰεχονίου βασιλείας, καθ' οὓς ἡ ἐκ Δαυὶδ περιεγράφη τῶν Ἰουδαίων βασιλεία ἐν τῷ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας καιρῷ, μεθ' ὃν οὐδαμῶς ἤρχθησαν ἢ ἐβασιλεύθησαν ὑπὸ τῶν ἐκ Δαυὶδ καταγόντων τὸ γένος εἰς ἔτι, ὅτι μηδαμῶς ἁρμόζει ἤτοι τῷ Δαυὶδ
you fall asleep with his fathers, then I shall raise up your seed after you, who shall be from your belly, and I shall prepare his kingdom. He shall build for Me a house for My name, and I shall set up his throne forever. I shall be to him a father, and he shall be to Me a son. And if his iniquity comes, then I shall reprove him with the rod of men, and with the stripes of the sons of men; yet My mercy I shall by no means withdraw from them, even as I withdrew it from those from whom I withdrew it before My face. And his house shall be made sure, and his kingdom forever before Me; and his throne shall be set up forever.» Things similar to these have also been spoken in the eighty-eighth psalm; and it would be worthwhile to raise the question with the Jews at these passages, for what reason then they will say that God promises to appoint as firstborn son either David, or Solomon who reigned from him—concerning whom, as is likely, they will suppose the prophecy speaks—having said in the psalm, «He shall call upon Me, Thou art My Father, My God and the helper of My salvation. And I shall appoint him firstborn, exalted among the kings of the earth;» and in the chapter in hand, «I shall be to him a father, and he shall be to Me a son.» And yet someone might say that David differed in nothing from the rest of the prophets, since he too needed to make confession on account of the [wife] of Uriah, saying, «Against Thee alone have I sinned, and evil before Thee have I done;» or Solomon, whom the plain history of Scripture teaches turned aside from God and cleaved to idols through lust for women; and how did the kingdom of David or of Solomon «stand forever before God, and the throne set up forever,» according to the prophecy speaking here, and according to that in the psalm running somewhat thus, «I have sworn to David My servant: Forever I shall prepare your seed, and I shall build up from generation to generation your throne;» and after other things saying, «Once have I sworn by My holiness, that I will not lie to David. His seed shall abide forever, and his throne as the sun before Me.» And again: «And I shall establish his seed forever and ever, and his throne as the days of heaven.» And things similar to these you would find in Jeremiah also, where it is said, «For thus says the Lord: There shall not be cut off for David a man sitting upon the throne of the house of Israel; and for the priests and the Levites there shall not be cut off a man before My face, offering whole burnt offerings, and sacrificing sacrifice and burning incense all the days.» For if anyone should examine these things side by side both with the present condition of the Jews and with the histories among them from the reign of Hezekiah and Jeconiah, in whose time the kingdom of the Jews derived from David was brought to an end at the season of the captivity into Babylon, after which they have by no means been ruled or governed as kings by those tracing their lineage from David anymore, [he will understand] that the things spoken by no means fit either David
Notes, col. 1080

On the reading

Printed του, for σου.

Printed ἀφαῖς, for ἁφαῖς.

Printed ἐνῶπιόν, for ἐνώπιόν.

Printed διδὰσκει, for διδάσκει.

Printed θρόνης, for θρόνος.

PG 22:1081Read from the page
ἢ καὶ τῷ Σολομῶνι τὰ λελεγμένα, ὡς ἐξ ἀνάγκης ἀ μὴ θέμις ψευδῆ διελέγχεσθαι συμβαίνειν τὴν μεθ' ὅρκων τοῦ Θεοῦ πρόῤῥησιν· εἴ γε μὴν ἀναφέροιμεν τὸ λεγόμενον τοῦ Δαυὶδ σπέρμα ἐπὶ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν, σαφὲς πῶς εἰς τὸν αἰῶνα τοῦτο τὸ σπέρμα, τοῦτ' ἔστιν ὁ Χριστὸς, διαμενεῖ, καὶ πῶς ὁ θρόνος αὐτοῦ καὶ ἡ πνευματικὴ βασιλεία ἕως αἰῶνος ἐνώπιον ὑπάρχει τοῦ Πατρὴς, ἀνορθούμενος ὑπ' αὐτοῦ καὶ ἀνοικοδομούμενος κατὰ γενεὰν καὶ γενεὰν ἐν ταῖς τῶν πιστευόντων ἐπ' αὐτὸν ψυχαῖς. Τούτου δὲ τοῦ ἀποδεδομένου ἡμῖν σπέρματος Δαυὶδ διαμενεῖ ὁ θρόνος, ὡς ὁ τῆς δικαιοσύνης ἥλιος ἐναντίον τοῦ Πατρὸς, καὶ ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ· διὸ πρὸς αὐτὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐν ἑτέρῳ ψαλμῷ λέλεκται· «Ὁ θρόνος σου, ὁ Θεὸς, εις τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Ὁ Χριστὸς δὲ καὶ οἶκον τὴν Ἐκκλησίαν οἰκοδόμησε τῷ Πατρὶ ἐκ λίθων ζώντων καὶ νοερῶν, ἁγίων καὶ ἐναρέτων ψυχῶν, ναὸν ἐγείρας πολὺ κρείττονα καὶ διαφέροντα τῆς ὑπὸ Σολομῶνος προσκαίρου καὶ μηκέθ' ὑπαρχούσης οἰκοδομῆς. Τούτῳ δὲ καὶ ὁ Ἀπόστολος μαρτυρεῖ προσήκειν τὴν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν,» φωνὴν, ἐντεῦθεν αὐτὴν εἰληφὼς ἐν τῇ πρὸς Ἑβραίους συντάξει, ἔνθα φησίν· «Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εις πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Τὰ δ' ἀπὸ τοῦ, «καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν,» περὶ τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ εἴρηται· ἐπεὶ καὶ σῶμα Χριστοῦ ἡ Ἐκκλησία αὐτοῦ χρηματίζει, κατὰ τὸν Ἀπόστολον. Ὅτι δὲ περὶ τῶν πεπιστευκότων εἰς αὐτὸν τὰ τῆς ἐπισκοπῆς εἴρηται, ἐπίστησον ἐπιμελῶς λελεγμένῳ πληθυντικῶς τῷ, «Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτῶν·» σαφῶς καὶ ἐν τῷ ψαλμῷ τὰ παραπλήσια τοῖς ἐνθάδε περὶ τῶν υἱῶν εἴρηται τοῦ προφητευομένου, ἐν τῷ «Καὶ ἐὰν ἐγκαταλείπωσιν οι υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτῶν.» Ὅρα δὲ πῶς ῥάβδους ἀνδρῶν καὶ ἀφὰς υἱῶν ἀνθρώπων τοὺς κατὰ καιρὸν ὠνόμασεν ὁ λόγος διωγμούς· πλὴν πολλαὶ τοῦ Θεοῦ αἱ παρακλήσεις, καὶ αἱ διὰ τῶν Γραφῶν παραμυθίαι, μὴ ἀπαυδᾷν ἡμῖν ἐπιτρέπουσαι ἐπὶ τοῖς καθ' ἡμῶν ἐνεργουμένοις κατὰ καιροὺς διωγμοῖς· ὡς γὰρ ἐπισκέψεσθαι διὰ ῥάβδου τὸν τοῦ Χριστοῦ προεῖπε λαὸν ἀμαρτόντα, οὕτω καὶ τὸ μὴ ἀποστήσειν αὐτοῦ τὸ ἔλεος προϋπέσχηται εἰπὼν, «Τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ' αὐτῶν, καθὼς ἀπ-
or even Solomon, since of necessity it is unlawful that the prediction of God confirmed with oaths should turn out to be convicted of falsehood; if, however, we should refer the seed of David spoken of to Christ Who came from him according to the flesh, it is clear how this seed, that is, Christ, shall abide forever, and how His throne and spiritual kingdom exists forever before the Father, set up by Him and built up from generation to generation in the souls of those who believe in Him. And of this seed of David rendered to us, the throne shall abide as the sun of righteousness before the Father, and as the days of heaven; wherefore to Him it has been said by the Holy Spirit in another psalm: «Thy throne, O God, is forever and ever; a rod of uprightness is the rod of Thy kingdom. Thou hast loved righteousness and hated lawlessness; therefore God, Thy God, anointed Thee with the oil of gladness beyond Thy fellows.» And Christ also built a house, the Church, for the Father out of living and rational stones, holy and virtuous souls, having raised up a temple far better and more excellent than the temporary building erected by Solomon which no longer exists. And to Him the Apostle also testifies that the utterance, «I shall be to Him a Father and He shall be to Me a Son,» belongs, having taken it from here in his treatise to the Hebrews, where he says: «For to which of the angels did He ever say, Thou art My Son, today have I begotten Thee;» and again, «I shall be to Him a Father, and He shall be to Me a Son.» And the words from «and if his iniquity comes, then I shall reprove him with the rod of men,» have been spoken concerning the people who have believed in Christ; since His Church is also styled the body of Christ, according to the Apostle. And that the words of visitation have been spoken concerning those who have believed in Him, attend carefully to what is said in the plural, «Yet My mercy I shall not withdraw from them;» clearly in the psalm also things similar to those here have been spoken concerning the sons of Him Who is prophesied, in the passage, «And if His sons forsake My law, and do not walk in My judgements, if they profane My ordinances, and do not keep My commandments, I shall visit their lawlessnesses with a rod, and their iniquities with scourges; yet My mercy I shall by no means scatter away from them.» And see how the word named the persecutions from time to time rods of men and stripes of the sons of men; nevertheless many are the consolations of God, and the encouragements through the Scriptures, not permitting us to lose heart at the persecutions wrought against us at various seasons; for just as He foretold that He would visit with a rod the people of Christ when they sinned, so also He promised beforehand that He would not withdraw His mercy, saying, «Yet My mercy I shall by no means withdraw from them, even as I with-
Notes, col. 1081

On the reading

Printed ἀ, for εἰ.

Printed Πατρὴς, for Πατρὸς.

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed οι, for οἱ.

Printed ἀφὰς, for ἁφὰς.

Printed ἀμαρτόντα, for ἁμαρτόντα.

PG 22:1084Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
« Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης. » Εἶτα ἐν τοῖς ἑξῆς· « Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. » Καὶ πάλιν μετὰ ταῦτα, « Ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· οἱ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· οἱ υἱοὶ ἀλλότριοι ἀποῤῥιφήσονται· καὶ σφαλοῖσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. » Ταῦτα εἴρηται σχεδὸν αὐτοῖς ῥήμασι καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, εὐκαιρότερον δ' ἂν ἐξετάζοιτο, ἐπειδὰν ἀπὸ τῶν Ψαλμῶν τὰς ἐκλογὰς ἀναλεγώμεθα· νῦν μέντοιγε παρασημειούμεθα αὐτὸ μόνον, ὡς ὅτι τὸ μὲν, « Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη » νοοῖτ' ἂν περὶ τῆς ἐξ οὐρανῶν καταβάσεως τοῦ Χριστοῦ· τὸ δὲ, « Ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, » ἐκ προσώπου αὐτοῦ λέλεκται περὶ τῶν ἐκ περιτομῆς μὴ πεπιστευκότων εἰς αὐτὸν, περὶ ὧν καὶ ἐν Ἠσαΐᾳ φησὶν, « Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. » Καὶ ὅτι τὸ μὲν, « Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, » καὶ τὸ, « Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, » περὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας προφητεύεται· τὸ δὲ, « Υιοὶ ἀλλότριοι ἐψεύσαντό μοι, » περὶ τῶν ἀθέων αἱρέσεων τὰ ψευδῆ περὶ αὐτοῦ τοῦ Σωτῆρος καὶ τοῦ Θεοῦ τῶν ὅλων ἀναπεπλακότων, οὓς καὶ « ἀποῤῥιφήσεσθαί » φησιν ὁ
"And David spoke to the Lord the words of this song." Then in what follows: "And He bowed the heavens and came down, and thick darkness was beneath His feet." And again after these things, "Thou wilt deliver me from the gainsayings of the people, Thou wilt appoint me as head of the nations; a people whom I did not know served me; at the hearing of the ear they obeyed me; the strange sons dealt falsely with me; the strange sons shall be cast away, and they shall stumble out of their enclosures." These things have been said in almost the very same words in the seventeenth Psalm as well, and would be examined more opportunely whenever we gather the selections from the Psalms; for the present, however, we note beside them only this much, that the clause, "And He bowed the heavens and came down" would be understood concerning the descent of Christ from the heavens; while the clause, "Thou wilt deliver me from the gainsaying of the people," is spoken in His person concerning those of the circumcision who have not believed in Him, concerning whom He also says in Isaiah, "All the day long I stretched out My hands towards a disobedient and gainsaying people." And that the clause, "Thou wilt appoint me as head of the nations," and the clause, "A people whom I knew not served me; at the hearing of the ear they obeyed me," is prophesied concerning the Church from the nations; while the clause, "Strange sons dealt falsely with me," [is spoken] concerning the godless heresies that have fabricated falsehoods concerning the Saviour Himself and the God of all, whom also the
ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ.
Chapter XXII.
Εκ τῆς γʹ τῶν Βασιλειῶν.
From the Third [Book] of Kings.
« Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου· ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσει σοι; » Τὰ παραπλήσια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὑπὸ τοῦ Σολομῶνος εἴρηται ἐν τῇ πρὸς τὸν Θεὸν εὐχῇ. Σαφῶς οὖν καὶ ἐνθάδε προφητεύεται ὁ Θεὸς κατοικήσειν μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς· ὃ καὶ αὐτὸ πέρας εἴληφε καθ' ἡμᾶς ἐπὶ τῇ Χριστοῦ γενομένῃ παρουσίᾳ, καθ' ἣν ὁ Θεὸς Λόγος ἐνανθρωπήσας συνδιέτριψε τῷ γένει τῶν ἀνθρώπων.
"And now, O Lord God of Israel, let Thy word, I pray, be confirmed, which Thou hast spoken to Thy servant David my father: whether God will truly dwell with men upon the earth, if the heaven of heaven will not suffice Thee?" Things similar to these have also been spoken in the Second [Book] of Paralipomena by Solomon in his prayer to God. Clearly, therefore, here too God is prophesied as going to dwell with men upon the earth; which very thing has received fulfilment among us at the advent of Christ that has taken place, according to which God the Word, having become man, conversed with the race of men.
ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ.
Chapter XXIII.
Ἐκ τῆς αʹ τῶν Παραλειπομένων. Ὁ Κύριος διὰ Νάθαν πρὸς τὸν Δαυὶδ μεθ' ἕτερα καὶ ταῦτα λέγει.
From the First [Book] of Paralipomena. The Lord through Nathan says to David, after other things, these things also.
« Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν σου· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου· καὶ πιστώσω αὐτὸν
"And it shall be when your days are fulfilled, and you sleep with your fathers, that I will raise up your seed after you, who shall be from your womb; and I will prepare your kingdom; he shall build Me a house, and I will set up his throne; I will be to him a father, and he shall be to Me a son; and My mercy I will not withdraw from him, as I withdrew it from those before you; and I will establish him
Notes, col. 1084

On the reading

Printed σφαλοῖσιν, for σφαλοῦσιν.

Printed Υιοὶ, for Υἱοὶ.

Printed Εκ, for Ἐκ.

PG 22:1085Read from the page
ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἀνωρθωμένος ἕως αἰῶνος. » Καὶ ταῦτα, ὅμοια ὄντα τοῖς ἐκ τῆς δευτέρας τῶν Βασιλειῶν προεκτεθείσης, σημειωσάμενοι, διὰ τὸ μὴ πολλὴν εἶναι τὴν τούτων πρὸς ἐκεῖνα παραλλαγὴν ἀρκεσθησόμεθα τοῖς εἰς ἐκεῖνα εἰρημένοις.
in My house and in his kingdom for ever, and his throne shall be set up for ever." Having noted these things also, since they are similar to those previously set forth from the Second [Book] of Kings, because there is no great divergence between these and those, we shall be content with what was said upon those.
ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ.
Chapter XXIV.
Ἐκ τῆς βʹ τῶν Παραλειπομένων.
From the Second [Book] of Paralipomena.
« Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ, ὅτι ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι. » Καὶ εἰς ταῦτα εἰρηκότες ἅπαξ ὅτε τὰ ἐκ τῆς γʹ τῶν Βασιλειῶν ἐξεθέμεθα, νῦν οὐ δευτερώσομεν.
"And now, O Lord God of Israel, let Thy word, I pray, be confirmed, which Thou hast spoken to Thy servant David, that God will truly dwell with men upon the earth, if the heaven and the heaven of heaven will not suffice Thee." Having spoken upon these things also once when we set forth the passages from the Third [Book] of Kings, we shall not now repeat ourselves.
ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ.
Chapter XXV.
Ἐκ τοῦ Ἔζρα. Ὁ Ζορυβάβελ ἐν τῇ δημηγορίᾳ ταῦτά φησιν.
From Esdras. Zorubabel in his public speech says these things.
« Ἄνδρες, οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ καὶ ὑψηλὸς ὁ οὐρανός· καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος· ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν ἡμέρᾳ μιᾷ· οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ, καὶ ἡ ἀλήθεια μεγάλη, καὶ ἰσχυρὰ παρὰ πάντα; πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· καὶ οὐκ ἔστι μετ' αὐτοῦ οὐδ' ἓν ἄδικον· ἄδικος ὁ οἶνος· ἄδικος ὁ βασιλεύς· ἄδικοι αἱ γυναῖκες· ἄδικοι οἱ υἱοὶ τῶν ἀνθρώπων· καὶ ἄδικα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται· καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ οὐκ ἔστι παρ' αὐτῇ λαβεῖν πρόσωπα οὐδὲ διαφορά· ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· ἀπέχεται καὶ τοῖς εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς· καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον· καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον· καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης πάντων τῶν αἰώνων· εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. » Ἐπεὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, Λόγος ὢν τοῦ Θεοῦ, φησὶ, φέρεται εἰρηκὼς, « Ἐγώ εἰμι ἡ ἀλήθεια, » εἰκότως τὰ προκείμενα παρατεθείμεθα περὶ τῆς ἀληθείας δηλοῦντα, ὡς ἄρα ὑπόστασίν τινα παρὰ τὸν Πατέρα καθ' ἑαυτὴν ἔχει· « Μένει γὰρ, φησὶν, ἡ ἀλήθεια, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ· καὶ οὐκ ἔστι παρ' αὐτῇ λαβεῖν πρόσωπα, » καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει περὶ τοῦ Πατρὸς Θεοῦ τυγχάνοντος καὶ
"Men, are not women strong? Great is the earth, and high is the heaven, and swift in his course is the sun; for he turns in the circle of the heaven, and again runs back to his own place in one day. Is not He great Who makes these things, and truth great, and stronger than all things? All the earth calls upon truth, and the heaven blesses her; and all works shake and tremble, and there is with Him not one unrighteous thing. Wine is unrighteous, the king is unrighteous, women are unrighteous, the sons of men are unrighteous, and unrighteous are all such works of theirs, and there is no truth in them, and in their unrighteousness they shall perish; and truth abides for ever, and prevails for ever, and lives and rules for ever and ever. And with her there is no accepting of persons nor distinction; but she does what is righteous away from all unrighteous and wicked things; she abstains [from them], and [is well pleased with] those who take pleasure in her works; and there is in her judgement nothing unrighteous; and hers is the strength and the kingdom, and the authority and the majesty of all the ages. Blessed be the God of truth." Since our Saviour and Lord, being the Word of God, as scripture says, is recorded as having said, "I am the truth," reasonably have we set down the foregoing words showing concerning the truth that she indeed possesses a certain subsistence of her own beside the Father: "For truth abides," it says, "and prevails for ever, and lives and rules; and with her there is no accepting of persons," and what follows, to which he subjoins concerning the Father Who is God and
Ἀλλὰ γὰρ ταῦτα καὶ ἀπὸ τῆς τοῦ Ἔζρα Γραφῆς· απὸ γε μὴν τῆς Ἐσθὴρ οὐδ' ἓν εὕρομεν περὶ τοῦ προκειμένου· μετὰ δή τοι τὰς ἀπὸ τῶν ἱστορικῶν Γραφῶν ἐκλογὰς μετίωμεν ἐπὶ τὰ στιχήρη, ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται· τούτων δὲ πρῶτα ἴδωμεν τὰ ἀπὸ τῶν Ψαλμῶν.
Such, then, are these things from the Scripture of Esdras also; from Esther, however, we found not a single thing concerning our subject. After the selections from the historical Scriptures, then, let us pass on to those composed in verse, since in point of time these precede the rest of the prophecies; and of these let us examine first the passages from the Psalms.
Notes, col. 1085

On the reading

Printed απὸ, for ἀπό.

PG 22:1088Read from the page
ΤΑΔΕ ΕΝΕΣΤΙ ΚΕΦΑΛΑΙΑ ΕΝ Τῼ Βʹ ΤΩΝ ΠΕΡΙ ΤΟΥ ΧΡΙΣΤΟΥ ΠΡΟΦΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ
These Are the Chapters in the Second [Book] of the Prophetic Selections Concerning Christ
Ἀπὸ τῶν Ψαλμῶν.
From the Psalms.
αʹ. Πρώτου ψαλμοῦ περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ· καὶ περὶ τῆς ἐπ' ἄκρον ἀρετῆς πολιτείας αὐτοῦ.
1. Of the first Psalm, concerning the blameless life of Christ, and concerning His conduct at the summit of virtue.
βʹ. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς οὐρανίου βασιλείας αὐτοῦ, καὶ τῆς πρὸς αὐτὸν περὶ τῶν ἐθνῶν τοῦ Πατρὸς ἐπαγγελίας.
2. Concerning the passion of Christ, and His heavenly kingdom, and the promise of the Father to Him concerning the nations.
γʹ. Περὶ τοῦ πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ.
3. Concerning the passion and the resurrection from the dead of Christ.
δʹ. Περὶ τῆς δι' αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπισπαρείσης θεογνωσίας.
4. Concerning the knowledge of God sown through Him among all men.
εʹ. Περὶ τοῦ θανάτου τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ ὡς τῶν ἐθνῶν νομοθέτης ἀνείρηται.
5. Concerning the death of Christ, and His resurrection from the dead, and how He is proclaimed lawgiver of the nations.
ςʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας.
6. Concerning the resurrection of Christ, and the salvation of men.
ζʹ. Περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ.
7. Concerning the blameless life of Christ.
ηʹ. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ, καὶ τῆς ἐπὶ τὰ ἔθνη καὶ τὸν ἀγνῶτα λαὸν καταστάσεως αὐτοῦ, τῆς τε τῶν Ἰουδαίων ἀντιλογίας.
8. Concerning the descent of Christ from the heavens, and His appointment over the nations and the unknown people, and the gainsaying of the Jews.
θʹ. Περὶ τοῦ τῶν ἀποστόλων εἰς πᾶσαν τὴν οἰκουμένην κηρύγματος, καὶ περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου.
9. Concerning the preaching of the apostles unto the whole inhabited earth, and concerning Christ as concerning a bridegroom.
ιʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως.
10. Concerning Christ as concerning a king.
ιαʹ. Περὶ τοῦ Χριστοῦ πάλιν ὡς περὶ βασιλέως.
11. Again concerning Christ as concerning a king.
ιβʹ. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν εἰς τὸν Θεὸν ἐπιστροφῆς, καὶ περὶ γενεᾶς ἑτέρας καὶ λαοῦ ἥξοντος.
12. Concerning the matters relating to the passion of Christ, and concerning His apostles, and the turning of the nations unto God, and concerning another generation and a people to come.
ιγʹ. Περὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως αὐτοῦ.
13. Concerning His ascension into the heavens.
ιδʹ. Περὶ τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως αὐτοῦ.
14. Concerning Christ and His resurrection.
ιεʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ τῆς συντριβῆς τοῦ προτέρου λαοῦ καὶ τῆς Ἱερουσαλήμ.
15. Concerning Christ as concerning the Beloved, and the shattering of the former people and of Jerusalem.
ιςʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ.
16. Concerning the resurrection of Christ.
ιζʹ. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ.
17. Concerning the matters relating to the passion of Christ.
ιηʹ. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται.
18. How through God the Word the universe has been created.
ιθʹ. Ὡς ἀντὶ θυσιῶν καὶ τῆς πάλαι τυπικῆς λατρείας τὸ σῶμα τοῦ Χριστοῦ ὑπὲρ ἁπάντων προσενήνεκται.
19. How instead of sacrifices and the ancient typical worship the body of Christ has been offered on behalf of all.
κʹ. Περὶ τοῦ προδότου Ἰούδα καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ.
20. Concerning the traitor Judas and the resurrection of Christ.
καʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ ὡς Θεὸς βασιλεὺς, καὶ ὡς Χριστὸς ὁ αὐτὸς ἀναγορεύεται.
21. Concerning Christ as concerning the Beloved, and how He is proclaimed God and King, and the same One Christ.
κβʹ. Περὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως.
22. Concerning the ascension of Christ, and the calling of the nations.
κγʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου.
23. Concerning the calling of the nations, and of Christ as concerning a man.
κδʹ. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ ἐλέγχου τῶν ἐκ περιτομῆς.
24. Concerning the calling of the nations, and the second advent of Christ, and the reproof of those of the circumcision.
κεʹ. Περὶ τοῦ προδότου Ἰούδα.
25. Concerning the traitor Judas.
κςʹ. Περί τοῦ Χριστοῦ ὡς περὶ βασιλέως.
26. Concerning Christ as concerning a king.
κζʹ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου, καὶ περὶ Πατρὸς καὶ Υιοῦ, καὶ δύο διαθηκῶν.
27. Concerning Christ as concerning a man, and concerning the Father and the Son, and two covenants.
κηʹ. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τοῦ τῶν ἀποστόλων Εὐαγγελίου, καὶ περὶ τῶν ἐθνῶν.
28. Concerning the resurrection of Christ, and the Gospel of the apostles, and concerning the nations.
Notes, col. 1088

On the reading

Printed Περί, for Περὶ.

Printed Υιοῦ, for Υἱοῦ.