διδάσκει ἄνα (ἅμα) γοῦν τῇ θείᾳ φωνῇ τὴν Λείαν καὶ τὴν Ῥαχὴλ ἀνακαλέσας, μεθ' ἕτερα τὸν γενόμενον αὐτῷ χρηματισμὸν ἀνατίθεται αὐταῖς λέγων, « Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον, Ἰακὼβ, » καὶ τὰ ἑξῆς, ἐν οἷς φησιν· « Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ· οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου. » Μετὰ δὲ ταῦτα ὑποστρέψαντι αὐτῷ ἀπὸ τῆς Μεσοποταμίας πρῶτον μὲν ἤδη πρωΐας οὔσης συνήντησαν οἱ ἄγγελοι τοῦ Θεοῦ, περὶ ὧν καὶ εἶπε· « Παρεμβολὴ Θεοῦ αὕτη· » καὶ εἰκός γε τούτους ἐκείνους εἶναι, οὓς πρότερον ἐπὶ τῆς κλίμακος ἑωράκει· εἶτα δὲ καὶ ἀνατέλλει αὐτῷ ὁ ἀνωτέρω δύνας ἥλιος μετὰ τὴν προεκτεθεῖσαν περικοπὴν, ἐν ᾗ φαίνεται παλαίων αὐτῷ καθ' ὕπνους ὁ φήσας πρὸς αὐτόν· « Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. » Μετὰ γοῦν τὴν ὀπτασίαν ἀνέτειλεν αὐτῷ ὁ ἥλιος· ἤδη δὲ προκόψαντι καὶ τελειωθέντι οὐκέτι καθ' ὕπνους, ἀλλ' οὐδὲ ἐν νυκτὶ, οὐδὲ δι' ἀγγέλου, οὐδὲ μὴν δι' ἀνθρωπίνου εἴδους, ἐν μέσῃ δὲ ἡμέρᾳ καὶ φωτὶ χρηματίζων αὐτῷ ὁ Θεός φησιν· « Ἀναστὰς, ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ· » καὶ ἐπὶ τούτοις πᾶσι τότε πρῶτον ἡ θεία Γραφὴ μαρτυρεῖ ὅτι ὤφθη αὐτῷ ὁ Θεὸς ἐν Λουζᾶ, καὶ εὐλόγησεν αὐτὸν λέγων τὰ ἀναγεγραμμένα. Ζητήσομεν δ' ἐπὶ σχολῆς πῶς μετὰ ταῦτα μέλλοντι αὐτῷ κατιέναι εἰς Αἴγυπτον πάλιν ἐν ὁράματι καὶ διὰ νυκτὸς ὁ Θεὸς εἶπεν· « Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. » Ταῦτα δὲ ἡμῖν ἀναγκαίως παρατέθειται· δείκνυσιν γὰρ ὅτι μὴ εὐχερῶς μηδ' ἐπὶ τῶν τυχόντων ἀνδρῶν ἡ θεία Γραφὴ τὸν Θεὸν ὤφθαι ἱστορεῖ· οὔτ' οὖν ἐπὶ τοῦ Ἀδὰμ, οὔτ' ἐπὶ τοῦ μετατεθέντος Ἐνὼχ, ἀλλ' οὐδ' ἐπὶ τοῦ Νῶε, οὐδ' ἐπ' αὐτοῦ Μωϋσέως τετήρηται ὅτι ὤφθη τινὶ τούτων ὁ Θεὸς, καίτοιγε πολλάκις αὐτοῖς διειλέχθαι ἀναγεγραμμένος· ἀλλ' οὐδ' ἐπὶ ἑνός γε ἄλλου ὁ θεῖος Λόγος τὸν Θεὸν ὤφθαι εἰσάγει, ἢ ἐπὶ μόνου τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ· καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ οὐ κατὰ τὸν πρῶτον αὐτῷ χρηματισμὸν ὤφθη, ἀλλὰ κατὰ τὸν δεύτερον καὶ κατὰ τὸν πέμπτον καὶ ἕκτον· ἐπὶ δὲ τοῦ Ἰακὼβ μετὰ τὰ ἀναγεγραμμένα πάντα· τῷ γὰρ Ἰσαὰκ δὶς μόνος χρηματίσας ὁ Κύριος τὸ δὶς ὤφθαι αὐτῷ ἀναγέγραπται, εἰ καὶ τὸ δεύτερον ἐν νυκτί. Πρόδηλον δὲ ἀπὸ τῶν κατὰ τὸν Ἀβραὰμ προειρημένων ἡμῖν, ὅτι μὴ ἐπὶ τὸ πρῶτον αἴτιον ἀναφέρειν χρὴ τὰς ὀπτασίας, ἀλλ' ἐπὶ τὸν θεῖον Λόγον, ὃν οὐδὲ αὐτόν (αὐτοί) πω χωρεῖν οἷοί τε ἦσαν οἱ μακάριοι καὶ θεῖοι ἄνδρες· τούτοις γοῦν αὐτοῖς, οἷς καὶ ὤφθαι προείρηται, μετὰ πλείστας προγυμνασίας ἑωρᾶτο. Τίς δὴ (ἂν) οὖν ἄλλος εἴη καὶ ὁ κατὰ τὴν προκειμένην περικοπὴν συμπαλαίων και συναγωνιζόμενος καὶ ὡσπερεὶ συμμαχῶν τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσι λαλήσας ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, μόνος μετὰ τὸν Πατέρα Κύ-
teaches, upwards (together) at any rate with the divine voice having summoned Leah and Rachel, among other things he recounts to them the oracle that came to him, saying, 'And the angel of God said to me in a dream, Jacob,' and what follows, in which He says: 'I am the God Who appeared to you in the place of God, where you anointed a pillar to Me there, and vowed a vow to Me there; now therefore arise, and go forth out of this land, and depart into the land of your nativity.' And after these things, as he was returning from Mesopotamia, first, when it was already morning, the angels of God met him, concerning whom he also said: 'This is the camp of God;' and indeed it is likely that these were those whom he had previously seen upon the ladder; and next the sun that had set above rises upon him after the passage set forth earlier, in which He Who said to him in dreams appears wrestling with him: 'Your name shall no longer be called Jacob, but Israel shall be your name, because you grew strong with God and with men you are mighty.' After the vision, at any rate, the sun rose upon him; and when he had now advanced and been perfected, no longer in dreams, nor even at night, nor through an angel, nor yet through a human form, but in the middle of the day and in light communicating with him, God says: 'Arise, go up to the place Bethel, and dwell there;' and after all these things, then for the first time divine Scripture testifies that God appeared to him in Luz, and blessed him, speaking the things recorded. And we shall inquire at leisure how after these things, when he was about to go down into Egypt, God again in a vision and by night said: 'Do not fear to go down into Egypt.' Now these points have necessarily been set side by side by us; for they show that divine Scripture does not lightly or in the case of ordinary men record that God has been seen; neither, then, in the case of Adam, nor in that of Enoch who was translated, nor even in that of Noah, nor in that of Moses himself has it been observed that God appeared to any of these, even though He is recorded to have conversed with them many times; nor indeed in the case of any single other man does the divine word introduce God as having been seen, save in the case alone of Abraham and of Isaac and of Jacob; and in the case of Abraham He did not appear at the first oracle given to him, but at the second and at the fifth and sixth; and in the case of Jacob, after all the things recorded; for to Isaac, the Lord having communicated twice only, He is twice recorded to have been seen by him, even if the second time was at night. And it is evident from what has previously been said by us regarding Abraham that one must refer the visions not to the First Cause, but to the divine Word, Whom not even Himself were those blessed and divine men (themselves) yet capable of receiving; by these very men, at any rate, by whom also He has previously been said to have been seen, He was beheld after very many preliminary exercises. Who else, then, (would) He also be Who in the passage before us wrestles with and contends alongside and as it were fights as an ally with Jacob, than the sacred Word of God Who in many portions and in many ways spoke to the fathers, alone after the Father titled Lord